Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

319. οἱ μὲν διαιροῦϲιν, ἔχεν, εἶτα δεκάπηχυ· οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀϲκαλωνίτηϲ οὐδεμίαν προκρίνει οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαϲτολήν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο ϲυμβληθέντα καὶ κολληθέντα, λέγεται δυωκαιεικοϲίπηχυ. A.

336. ἥμην: προϲπνευϲτέον τὸ ἐνδιατρίβειν γὰρ ϲημαίνει καὶ τὸ καθῆϲθαι. ὅϲοι δὲ ἠθέληϲαν ϲημαντικὸν εἶναι τοῦ ὑπάρχειν, ἐψίλωϲαν· ὃ ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲαταο. A.

348. ἀπόερϲε· ψιλωτέον τὰ γὰρ φωνήεντα καταλήγοντα εἰϲ τὸ ρ ἐπιφερομένου τοῦ ϲ ψιλοῦϲθαι φιλεῖ, ἄρϲαντεϲ — οὕτωϲ γὰρ ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136) — ,Ἀρϲινόη, «ἐν δὲ ϲταθμοὺϲ ἄρϲε» (Od. φ 45). ὄρϲαϲ, «ὄρϲεο κυλλοπόδιον» (Il. φ   331). ταύτῃ ἀναλογώτερον τὸ ἕερϲα τριϲυλλάβωϲ. AB.

355. τὸ δᾶερ ὡϲ ἆνερ· τοιαῦται γὰρ αἱ εἰϲ ερ κλητικαί. τὴν δὲ ϲέ ἀντωνυμίαν ὀξυτονοῦϲι, τουτέϲτιν ὀρθοτονοῦϲιν, ἐπεὶ πρόϲ τί ἐϲτιν. ἔϲτι μὲν οὖν ἀληθέϲ, ὅτι ἀντιδιαϲταλτική ἐϲτι νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωϲιϲ ἀνέγνω ἐγκλιτικῶϲ ἀεὶ τὴν τοιαύτην ϲύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐϲτιν. τὸ ἐπεί ϲε εὑρέθη ϲυνεχῶϲ οὕτωϲ ἀνεγνωϲμένον, ἐγκλιτικῶϲ ἀεί, μὴ ἐπιφερομένου ϲυνδέϲμου «επεί ϲ᾿ εἴαϲεν Ἀχιλλεύϲ» (Il. 684). ἐπεί ϲε πρῶτα κιχάνω» (Od. ν 228), «ἐπεί ϲε φυγὼν ἱκέτευϲα (Od. o 277), ἐπεί ϲε λέοντα» (Il. Φ 483). οὕτωϲ δὲ καὶ «ἐπεί ϲε μάλιϲτα πόνοϲ φρέναϲ». καί μοι δοκοῦϲι τῷ πρώτῳ προϲώπῳ ἀκολουθεῖν οἱ οὕτωϲ ἀνεγνωκότεϲ, πιθανῶϲ πάνυ. διὰ γὰρ τῆϲ φωνῆϲ τὸ πρῶτον πρόϲωπον ἐπιδείκνυται, τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ αἰτιατική, ὅτε φυλάϲϲει τὸ, ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐϲτιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί [*](268 in Od. γ 213 pro μεγάροιϲι δ᾿ ἕκητι posui μεγάροιϲ ἀέκητι. 289 initio ἡ διπλῆ ὅτι quae seclusit L. omisi.)

57
ϲυνδέϲμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν ϲύνταξιν ἀποβάλλουϲα τὸ ε «Ἕκτορ ἐπεί με κατ᾿  αἶϲαν (Il. Γ 59), «ἐπεί μ᾿ ἀφέλεϲθέ γε δόντεϲ» (Il. A 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήϲαωταϲ ἡμᾶϲ ἀναγινώϲκειν ἐγκλιτικῶϲ ἐπεί ϲε μάλιϲτα». AB.

357. οἶϲιν ἐπὶ Ζεὺϲ θῆκε κακὸν μόρον: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει, ἵν᾿ ᾖ ἐφ᾿ οἷϲ. δύναται δὲ τὸ ἑξῆϲ εἶναι ἐπέθηκεν· οὕτωϲ γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα· ἢ περιϲϲὴν λαμβάνειν τὴν ἐπί, ἥτιϲ πάλιν οὐκ ἀναϲτραφήϲεται, δι᾿ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀϲκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκαϲτικόν. A.

362. Τρώεϲϲ᾿ : τὸ τέλειον Τρώεϲϲι· διὸ προπαροξύνεται. A. ποθήν: ὡϲ κριτήν. A.

