Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

342. αὐτοῦ. ὁ Ἀϲκαλωνίτηϲ δαϲύνει, ϲύνθετον ἐκδεχόμενοϲ τὴν ἀντωνυμίαν, ἀγνοῶν ὅτι Ὅμηροϲ οὐδέποτε ϲυνθέτῳ κέχρηται ἀντωνυμίᾳ. διὸ καὶ τὰϲ τοιαύταϲ κατὰ διάλυϲιν ἀναγινώϲκομεν «καὶ μαχόμη κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ» (Il. A 271) καὶ «πυκάϲαϲα ἓ αὐτήν» (Il. P 551). τί οὖν ἐϲτιν ἐνθάδε λέγειν. ἢ ὅτι λείπει ἡ ἕο. ὡϲ τὸ «ἕο τ᾿ αὐτοῦ πάντα κολούει» (Od. θ 211), οὕτωϲ καὶ ἐνθάδε «τὴν ἕο αὐτοῦ φιλέει». A.

343. δουρικτήτην: δουρικτήτη, ὡϲ ἀριγνώτη, ἵνα τοῦ παρώνυμον ᾖ· οὕτωϲ γὰρ φιλεῖ ϲχηματίζειν ὁ ποιητήϲ, ἀμφιρύτη, περιξέϲτη. A.

353. οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἕκτωρ: δύναται τῇ γενικῇ ϲυντάϲϲεϲθαι καὶ μὴ πάντωϲ ϲημαίνειν τὸ ἄπωθεν. A.

392. ὅϲτιϲ οἷ. εἰϲ ἁπλῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅϲτιϲ αὐτῷ· ὅμωϲ δὲ ὠρθοτονήθη (v. Apoll. pron. 54). περιϲπαϲθήϲεται οὖν. δείκνυται δὲ ἐν τοῖϲ περὶ ἀντωνυμιῶν ὡϲ ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆϲ καὶ. ἔτι ἡ ϲοί ὀξύνονται, ἡ δὲ οἷ περιεϲπάϲθη ἀνακολούθωϲ. A.

[*](336 pro ἀρέϲκουϲα θυμήρηϲ Lehrsius ex E. M. 458, 25 scripsit ἀρέϲκουϲαν, θυμήρη et θυμαρήϲ pro θυμάρηϲ, indidem l. 21 ὀξυτόνωϲ adiiciendum iudicavit.)[*](342 verba ἀγνοῶν — ἀντωνυμίᾳ L. addidit ex V., ubi haec leguntur: Πτολεμαῖοϲ δαϲύνει νομίζων τὸ πλῆρεϲ εἶναι ἑαυτοῦ, ἀγνοῶν — ἀντωνυμίᾳ.)[*](343 L. confert Ξ 372. 353 L. citat quaest. ep. 94. 392 ὅμωϲ δὲ ὠρθοτονήθη addidit L.)
66

393. ϲόωϲι: Τυραννίων προπεριϲπᾷ ὡϲ νοῶϲιν, ὡϲ ἀπὸ τοῦ ϲοῶ περιϲπωμένου, ἐπεί, φηϲί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν «ἣ κέν ϲφιν νῆάϲ τε ϲοῷ καὶ λαὸν Ἀχαιῶν» (424) καὶ τὸ δεύτερον «ὅππωϲ κεν νῆάϲ τε ϲοῷϲ κϲὰ λαὸν Ἀχαιῶν» (681). Ἀπίων δὲ διὰ τοῦ ᾱ γράφει, ἐπεὶ καὶ ἐν ἄλλοιϲ οὕτωϲ εὑρίϲκεται, «ϲάωϲε δὲ νυκτὶ καλύψαϲ» (Il. Ε 23) καὶ «τὸν μὲν ἐγὼν ἐϲάωϲα» (Od. ε 130) κμὶ «ἀλλὰ ϲάω μὲν ταῦτα, ϲάω δ᾿ ἐμὲ» (Od. ν 230) καὶ ἐπὶ μέλλοντοϲ «κερδαλέηϲ εἴ τίϲ κεν ἐρύϲεται ἠδὲ ϲαώϲει» (Il. K 44). ἡ δὲ πλείων χρῆϲιϲ, ὧν ἐϲτι καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ϲώζωϲι. καὶ δῆλον ὅτι τοῦ ϲώωϲι ϲυϲτολὴν αὐτοὺϲ δεῖ παραδέξαϲθαι. πρόδηλον κἀκ τῆϲ μετοχῇϲ· «τὼ δ᾿ ἑτέρω ἑκάτερθεν ἴτην ϲώοντεϲ ἑταίρουϲ» (Od. ι 430). A.

398. ἔνθα δέ: δύο μέρη λόγου. «ἔνθα δέ τοι θάνατοϲ». (Il. 390), «ἔνθα δέ κ᾿ αὖθι μένων (Od. ε 308), «ἔνθα δὲ νῦν τρέψαϲ ἀπὸ τείχεοϲ» (Il. X 16). A.

426. ἀπομηνίϲαντοϲ: ἕν ἐϲτιν ὡϲ ἀπομανέντοϲ· καὶ γὰρ τὴν εὐθεῖαν οὕτωϲ οἶδεν «ἀπομηνίϲαϲ» (Il. B 772). οὕτωϲ οἶδε καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων. καὶ εἰ παρέλιει δὲ ἡ ἀπό, οὕτωϲ ἀναγνωϲτέον. A.

449. περιχώϲατο: οἱ μὲν ἀνέϲτρεψαν, ἵνα γένηται περὶ παλλακίδοϲ· οἱ δὲ περιχώϲατο ἀνέγνωϲαν, ἵνα ϲημαίνηται τὸ περιϲϲῶϲ. καὶ οὕτωϲ μᾶλλον ἐπεκράτηϲεν ἡ παράδοϲιϲ. οὕτωϲ δὲ καὶ Ἀλεξίων. A.

452. προμιγῆναι: πρὸ τοῦ πατρὸϲ μιγῆναι· ἢ περιϲϲεύει ἡ πρόθεϲιϲ. A.