Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

739. Ὀρθήν: Ὁρθήν, οὕτωϲ ὀξυτόνωϲ· ἐπιθετικῶϲ γὰρ τέτακται. A.

755. ἀπορρώξ: Ἀρίϲταρχοϲ ὀξυτόνωϲ, ὡϲ θυλακοτρώξ. καὶ ἡ ϲύνθεϲιϲ δὲ τοῦτο ἀπαιτεῖ, ὅτι ἂν ϲημαίνῃ, εἶτε πάθοϲ εἶτε ἐνέργειαν. A.

764. ποδώκεαϲ: τινὲϲ ὡϲ εὐϲεβέαϲ καὶ οὕτωϲ αἱρεῖ ὁ λόγοϲ, εἴγε καὶ τὸ ποδώκηϲ ὀφείλει ὀξύνεϲθαι, καθὸ τὰ εἰϲ υϲ ὀξύτονα, φυλάϲϲοντα ἐν τῇ ϲυνθέϲει τὴν κατάληξιν, ἀναδίδωϲι τὸν τόνον, δριμύϲ ἄδριμυϲ, οὐχ οὕτωϲ δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλοϲ ἵϲταται ἐπὶ τῆϲ ὀξείαϲ, ἡδύϲ ἀηδήϲ, βαρύϲ ἀβαρήϲ, ἠΰϲ ἐνηήϲ. οὕτωϲ οὖν ὤφειλε καὶ τὸ ποδώκηϲ ὀξυτονεῖϲθαι, γενόμενον ἀπὸ τοῦ ὠκύϲ. ἀλλά φαϲιν εἰϲ ἰδιότητα τοῦ Ἀχιλλέωϲ βεβαρυτονῆϲθαι τὸ ποδώκηϲ. παρὰ γοῦν τῷ Ἡϲόδῳ ἀνεγνώκαϲι «ποδωκὴϲ δῖ᾿  Ἀταλάντη» (catal. XXVI Marksch.). τί οὖν ἐπὶ τοῦ Δόλωνοϲ κατὰ βαρεῖαν τάϲιν ἀνεγνώκαϲι καὶ ἐπὶ τούτου; «ὃϲ δή τοι εἶδοϲ μὲν ἔην κακόϲ, ἀλλὰ ποδώκηϲ» (Il. Κ 316). A.

765. οἰέτεαϲ: ὡϲ Διομήδεαϲ. ἔϲτι δὲ καὶ ἐπὶ τούτου τοῦ ϲχηματιϲμοῦ παράλογοϲ ὁ τόνοϲ· τὰ γὰρ παρὰ τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα διϲύλλαβα ϲυντιθέμενα εἰϲ ηϲ λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ η πρὸ τέλουϲ, πάντα ὀξύνεται, εὐγενήϲ εὐκλεήϲ εὐειδήϲ· οὕτωϲ δὲ καὶ εὐτειχήϲ. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτοϲ τὸ αὐτὸ ἀναδέχεϲθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάϲιν ἀναγινώϲκουϲιν, ἀλλ᾿  οὐδὲ τοῦτο πάλιν καθολικῶϲ ϲώζοντεϲ· ἑξετέα γὰρ ἀδμήτην (Il. Ψ 266) ἀναγινώϲκουϲιν ὡϲ εὐϲεβέα. A.

777. ἕϲταϲαν: δαϲυντέον τὸ ἕϲταϲαν· ὑπερϲυντέλικοϲ γάρ ἐϲτι ϲυγκεκομμένοϲ, ὁ δὲ παρακείμενοϲ δαϲὺ ἔχει τὸ ε καὶ ὁ ὑπερϲυντέλικοϲ· οἱ δὲ ἀόριϲτοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· «ϲτὰν δὲ μεταϲτοιχεί» (Il. Ψ 358). καὶ ὁ πρότεροϲ «ϲτῆϲαν ἀείραντεϲ» (Od. β 425). οὐκέτι δὲ ὁ ἕϲταϲαν ϲτάϲαν. A.

783. Τυφωέοϲ: οὕτωϲ Τυφωέοϲ, ὡϲ Ἀχιλλέωϲ· καὶ γὰρ «Τυφωέι γαῖαν ἱμάϲϲῃ» (versu antecedente) ἀπ᾿  εὐθείαϲ τῆϲ Τυφωεύϲ. ϲυνήθηϲ δὲ αὐτῷ ὁ τοιοῦτοϲ τύποϲ παρώνυμοϲ. A.

798. τὸν ἦ περιϲπαϲτέον· ἔϲτι γὰρ βεβαιωτικόϲ. A.

808. δ᾿  ἔλυϲ᾿: τινὲϲ ἀπὸ τοῦ λ ἀρχὴν ποιοῦνται καὶ προπεριϲπῶϲιν, ἵνα ποιητικώτερον γένηται, αἶψα δὲ λῦϲ᾿  ἀντὶ τοῦ αἶψα δ᾿  ἔλυϲ.᾿ ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ διαφόρωϲ ὁρᾶϲθαι· «ἂν δ᾿  ἄῤ ἔβη Πρίαμοϲ» (Il. 261). «αὐτὰρ ὁ βῆ ῥ᾿  ἰέναι» (Il. Κ 73). «οὔδ᾿ ἔλαθ᾿ Ἀτρέοϲ υἱόν (Il. Ρ 1). «ἐυὲ δ᾿  οὐ λάθεν» (Od. ι 281). A.

