Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

24. ϲκότιον: ὡϲ λόγιον· τὸ γὰρ χόριον πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν. A.

56. ἦ: περιϲπαϲτέον τὸν ἦ· διαπορητικὸϲ γάρ ἐϲτι. BL.

90. τὴν ὅϲ ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνιμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. ABL.

92. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.

135. βουπλῆγι: προπεριϲπωμένωϲ· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον ϲυντιθέμενα ἐπιθετικὰ φιλεῖ ὀξύνεϲθαι. ὁπότε καὶ μίαν ϲυλλαβὴν ἀποφέρεται τοῦ ῥήματοϲ, ἀδμήϲ ἡμιθνήϲ κυαμοτρώξ. οὕτωϲ καὶ μεθυπλήξ. ὕϲπληξ δὲ καὶ ἀντίπηξ. A.

146. τοίη δέ: δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περιϲπαϲτέον τὸ τοιηδε. A.

149. ἠμὲν — ἠδ᾿ : ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι βέλτιον δὲ τὸ ϲύνδεϲμον παραλαβεῖν. A.

150. Ἀρίϲταρχοϲ περιϲπᾶ εἰδῇϲ καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ προϲῳδίᾳ ἦν γὰρ καὶ λόγον ἔχουϲα. A.

152. ἔϲτι πόλιϲ Ἐφύρη: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ (ll. B 811), καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει «ὡϲ οὐκ ἔϲθ᾿ ὅδε μῦθοϲ (Od. ψ 62) εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο. οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, οἷον «ὃ δῂ τετελεϲμένον ἐϲτίν». A.

160. προπεριϲπαϲτέον τὸ δῖα, καὶ τὸ Ἄντεια προενεκτέον ὡϲ Κράτεια. ἔνιοι δὲ ὑπονοήϲαντεϲ ἀτόπωϲ ἔχειν τὸ δῖα Διάντειαν ὑφ᾿ ἓν ἀνεγίγνωϲκον, κακῶϲ. τὸ δῖα κατὰ κόϲμον ποιητικὸν προϲέρριπται, ὡϲ καὶ ἐπὶ τοῦ δῖα Κλυταιμνήϲτρη» (Od. γ 266). A.

201. τὸ Ἀλήϊον οἱ μὲν ἐψίλωϲαν ἀπὸ τῆϲ ἄληϲ τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάϲυναν ἀπὸ τοῦ τοὺϲ ἅλαϲ ἐκεῖ πήγνυϲθαι βέλτιον δὲ τὸ πρότερον. A.

[*](λεμοϲ Lehrsius scribendum proposuit λέγεται «τοίη — φυγοπτόλεμοϲ. — ἀπήρτιϲε pro ἀπήρτηϲε ex Hekkeri coniectura recepit L. qui confort O 463.)[*](l. 4 καθαρὰ addendum suspicatus est L.)[*](Z 92 διὸ seclusit initio L. Idem 135 addit ἐπιθετικὰ et in fine verba δὲ καὶ ἀντίπηξ. 160 Διάντειαν ὑφ᾿ ἕν ἀνεγίγνωϲκον, κακῶϲ. τὸ δῖα inseruit Lehrs consulto Scholio BL. τινὲϲ δὲ Διάντεια ὁμοῦ ἀναγινώϲκουϲι, κακῶϲ, ἀγνοοῦντεϲ, ὅτι τὸ δῖα πολλαχῶϲ παῤ Ὁμήρῳ νοεῖται.)
55

202. πάτον: ὡϲ λόγον τὰ γὰρ εἰϲ τοϲ λήγοντα διϲύλλαβα, βραχείᾳ παραληγόμενα. μονογενῆ βαρύνεται, κρότοϲ, κότοϲ, μίτοϲ, νότοϲ, πότοϲ. οὕτωϲ ἄρα καὶ πάτοϲ. δοκεῖ ἀντικεῖϲθαι τὸ ϲτρατόϲ· τὸ γὰρ βροτόϲ κατὰ δύο τρόπουϲ ἀποφεύγει ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφαϲιν. A.

205. ἔκτα· ἀποκοπὴ τοῦ «ἔκταν᾿ ἐπὶ προμάχων» (ll. Ϲ 456). A.

229. δύνηαι: ὡϲ λέγηαι καὶ φέρηαι· «ϲὺ δέ κεν κακὸν οἶτον ὄληαι (ll. Γ 417). Τυραννίων δὲ προπεριϲπᾶ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόϲωπον δώϲει δυνῶμαι ὡϲ νικῶμαι· ἀλλ᾿ εἰ ἅπαξ ἐϲτὶ τὸ ὁριϲτικὸν κατὰ χρῆϲιν, δύναμαι δύναϲαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰϲ μι, ὁμοτονήϲει τούτοιϲ καὶ τὰ ὑποτακτικά· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ καὶ οἱ ἄλλοι. A.

