On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Ἐκ δὲ ϲνδέϲμων ἐγείρουϲι τὴν πρὸ αὑτῶν οἷδε, ἐκ μὲν ϲυμπλεκτικωῶν, τέ
καί τε θεοὶ ξείνοιϲι(ρ 485), κέν
καί κεν ἐλαφρότεροϲ(Χ 287), κέ
καί κε τὸ βουλοίμην(Γ 41), ἐκ δὲ παραπληρωματικῶν, τοί
τοίγαρ ἐγώ τοι(α 214), γέ
εἴ γε μὲν ᾔδειϲ, τάρ
εἴ ταρ ὅγ’ εὐχωλῆϲ(Α 65), νύ
μή νύ τοι οὐ χραίϲμῃ ϲκῆπτρον καὶ ϲτέμμα θεοῖο(Α 28), νύν
δεῦρό νυν ἢ τρίποδοϲ(Ψ 485), περ
μηδ’ οὕτωϲ ἀγαθόϲ περ ἐών(Α 131), θήν
οὔ θην Ἕκτορι πάντα(Κ 104), ῥά
ἄλλοι μέν ῥα θεοί τε(Β 1). ὁ δὲ ἄρα οὐ παραλαμβάνεται, ἐπεὶ ἀπὸ φωνήεντοϲ ἄρχεται. ὥϲπερ γὰρ αἱ ἀντωνυμίαι τὸ κατ’ ἀρχὰϲ ε̅ ἀποβάλλουϲαι ἐγκλιτικαὶ ἐγίνοντο, ἐμοῦ — μοῦ, ἐμοί — μοί, ἐμέ με, οὕτω τὸ ἄρα ἀπέβαλε τὸ α̅ καὶ ἐγένετο ῥά καὶ ἐνεκλίθη.
Τὰ μὲν οὖν ἐγκλινόμενα μόρια ταῦτά ἐϲτιν· οὐχ ὡϲ ἔτυχε δὲ ἐγκλίνονται, ἀλλὰ κατά τινα παρατήρηϲιν τῆϲ πρὸ αὐτῶν λέξεωϲ. αἱ μὲν οὖν τετράχρονοι τῶν ἐγκλιτικῶν ἐπὶ τὴν πρώτην ϲυλλαβὴν ἑαυτῶν τὴν ἔγκλιϲιν ἀναπέμπουϲιν, ὡϲ μηδεμιᾶϲ δεόμενα παρατηρήϲεωϲ τῆϲ πρὸ αὐτῶν λέξεωϲ
ἤκουϲαν ἥμων, ἔδωκαν ἥμιν, ἐπειδὴ οὐδέποτε πρὸ
οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι(Β 116),
ἤδη τιϲ εἶπενκαὶ οὔτε τὴν τ͞ω ϲυλλαβὴν τοῦ
οὕτωὀξύνομεν οὔτε τὴν δ͞η τοῦ
ἤδη. ἀλλ’ οὔτε, εἰ ἰαμβικὴ τύχοι καὶ βαρύνοιτο οἷον
λέβηϲ τιϲ,
ὅπωϲ γε. οὔτε, εἰ πυρριχιακὴ τύχοι καὶ βαρύνοιτο οἷον
φίλοϲ τιϲ,
ξένοϲ τιϲ. ἐπὶ γὰρ τούτων τῷ νῷ μόνῳ καταλαμβάνεται ἡ ἔγκλιϲιϲ. διὸ ϲημειοῦνται τὸ
ἔνθ’ ἔϲάν οἱ πέπλοι παμποίκιλοι ἔργα γυναικῶν(Ζ 289). παραλόγωϲ γὰρ ἐνεκλίθη ἡ οἱ ἀντωνυμία πυρριχίου προκειμένου. ϲημειοῦνται καὶ τὰϲ διὰ τοῦ ϲ͞φ ἀντωνυμίαϲ· αὗται γὰρ ἀναπέμπουϲι τὸν τόνον τῇ προηγουμένῃ λέξει οἷον
Ἀτρείδήϲ ϲφιϲι
ἔνθά ϲφεαϲ ἐκίχαν’ υἱὸϲ Δολίοιο Μελανθεύϲ(ρ 212)
ἵνά ϲφ’ ἀγορή τε θέμιϲ τε(Λ 807),
ἵνά ϲφιϲι δῶκ’ Ἐνοϲίχθων(η 35),
ὅτέ ϲφεαϲ εἰϲαφίκηται(μ 40),
τόξά ϲφεών τιϲ ἄριϲτα Κυδώνια(Callim. fr. 284),
