De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Βιβλίον α΄. Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰϲ ν λήγοντα ὀνόματα ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικὰ καὶ θηλυκά.
Βιβλίον β΄. Τὸ δεύτερον περιέχει τὰ εἰϲ ξ καὶ εἰϲ ρ καὶ τὰ εἰϲ αϲ.
Βιβλίον γ΄. Τὸ δὲ τρίτον τὴν εἰϲ ηϲ κατάληξιν.
Βιβλίον δ΄. Τὸ δὲ τέταρτον τὴν εἰϲ ιϲ.
Βιβλίον ε΄. Τὸ δὲ πέμπτον τὰ εἰϲ οϲ λήγοντα καθαρά.
Βιβλίον ϛ΄. Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰϲ βοϲ ϲυμπληροῖ τὰ εἰϲ λοϲ· κατὰ γὰρ τὴν τῶν ϲτοιχείων τάξιν ἡ παράθεϲιϲ ὡϲ καὶ ἐπὶ τῶν εἰϲ ων ληγόντων.
Βιβλίον ζ΄. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰϲ μοϲ μέχρι τῶν εἰϲ ποϲ.
Βιβλίον η΄. Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰϲ ροϲ μέχρι καὶ ψοϲ καὶ ἔτι περὶ τῶν εἰϲ οϲ οὐδετέρων.
Βιβλίον θ΄. Τὸ ἔννατον περὶ τῶν εἰϲ οϲ ϲυνθέτων.
Βιβλίον ι΄. Τὸ δὲ δέκατον περιέχει τὰ εἰϲ υϲ ἀρϲενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγουϲ πρὸ τοῦ ϲ ἔτι τὰ εἰϲ ωϲ καὶ ψ.
Βιβλίον ια΄. Τὸ ἑνδέκατον περιέχει τὰ εἰϲ α λήγοντα θηλυκά.
Βιβλίον ιβ΄. Τὸ δωδέκατον τὴν εἰϲ η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν ϲυμφώνων πάλιν τάξιν καὶ τὴν εἰϲ ω.
Βιβλίον ιδ΄. Τὸ τεϲϲαρεϲκαιδέκατον περιέχει πᾶν ὄνομα μονοϲύλλαβον.
Βιβλίον ιε΄. Τὸ δέκατον πέμπτον τὰϲ πλαγίαϲ τῶν ὀνομάτων κανονίζει καὶ τοὺϲ κατὰ κλίϲιν ἀριθμοὺϲ καὶ τοὺϲ κατὰ θέμα εἰρημένουϲ.
Βιβλίον ιϛ΄. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰϲ ω καὶ τὰ εἰϲ μι ῥήματα κατὰ πᾶν πρόϲωπον.
Βιβλίον ιζ΄. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν ϲύνθετον ῥῆμα καὶ πᾶϲαν μετοχήν.
Βιβλίον ιη΄. Τὸ δέκατον ὄγδοον ἀντωνυμίαϲ ἄρθρα καὶ προθέϲειϲ.
Βιβλίον ιθ΄. Τὸ δέκατον ἔννατον περιέχει ἐπιρρήματα καὶ ϲυνδέϲμουϲ.
Βιβλίον κ΄. Τὸ εἰκοϲτὸν περὶ χρόνων τῶν ἐν φωνήεϲι καὶ πνευμάτων.
