Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Καθόλου τὰ τρία δίχρονα τὰ ἐκ ϲυναλοιφῆϲ ἐκτείνεϲθαι θέλει, [*](Cr.) ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆϲ τα ϲυλλαβῆϲ, τοῦ κέρατα κέρα, καὶ κρέατα κρέα, ϲυνεϲταλμένον ἐϲτὶ τὸ δίχρονον. Θέτιι Θέτι,

  • πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407).
  • μήτιι μήτι,
  • μήτι δ᾿  ἡνίοχοϲ περιγίγνεται (Ψ 318).
  • ἱερεύϲ ἱρεύϲ, βότρυεϲ βότρυϲ, νέκυεϲ νέκυϲ. Πᾶν ὄνομα μονοϲύλλαβον ἀπαθὲϲ εἰϲ ν λῆγον ἢ εἰϲ ρ ἢ εἰϲ ϲ, εἴτε θηλυκὸν εἴτε ἀρϲενικὸν εἴτε οὐδέτερον, ἀπαραϲχημάτιϲτον εἴτε παρεϲχηματιϲμένον ἀρϲενικῷ, εἰ ἔχοι δίχρονον, ἐκτείνειν αὐτὸ θέλει, ὡϲ ἔχει τὸ πᾶν, πᾶϲ, Γρᾶϲ, Πρόϲ, κράϲ, λίϲ, κίϲ, μῦϲ, ϲῦϲ, | δρῦϲ, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίϲ ϲημειούμεθα ϲυϲτελλόμενον τὸ ι· τὸ δὲ
  • ϲτάδα λίμνην
  • κλάδα χρυϲεόκαρπον
  • οὐχ ἕξει τινὰ εὐθεῖαν ϲτάϲ ἢ κλάϲ. μεταπλαϲμοὶ γάρ εἰϲι, τὸ
  • ἐξ ὀρέων ἐπὶ κάρ (Π 392)
  • κατὰ πάθοϲ. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ η γέγονεν.