Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

5. τὸ πρωτοτόκοϲ, πρὸ τέλουϲ ἡ ὀξεῖα· ἔϲτι γὰρ δραϲτικὸν καὶ μὴ ὑποπῖπτον τοῖϲ τρόποιϲ τοῖϲ προπαροξύνουϲιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτωϲ τεχθεῖϲαν. A.

9. ἐϋμμελίαι: καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ὁμοτονεῖ γὰρ τοῖϲ ἑνικοῖϲ τὰ εἰϲ ᾱι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰϲ αϲ καὶ εἰϲ ηϲ ἰϲοϲυλλάβωϲ κλινομένων καὶ βραχείᾳ παραληγομένων. A.

37. ἀρητόν: τὰ εἰϲ τοϲ ῥηματικά, παραληγόμενα τῷ η, ὑπὲρ δύο ϲυλλαβάϲ, ὀξύνεϲθαι θέλει. A.

38. περιϲπαϲτέον τὸν ἦ βεβαιωτικόν. A.

40. Φρόντιδι ὡϲ Ἤλιδι. οὕτωϲ Τυραννίων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίϲ· τὰ γὰρ εἰϲ τιϲ λήγοντα θηλυκὰ διϲύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ ϲὺν ἑτέρῳ φωνήεντι, ὀξύνεϲθαι θέλει, κοιτίϲ, Προιτίϲ, φροντίϲ, οὐτίϲ τὸ ζῷον παῤ Ἀλκμᾶνι. οὕτωϲ οὖν καὶ φροντίϲ, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήϲεται. οὐ μάχεται τὸ πόρτιϲ· καὶ γὰρ χωρὶϲ τοῦ τ «πόριεϲ περὶ βοῦϲ ἀγελαίαϲ» (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόϲκειται διὰ τὸ πότιϲ, ᾧ παράκειται τὸ πότηϲ. A.