813. οὕτωϲ προπαροξυτόνωϲ Βατίειαν, ὡϲ Ἀλεξάνδρειαν. A.

824. ὑπαὶ πόδα: οὕτωϲ ὑπαί ὡϲ καταί καὶ παραί· αἱ γὰρ προθέϲειϲ ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάϲϲουϲι τὸν αὐτὸν τόνον. A.

[*](739 quod est in altero Schol. cod. A, ut la Roche die Homerische Texteskritik p. 131 adnotat οὕτωϲ ὡϲ Ϲπάρτην, ἵν᾿ ἴδιον, non est Herodiani. Lehrs confert Ι 150. 764 cf. Lehrsii qu. ep. 162. 765 transiisse in E. M. observat L. — Pro οὐ διϲύλλαβα scripsi, quod est teste Bastio in A. οὐδέτερα διϲύλλαβα. cf. Rumpf in Iahnii Annal. 1866 p. 151.)
38

828. Ἀπαιϲοῦ: οὕτωϲ Ἀπαιϲοῦ ὡϲ ἀγανοῦ. καὶ ἴϲωϲ ἀκολούθωϲ τῷ «ὅϲ ῤ᾿  ἐνι Παιϲῷ» (Il. E 612). A.

831. περὶ πάντων: οὕτωϲ φυλακτέον τὸν τόνον τῆϲ προθέϲεωϲ. εἴτε γὰρ πρόθεϲίϲ ἐϲτιν ἀντὶ προθέϲεωϲ παρειλημμένη, ἀντὶ τοῦ ὑπὲρ πάντων, φυλάϲϲεται ὁ τόνοϲ, καθότι πᾶϲα πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ λαμβανομένη φυλάϲϲει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περιϲϲῶϲ, φυλάϲϲει τὸν τόνον, ὡϲ τὸ «ὃϲ περὶ μὲν νόον ἐϲτὶ βροτῶν, περὶ δ᾿  ἱρὰ θεοῖϲιν» (Od. α 66). «οὗ περὶ μὲν πρόφρων κραδίη» (Il. Κ 244). καὶ τὸ αἴιτιον ἐν ἑτέροιϲ εἴπομεν, ὡϲ ὅτι πρὸϲ αὐτοὺϲ τοὺϲ τόνουϲ τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A.

832. οὕτωϲ τὸ α τοῦ ἔαϲκε κατὰ ϲυϲτολήν· οὕτωϲ καὶ πάντεϲ· τὰ γὰρ διὰ τοῦ ϲκε παρηγμένα Ἰακῶϲ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν «ὧδε δέ τιϲ εἴπεϲκε» (271) καὶ «τὴν αὐτὸϲ φορέεϲκε» (Il. Ο 646). A.

839. ποταμοῦ ἀπὸ Ϲελλήεντοϲ: Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει πρὸϲ τὰ προϲηγορικώτερα ποιούμενοϲ τὰϲ ϲυντάξειϲ. ὁμοίωϲ καὶ Νικίαϲ. οὐκέτι μέντοι ἐπὶ τοῦ «Ξάνθῳ ἐπὶ δινήεντι» (Il. Ε 479) «μάχῃ ἐνὶ κυδιανείρῃ (Il. Ζ 124). ἐπεφέρετο γὰρ τὰ προϲηγορικώτερα. ὁ μέντοι Ἀρίϲταρχοϲ τοῖϲ κυριωτέροιϲ ϲυνέταττε τὰϲ προθέϲειϲ· διὸ ἀναϲτρέφων ἀνεγίνωϲκε «Ξάνθου ἄπο δινήεντοϲ» (877), φυλάϲϲων δὲ τὸν τόνον ἐπὶ τοῦ «ποταμοῦ ἀπὸ Ϲελλήεντοϲ». εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανόϲ φηϲι ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδοϲ ἀναγινώϲκειν κατὰ ἀναϲτροφήν. εἰ γὰρ δύο ὀνόματά ἐϲτι καθ᾿  ἑνὸϲ ὑποκειμένου λαμβανόμενα καὶ ϲχεδὸν ἕν ἐϲτι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεϲιϲ προηγεῖϲθαι, μέϲη δὲ παρείληπται καθ᾿ ὑποταγήν, ὡϲ ὑποτεταγμένη ἀναϲτραφήϲεται. A.

842. Πύλαιοϲ: τοῦ Πύλαιοϲ τὴν πρώτην ὀξυτονητέον πρὸϲ ἀντιδιαϲτολὴν τοῦ τοπικοῦ καὶ τὸν Ἑρμῆν τὸν Πύλαιον. A.

847. Τροιζήνοιο: οὕτωϲ Τροιζήνοιο ὡϲ Εὐμήλοιο. ἀπὸ γὰρ γενικῆϲ τῆϲ Τροιζῆνοϲ ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ. A.

855. Ἐρυθίνουϲ: ὡϲ Ἀκραγαντίνουϲ. BL.