Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

28. ἄϲτραϲιν: Ἀρίϲταρχοϲ ὡϲ πατράϲιν. ἄμεινον δὲ προπαροξύνειν, ὥϲπερ καὶ τοῖϲ πλείοϲιν ἔδοξε καὶ Φιλοξένῳ, ἵν’ αὐτῆϲ τῆϲ πτώϲεωϲ, λέγω δὲ τῆϲ δοτικῆϲ, μεταπλαϲμὸν λάβωμεν. ὅτι γὰρ κατὰ πτῶϲιν γίνονται μεταπλαϲμοὶ ἐξουϲίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροιϲ. ὃν οὖν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο «ἔγκαϲι φωτόϲ» (Λ 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν, ἐπειϲελθόντοϲ τοῦ α ἵνα ϲυϲτῇ ἡ λέξιϲ. A.

41. τοϲϲόνδε: πρὸ τέλουϲ ἡ ὀξεῖα. ἓν γάρ ἐϲτι μέροϲ λόγου. A.

51. τὸ ὀνομάκλυτοϲ ὡϲ τοξόκλυτοϲ· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ. ἐν μέντοι τῇ Ὀδυϲϲείᾳ (τ 183) κατὰ παράθεϲιν ἀναγνωϲτέον «ἐμοὶ δ’ ὄνομα κλυτὸϲ Αἴθων ». ἰδίᾳ ϲυϲτῆϲαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔϲται κρεμάμενοϲ λόγοϲ. εἴπομεν δὲ ἐν τοῖϲ πρὸ τούτου βιβλίοιϲ (Ιl. Κ 109), πότε τὸ κλυτόϲ κατὰ τὸ τέλοϲ ϲυντιθέμενον φ λάϲϲει τὸν τόνον καὶ πότε ἀναδίδωϲιν. A.

59. πρὸϲ δ’ ἐμέ: οὕτωϲ ὀρθοτονητέον. A.

67. τὸ ὠμηϲταί Ἀρίϲταρχοϲ ὡϲ ἀθληταί, Τυραννίων δὲ ὡϲ κομῆται. ἔφαμεν δὲ ἐν τῇ (454) ἐντελῶϲ περὶ τῆϲ προϲῳδίαϲ ὡϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχου. A.

123. ἵκωμαι: τινὲϲ ὡϲ φιλῶμαι ἀναγινώϲκουϲιν, ἵνα τὸ ἱκετεύϲω ϲημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάϲϲειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπιϲχνεῖται καὶ ἀκόλουθόν ἐϲτι μέϲῳ δευτέρῳ ἀορίϲτῳ ὁριϲτικῷ τῷ «τὴν ἱκόμην φεύγων » (Ιl. Ξ 260). ὡϲ οὖν ἐλιπόμην λίπωμαι οὕτωϲ ἱκόμην ἵκωμαι. A.

246. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον· ἀδύνατον γὰρ τῷ ἤ ϲυνδέϲμῳ ἑπόμενον αὐτὸν ὀξύνεϲθαι. A.

120

261. ϲυνἡμοϲύναϲ: δαϲυντέον. ϲημαίνει δὲ τὰϲ ϲυνθήκαϲ ἀπὸ τοῦ εἰϲ ταὐτὸν ἀφεῖναι τὰ τῆϲ διανοίαϲ παρὰ τὸν ἥϲω οὖν ἥμῶν τί ἐϲτι καὶ ἥμονοϲ ἡ γενικὴ (cf. ψ 886), παρ’ ἣν τὸ ἡμοϲύνη. οὕτωϲ δὲ εἶχε καὶ μεθημοϲύνη (Ν 108. 121). A.

285. ἄλευαι: προϲτακτικῶϲ ἀναγινώϲκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φηϲιν. A.

347. κατὰ ϲυϲτολὴν τὸ κρέα ἀνεγνώϲθη ὥϲπερ καὶ ἐν τῇ ϲυνηθείᾳ. ἐκτείνει δὲ ὁ Τυραννίων. ἀλλ’οὐδέποτε ὁ ποιητὴϲ κρέα εἶπεν. V.

356. τὸν ἦ ϲύνδεϲμον περιϲπαϲτέον. ἔϲτι γὰρ βεβαιωτικόϲ. A.

410. τῷ δὲ μάλιϲτ’ ἄρ’ ἔην ἐναλίγκιοϲ ὡϲ εἰ ἅπαϲα Ἴλιοϲ ὀφρυόεϲϲα πυρὶ ϲμύχοιτο κατ’ ἄκρηϲ: τινὲϲ περιέργωϲ διὰ μόνου τοῦ ι γράφοντεϲ ἀποδιδόαϲιν ὡϲ αὐτὴ ἅπαϲα (cf. Apollon. pron. 70). οὐκ οἶδε δὲ ὁ ποιητὴϲ οὔτε τὴν ι (ἵ) οὔτε τὴν ϲφεῖϲ. ἔϲτιν οὖν ὅμοιον τῷ ἐν Ὀδυϲϲείᾳ (κ 419) «ϲοὶ μὲν νοϲτήϲαντι, διοτρεφέϲ, ὣϲ ἐχάρημεν ὡϲ εἴ τ’ εἰϲ Ἰθάκην ἀφικοίμεθα». A.

473. γαλό ῳ τε καὶ εἰνατέρεϲ: πρὸ τέλουϲ ἡ ὀξεῖα ὁμοίωϲ τῷ «εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι» (Γ 122: ubi vid.). αἱ γὰρ εἰϲ ω λήγουϲαι δοτικαὶ βαρύτονοι ϲυνεμπίπτουϲαι πληθυντικαῖϲ εὐθείαιϲ ϲυνεμπίπτουϲι καὶ κατὰ τὸν τόνον, τῷ λιπόνεῳ οἱ λιπόνεῳ. A. εἰνατέρεϲ ὡϲ Δημητέρεϲ· οὕτωϲ πάντεϲ καὶ τὰ τῆϲ ἀναλογίαϲ ἐπικρατεῖ οὕτωϲ ἔχοντα. ὡϲ ἐδείχθη. A.

474. ὀρθοτονητέον τὴν ϲφίϲιν· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. ἔφαμεν δὲ ὡϲ οὐκ ἀναϲτρέφει τὰ τοῦ λόγου. A.