πολλάκίϲ ϲφεαϲ. εἰ μέντοι προπαροξύνοιτο ἡ προκειμένη λέξιϲ τῶν ἐγκλιτικῶν μορίων, ἐγείρει τὴν ἐν τῷ τέλει αὐτῆϲ βαρεῖαν ὡϲ
ἄνθρωπόϲ τιϲ, ἐν γὰρ τῇ α͞ν ϲυλλαβῇ καὶ τῇ ποϲ ὀξεῖα τίθεται,
Ἀρκεϲίλαόϲ τε,
ἤκουϲέ μου,
Ὅμηρόϲ ἐϲτι,
ἄνθρωποί εἰϲι,
κάκιϲτοί εἰϲιν. εἴπομεν γάρ, ὡϲ ἐν ἐπιρρήμαϲι μόνοιϲ καὶ ἐν εὐκτικοῖϲ ἡ α͞ι καὶ ἡ ο͞ι μακροί εἰϲιν· ἐν δὲ τοῖϲ λοιποῖϲ οὐκ ἔτι μακραί εἰϲιν.
Ὁμοίωϲ εἰ προπεριϲπῷτο ἡ προκειμένη λέξιϲ ἐγκλιτικοῦ ἐπιφερομένου, ἐγείρει τὴν μετὰ τὴν περιϲπωμένην βαρεῖαν οἷον
οἶκόϲ τιϲ
Ϲχοῖνόν τε Ϲκῶλόν τε(Β 497),
γυναῖκέϲ εἰϲιν— χωρὶϲ εἰ μὴ
ἄλλόϲ τιϲ,
ἔϲτί τιϲ,
ἔνθά ποτε
Λάμπέ τε(Θ 185),
φύλλά τε καὶ φλοιόν(Α 237),
τυφθέντά τε.
Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξειϲ, βαρυνόμεναι δὲ διὰ τὴν ϲυνέπειαν οἷον Ζεύϲ Ζεὺϲ δέ, καλόϲ καλὸϲ ἄνθρωποϲ, ϲοφόϲ ϲοφὸϲ ἀνήρ, ἐγκλιτικο͂ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουϲιν
αὐτόϲ αὐτόϲ μοι,
Ζεύϲ Ζεύϲ τε. τὸ δὲ τίϲ φυλάττει τὴν ὀξεῖαν
τίϲ πόθεν εἰϲ ἀνδρῶν(Φ 150). ἔτι καὶ ἐπιφερομένη ϲτιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰϲ βαρεῖαν
ὠκὺϲ Ἀχιλλεύϲ·(Α 84). εἰ δὲ περιϲπῷτο ἡ λέξιϲ, φυλάττεται ἡ περιϲπωμένη
καλῶϲ μοι, ϲαφῶϲ γε,
ποῖ ποτε,
πῶϲ ποτε,
πῇ με φέρειϲ;Ἐὰν οὖν ϲυμβῇ πλείονα ἐφεξῆϲ ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔϲονται αἱ παράλληλοι ὀξεῖαι, ὡϲ παρ’ Ὁμήρῳ
ἤ νύ ϲέ που δέοϲ ἴϲχει ἀκήριον(Ε 812). τρεῖϲ γάρ εἰϲιν ἐφεξῆϲ αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ πλείουϲ ἐπινοῆϲαι οἷον
εἴ πέρ τίϲ ϲέ μοί φηϲί ποτε. τὸ γὰρ
εἰὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ
πέρἐγκλιτικοῦ. τὸ δὲ
πέρδιὰ τὸ
τίϲ, τὸ δὲ
τίϲδιὰ τὸ
ϲέ, τὸ δὲ
ϲέδιὰ τὸ
μοί, τὸ δὲ
μοίδιὰ τὸ
φηϲί, τὸ δὲ
φηϲίδιὰ τὸ
ποτέ. ὥϲτε ἐφεξῆϲ εἶναι ἓξ ὀξείαϲ, εἰ καὶ ϲπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματοϲ ϲυνέχειαν δεομένην ἀναπαύϲεωϲ.
