Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

521. Ὑάμπολιϲ: οὕτωϲ ἀνεγνώϲθη ὡϲ φιλόπολιϲ. ἓν γάρ ἐϲτιν· ἱϲτοροῦϲι δὲ τοὺϲ ἐγχωρίουϲ καὶ ϲὺν τῷ ϲ λέγοιν Ὑϲάμπολιν. A.

523. πηγῇϲ ἔπι Κηφιϲοῖο: Πτολεμαῖοϲ ἀναϲτρέφει καὶ Πάμφιλοϲ. Ἀλεξίων ϲυντάϲϲει τῇ γενικῇ τὴν πρόθεϲιν καὶ οὐκ ἀναϲτρέφει. Ἀρίϲταρχοϲ δὲ τοῖϲ κυριωτέροιϲ ϲυνέταϲϲε τὰϲ προθέϲειϲ. A.

533. Excidit Herodiani nota de accentu vocis Θρόνιον v. B 648.

557. δυοκαίδεκα: Πάμφιλοϲ τρία ποιεῖ καὶ κατὰ παράθεϲιν ἀναγινώϲκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ τὴν ποιητικὴν χρῆϲιν, ἥτιϲ τὰ κατὰ παράθεϲιν πολλάκιϲ ἑνοῖ, ὡϲ τὸ παϲιμέλουϲα (Od. μ 70) καὶ τὰ τοιαῦτα. A.

585. Οἴτυλον: ὡϲ δάκτυλον. ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆϲ οι διφθόγγου. κακῶϲ δὲ Τυραννίων οἰόμενοϲ ἄρθρον εἶναι τὸ οι ’καὶ παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν, εἴ γε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ᾿ Οἴτυλο?? ἀφ᾿  οὗ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτῃ καλεῖται». τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προϲῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆϲ ἀναγνώϲεωϲ τῆϲ Τυραννίωνοϲ. A.

592. ἐΰκτιτον Αἰπύ: Ἀρίϲταρχοϲ ὡϲ ὀξύ ϲυγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωροϲ. Φερεκύδηϲ δὲ ὁ Ἀθηναῖοϲ τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲϲ τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοιϲ (Il. Λ 711) εἴρηκεν «ἔϲτι δέ τιϲ Θρυόεϲϲα πόλιϲ, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκεν Αἰπύ, καὶ ὡϲ ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖοϲ δέ φηϲι μὲν κύριον εἶνι τὸ Αἰπύ, οὐ μὴν ϲυγκατατίθεται τῷ τόνῳ, φάϲκων ὡϲ ὅτι πολλαὶ πόλειϲ ὁμοφωνοῦϲι προϲηγορικοῖϲ, Ἕλοϲ, Αἰγιαλόϲ. χρὴ μέντοι γινώϲκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωϲιϲ ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰϲ υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ προϲῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίωϲ ἀμφίβολον αὐτὸ ἐᾶ. ἐν μέντοι τῇ Ζ (422) τῆϲ Ἰλιάδοϲ διαλαμβάνων περὶ τοῦ ἰῷ «οἳ μὲν πάντεϲ ἰῷ κίον ἤματι φανερῶϲ λέγει, ὅτι Ἀρίϲταρχοϲ ὀξύνει τὸ Αἰπύ καὶ ἐπείϲθη αὐτῷ ἡ πλείων χρῆϲιϲ. A.

599. πηρόν ὡϲ χρηϲτόν κατ᾿  ὀξεῖαν τάϲιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ πῆρον ὡϲ λῆρον. ὑγιεϲτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα, εἰ ἔχοι τὴν πρώτην ϲυλλαβὴν ἔχουϲαν τὸ π καὶ τὸ η ὀξύνονται, οἷον πηόϲ, πηλόϲ. οὕτωϲ καὶ πηρόϲ. A.

606. Excidit nota de accentu in Ῥίπην τε Ϲτρατίην τε. v. 150.

[*](521 Lehrsius suspicatur Ϲυάμπολιν forte scribendum esse coll. Lob. Ai. p. 367.)[*](523 cf. Lehrs. qu. ep. 86.)
36

648. Φαιϲτόν: ὡϲ πιϲτόν ὀξυτόνωϲ· βαρυνόμενον γὰρ ἐπὶ τοῦ ἥρωοϲ τίθεται «Ἰδομενεὺϲ δ᾿  ἄρα Φαῖϲτον (Il. Ε 43). A. Ῥύγιον: προπαροξυτόνωϲ ὡϲ ϲτάδιον. οὐκ εὖ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡϲ πεδίον· οὔτε γὰρ ὑποκοριϲτικόν, οὔτε, εἰ ἦν ὑποκοριϲτικόν, παρωξύνετο, καθότι τρίβραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον. A.

655. τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰϲ ωϲ λήγοντα ἐπιρρήματα, εἰ ἔχοι παρακείμενα εἰϲ α λήγοντα, μὴ ϲυνεμπίπτοντα ὀνόμαϲι, πάντωϲ βαρυνόμενα ἔχει, οἷον ϲαφῶϲ ϲάφα· ὅθεν εἰ τριχῶϲ τρίχα. A.

662. κατέκτα: Πτολεμαῖόϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ Ἀρίϲταρχον ἀνεγνωκέναι ὁμοίωϲ τῷ «ἔκτα ϲὺν οὐλομένῃ ἀλόχῳ» (Od. λ 410) κατὰ ϲυϲτολήν. Τυραννίων δὲ κατ᾿  ἔκταϲιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπ᾿  Ἀριϲτάρχου «ὣϲ ἔμεν ὡϲ ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν» (Il. Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωϲιϲ ἡ κατὰ ϲυϲτολὴν ἀφορμὴν ἔϲχε τὴν τῆϲ ἀποκοπῆϲ, ὁμοίωϲ τῷ «οὖτα κατὰ λαπάρην» (Il. Ζ 64). A.

665. γάρ οἱ: ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆϲ πτώϲεωϲ τὸ οἱ καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθοϲ μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα. A.

672. Χαρόποιο: ὡϲ Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆϲ εὐθεῖά ἐϲτι παρειλημμένη, ὡϲ τὸ «υἱὸϲ Τροιζήνοιο» (847). καὶ εἰϲ ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάϲιϲ παραλαμβάνεϲθαι. A.

676. Κράπαθον: ὡϲ λάπαθον, οὕτωϲ Κράπαθον· καὶ γὰρ ὁ τυιοῦτοϲ χαρακτὴρ ὀφείλει βαρύνεϲθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰϲ θοϲ λήγων ὑπὲρ δύο ϲυλλαβάϲ, τῷ α παραληγόμενοϲ, ἄμαθοϲ, ψάμαθοϲ. A.

677. Καλύδναϲ: ὡϲ καλύβαϲ ἀναγνωϲτέον. A.

681. νῦν αὖ τούϲ, ὅϲϲοι: τὸ τούϲ ἀντωνυμία ἐϲτί διὸ περιϲπαϲτέον τὸ νῦν καὶ τὸ αὖ. A.

695. Φυλάκην: βαρυτονητέον τὸ Φυλάκην πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου. A.

699. τότε δ᾿  ἤδη ἔχεν κάτα γαῖα μέλαινα: κάτα: εἰ ϲυντάϲϲεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναϲτρέφεται· πρόδηλον δὲ ὅτι ϲυντάϲϲεται, ἐν οἷϲ φηϲιν ἐν ἄλλοιϲ «τοὺϲ δ᾿  ἤδη κάτεχεν φυϲίζοοϲ αἶα» (Il. Γ 243). A.

717. Ὀλιζῶνα: προπεριϲπωμένωϲ ὡϲ Μεδεῶνα. Νικίαϲ δὲ οὐκ εὖ γράφει Ὀλίζωνα ὡϲ περίζωμα. A.

731. Ἀϲκληπιοῦ: οὕτωϲ ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀϲκληπιοῦ. A.

[*](662 in v. Il. Δ 319 Cod. peccare ὡϲ ἔμεν ὅτε et κατέκτα animadvertit Lehrsius, qui Aristarchum tertiam personam brevem voluisse propter non dubios quosdam poetae locos testari Aristonicum O 432 monet. 677 καλύβαϲ pro καλάθαϲ emendat G. Dindorf. in Thes. ex E. M. et Suid. ὁ Ἀπολλόδωρόϲ φηϲι λέγεϲθαι Καλύδναϲ ὡϲ καλύβαϲ, quo testimonio minus probabile fieri dicit, quod caeteroquin proximum sit παλάθαϲ. 731 L. confert O 554.)
37