Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

33. ἵεν: οὕτωϲ φέρουϲι τὴν γραφήν, ιεν ὡϲ τίθεν· καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεϲαν ϲυγκοπὴ ὑπάρχῃ, ὡϲ ἀπὸ τοῦ ἐτίθεϲαν τὸ ἔτιθεν· καὶ δέον δαϲύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον, ὁμοίωϲ τῷ «ἄϲϲον ἴεν πολυκάρπου ἀλωῆϲ» (Od. ω 221) ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ ἵει ἐϲτὶν ὁμοίωϲ τῷ «ἐννῆμαρ δ᾿ ἐϲ τεῖχοϲ ἵει ῥόοϲ» (25). καὶ μήποτε εἴη (sic) πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶϲ τεθειμένα· «τεῖχοϲ ἀμαλδύναϲ, ποταμοὺϲ δ᾿ ἔϲτρεψε. νέεϲθαι». A.

55. 56. τὸ μὲν πρότερον ἕϲταϲαν δαϲύνει ὁ Ἀρίϲταρχοϲ ἐπειδήπερ τὸ αὐτό ἐϲτί τῷ ἑϲτήκειϲαν. ἔφαμεν δὲ καὶ ἡμεῖϲ (B 777) δαϲύνεϲθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερϲυντελίκου ἐπὶ τούτου τοῦ ῥήματοϲ. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰϲοδυναμεῖ γὰρ τῷ ἔϲτηϲαν· οὓϲ ἔϲτηϲαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ἕ τοῦ ἀορίϲτου ἐπὶ τούτου τοῦ ῥήματοϲ ἐψιλοῦτο. ϲυγκατατίθεται δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ τῇ τοιαύτῃ ἀναγνώϲει· καὶ ἡμεῖϲ. A.

[*](Μ 33 ἄϲϲον scr. L. pro ἆϲϲον.)
81

66. προπεριϲπαϲτέον τὸ ϲτεῖνοϲ· οὐδετέρωϲ γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰϲ οϲ λῆγον ἐν ὀνόμαϲι βαρύνεϲθαι θέλει οὕτωϲ οὖν καὶ μακρόϲ ὀξύνομεν ἀρϲενικὸν ὕπαρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτωϲ καὶ τὸ κλειτόϲ· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παῤ Ἀλκμᾶνι «ἐν τῷ Θεϲϲαλικῷ κλείτει». A.

125. κεκλήγοντεϲ: ὡϲ ἀρήγοντεϲ. οὐ γὰρ τὸ κεκληγότεϲ ἐπλεόναϲε τῷ ν, οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώϲ» (Il. B 222) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ Ϲυρακούϲιοϲ ἐνεϲτὼϲ κεκλήγω, ὡϲ παρὰ τὸ ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνΘεν τὸ «ἐπέπληγον πόδεϲ ἵππων» (ΙΙ. Ε 504). ἀκόλουθοϲ δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντεϲ. AV.

137. αὕαϲ: βαρυτονοῦϲιν οἱ πλείουϲ. Νικίαϲ δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράϲ ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων, ὅτι οὑ δεῖ πρὸϲ μεταφραζόμενα τὰϲ λέξειϲ τονοῦν. ὁ δὲ Ἀϲκαλωνίτηϲ βαρύνει. χρή μέντοι γινώϲκειν ὅτι μονήρηϲ ἐϲτὶν ἡ λέξιϲ· οὐδὲν γὰρ εἰϲ οϲ λῆγον καθαρὸν διϲύλλαβον, τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενέϲ ἐϲτιν, διὸ οὐδὲ ἀντιπαράθεϲιν ἔϲχεν. ἴϲωϲ δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦοϲ ἐβαρύνετο καὶ τὸ Τραῦοϲ κύριον καὶ τὸ ψαῦοϲ παῤ Ἀλκμᾶνι. A.

148. δοχμώ· ὀξυτονητέον· ἔϲτι γὰρ δυϊκόν. τὸ δὲ δοχμόϲ ὀξύνεται, ἐπεὶ τὰ εἰϲ μοϲ μετ᾿ ἐπιπλοκῆϲ τοῦ χ ὀξύνεϲθαι θέλει, αὐχμόϲ, ἰωχμόϲ. ταύτῃ καὶ πλοχμόϲ, εἴτε ϲυγκέκοπται εἴτε καὶ ἐντελέϲ ἐϲτιν, ὀξυτονηθήϲεται. οὕτωϲ οὖν καὶ τὸ δοχμόϲ. A.

περὶ ϲφίϲιν: ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον μεταλαμβάνεται. A.

149. πρυμνήν: ὡϲ πυκνήν. εἴπομεν δὲ περὶ τούτου (Ε 292). A.

157. ζαήϲ: ὡϲ ὑγιήϲ· οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. παραιτητέον δὲ τοὺϲ βουλομένουϲ βαρύνειν, ἴϲωϲ πλανηθένταϲ ἐκ τῆϲ αἰτιατικῆϲ τῆϲ εἰϲ ν περατωθείϲηϲ (Od. μ 313). ῥηθήϲεται δὲ ἐν τῇ Μ τῆϲ Ὀδυϲϲείαϲ περὶ τῆϲ προϲῳδίαϲ. A.

158. ταρφειάϲ: Ἀρίϲταρχοϲ ὀξύνει ὡϲ πυκνάϲ· ὁ δὲ Θρᾷξ Διονύϲιοϲ ὁμοίωϲ προεφέρετο τῷ ταχείαϲ, παρὰ τὸ ταρφύϲ ἀρϲενικόν, οὗ πολλαὶ ἦϲαν χρήϲειϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ παῤ Ὁμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγωϲ μὲν ἀναγινώϲκει ὁ Θρᾷξ, ἐπεκράτηϲε δὲ ἡ Ἀριϲτάρχου. A.