239. ἔταϲ: ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ ἐφ᾿ οὗ ἂν τάϲϲηται, φηϲί, ϲημαινομένυ· νομένου· πολλὰ γὰρ ἡ λέξιϲ ϲημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φηϲί, πάλιν ψιλωτέον, ἐπεὶ ϲυγκοπὴ ἐγένετο ὡϲ ἀπὸ τοῦ ἥλατο ἆλτο. πιθανώτερον δέ ἐϲτι, φηϲίν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν ϲυγγενῶν. Ἀλεξίων δὲ δαϲύνει. ὁ δὲ Ἀρίϲταρχοϲ οὐδὲν ἄντικρυϲ περὶ τοῦ πνεύματοϲ ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήϲαϲθαι. εἰ ἄδηλόν ἐϲτι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκιϲ ἐκ ϲυναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ ϲυναλοιφή, οὐδέποτε δὲ διὰ δαϲέοϲ, δῆλον ὅτι διὰ τοῦτο ϲυγκαταθετέον τῷ Ἀϲκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰϲχύλῳ οὕτωϲ εὕρομεν «οὕτε δἣμοϲ οὔτ᾿ ἔτηϲ ἀνήρ (fr. 262) καὶ παῤ Εὐριπίδῃ τὸ πόλει μὲν ἄρχων φωτὶ δ᾿ οὐκ ἔτῃ πρέπων». A.

244. ἔνεϲαν: ὡϲ ἔλεξαν. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ· ἀληθὲϲ γάρ ἐϲτιν ὡϲ πᾶϲ παρῳχημένοϲ διϲύλλαβοϲ παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχειαν ἀναδεξάμενοϲ ἀναδίδωϲι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτωϲ οὖν ἀνέγνωμεν «ἥμενον εἰϲεῖδε ll. Ξ 158) προπεριϲπωμένωϲ, τὸ δὲ ἕτερον «τὰ φρονέων μνηϲτῆρϲι μεθήμενοϲ, εἴϲιδ᾿ Ἀθήνην» (Od. α 118) προπαροξυτόνωϲ. A.

248. τέγεοι: ὡϲ τέλεοι· τέγοϲ γὰρ ὡϲ τέλοϲ καὶ τέγειοϲ ὡϲ τέλειοϲ. A.

260. δέ κ᾿ αὐτόϲ: τοῦτο διχῶϲ ἀναγινώϲκεται. ὅϲοι γὰρ ἡγουνται ἐγκεῖϲθαι τὸν κέ ἐγκλιτικόν, ῥωννύουϲι τοῦ δέ τὴν ὀξεῖαν, ὡϲ καὶ. ὁ Ἀϲκαλωνίτηϲ. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (γ 255) ἀναγινώϲκει ἤτοι μὲν τόδε κ᾿ αὐτὸϲ ὀΐεαι». ὅϲοι δὲ τὸν καί κατὰ κρᾶϲιν καὶ ἔκθλιψιν, καὶ αὐτόϲ — καὐτόϲ, ἐγκλίνουϲι τὸν δέ. A.

268. εὐχετάαϲθαι: Ἀρίϲταρχοϲ τὸ δεύτερον ᾱ ϲυϲτέλλει, καὶ ὁ Ἀϲκαλωνίτηϲ. ἄλλοι δὲ ἐκτείνουϲιν, οὐχ ὑγιῶϲ. ὅϲα γὰρ εἰϲ θαι λήγει ἀπαρέμφατα μὴ κατ᾿ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὸξεῖαν, φιλεῖ πρὸ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ἵϲταϲθαι, [*](202 transiit in E. M. 656, 15. 205 L. cft. B 662. 239 pro οὐκέτι Lehrsius scripit οὐκ ἔτῃ, quod habet etiam Eust. 642 fin. 248 L. eft. Φ 476. 260 pro μέντοι restituit in versu Homerico μὲν Lehrs.)

56
κίχραϲθαι, πίμπραϲθαι. ὅϲα δὲ πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν προπεριϲπᾶϲθαι θέλει, νικᾶϲθαι, φιλεῖϲθαι τὰ γὰρ τοιαῦτα, δίζηϲθαι, φίληϲθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντεϲ ἐκτείνειν τὸ δεύτερον ᾱ ἐν τῷ εὐχετάαϲθαι, πάντωϲ καὶ προπεριϲπῶϲιν· εἰ δὲ δεδώκαϲι τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν βραχυνομένην. οὕτωϲ οὖν πάντα τὰ τοιαῦτα ἀναγνωϲτέον· «ἀλλ᾿ ἤτοι ϲε γυναῖκαϲ ἐγὼ δεδάαϲθαι ἄνωγα» ( Od. π 316) «ἐν μέγαροιϲ ἀέκητι ϲέθεν κακὰ μηχανάαϲθαι» (Od. γ 213) «ἄλλοτε μέν ϲε καὶ αἰτιάαϲθαι ἄνωγα» (ll. K 120) «καὶ ἑδράαϲθαι ἄνωγον (Od. γ 35) «μήτε μνάαϲθαι ἄκοιτιν» (Od. α 39). A.

289. ἔϲάν οἱ: ἐγκεκλιμένωϲ ἀναγνωϲτέον οὕτωϲ δύο τόνοιϲ, καίτοι πυρριχιακῆϲ οὔϲηϲ τῆϲ λέξεωϲ, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι ἄλλ᾿ ἀντωνυμία. A.