Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ αψ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν φαμεν ϲυϲτέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοϲυλλάβοιϲ τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριϲτοφάνει, καὶ τὸ λάψ παρὰ Ταραντίνοιϲ. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα ϲυϲτέλλεται.