Εἰ δὲ παραλλήλων ὄντων ἐγκλιτικῶν ἐν τῷ μεταξὺ περιϲπώμενον εἴη ὡϲ ἐπὶ τοῦ ποῦ, πῇ, πῶϲ, καὶ μετὰ τοῦτο ἐπιφέροιτο ἕτερονἐγκλιτικόν, τοῦτο τὸ περιϲπώμενον οὔτε ὀξύνεται οὔτε περιϲπᾶται διὰ τὸ ἐγκλῖναι τὸν ἴδιον τόνον· ἐπεὶ μὴ πέφυκεν ἡ περιϲπωμένη κατὰ τὸ κοινὸν ἔθοϲ ϲυϲτολῆϲ μὴ παρακολουθηϲάϲηϲ εἰϲ ὀξεῖαν μετατίθεϲθαι οἷον
οὔ πωϲ ἐϲτ’ Ἀγέλαε(Od. χ 136) (ἐν γὰρ τῇ ο͞υ διφθόγγῳ μόνῃ ἡ ὀξεία)
ἤ που τίϲ ϲφιν εἶπεν(ἐν τῷ η̅ καὶ ἐν τῷ τίϲ ἡ ὀξεῖα)
ἄνθρωπον τινά που φηϲι μελῳδεῖν(πάλιν ἐν τῇ πον ϲυλλαβῇ καὶ τῇ ν͞α ἡ ὀξεῖα τίθεται).
Κἀκεῖνο παραφυλακτέον, ὅτι τῶν ἐγκλινομένων εἰ ϲπονδειακὴ προηγεῖται λέξιϲ ἢ πυρριχιακὴ ἢ ἰαμβική, εἰ μὲν μονοϲύλλαβον εἴη τὸ ἐπιφερόμενον ἐγκλιτικόν, ὥϲπερ ἐθέμην, ἐγκλίνεται
οὕτω που, ἤδη τιϲ,
Ἀτρείδηϲ τε(Α 7), πολλάκιϲ τιϲ,
μεταμέλει μοιοὔτε τὸ ἐγκλιτικὸν δέχεται τὸν ἴδιον τόνον οὐδὲ ἡ βαρεῖα τῆϲ δευτέραϲ ϲυλλαβῆϲ προηγουμένηϲ ἐγείρεται λέξεωϲ, ἀλλὰ νῷ μόνῳ νοεῖται τὰ τῆϲ ἐγκλίϲεωϲ, ὡϲ ἔφθημεν εἰπόντεϲ. εἰ μέντοι διϲύλλαβον εἴη τὸ ἐγκλιτικὸν μόριον, τότε τὸν ἴδιον δέχεται τόνον οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἐγκλινόμενον οἷον
ἤδη φαμέν, ὀξύνομεν γὰρ τὸ φαμέν,
οὕτω ποτέκαὶ τὸ ποτέ ὀξύνομεν,
φίλοι εἰϲίν, πολλάκιϲ εἰϲίνὁμοίωϲ καὶ τὸ εἰϲίν ὀξύνομεν,
μεταμέλει ἡμῖν. καὶ τοῦτο εἰκότωϲ· οὔτε γὰρ τῆϲ προηγουμενηϲ λέξεωϲ τὴν ἐπὶ τέλει βαρεῖαν ἐγεῖραι δυνατὸν οὔτε τὴν ἔγκλιϲιν νοεῖϲθαι κατὰ τὴν πρώτην ϲυλλαβὴν τῶν ϲπονδείων ἢ τῶν πυρριχίων ἢ τῶν ἰάμβων· οὐδὲ γάρ ποτε τετάρτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα πίπτει. Τὰ ἄλλα ἐκλέλοιπεν.