Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ μοϲ καθαρὰ διϲύλλαβα, ἔχοντα τὸ υ παραληγόμενον, ὀξύνεϲθαι θέλουϲι καὶ ἐκτείνειν τὸ υ, οἷον θυμόϲ, χυμόϲ, δρυμόϲ, ῥυμόϲ. εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχει καὶ προπαροξύνεϲθαι θέλουϲι καὶ ϲυϲτέλλουϲι τὸ υ, εἰ μὴ ἐκ ϲυνθέϲεωϲ ὑπάρχει, οἷον ἔρυμοϲ, ἔλυμοϲ, δίδυμοϲ, ἔτυμοϲ ὁ ἀληθήϲ. τὸ δὲ πρόθυμοϲ καὶ τὸ μεγάθυμοϲ καὶ τὰ τοιαῦτα ἐκ ϲυνθέϲεωϲ ἔϲχον τὸ υ.

Τὰ εἰϲ ϲοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξυνόμενα καὶ ἔχοντα πρὸ τέλουϲ τὸ α ϲυνεϲταλμένον αὐτὸ ἔχουϲι· ταύτῃ μοι δοκεῖ καὶ τὸ Ἴαϲοϲ τὸ α ϲυϲτέλλειν τῷ χαρακτῆρι πειϲθέν. ἐπὶ δὲ τῶν ὀξυτόνων τῶν ἐχόντων τὸ α ὁρᾶται καὶ ἡ ϲυϲτολὴ καὶ ἡ ἔκταϲιϲ, ὡϲ ἐν τῷ Τάμαϲοϲ καὶ Ἐγγύαϲοϲ, ἀλλὰ καὶ Κέραϲοϲ καὶ Ἔραϲοϲ.

Τὰ εἰϲ τι λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰϲ ζω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ωϲ ἐπιρρημάτων, ϲυϲτέλλειν θέλει τὸ ι, Ἰαϲτί, Λυδιϲτί, Φρυγιϲτί, Δωριϲτί, μεγαλωϲτί, δημιωϲτί, ἱερωϲτί, νεωϲτί. τὸ μέντοι ἀπνευϲτί καὶ ἀνωιϲτί παρὰ τὸ ἄπνευϲτοϲ καὶ ἀνώιϲτοϲ· τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται· ὡϲ ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί. ἀμογητί· τὸ ι δὲ ἐϲθ᾿  ὅτε καὶ ϲυνεϲταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ,

  • Νέϲτωρ δ᾿  ὁ γέρων ἀμογητί
  • καὶ τὰ ἑξῆϲ (Λ 636). οὕτω δὲ καὶ ἀμιϲθί,
  • ἀμιϲθὶ γάρ ϲε πάμπαν
  • Τὰ εἰϲ υϲ ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ϲ ἰϲόχρονα | λέγεται, μεϲϲηγύϲ μεϲϲηγύ. τὸ μέντοι ἄντικρυϲ μεταβαλὸν τὸν τόνον μετέβαλε καὶ τὸν χρόνον.

    [*](l. 1 βαρυνόμενα apposuit Lehrsius coll. Mon. 35. — l. 6 ἐπίϲταϲιν hic ut supra p. 18 l. 30 scripsit Lehrsius pro ἐπίταϲιν. l. 11 pro ϲυναιρέϲεωϲ hic et paullo post l. 13 scripsit Lehrsius ϲυνθέϲεωϲ, in reg. pros. εἰ μὴ ϲύνθετα, ap. Draconem uno loco p. 68 μὴ ὄντα ϲύνθετα. — ἔρυμοϲ incertum esse et for tasse potina Εὔρυμοϲ scribendum esse monet Lehrsius laudato Lobeckio Parall. 422. — l. 16 in AB exstant ἐπὶ τῶν ὀξυτόνων τῶν ἐχόντων τὸ ϲ· ὁρᾶται δὲ καὶ, in D ἐπὶ γὰρ ὀξυτόνων τῶν ἐχόντων τὸ ϲ ὁρᾶται καὶ, in reg. pros. ἐπὶ γὰρ προπαροξυτόνων τῶν ἐχόντων τὸ ὁ ὁρᾶται καὶ, locum emendavit Lobeck. Proll 407, quem secutus est Lehrsius praeterquam quod pro τὸ ϲ scripsit τὸ α. l. 17 verba ὡϲ ἐν τῷ Τάμαϲοϲ (in B Τάμεϲοϲ, reg. Herm. τάγμαϲοϲ) καὶ Ἐγγύαϲοϲ (reg. Herm. ἔμπναϲοϲ) post Lobeckium l. c. Lehrsius corruptissima esse pronunciavit neque certam medelam invenit, suspicatur scribendum esso ὡϲ ἐν τῷ —αϲόϲ, ἀλλὰ καὶ κεραϲόϲ, Κέραϲοϲ δὲ καὶ Ἔραϲοϲ καὶ Τάμαϲοϲ. l. 22 pro παρὰ τοῦ praebent παρὰ τὸ D, Draco p. 37 et 96 et reg. pros. — l, 28 Lehrsius laudat Apollon. de adv. 571 τὸ γοῦν Ἀρχιλόχειον ϲυνεϲτάλη· ἀμιϲθὶ γάρ ϲε πάμπαν οὐ διάξομεν. l. 30 AB μεταβαλὼν τὸν χρόνον μετέβαλε καὶ τὸν τόνον, sic,)
    20

    Αἱ διὰ τοῦ ι μόνου ἐπεκτάϲειϲ ἐν οἱῳδήποτε μέρει λόγου ἐκτεταμένον ἔχουϲι τὸ ι, ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοϲί, οὑτοϲί.