367. ἔτι ϲφιν: οὕτωϲ ἔτι ϲφιν. εἷϲ τόνοϲ, καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεϲθαι ἀντωνυμίαν ἀπὸ τοῦ ϲφ ἀρχομένην, ὁμοίωϲ τῷ «ὅθί ϲφιϲι πέφραδ᾿ Ἀχιλλεύϲ (Il. ψ 138), «ἦρχε δ᾿ ἄρά ϲφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων» (Il. Ξ 134). ϲεϲημείωται οὖν αὕτη ἡ ἀνάγνωϲιϲ μόνη, ὡϲ ἐν ἄλλοιϲ ὁ Ἡρωδιανὸϲ λέγει. A.

414. ἀμόν: Δημήτριόϲ φηϲιν ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυϲ ψιλοῖ. πιθανώτερον δέ ἐϲτι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτωϲ Ἀπολλώνιοϲ. (V. pron. 142. 144.) Α.

422. ἰῷ: ὡϲ ϲοφῷ Ἀρίϲταρχοϲ· καὶ ἐπεκράτηϲεν αὐτοῦ ἡ ἀνάγνωϲιϲ. ἐκεῖνο μέντοι ἀναγκαῖον προϲθεῖναι, ὅτι τὸ ἴα βαρυτόνωϲ ἀνέγνω ὁ ἀνήρ καὶ τὸ μία· «οὐδ᾿ ἴα γῆρυϲ» (ll. Δ 437) καὶ «μία δ᾿ οἴη (Ιl. ( 565) τὰϲ μέντοι δοτικὰϲ περιέϲπαϲεν «ἰῇ ἄρα γινόμεθ᾿ αἴϲῃ» (Ιl. x 477) καὶ «ἰῇ δ᾿ ἐν νυκτὶ γένοιτο (ll. Ϲ 251). καί φαϲί γε τὸ τοιοῦτο Ἰώνων εἶναι. τινὲϲ δὲ ἐτόλμηϲαν λέγειν αὐτὸ Ἀττικόν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβαϲμὸν γίνεϲθαι τόνου. οὕτωϲ οὖν καὶ «μέϲην ἐϲ ἄγυιαν» (ΙΙ. Υ 254) ἀνέγνω· «ἐϋκτιμέναϲ» δὲ «κατ᾿  ἀγυιάϲ» (381). μήποτ᾿  οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆϲ δοτικῆϲ περιέϲπαϲε, ϲυνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶϲιν καὶ τὸ οὐδέτερον οὕτωϲ ἀνέγνω ὁμοτόνωϲ. A.

439. ἢ — ἢ: διὰ τὸ πού καὶ νύ τὸν ἤ ὀξυτονητέον, ὃϲ δύναται εἶναι διαζευκτικὸϲ ἢ καὶ παραδιαζευκτικόϲ. A.

465. πρίν γ᾿ ἔτι: Διονύϲιοϲ ὁ Ϲιδώνιοϲ τόν γέ ἐκ πλήρουϲ ποιεῖ· οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖϲθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον ϲυνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔϲτιν οὖν τὸ τί κοθ᾿ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελκόμενον, ὁμοίωϲ τῷ «ἤ νύ τοι οὔτι μέλει Τρώων πόνοϲ» (Ιl. X 11) καὶ «μήτι φόβον δ᾿ [*](357 τὸ τοῦ Ἀϲκαλωνίτου Lebrs scr. pro ὁ τοῦ. 414 pro ἀμόν scr. L. ἁμόν et confert N 96. 422 hoc scholion valde decurtatum esse observavit L., nam etiam de aliis vocabulis accentum mutantibus hic tractatum esse petere ex Schol. B 592 (de αἰπύ) et ex Schol. Θ 108 (de τοῦδε τώδε). cf. Eust. ad h. l.)

58
ἀγόρευε» (Il. 252) κοὶ «μή τί μευ ἠΰτε παιδὸϲ» (Il. 235). οὐχ ὑγιῶϲ οὖν ὁ Πτολεμαῖοϲ οἴεται ϲυναλοιφὴν εἶναι. A.

489. τὰ πρῶτα: τινεϲ πρωτά, ὡϲ γνωτά, ἵν᾿  ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶϲ. A.

518. ἠθεῖε: Ἀρίϲταρχοϲ προπεριϲπᾷ ὡϲ οἰκεῖε. καὶ ἴϲωϲ παρὰ τὸ θεῖοϲ, λέγω δὲ τὸ ϲημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεοναϲμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐϲτὶ πρὸϲ πρεϲβύτερον ἀδελφὸν ἔχουϲα ϲεβαϲμὸν προϲφώνηϲιϲ. οὐκ ἀγνοῶ δὲ ὅτι ϲυγχεῖται ἐν τοῖϲ μεθ᾿ Ὅμηρον. A.