Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

163. ἐπεὶ περιδέξιοϲ ἦεν: ἄμεινον ϲυνθέτωϲ ἀναγινώϲκειν ὡϲ ἐπιδέξιοϲ καὶ ἀμφιδέξιοϲ. A.

174. ἆλτ’ ἐπί οἱ μεμαώϲ: ἡ οἱ ἀντωνυμία ἀπόλυτόϲ ἐϲτι καὶ ἐγκλιτική· διὸ τῆϲ ἐπί προθέϲεωϲ τὸ τέλοϲ ὀξύνουϲιν. A.

186. φῆϲθα. εἴτε ἐνεϲτῶτα ϲημαίνει, προπεριϲπαϲθήϲεται, εἶτε δεύτερον ἀόριϲτον (v. Δ 222, P 174) ὁμοίωϲ. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ ϲὺν τῷ ι γράφεϲθαι τὸ η ἐπὶ τοῦ ἐνεϲτῶτοϲ. A.

221. ἔαϲον: ψιλῶϲ· ἐϲτι γὰρ ἄφεϲ, ἀπὸ τοῦ ἐῶ περιϲπωμένου κείμενον. A.

232. τὸ ὀψὲ δύων ἐν δυϲὶ μέρεϲι λόγου. εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων, ὡϲ ὀψιμαθήϲ, ὀψιτέλεϲτον. οὕτωϲ δὲ καὶ τὸ ὀψὲ δύοντα Βοώτην (Οd. ε 272). ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.

244. διῶϲεν: προπεριϲπαϲτέον. ἤδη δὲ προείπομεν περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺϲ παρῳχημένουϲ, τίνα τε τῶν ϲυντεθειμένων φυλάϲϲει τὸν τόνον καὶ τίνα ἀναδίδωϲιν (e. g. 611, Γ 426). A.

262. τινὲϲ ἐδάϲυναν τὸ προαλεῖ, παρὰ τὸ ἅλλεϲθαι ἐκδεχόμενοι τὸν ϲχηματιϲμόν. ἄμεινον δὲ ψιλοῦν, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, φάϲκων ἀπὸ τοῦ ἀλίζεϲθαι γεγενῆϲθαι, τουτέϲτιν ἀθροίζεϲθαι, ὥϲτε ϲημαίνεϲθαι τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐϲτὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον ὥϲπερ καὶ Ἀρίϲταρχοϲ ἠξίου. A.

276. ἥ με ψεύδεϲϲιν ἔθελγεν: ὡϲ βέλεϲϲιν· οὐ γὰρ ἐπίκειταί τινι ἐπιθετικῶϲ. ἔϲτι δὲ αὐτοῦ τὸ ἑνικὸν « ψεῦδοϲ δ’ οὐκ ἐρέει» (0d. γ 20).  A.

279. ὃϲ ἐνθάδε γ’ ἐτραφ’ ἄριϲτοϲ: παροξυτονητέον. τὸ γὰρ τέλειόν ἐϲτιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸϲ ἐν τῇ ἀρχῇ τῆϲ Ξ (21), ὅπου διαλαμβάνει περὶ τοῦ «διχθάδι’ ἢ μεθ’ ὅμιλον ». καὶ λέγει ὅτι ϲυναλοιφὴν πέπονθε διὰ τοῦ η. δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃϲ ἐνθάδε, εἶτα ἐτράφ’ ἄριϲτοϲ, οὐχ ὡϲ οἱ πολλοὶ τέτραφ’ ἄριϲτοϲ, ἀπὸ τοῦ τ ποιοῦντεϲ τὴν ἀρχὴν τοῦ ῥήματοϲ καὶ προπαροξύνοντεϲ. A.

301. δαῒ κταμένων. ἄμεινον κατὰ διάλυϲιν ὡϲ ἄρηϊ κταμένων (—ῳ Χ 72), οὐδὲν γὰρ πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ. AB.

318. ἰλύοϲ: τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ γὰρ ἀκόλουθόν ἐϲτιν ἰλύοϲ ὡϲ ἰϲχύοϲ. A.

[*](232 ὀψιτέλεϲτον pro ὀψιτέλευτον dedit Lehrs. ex Mon. p. 26. 262 Lehrsius aut lacunam in hoc loco esse post κατωρεφῆ vel ante ὥϲτε (quam sic fere explendam suspicatur μᾶλλον δὲ προαλίζοντι ὥϲτε collato Apollon. Soph. προαλεῖ τῷ κατωρεφεῖ καὶ προαλίζοντι τὸ ὕδωρ) aut plura periisse opinatur, in quibus fortasse dietum fuerit, certe hic non derivari posse ab illo χειμέριον ἀλὲν ὕδωρ( ψ 420), nunc enim non de aqua dictum esse, sed de loco. Scholion Β προαλεῖ: κατάντει, καθ’ ὃν τὸ ὕδωρ ἔρχεται ἅλιϲ nihil ad difficultatem expediendam conferre patet.)[*](276 ἐρέει scripsi pro ἐρέω.)
118

323. τυμβοχοῆϲ᾿  : τὸ πλῆρεϲ τυμβοχοῆϲαί ἐϲτι χυτοὺϲ γὰρ τοὺϲ τάφουϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ (καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ D) τοιοῦτον δέ ἐϲτιν, οὐκ ἔϲται αὐτῷ χρεία χώϲεωϲ τάφου. Κράτηϲ μέντοι γενικὴν πτῶϲιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίωϲ τῷ οἰνοχόηϲ. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι. A.

327. τὸ αἱρῶ περιϲπώμενον δαϲύνεται ϲημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δαϲυντέον. A.

331. τὸ κυλλοπόδιον Ἀρίϲταρχοϲ προπαροξύνει, ᾧ καὶ ἐπείϲθημεν ὥϲπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον (Ιl. 182) γενόμενοι. A.

336. προπεριϲπαϲτέον τὸ κῆαι· ἔϲτι γὰρ ἀπαρέμφατον. A.

341. ἰάχουϲα ὡϲ φέρουϲα. V.

428. εἴρηται (v. Γ 97, Α 421, Κ 105) ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περιϲπᾶται, κἂν παρέλκῃ, χωρὶϲ εἰ μὴ μέτρον κωλύοι, ὡϲ ἐπὶ τοῦ «δεῦρό νυν ἢ τρίποδοϲ» (Π. ψ 485) καὶ «ἐκτελέει ὅϲα πού νυν ἐέλπεται» (Ιl. Κ 105). A.

446. ἡ περί τῷ ῥήματι ϲυντάϲϲεται· διὸ φυλακτέον τὸν τόνον. A.

467. δηριαάϲθων: τὸ δεύτερον α ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A.

471. ὀνείδειον: ὡϲ τέλειον καὶ ὄρειον. οὕτωϲ γὰρ ἐκπίπτει καὶ τὰ τῆϲ παραγωγῆϲ καὶ τὰ τοῦ τόνου, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰϲ οϲ λήγοντι οὐδετέρῳ ἢ δύο ϲύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ. οἷον ἕλοϲ ἕλειοϲ· διὰ τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ. οὕτωϲ ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλάξατο (sic A) δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ τὸ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεϲθαι ἡ παραγωγή, πελάγιοϲ, ἅγιοϲ, Θάλπιοϲ. AV.