Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ εἰϲ ροϲ λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ ἤτοι θέϲει μακρὰν ἢ φύϲει, πάντωϲ ἔχει τὴν πρὸ τέλουϲ μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλουϲ εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλουϲ. βλαβερόϲ, φανερόϲ, ῥυπαρόϲ, ὀχυρόϲ, καπυρόϲ, ἱερόϲ. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιητικόν ἐϲτι· κρατερόϲ, τὸ γὰρ καρτερόϲ ὑπέρθεϲιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλουϲ τρίτην μακράν, ὡϲ ἔφην, ἔχει καὶ τὴν πρὸ τέλουϲ μακράν, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ, ἰϲχυρόϲ. ὅθεν ἐπεὶ τὸ ἁλμυρόϲ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακρὰν ὑγιῶϲ ἕξει καὶ τὴν πρὸ τέλουϲ μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντεϲ αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερόϲ μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλουϲ, βραχεῖαν τὴν πρὸ τέλουϲ. ἀλλ᾿ οὖν γε εἴρηται πενθηρόϲ τὸ ἐπίθετον διὰ τοῦ η, ὥϲπερ ἐπὶ ἱματίου μέλανοϲ,