Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ διὰ τοῦ αζω διϲύλλαβα ϲυϲτέλλει τὸ α, ὑπεϲταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήϲϲω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲτάζω, φράζω, βάζω, ϲφάζω. παρὰ λόγον ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχει ϲυνεϲταλμένον τὸ α, χωρὶϲ εἰ μὴ ἔχοι πρὸϲ τῷ α τὸ ι, διὰ τὸ ματᾴζω, ϲφαδάζω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲκιάζω, ἐνθουϲιάζω, ἀγοράζω. τινὲϲ δὲ ἐκτείνουϲι τὸ

  • ὅδ᾿  ἀγοράζει κλεῖδ᾿  ἔχων
  • τουτέϲτιν ἐν ἀγορᾶ διατρίβει, πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖϲθαι.