Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Καθόλου τὰ τρία δίχρονα τὰ ἐκ ϲυναλοιφῆϲ ἐκτείνεϲθαι θέλει, [*](Cr.) ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆϲ τα ϲυλλαβῆϲ, τοῦ κέρατα κέρα, καὶ κρέατα κρέα, ϲυνεϲταλμένον ἐϲτὶ τὸ δίχρονον. Θέτιι Θέτι,

  • πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407).
  • μήτιι μήτι,
  • μήτι δ᾿  ἡνίοχοϲ περιγίγνεται (Ψ 318).
  • ἱερεύϲ ἱρεύϲ, βότρυεϲ βότρυϲ, νέκυεϲ νέκυϲ. Πᾶν ὄνομα μονοϲύλλαβον ἀπαθὲϲ εἰϲ ν λῆγον ἢ εἰϲ ρ ἢ εἰϲ ϲ, εἴτε θηλυκὸν εἴτε ἀρϲενικὸν εἴτε οὐδέτερον, ἀπαραϲχημάτιϲτον εἴτε παρεϲχηματιϲμένον ἀρϲενικῷ, εἰ ἔχοι δίχρονον, ἐκτείνειν αὐτὸ θέλει, ὡϲ ἔχει τὸ πᾶν, πᾶϲ, Γρᾶϲ, Πρόϲ, κράϲ, λίϲ, κίϲ, μῦϲ, ϲῦϲ, | δρῦϲ, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίϲ ϲημειούμεθα ϲυϲτελλόμενον τὸ ι· τὸ δὲ
  • ϲτάδα λίμνην
  • κλάδα χρυϲεόκαρπον
  • οὐχ ἕξει τινὰ εὐθεῖαν ϲτάϲ ἢ κλάϲ. μεταπλαϲμοὶ γάρ εἰϲι, τὸ
  • ἐξ ὀρέων ἐπὶ κάρ (Π 392)
  • κατὰ πάθοϲ. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ η γέγονεν.

    Πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ᾿  εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν, καὶ ὅϲα τοιαῦτα.

    Πᾶν εἰϲ αϲ ἀρϲενικὸν βαρύτονον ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, εἴτε ὄνομα εἴη εἴτε μετοχή, Αἴαϲ, Δρύαϲ, Θόαϲ, λέξαϲ, γράψαϲ, ποιήϲαϲ. διὸ ϲημειούμεθα τὸ ποιητικὸν προϲηγορικὸν «λᾶαϲ ἀναιδήϲ καὶ μέγαϲ ἐπίθετον. τὸ

  • δουρὶ δὲ ξυϲτῷ μέμηνεν Αἶαϲ (Alcmanis)
  • καὶ ὅϲα τοιαῦτα κατὰ διάλεκτον,
  • δῆϲαϲ ἀλυκτοπέδῃϲι (Theogn. 521).
  • Τὰ εἰϲ αϲ ὀξύτονα ὀνόματα διϲύλλαβα διὰ τοῦ δοϲ κλινόμενα ϲυϲτέλλεϲθαι θέλει, Ἀρκάϲ, φυγάϲ, ἐθάϲ, πολυδειράϲ.

    [*](l. 4 «οἶον ἀέκων B et ubique in exemplis citandis». Cram. l. 5 τὰ κέρατα B. l. 12 εἴτε παρεϲχηματιϲμένον inseruit L. l. 15 τὸ δὲ τίϲ B. l. εὐθεῖαν pro ὀξεῖαν monente iam Lob. Parall. 149 dedit Lehrsius. l. 26 pro ποιητικῶϲ τὸ voluit Lehrsius aut ποιητικὸν aut προϲηγορικόν collat. Choer. p 94, unde etiam verba δουρὶ — Αἶαϲ Alcmanis esse comperimus; equidem utrumque posti.)[*](l. 29 pro κατὰ πάθοϲ scripsi, quod Lebrsius voluit, κατὰ διάλεκτον.)
    8

    Τὰ εἰϲ αϲ περιϲπώμενα ἀναγκαίωϲ ἔχει τὸ α μακρόν, ἀλλᾶϲ, Ἡρᾶϲ, Βορρᾶϲ, πελεκᾶϲ.