Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

6. ἐπ᾿  Ἀτρείδῃ: οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ. αἱ γὰρ ϲυναλειφόμεναι οὐκ ἀναϲτρέφονται, εἰϲ μονοϲυλλαβίαν περιιϲτάμεναι. A.

8. βάϲκ᾿  ἴθι: Τυραννίων ὑφ᾿  ἓν ὡϲ ἄπιθι· παραιτητέον δέ· τὰ γὰρ εἰϲ μι λήγοντα μετὰ προθέϲεωϲ φιλεῖ ϲυντίθεϲθαι, μετ᾿  ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει ϲυντίθεϲθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουϲαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». «ἔποϲ τ᾿  ἔφατ᾿ ἐκ τ᾿  ὀνόμαζεν. ABL.

11. θωρῆξαί ἑ κέλευε: ἐγκλιτέον τὴν ἕ. BL.

26. ἄγγελοϲ: τὴν λοϲ ὀξυτονητέον διὰ τὸ εἰμί. A.

28. θωρῆξαί ϲε: τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐϲτιν ἡ ϲέ. A.

36. ἅ ῥ᾿ : δαϲυντέον τὸ ἅ. ἄρθρον γάρ ἐϲτι· καὶ δύο μέρη λόγου ἅ ῥα, ἃ δή. A.

73. ἣ θέμιϲ ἐϲτί: τὸ δαϲυντέον· οὐ γάρ ἐϲτι ϲύνδεϲμοϲ ἀλλ᾿  ἰϲοδυναμοῦν τῷ ὥϲ ἐπίρρημα. A.

87. ἁδινάων: δαϲυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινόϲ ἡ κίνηϲιϲ. ABL.

96. ἐννέα: τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰϲ ν ἢ εἰϲ γ, τῆϲ ἑξῆϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ ϲυμφώνου, ψιλοῦται, ἀντίοϲ, ἔγχοϲ, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. A.

115. δυϲκλέα: ϲυϲταλτέον τὴν τελευταίαν τοῦ δυϲκλέα ὡϲ ἀμφηρεφέα, ὁμοίωϲ τῷ ἀκλέα (sic) ἀνδρῶν, «ἀκλέα ἐν μεγάρῳ» (Od. δ 728 nunc ἐκ μεγάρων). A.

150. νῆαϲ ἐπ᾿  ἐϲϲεύοντο: οὕτωϲ νῆαϲ ἐπ᾿  ἐϲϲεύοντο. οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ, ὅτι ϲυνήλιπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου ϲημαινομένου τὸν Ἀρίϲταρχον κατ᾿  ἀναϲτροφὴν ἀνεγνωκέναι τὸ «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ᾿ οἰϲέμεναι» (Il. Ϲ 191). οὐκ ἀναϲτρέφονται γάρ, εἰ μὴ ἐπὶ τέλουϲ κέωνται ἢ ῥῆμα δηλῶϲι. A.

153. οὐρούϲ: ψιλοῦται. ἐν πλεοναϲμῷ γὰρ τοῦ ῦ ἐγένετο, ὡϲ καὶ ὅλοϲ οὖλοϲ. ἀνεγνώϲθη δὲ κατ᾿  ὀξεῖαν τάϲιν· ὁ γὰρ Ἀρίϲταρχοϲ παρήγγελλεν. ἴϲωϲ δὲ ϲημειώδηϲ ὁ τόνοϲ· τὰ γὰρ εἰϲ ροϲ λήγοντα διϲύλλαβα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦροϲ, θοῦροϲ, οὖροϲ· καὶ γὰρ ταῦτα περιϲϲὸν ἔχει τὸ υ. ἴϲωϲ οὖν εἰϲ ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ᾿  ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A.

154. ᾕρεον: δαϲυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περιϲπωμένου καὶ δαϲυνομένου γέγονεν. A.

[*](B 8 cf. E Gud. 105, 40. 87 ἁδινόϲ pro ἁδηνόϲ scr. Lehrσ. 115 L. confert Arc. 196. 150 L. scripsit ἢ ῥῆμα δηλῶϲι pro ῥῆμα δηλοῦϲαι et citat qu. ep. p. 76.)
32

155. ὑπέρμορα: οὕτωϲ ὑφ᾿  ἓν τὸ ὑπέρμορα· οὐ γάρ, ὥϲ τινεϲ, κατὰ διάϲταϲιν. ἔϲτιν οὖν τι μόροϲ, ὃ ϲυντεθὲν γίνεται ὑπέρμοροϲ ὡϲ ὠκύμοροϲ, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὰ ὑπέρμορα. ὡϲ οὖν τὸ καλά καὶ ὄνομα ἀλλὰ καὶ ἐπίρρημα «ἦ μευ καλὰ πατὴρ ὥϲ κήδεαι» (Od. ρ 397) καὶ «πυκνὰ μάλα ϲτενάχων (Il. Ϲ 318) οὕτωϲ καὶ ὑπέρμορα νόϲτοϲ ἐτύχθη. A.

162. φίληϲ ἀπὸ πατρίδοϲ αἴηϲ: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὡϲ Τυραννίων καὶ Πτολεμαῖοϲ· ὁπότε γὰρ γενικῇ ϲυντάττεται ἡ ἀπὸ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν τηρεῖ τὸν τόνον· «καὶ γάρ τίϲ θ᾿  ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (292). A.

164. ϲοῖϲ δ᾿  ἀγανοῖϲ: ψιλωτέον τὸ ἀγανόϲ· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ. ALV.

175. φεύξεϲθ᾿  ἐν νήεϲϲι πολυκλήϊϲι: τινὲϲ προπεριϲπῶϲιν, ὡϲ ’καὶ τὸ ἁπλοῦν «ἐπὶ κληῖϲι καθῖζον» (Od. β 419)· ὡϲ γὰρ πλοκαμίϲ — «ἐϋπλοκαμῖδεϲ Ἀχαιαί» (ib. 119) οὕτωϲ καὶ κληΐϲ καὶ πολυκληῒϲ. οὐκ ἔχει δὲ οὕτωϲ ἡ ἀνάγνωϲιϲ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ βαρυνομένηϲ λέξεωϲ οὗτοϲ. τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει φυλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ τὸν αὐτὸν τόνον, περιϲκελίϲ, τοῦ δὲ δευτέρου δύϲελπιϲ. ταύτῃ οὖν τὸ μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ μελάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ εὐκλήϊϲ καὶ πολυκλήϊϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ· καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν. καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ ἐν Θεϲϲαλικοῖϲ «τοὶ δ᾿  ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδοϲ Ἰτώνηϲ». A.

190. οὔ ϲε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ ϲυνήθεια. BL.

201. οἳ ϲέο: οὕτωϲ ὀρθοτονητέον τὴν ϲέο. ἀντιδιαϲταλτικὴ γάρ ἐϲτιν. A.

207. δίἑπε: δαϲυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆϲ ϲυναλοιφῆϲ, ὡϲ ἔφεπε. A.