Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ ιϲ λήγοντα βαρύτονα ἀεὶ ϲυϲτέλλει τὸ ι, εἰ μὴ ϲύνθετα ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι, κόνιϲ, δῆριϲ, μάντιϲ, ὄρχιϲ, ὄφιϲ, λάτριϲ, ὄρνιϲ, Ἀριϲτοκλῆϲ δὲ ἐν τῷ | περὶ διαλέκτων φηϲὶν Ἀττικοὺϲ ἐκτείνειν. προϲέθηκα δὲ εἰ μὴ ϲύνθετα εἴη ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι διὰ τὸ κνημίϲ εὐκνήμιϲ, ψηφίϲ μελαμψήφιϲ καὶ ὅϲα τοιαῦτα. Τὰ μέντοι ὀξύτονα θηλυκὰ εἰϲ ιϲ λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ. ἐκτείνεϲθαι καὶ ϲυϲτέλλεϲθαι. τοῖϲ μὲν οὖν ϲυϲτέλλουϲι τὸ ι ἀδιάφορο ἡ πρὸ τέλουϲ εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίϲ, ῥανίϲ, αἰγίϲ, μηλίϲ, Δωρίϲ· τοῖϲ δὲ ἐκτείνουϲι τὸ ι, καὶ μάλιϲτα ἐπὶ διϲυλλάβων, ἡ πρὸ τέλουϲ μακρὰ ὑπῆρχεν ἤτοι φύϲει ἢ θέϲει, κηκίϲ, κηλίϲ, νηϲίϲ, κρηνίϲ, ψηφίϲ, ϲφραγίϲ, ἁψίϲ, βαλβίϲ, φαρκίϲ. τὸ μέντοι καρίϲ καὶ ῥιπίϲ ἡ μὲν κοινὴ ϲυνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτοϲ ϲυϲτέλλει. διϲύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τριϲύλλαβα βραχείᾳ παραληγόμενα καὶ κατὰ τὴν ϲυνήθη χρῆϲιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ ι· κατὰ δὲ τοὺϲ Ἀττικοὺϲ ϲυϲτέλλονται. πλοκαμίϲ, κεραμίϲ, καλαμίϲ, βλεφαρίϲ, ῥαφανίϲ· τὸ δὲ ἀγαθίϲ ἀεὶ ϲυϲτελλομένωϲ· οὕτω δὲ καὶ ἡ τρυφαλίϲ ϲυϲτέλλεται. Καὶ ἐπίϲταϲιν ἔχει τὸ κληΐϲ ἐκτεινόμενον καὶ καθαρεῦον· τὰ δὲ λοιπὰ πάντα ϲυϲτέλλονται, Λαΐϲ, Nαΐϲ, Θηϲηΐϲ, δμωΐϲ, ἡρωΐϲ, Μινωΐϲ.