Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

150. Ποδάργη: εἴτε ϲύνθετόν ἐϲτιν εἴτε παραϲύνθετον, παροξυτονητέον εἰϲ ἰδιότητα. A.

173. ϲτιχόϲ ὡϲ τριχόϲ, ἀπ᾿ εὐθείαϲ τῆϲ ϲτίξ. τὸ δὲ ἰῆϲ περιϲπῶϲιν, καὶ τὸ «ἰῇ ἐν νυκτὶ γένοντο» (Il. Ϲ 251), οὐκ ἀκολούθωϲ εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα γῆρυϲ» (Il. Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (Ζ 422). A.

177. υἷι: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία ϲυλλαβή. διὸ προπεριϲπαϲτέον ὁμοίωϲ τῷ «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. Β 20). εἰ μέντοι διὰ τῆϲ ει διφθόγγου ἐγράφετο ὁ τελευταία, περιεϲπᾶτο, ἀπ᾿ εὐθείαϲ οὖϲα τῆϲ υἱεύϲ. ὁμοίωϲ τῷ «υἱεῖ ἐμ᾿ ὠκυμόρῳ» (imo ἐμωκυμόρῳ. Il. Ϲ 458). A.

185. Ἀρίϲταρχοϲ προπαροξύνει ἀκάκητα οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπεριϲπῶϲιν. ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. A.

207. ταῦτα μ᾿ ἀγειράμενοι θάμ᾿ ἐβάζετε: ἐπὶ τὴν τᾱ ϲυλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐϲτιν ἡ μέ· ταῦτά με ἀγειρόμενοι. οὕτω [*](85 pro ἐϲτίν ἐγκλιτικόν L. scr. ἐϲτὶ πληθυντικόν. 123 οὕτωϲ pro οὐ scr. L.)

101
καὶ Ἀρίϲταρχοϲ. ὁ μέντοι Κρατήτειοϲ Ἑρμείαϲ τὸ ἅμα λέγει ἐγκεῖϲθαι. οὕτω δὲ δώϲει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουϲαν οὕτωϲ. A.

211. ἄρθεν: Ἀρίϲταρχοϲ δαϲύνει. δεῖ δὲ ψιλοῦν, ὡϲ ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδίᾳ (136), διαλαμβάνοντεϲ περὶ τοῦ «ἄρϲαντεϲ κατὰ θυμόν». A.

224. οὔλων ὡϲ δούλων· προείρηται δὲ ἡμῖν τὰ τῆϲ ἀναλογίαϲ (Κ 134). A.

234. ὀξύνεται τὸ ὄνομα τὰ γὰρ εἰϲ λοϲ ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ ᾱ μὴ προηγεῖται, ὀξύνεται. κιλλόϲ εἶδοϲ χρώματοϲ, ἐν Ϲτεφανοπώλιϲιν Εὐβούλου «εὔχρων τι κιλλὸν μανθάνειϲ θερίϲτριον», πολλόϲ, κυλλόϲ, Ἑλλόϲ ἢ Ϲελλόϲ, «ἀμφὶ δὲ Ϲελλοί», ϲκελλόϲ, φελλόϲ τὸ προϲηγορικόν (cf. περὶ μον. 11, 23). τὸ δὲ Γάλλοϲ καὶ ἄλλοϲ τὸ α ἔχει πρὸ τοῦ λ. ἔτι δὲ τὸ ἄλλοϲ καὶ ὡϲ ἐπιμεριζόμενον βαρύνεται. A.

245. ἐγώ περ ἴω: βαρέωϲ τὸ ἴω ῥῆμα διϲύλλαβον· ὁ γὰρ πέρ ϲύνδεϲμοϲ. A.

248. τεύχεϲί τε ξὺν πᾶϲι καὶ ἀγχεμάχοιϲ ἑτάροιϲιν· κατὰ παράθεϲιν ἐδεξάμεθα ἐνθάδε τὴν ϲύν πρόθεϲιν διὰ τὴν διαϲτολὴν τὴν πρὸϲ τοὺϲ ἑταίρουϲ. διὸ προπεριϲπᾶται τὸ πᾶϲι, ϲὺν τεύχεϲι πᾶϲι καὶ τοῖϲ ἑταίροιϲ. ἔϲτι μέντοι καὶ ϲύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλουϲ ἔϲται ἡ ὀξεῖα ἀπ᾿ εὐθείαϲ τῆϲ ϲύμπαντεϲ καὶ αἰτιατικῆϲ τῆϲ «ϲύμπανταϲ τοῖϲ δ᾿ οὔτι δυνήϲεαι ἀχνύμενοϲ» (Α 241). καὶ οὕτωϲ ἀνεγνώϲθη τὸ «ϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ « τεύχεϲί τε ξὺν πᾶϲι» φυλάξει τὸ μ ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν. A.

299. πρώονεϲ: ὡϲ ϲώφρονεϲ. προείρηται (ad Θ 557). A.

305. ἕν ἐϲτι τὸ ἀνθίϲταντο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵϲταντο, ὥϲ τινεϲ. A.

ζητῶ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶϲ δεῖ ἀναγινώϲκειν. A.