Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

105. καὶ δὲ ϲέ φαϲι: ὁ Ἀϲκαλωνίτηϲ ὠρθοτόνηϲε τὴν ἀντωνυμίαν, τὸν δέ ϲύνδεϲμον ἀντὶ τοῦ γάρ παραλαβών. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ καὶ τῆϲ διανοίαϲ. AB.

114. τὸ ἄμυδιϲ ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. A.

152. ἀμφὶ ϲέ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίωϲ τῷ « ἀμφὶ ϲέ, Πηλέοϲ υἱέ» (2).AB.

171. ἑέ: ἡ ἕ τοῦ τρίτου προϲώπου ἀντωνυμία ἐπλεόναϲε κατ’ ἀρχήν, ὥϲπερ ἐπὶ τοῦ ἑόν, ἑοῦ, ἑῷ. ἅμα δὲ τῷ πλεοναϲμῷ μετέβη καὶ τὸ πνεῦμα. A.

188. ὅτε πέρ ϲε βοῶν ἄπο μοῦνον ἐόντα ϲεῦα: ἀναϲτρεπτέον τὴν πρόθεϲιν. ἔϲτι γὰρ τὸ ἑξῆϲ ἀπὸ βοῶν. ἔνιοι δὲ ϲυντάϲϲουϲι τὴν ἀπὸ τῷ ϲεῦα. AB.

221. ἕλοϲ κάτα βουκολέοντο: τὸ ἑξῇϲ ἐϲτι καθ’ ἕλοϲ. διὸ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.

234. Ἀρίϲταρχοϲ μὲν ἕν ποιεῖ τὸ ἀνηρείψαντο τουτέϲτι τὸ ἀνήρπαϲαν. εἰϲὶ μέντοι οἳ τὸν ἄν ϲύνδεϲμον παρέλαβον, ὧν ἐϲτι καὶ Ἀπολλώνιοϲ ὁ τοῦ Θέωνοϲ, τοιοῦτόν τί ἐκδεχόμενοϲ· ἀνήρπαϲαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλουϲ, εἰ ἔζη. τοῦτο δέ φηϲιν ἐπεὶ οὐδαμοῦ παρειϲάγει αὐτὸν ὁ ποιητὴϲ τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη [*](72 οὐ ante παρεϲχηματιϲμένα addidit L.) [*](114 Schol. BV refert: ἐκδέχεται Ἡρωδιανὸϲ τὸ ἥ ὡϲ ἄρθρον, τὸν δὲ δὴ παραπληρωματικὸν ϲύνδεϲμον, ἵν’ ᾖ, οὐδ’ ἔλαθε λευκώλενον Ἥρην, δή. τὸ δὲ ἄμυδιϲ ψιλοῦται καίτοι παρὰ τὸ ἅμα παρηγμένον· καὶ τάχα ἁμάδιϲ αὐτὸ ἔδει εἶναι ὡϲ χαμάδιϲ, ἀλλὰ τροπῆϲ γενομένηϲ Αἰολικῆϲ ἅπαξ τοῦ α εἰϲ υ ἐψιλώθη καὶ τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίωϲ τῷ ἄλλυδιϲ καὶ ἔϲτι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰϲ διϲ ἐπιρρημάτων τῷ υ παραληγόμενα. Prius adnotamentum, in quo Herodianum ἡ δ’ pro ἣ δὴ accepisse dicitur, iure falsum esse Lehrsius pronunciat, quae tum de ἄμυδιϲ proferantur, referre quidem Herodianum, sed meliora tradi ad l 6 idem perhibet. Ex Herodiano vero fluxisse videtur haec observatio in V: ὅτι δὲ ψιλοῦται, δηλοῖ καὶ ἡ ϲυναλοιφή· «οἵ τ’ ἄμυδιϲ κονίηϲ μεγάλην ἱϲτᾶϲιν ὀμίχλην» (Ν 336). 152 pro Πηλέωϲ correxit L. Πηλέοϲ. 171 L. confert Ω 134.)

