Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

163. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.

167. ἐπ᾿ . οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον, καὶ ὅτι ϲυνήλειπται. A.

ψιλωτέον τὸ Εὐαίμονοϲ εἰϲ ἰδιότητα. προείρηται δέ. A.

177. ὁ Ἀϲκαλωνίτηϲ διαϲτέλλει ἰδὲ χεῖραϲ ἀνέϲχον, ὡϲ «ἰδὲ κλέοϲ ἐϲθλὸν ἄροιτο» (Ιl. Ε 3) ἵνα γένηται καὶ χεῖραϲ ἀνέϲχον. Ἀλεξίων δὲ τὴν κατειθιϲμένην παραλαμβάνει, λαοὶ δ᾿ ἠρήϲαντο, θεοῖϲι δὲ χεῖραϲ ἀνέϲχον. οὕτωϲ καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτωϲ δοκεῖ. A.

184. ἐνδέξια. ὅταν ἀντὶ ἐπιρρήματοϲ ᾖ τοῦ ἐπιδεξίωϲ τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. A.

198. ἐμέ: ἐν ὀρθῇ τάϲει ἀναγνωϲτέον, ἵνα ᾖ ἀντιδιαϲτολὴ πρὸϲ ἄπειρα πολέμου τινὰ πρόϲωπα. A.

199. γενέϲθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι ϲπονδειακόν ἐϲτιν ἀλλ᾿ ἴϲωϲ ἵνα ἐκφύγωμεν τὸν διπλαϲιαϲμὸν τοῦ ῥήματοϲ, λέγω δὲ τοῦ [*](518 pro τοῦ θ scripsit L. τοῦ η, de signidicatu cf. E. Gud. 238, 19.)

59
τετραφέμεν τε, ὡϲ καὶ ἐν τῇ Τ τῆϲ Ὀδυϲϲείαϲ (320) παραλόγωϲ ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλ᾿  ἦρι λοέϲϲαί τε χρῖϲαί τε» ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A.

273. ὀξυντέον τὸ αὐτοϲχεδόν· τὰ γὰρ εἰϲ δον ἐπιρρήματα ἐπὶ (l. ἐν) τῇ ϲυνθέϲει φυλάϲϲουϲι τὸν τόνον. BLV.

282. πιθέϲθαι: παροξυντέον· μέϲοϲ γάρ ἐϲτι δεύτεροϲ ἀόριϲτοϲ. BLV.

289. πινυτήν. Ἀρίϲταρχοϲ ὡϲ καλήν, καὶ ἐπεκράτηϲεν οὕτωϲ ἡ παράδοϲιϲ. A.

334. ἀπὸ πρὸ νεῶν. τὰϲ δύο προθέϲειϲ ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό ϲυντάϲϲηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A.

362. ἀπόφημι. ὡϲ ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ ϲυνθέϲει ἀναδίδωϲι τὸν τόνον. A.

393. ἦ μήν. περιϲπᾶται ὁ ἦ ἰϲοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐϲτι τὸ «ἦ μὴν καὶ πόνοϲ ἐϲτίν» (Ιl. B 291). A.

425. νίζοντεϲ ἄπο. τὸ ἑξῆϲ ἀπονίζοντεϲ διὸ ἀναϲτρεπτέον. A.