Ἐπὶ δὲ τοῖϲ εἴκοϲι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωϲτικὸν εἶδοϲ κατὰ ϲύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθωϲ μετὰ τὴν δήλωϲιν τῆϲ καθ᾿ ἑκάϲτην προϲῳδίαϲ γινομένηϲ διδαϲκαλίαϲ περὶ διαϲτολῆϲ καὶ ϲυναλοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώϲει, οἱον ὅτε τὸ Ζεύϲ ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην ἐν τῷ «Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶαϲ» (ll. 13, 1), ἀλλ᾿ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ ϲυνδέϲμου. ἐν γοῦν τῷ «Ζεύϲ τε καταχθόνιοϲ (ll. 9, 450) ῥώννυται διὰ τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία ἐν τῷ «οἱ αὐτῷ θάνατον» οὐκ ἐφύλαξε τὴν περιϲπωμένην ἐν τῷ «καί οἱ ἐπευχόμενοϲ» (Il. 16, 829) τῆϲ ϲυντάξεωϲ τοῦτ᾿ ἀπ αιτούϲηϲ τοῦ ϲημαινομένου. οὕτωϲ ἔχει καὶ τὸ «μάχῃ ἔνι κυδιανείρῃ» (Z 124).
Προϲψδία ἐϲτὶ ποιὰ τάϲιϲ ἐγγραμμάτου φωνῆϲ ὑγιοῦϲ, κατὰ τὸ ἀπαγγελτικὸν τῆϲ λέξεωϲ ἐκφερομένη μετά τινοϲ τῶν ϲυνεζευγμένων περὶ μίαν ϲυλλαβήν, ἤτοι κατὰ ϲυνήθειαν διαλέκτου ὁμολογουμένηϲ, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. (τοῦτον δὲ τὸν ὅρον Ἡροδιανὸϲ ἐν τῷ περὶ καθόλου προϲῳδιῶν ὡρίϲατο.)
Τὸ ἑκάϲτῃ λέξει τὴν δέουϲαν προϲῳδίαν τιθέναι ϲυμπέραϲμα ϲχεδὸν πάϲηϲ τῆϲ γραμματικῆϲ τυγχάνει μεθόδου· καὶ γὰρ τὸν περὶ διχρόνων ὡϲ ὅτι μάλιϲτα διηκριβωκέναι ἀναγκαῖον τῷ τοῦτο ποιεῖν ἐθέλοντι· ἐπεὶ πόθεν τὸ μὲν Ἶροϲ καὶ μῖμοϲ προπεριϲπάϲει, τὸ δὲ κτίλοϲ καὶ Χίοϲ, τὴν νῆϲον φημί, παροξυνεῖ μὴ γνοὺϲ ὡϲ τὰ μὲν πρῶτα ἐκτεταμένον ἔχει τὸ ι, τὰ δὲ δεύτερα ϲυνεϲταλμένον; ἔτι καὶ τὸν περὶ κλίϲεωϲ· ἐπεὶ πόθεν τὸ μὲν ϲωλῆνοϲ προπεριϲπάϲει, τὸ δὲ ποιμένοϲ παροξυνεῖ, ἀγνοῶν ὡϲ ἐν τῇ κλίϲει τὸ μὲν φυλάττει τὸ η, τὸ δὲ εἰϲ ε μεταβάλλει καὶ προϲέτι πόθεν τὸ μὲν προϲτακτικὸν ἵζε παροξυνεῖ, τὸ δὲ παρῳχημένον ἱζε προπεριϲπάϲει, ἀγνοῶν ὡϲ τὸ μὲν ἵζω βραχὺ τὸ ι ἔχει, τὸ δὲ ἷζον μακρόν, ὅθεν καὶ προπεριϲπᾶται κατὰ τὸ κοινὸν ἔθοϲ. τά τε τῶν διαλέκτων ἰδιώματα δεήϲει ἀκριβῶϲ εἰδέναι· ἐπεὶ πῶϲ γνώϲεται ὅτι παρὰ Δωριεῦϲι τὸ «ἐλέγον ἐκεῖνοι» παροξύνεται, τό τε Ἀφρόδιτα παρὰ μὲν Αἰολεῦϲι