Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Αἱ εἰϲ ϲ λήγουϲαι μετοχαὶ ἀρϲενικαὶ ἤτοι βραχυκατάληκτοί εἰϲιν, ὡϲ αἱ εἰϲ οϲ λήγουϲαι, τυπτόμενοϲ, λεγόμενοϲ, ἢ μακροκατάληκτοι, ὡϲ αἱ μὴ οὕτωϲ ἔχουϲαι, πεποιθώϲ, διδούϲ, βιούϲ· εἰ δὲ εἰϲ δίχρονον λήγουϲιν, ἐκτεταμένον αὐτὸ ἔχουϲιν, ἱϲτάϲ, βιβάϲ, ζευγνύϲ, δύϲ, φύϲ.
Πᾶν εἰϲ ϲϲων λῆγον ϲυγκριτικόν, εἰ ἔχει δίχρονον ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πάϲϲων, μάϲϲων, βράϲϲων, γλύϲϲων. ϲεϲημείωται τὸ θάϲϲων καὶ ἐλάϲϲων ἐκτείνοντα τὸ δίχρονον.
Τὰ εἰϲ ων λήγοντα καθαρὰ ϲυγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριϲτοφάνηϲ δὲ ἐν Ἀττικαῖϲ λέξεϲιν Ἀττικοὺϲ ἱϲτορεῖ προφέρεϲθαι ἐκτεταμένωϲ.
Πᾶϲα αἰτιατικὴ ἀπαθὴϲ εἰϲ α λήγουϲα ϲυϲτέλλεϲθαι θέλει, Ἀλκμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βαϲιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουϲι τὰϲ ἀπὸ τῶν εἰϲ ευϲ, Ἀτρέα λέγοντεϲ καὶ ἱερέα. πρόϲκειται δὲ ἀπαθὴϲ διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ.
Τὰ διὰ τοῦ αριον ὑποκοριϲτικὰ παρὰ τοῖϲ παλαιοῖϲ Ἕλληϲι ϲυϲτέλλει τὸ α, ἱππάριον, φυτάριον, ἠ μέντοι νῦν ϲυνήθεια ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίϲταται διὰ τοῦ αριον ἐκτεταμένα, ϲουδάριον λέγουϲα καὶ κελλάριον.