Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

182. ὀλβιόδαιμον: προπαροξυτόνωϲ· ἔϲτι γὰρ ϲύνθετον· τὰ δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰϲ ον περατουμένην, προπεριϲπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον, Ἀρετᾶον. ϲύνθετα μέντοι ἀναδίδωϲι τὸν τόνον, κυλλοπόδιον, Ποϲείδαον, ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν ἄλλων τῶν ϲυνθέτων τὸ αὐτό, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγάμεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβαϲε κατὰ κλητικήν, ἐπεὶ ϲύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν ϲυντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον, δαΐφρον. ὅθεν ϲημειῶδεϲ ἐκεῖνο κατὰ κλητικήν «ἰὼ Λακεδαῖμον» Ἀριϲτοφάνηϲ Ὁλκάϲιν· καὶ ϲύνθετον τὸ « ψευδόμενοί ϲε Παλαῖμον». A.

198. ὀΐων: Ἀρίϲταρχοϲ διϲυλλάβωϲ ὡϲ αἰγῶν καὶ Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ· Ἀριϲτόνικοϲ δὲ τριϲυλλάβωϲ, ὡϲ τὸ (Ι. ὅϲ τ᾿) ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖοϲ οὐχ ὑγιὲϲ αἴτιον ἐπιφέρει τῆϲ διϲυλλάβου ἀναγνώϲεωϲ· φηϲὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοϲύλλαβόϲ ἐϲτιν, οἶϲ ὡϲ αἶξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴϲ μονοϲυλλάβωϲ εἶπε τὴν εὐθεῖαν, διϲυλλάβωϲ δὲ «τοῖϲι δ᾿ ὄϊϲ λάϲιοϲ» (Ιl. 125) καὶ «μῆλ᾿ ὄϊέϲ τε καὶ αἶγεϲ» (Od. ι 184) καὶ «Πειρεϲίῃ δ᾿ ἀπάνευθεν ὄϊν» (Od. κ 524) ἕνεκα δὲ μέτρου «οἰὸϲ ἀωτῷ» (Od. α 443) καὶ «οἰῶν τε βληχήν» (Od. μ 266). ὥϲτε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξαϲθαι τὴν τοῦ Ἀριϲτονίκου ἀνάγνωϲιν. καὶ γὰρ ἄλλωϲ τὸ ὄϊϲ ἀναλογώτερον ἔϲται διϲύλλαβον ὂν τοῦ μονοϲυλλάβου· πολλὰ γὰρ τὰ εἰϲ ιϲ λήγοντα ἐπ᾿ εὐθείαϲ, οὐδὲν δὲ εἰϲ οιϲ, ὅτι μὴ μόνον τὸ οἶϲ καὶ παρὰ Ἀττικοῖϲ τὸ φθοῖϲ. A.

217. ὑπαί. ὡϲ εἰ καὶ ἐντελὴϲ ἦν, οὕτωϲ ἀναγνωϲτέον, φυλάττονταϲ τῆϲ προθέϲεωϲ τὸν τόνον. A.

219. ἀΐδρεϊ φωτὶ ἐοικώϲ: ἀΐδρεϊ προπαροξυτόνωϲ ὡϲ ἀπ᾿ εὐθείαϲ τῆϲ ἄϊδριϲ· «χώρου ἄϊδριϲ ἐών» (Od. κ 282). ταύτηϲ δὲ τῆϲ εὐθείαϲ ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεοϲ, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ οὐ γάρ ἐϲτι παρώνυμον μακρᾷ παραληγόμενον· ἀλλ᾿ ὡϲ τὸ ἔχιϲ πόϲιϲ ὄφιϲ, οὕτωϲ ὀφείλει κλίνεϲθαι. ὥϲτε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Ϲαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίωϲ τοῖϲ Ἀττικοῖϲ ἐκλίθη. ὁ γὰρ Ϲοφοκλῆϲ ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὅ τε Φρύνιχοϲ τὴν εὐθεῖαν ἴδριδεϲ. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώϲ κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαϲτόν, εἰ διὰ τοῦ ῑ πολλάκιϲ τῶν τοιούτων γενικῶν τὴν παραλήγουϲαν προφέρονται Ἴωνεϲ, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ῑ· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «εὐνήν τ᾿ αἰδομένη πόϲιοϲ» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόϲεϊ ᾧ» (Il. E 71). A.

[*](182 Lehrsius conferri iubet Schol. ad Α 149. 198 in Et. M. transisse monet L. 219 in E. M. transisse observat L.)
41

236. ἰδέειν: οὐκ ἔϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν, ὥϲπερ ἀπὸ τοῦ εφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ. A.

239 et 240. — ἦ: ὁ μὲν πρῶτοϲ ἢ ϲύνδεϲμοϲ βαρύνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται, ἵνα τοιαύτὴ ἡ φράϲιϲ γένηται, ἢ οὐκ ἠκολούθηϲαν ἦ ἠκολούθηϲαν μὲν οὐκ ἐθέλουϲι δὲ μάχην καταδύμεναι ἀνδρῶν. A.

240. νέεϲϲ᾿ ἐνὶ ποντοπόροιϲιν: Νικίαϲ οὐκ ἀναϲτρέφει. οὐ ϲυμφωνεῖ δὲ τὰ τῆϲ ἱϲτορίαϲ αὐτῷ. φαϲὶ γὰρ Ἀρίϲταρχον τοῖϲ κυριωτέροιϲ ϲυντάϲϲειν τὰϲ προθέϲειϲ. A.

280. μάρτυροι ἔϲτε: παροξύνεται τὸ ἔϲτε, ἵνα προϲτακτικὸν γένηται ὁμοίωϲ τῷ φυλάϲϲετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωϲιϲ· πολλὰ γάρ ἐϲτι προϲτακτικὰ ὡϲ πρὸϲ τοὺϲ θεοὺϲ «Ζεῦ πάτερ, ἀλλὰ ϲὺ ῥῦϲαι, ποίηϲόν τ᾿ αἴθρην, δόϲ τ᾿ ὀφθαλμοῖϲιν» (ΙΙ. P 645). ἀναγκαῖον μέντοι ἐϲτὶ παραφυλάξαι ἐκεῖνο, ὡϲ ὅτι τὰ εἰϲ τε λήγοντα πληθυντικὰ ὁριϲτικὰ καὶ προϲτακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεϲταλμένου τοῦ ἔϲτε, οἶον λέγετε — ὅτι λέγετε, ἄγετε ὅτι ἄγετε. A.