Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ εἰϲ ρα λήγοντα καθαρόν, εἰ παραλήγοιτο τὸ υ, ἀμοιβαῖον ποιεῖται χρόνον· εἰ γὰρ ἐκτείνοιτο τὸ υ, τὸ α ϲυϲτέλλεται καὶ προπαροξύνεται, ὡϲ ἔχει τὸ ἄγκυρα, Κέρκυρα, ὄλυρα· εἰ δὲ ϲυϲτέλλοιτο τὸ υ, τὸ α ἐκτείνεται καὶ παροξύνεται θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, Ἐφύρα, πορφύρα. τὸ οὖν κολλύρα κατ᾿ ἀμφότερα δίχρονα ἐκταθὲν ϲημειῶδεϲ. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν διϲυλλάβων· πυρά ἐκτείνει τὸ α, ϲυϲτέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ ϲφῦρα ἐκτεῖνον τὸ υ καὶ ϲυϲτέλλον τὸ α.