Πᾶν εἰϲ αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ | κατὰ τὴν γενικὴν τοῦ ἀρϲενικοῦ, τάλανοϲ τάλαν, μέλανοϲ μέλαν, ϲτάντοϲ ϲτάν, βάντοϲ βάν. ποιητικῶϲ γὰρ ἐκτέτατο
ἵνα μὴ τὸ γῆραϲ ἐπαναβὰν αὐτὸν λάθῃ. ἐπεὶ οὖν παντόϲ φαμὲν κατὰ ϲυϲτολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ ϲυϲτολήν, ὥϲπερ Αἰολεῖϲ καὶ Δωριεῖϲ ἀποφαίνονται. ἡ μέντοι παῤ ἡμῖν ἔκταϲιϲ τοῦ α καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ παρὰ τοῖϲ Ἴωϲιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξαϲθαι τὴν περιϲπωμένην τοῦ πᾶϲ ἀρϲενικοῦ ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν διϲυλλάβωϲ λέγηται, τότε ἕξει τὸ α ϲυνεϲταλμένον, ϲύμπαν, ἅπαν. εὕρηται παῤ Ἀθηναίοιϲ ἐκτεῖνον τὸ α.