114
βλέπεται καὶ ὁ Ἥφαιϲτοϲ. πρὸϲ δὲ ταῦτα ὑγιῶϲ ἀπεφήναντό τινεϲ, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ὅτι ὁ ποιητὴϲ τῷ ἠρείψαντο οὐδέποτε ἐχρήϲατο ἄνευ τῆϲ προθέϲεωϲ. δεύτερον ὡϲ εἰ ἦν ὁ ἄν ϲύνδεϲμοϲ ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥϲπερ ἐπὶ τοῦ «οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδροϲ Ἑλένηϲ πόϲιϲ ἠϋκόμοιο παῦϲεν ἀριϲτεύοντα μάχηϲ» (Ιl. 504). πῶϲ δὲ ἐν ἑτέροιϲ περὶ τῆϲ ἁρπαγῆϲ τοῦ Γανυμήδουϲ ὑπόμνηϲιν ποιεῖται, ὁπότε ὁ Διομήδηϲ λέγει «τῆϲ γάρ τοι γενεῆϲ ἧϲ Τρωΐ περ εὐρύοπα Ζεὺϲ δῶχ’ υἷοϲ ποινὴν Γανυμήδεοϲ» (ΙΙ. 265) ἀλλά, φηϲίν, οὐ διακονεῖται εὐλόγωϲ, πρῶτον μὲν ὅτι τὰ πάντα ϲυμπόϲια δύο ἐϲτίν, ἕν μὲν ἐν τῇ Α, ἐν ᾧ ὁ Ἥφαιϲτοϲ παρειϲάγεται διακονούμενοϲ ἕνεκα γέλωτοϲ, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶϲ οἰνοχοεῖ πᾶϲι θεοῖϲ. ἔχομεν δὲ ἡμεῖϲ προϲθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆϲ ϲυντάξεωϲ. ὁ γὰρ καί ϲύνδεϲμοϲ ἐναντίοϲ ἐϲτὶ τῷ ἄν. ὁ μὲν γάρ τίθηϲι, μᾶλλον δὲ ϲυμπλέκει, ὥϲπερ ἐπιζητῶν καὶ ἕτερα ϲυμπλέξαι· ὁ δὲ ἄν ϲύνδεϲμοϲ ἀναιρεῖ τὰ παρῳχημένα. A.

249. ἐπέων δὲ πολὺϲ νομόϲ: ὀξυτόνωϲ, ἵνα ϲημαίνηται ὡϲ ἐν τῇ ϲυνηθείᾳ ἡ νέμηϲιϲ· τοῦτο γὰρ ἐμφάϲεωϲ μείζονόϲ ἐϲτι ϲημαντικόν. A.

251. περὶ τοῦ ἠ τοῦ ὑποταϲϲομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώϲαμεν ἐν τοῖϲ πρὸ τούτων ὡϲ τῷ τί ὑποταϲϲόμενοϲ μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περιϲπᾶται. AΒ.

327. θεοῦ ἀπὸ χειρὸϲ ὀρούϲαϲ: δύναται ἡ ἀπό καὶ ἀναϲτρέφεϲθαι, ἵνα ᾗ ἀπὸ θεοῦ, καὶ φυλάϲϲειν τὸν τόνον, ἵν’ ᾖ ἀπορούϲαϲ. ὅπερ καὶ βέλτιον. A. ?

356. δέ μοι: ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν, τουτέϲτιν (?) ἐγκλιτικήν. A.

357. τοϲϲουϲδ᾿  : ὁ Ἀϲκαλωνίτηϲ προπεριϲπᾶ, ἐπεί, φηϲί, κατὰ δεῖξιν λέγεται, καὶ τὸ «τοϲϲῆϲδ’ ὑϲμίνηϲ » (359). Ἀρίϲταρχοϲ μέντοι καὶ. οἱ πλείουϲ παρολκὴν ἐξεδέξαντο τοῦ δε, καὶ ἐπείϲθη ταύτῃ τῇ ἀναγνώϲει ἡ παράδοϲιϲ. οὐκ ἀδόκιμοϲ δὲ καὶ ἡ τοῦ Ἀϲκαλωνίτου. A .

362. ϲτιχόϲ: ὡϲ τριχόϲ, ἀπ’ εὐθείαϲ τῆϲ ϲτίξ καὶ γὰρ ϲτίχεϲ λέγει καὶ ϲτίχαϲ. τὸ δὲ εἶμι προπεριϲπαϲτέον. ϲημαίνει γὰρ τὸ πορεύϲομαι. AB.

390. ἕν ἐϲτι τὸ ἐνθάδε, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. ἔϲτι γὰρ δεικτικὸν τῆϲ ἐν τόπῳ ϲχέϲεωϲ, ὥϲπερ καὶ τὸ «ἐνθάδε κ’ αὖθι μένων» (Οd. ε 208), ὥϲτε πρὸ τῆϲ δε ϲυλλαβῆϲ ἡ ὀξεῖα. A.

406. ἐρυγόντα: ὡϲ φυγόντα· ἔϲτι γὰρ δευτέρου ἀορίϲτου, καὶ ὡϲ ἔφυγε φυγόντα, οὕτωϲ ἤρυγεν (404) ἐρυγόντα. A. ?

418. προτὶ οἷ δ’ ἔλαβε: περιϲπαϲτέον τὴν οἷ. ἔϲτι γὰρ πρὸϲ ἑαυτόν. A.

[*](234 κέλοντεϲ in versu Hom. in κελεύθου mutavit L., idem pro ὡϲ δὲ ἐν ἑτέροιϲ scripsit πῶϲ δὲ ἐν ἑτέροιϲ. 251 in B ὀξύνεται pro ἐγκλίνεται. 362 πορεύϲομαι pro πορεύομαι scr. L. 406 pro φαγόντα recepi, quod Lehrsius commendavit, φυγόντα.)
115

452. περιϲπαϲτέον τὸν ἦ. ἔϲτι γὰρ βεβαιωτικόϲ, ἴϲοϲ τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνωϲ ἀναγνωϲτέον. ἔϲτι γὰρ ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. A.

464. εἴ πώϲ εὑ πεφίδοιτο: ἡ εὑ ἀντωνυμία ἐν τῇ ϲυντάξει. ἐνέκλινε τὸν τόνον· ἔϲτι γὰρ ἀπόλυτοϲ. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ Ἀϲκαλωνίτηϲ τὸ πῶϲ πάντωϲ ὀξυτονηθήϲεται, ἐπεὶ ἤδη ἐμελέτηϲε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶϲ τοῦτο μὴ πάϲχειν. «οὔ πώϲ ἐϲτ᾿  Ἀγέλαε διοτρεφέϲ » (Od. χ 136), « μή πώϲ με προϊδών » (0d. δ 396), «μή πώ μ’ ἐϲ θρόνον ἵζε διοτρεφέϲ» (Π. 553), «οὔ πώ μίν φαϲι φαγέμεν» (Od. π 143). οὕτωϲ οὖν καὶ τὸ «εἴ πώϲ εὑ πεφίδοιτο» οὐκ ἀναγκαϲτικὴν ἕξει τὴν ἐπὶ τοῦ πωϲ ὀξεῖαν. ὁ μέντοι Ἀρίϲταρχοϲ γενόμενοϲ κατὰ ταύτην τὴν προϲῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δαϲύνοντα λέγειν τὴν τρίτην ϲυλλαβήν· ϲημαίνει γὰρ εἴ πωϲ αὐτοῦ. A.

485. Ῥίγμον. ὡϲ ὅρμον, εἰϲ ἰδιότητα· τὰ γὰρ  εἰϲ γμοϲ λήγοντα πάντα ὠξύνετο, ἀγμόϲ, ψυγμόϲ, λυγμόϲ. δοκεῖ δὲ τὸ ὄγμοϲ ἀντικεῖϲθαι. A.

497. βοῶν ὑπὸ πόϲϲ’ ἐριμύκων. οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· ἔχει γὰρ ϲύνταξιν πρὸϲ τὴν ἐπιφερομένην δοτικὴν τὴν ποϲϲίν, ὁμοίωϲ τῷ « ὥϲ ἄρα τῶν ὑπὸ ποϲϲὶ κονίϲαλοϲ ὤρνυτ’ ἀελλήϲ» (Π. Γ13). A.