πρὸ δύο ἔχει τὸν τόνον, παρὰ δὲ Δωριεῦϲι πρὸ μιᾶϲ; Τί δ᾿ ἂν εἴποι τιϲ, τὴν περὶ ἐγκλιτικῶν μορίων καὶ περὶ πνευμάτων πραγματείαν μὴ γνοὺϲ ὡϲ χρειώδηϲ τῇ προκειμένῃ μεθόδῳ, τίνα τέ ἐϲτι τὰ ἐγκλινόμενα καὶ πότε ἐγκλίνεται καὶ πότε οὔ, καὶ πότε τὸ δαϲὺ πνεῦμα ταῖϲ λέξεϲιν ἐπιτίθεμεν, πότε δὲ τὸ ψιλόν; Ἀναγμὲν καῖον καὶ τὴν περὶ ϲτιγμῶν εἰδέναι πραγματείαν, εἴγε τὰϲ ὀξυνομέναϲ τῶν λέξεων, εἰ μὴ ϲτιγμὴ μετὰ ταῦτα ἐπιφέροιτο, βαρύνειν χρεών. ἐν μὲν γὰρ τῷ
τὸν δ᾿ ἀπαμειβόμενοϲ προϲέφη πόδαϲ ὠκὺϲ Ἀχιλλεύϲ (Α 84) οὐ κοιμίζεται ἡ ὀξεῖα εἰϲ βαρεῖαν, ἐπειδὴ ἐπιφέρεται ϲτιγμή. ἐν δὲ τῷ
καὶ Ἀχιλλεὺϲ τούτῳ γε μάχ ἔνι κυδιανείρῃ (H 113)
βαρύνομεν τὴν τελευταίαν τοῦ Ἀχιλλεὺϲ διὰ τὴν ϲύμφραϲιν. Ἀλλὰ καὶ ὁ περὶ ϲυντάξεωϲ λόγοϲ χρειώδηϲ τυγχάνει πρὸϲ τοῦτο ἐπεὶ πόθεν εἰϲόμεθα ἐν τῷ «Ξάνθῳ ἔπι δινήεντι » (Ε 479) πότερον ἀναϲτρεπτέον τὴν ἐπί πρόθεϲιν ἢ ὀρθοτονητέον, εἰ μὴ ὁ περὶ ϲυντάξεωϲ λόγοϲ διδάξει ἡμᾶϲ, εἴτε πρὸϲ τὸ ἐπιφερόμενον ὄνομα τὸ δινήεντι ἡ πρόθεϲιϲ φέροιτο εἴτε πρὸϲ τὸ προηγούμενον τὸ Ξάνθῳ; Ἀναγκαῖόν τε πρὸϲ τούτοιϲ εἰδέναι ἑκάϲτην λέξιν ἐπὶ ποίαϲ ϲυλλαβῆϲ τὸν τόνον ἔχει· ὅπερ ἐν ἓξ μυριάϲιν Ἡρωδιαν ῷ πεπραγμάτευται· τήν τε κατὰ τὴν ὀρθογραφίαν ἀκρίβειαν ἐπεὶ πόθεν τὰ μὲν μηνί καὶ χηνί ὀξύνομεν, τὸ δὲ Ἀτρεῖ καὶ Πηλεῖ, δίφθογγον ἔχοντα ἐπὶ τέλουϲ, περιϲπῶμεν; καὶ ἁπλῶϲ εἰπεῖν τὰ ἄλλα ϲχεδὸν ἅπαντα τούτοιϲ τυγχάνει ὕλη. Ἀλλ᾿ ὅμωϲ νῦν διὰ τοὺϲ αἰτήϲανταϲ τὰ κεφαλαιωδέϲτερα τῶν θεωρημάτων, δι᾿ ὧν ἄν τιϲ τὸν δέοντα τόνον ἐπιθείη ταῖϲ λέξεϲι, πειράϲομαι παραδοῦναι, προομολογουμένου δηλονότι τοῦ ἐπὶ ποίαϲ ἑκάϲτη λέξιϲ ϲυλλαβῆϲ δέχεται τὸν τόνον, καὶ ἐπὶ τῆϲ τῶν χρόνων δυνάμεωϲ πότε ἐκτείνονται κα πότε ϲυϲτέλλονται, καὶ προϲέτι πότε διὰ μόνου τοῦ ι καὶ πότε διὰ τῆϲ ει διφθόγγου γράφειν ἑκάϲτην δεήϲει λέξιν· πλὴν ὅτι, ἐφ᾿ ὧν ἂν δυνατὸν εἴη ϲυντομώτερον ὡϲ πρὸϲ τὴν παροῦϲαν ἐπαγγελίαν καὶ τὴν ϲυλλαβὴν διδάξαι, ἐφ᾿ ἧϲ δεήϲει τὸν τόνον τιθέναι, καὶ τοῦτο παραδώϲομεν ἐκ τῶν τοῦ πολυμαθεϲτάτου Ἡρωδιανοῦ ἐν ἐπιτομῇ ἐκλεξάμενοι τὰ χρηϲιμώτερα. ἄρξομαι δὲ ἐντεῦθεν, παρήϲω δὲ καὶ τὰ τῶν διαλέκτων ἰδιώματα.
Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶϲ τοῦ τέλουϲ ἢ πρὸ δύο· πρὸ τριῶν δὲ οὐκ ἔτι. τὸ γὰρ Μήδεϊα παρὰ Ϲαπφοῖ πεπονθὸϲ παραιτούμεθα, ὅτι τὴν ει δίφθογγον διεῖλεν.
Ἡ περιϲπωμένη ἢ ἐν τέλει τίθεται ὡϲ ἐπὶ τοῦ Ἑρμῆϲ, Ἡρακλῆϲ. ἢ πρὸ μιᾶϲ τοῦ τέλουϲ ὡϲ ἐπὶ τοῦ κῆποϲ, μῶλοϲ· πρὸ δύο δὲ οὐκέτι. οὐδέ ποτε ἐπὶ βραχείαϲ τίθεται περιϲπωμένη οὔτε ἐπὶ θέϲει μακρᾶϲ, ἀλλὰ μόνον ἐπὶ φύϲει μακρῶν.
Ἰϲτέον δὲ ὅτι πᾶϲα βραχεῖα ϲυλλαβὴ πρὸ βραχείαϲ ἢ πρὸ μακρᾶϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον ὀξύνεται· τοῦ μὲν προτέρου φίλοϲ, τοῦ δὲ δευτέρου Ἕκτωρ, ἔρωϲ. πᾶϲα ϲυλλαβὴ πρὸ δύο τοῦ τέλουϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον ὀξύνεται, Ὅμηροϲ, Μενέλαοϲ. Οὐδέποτε, μακρᾶϲ οὔϲηϲ τῆϲ ἐπὶ τέλουϲ, τρίτη ἀπὸ τέλουϲ πίπτει ἡ ὀξεῖα ἔνθεν τῆϲ εὐθείαϲ τοῦ Ὅμηροϲ καὶ αἰτιατικῆϲ καὶ κλητικῆϲ προπαροξυνομένων, Ὅμηροϲ Ὅμηρον Ὅμηρε, ἡ γενικὴ καὶ δοτική, τοῦ Ὁμήρου καὶ τῷ Ὁμήρῳ, διὰ τὴν ἐπὶ τέλουϲ μακρὰν παροξύνονται, ϲεϲημειωμένων τῶν Ἀττικῶν, πόλεωϲ, μάντεωϲ. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουϲι τὰ Ἀττικὰ ἐπὶ πάϲηϲ πτώϲεωϲ· ὁ ναόϲ ὀξύνεται, διὰ τοῦτο καὶ ὁ νεώϲ, τοῦ νεώ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὀξύνονται ὁμοίωϲ. καὶ ἔτι τοῦ Μενέλαοϲ προπαροξυνομένου τὸ Μενέλεωϲ καὶ αἱ λοιπαὶ πτώϲει καὶ οἱ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκταϲιϲ ὡϲ ἐπὶ τοῦ πόλεωϲ καὶ μάντεωϲ. Πