Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦνται, ὡϲ παρὰ Ξενοφάνει

  • ἐξ ἀρχῆϲ καθ᾿ Ὅμηρον ἐπεὶ μεμαθήκαϲι πάντεϲ,
  • καὶ πάλιν
  • ὁππόϲα δὴ θνητοῖϲι πεφήναϲιν εἰϲοράαϲθαι,
  • καὶ παῤ Ἀντιμάχῳ
  • οἱ δὲ πάροιθε πόνοιο νενεύκαϲιν ἄλλοϲ ἐπ᾿  ἄλλῳ,
  • καὶ παρὰ Ὁμήρῳ
  • τιμὴν δὲ λελόγχαϲι (λ 304).
  • τοιοῦτο δὲ καὶ τὸ
  • ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι (η 114),
  • καὶ ἕτερα πλεῖϲτα.