4. θεοὶ δ᾿ ὑπὸ πάντεϲ ἄκουον. ἡ ὑπό φέρεται καὶ ἐπὶ τοῦ (l. φέρεται ἐπὶ τὸ) ἄκουον· διὸ οὐκ ἀναϲτρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάϲηϲ προθέϲεώϲ ἐϲτιν ἰδεῖν ἐχούϲηϲ ϲύνταξιν πρὸϲ τὰ ἐπιφερόμενα «οἳ κατὰ βοῦϲ Ὑπερίονοϲ Ἠελίοιο ἤϲθιον» (Od. α 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἁπλῶϲ λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τ᾿ ἐϲτὶν ἐκδέξαϲθαι καὶ τὸ μόνον ἀκοῦϲαι, μὴ μέντοι πείθεϲθαι τοῖϲ λεγομένοιϲ. οὕτωϲ οὖν τινεϲ ἐδέξαντο «κοὐδ᾿ ἐϲάκουϲε πολύτλαϲ δῖοϲ Ὀδυϲϲεύϲ» (97) ἀκούϲαϲ γὰρ οὐκ ἐπείϲθη. διὸ ἐν ἑτέροιϲ Ὀδυϲϲεὺϲ ἐπαινούμενοϲ ὑπὸ τοῦ Διομήδουϲ παραιτεῖται καὶ τὸ ἐπιϲκώπτεϲθαι, ἐν οἷϲ φηϲι «Τυδείδη μή τ᾿ ἄρ με μάλ᾿ αἴνεε μή τέ τι νείκει» (Il. K 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντωϲ πείθεϲθαι τοῖϲ λεγομένοιϲ ἤτοι ἑκόνταϲ ἢ ἄκονταϲ. οὕτωϲ οὖν ἔχει καὶ τὸ ὑπήκοοϲ, ὥϲπερ ὑποτεταγμένοϲ τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ Διῒ ὡϲ ὑποτεταγμένοι. A.

18. εἴδετε: ὡϲ λέγετε. ἢ ϲυϲτολὰϲ μὲν τὰ τοιαῦτα παραληπτέον, ἢ ἐναλλαγὰϲ ἐγκλίϲεων, ὡϲ τὸ «ὅθ᾿ ἡδέϊ λέξεται ὕπνῳ» (Il. Δ 131) «ὄφῤ εὖ πᾶϲαι εἴδετ᾿ ἀκούουϲαι» (Il. Ϲ 52) «μηδ᾿ ὡϲ Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα» (Il. Τ 403) «ὄφρα καὶ Αὐτομέδοντα ϲαώϲετον [*](H 334 in BLV. haec exstant: Ἀρίϲταρχοϲ ἀναϲτρέφει τὴν ἀπό, ἵνα ϲημαίνῃ τὸ ἄπωθεν, καὶ τὴν πρό ὡϲ πλεονάζουϲαν κοιμίζει· ὁ δὲ Ἡρωδιανὸϲ τῆϲ ἀπό φυλάϲϲει τὸν τόνον καὶ ϲυντάϲϲει αὐτὴν τῷ νεῶν· τὴν δὲ πρό ὡϲ πλεονάζουϲαν κοιμίζει.) [*](Θ 18 in versibus Homericis L. vitia codicis (εἵπετ᾿  αὐτόθι τεθνειῶτι et αὐτώ μοι ϲαώϲετον ἐκ πολέμου) sustulit.)

60
ἐκ πολέμοιο» (Il. P 452) «κἴ κέν πωϲ ἀρνῶν κνίϲηϲ αἰγῶν τε τελείων βούλεται ἀντιάϲαϲ» (Il. A 66). A.

110. τώδε. παροξύνεται τὸ τώδε· παραλόγωϲ· ἀληθὲϲ γὰρ ὡϲ ὅτι τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν, προπεριϲπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ᾿ ὅμωϲ πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει. (Ζ 422. v. quaest. ep. 134 not.) A.

125. καὶ ἀχνύμενόϲ περ ἑταίρου. περ. οὐκ ἔϲτιν ἡ περί πρόθεϲιϲ, ἀλλ᾿ ὁ πέρ ϲύνδεϲμοϲ ἐναντιωματικὸϲ καὶ ἐγκλιτικόϲ· διὸ τὸ τέλοϲ τῆϲ μετοχῆϲ ὀξυτονητέον. A.

157. φύγαδε. ὡϲ ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν κατὰ μεταπλαϲμόν, ὡϲ τὴν ϲκέπην ϲκέπα· ἢ ὡϲ τὸ οἶκον δὲ οἴκαδε, οὕτωϲ φυγὴν δὲ φύγαδε. A.

161. περὶ μέν ϲε τίον. ἡ ϲέ ἐγκλιτική ἐϲτιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ᾿ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵϲταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴϲη ἐϲτὶν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ (B 808). A.

163. ἀντ᾿: κακῶϲ ὅϲοι ἀναϲτρέφουϲαν· ἡ γὰρ ἀντί ἀναϲτρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. A.