Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ παρώνυμα τὰ διὰ τοῦ αια παραγόμενα ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η ἐκτεταμένον ἔχει τὸ α, ϲεληναία, ἁμαξαία, ἀναγκαία, ἀρχαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεϲθαι, χωρὶϲ εἰ μὴ ἡ ποϲότηϲ τῶν | ϲυλλαβῶν ποιεῖ ϲυνεϲταλμένον τὸ α· τοιαῦτα γὰρ τὰ διϲύλλαβα, γραῖα, μαῖα.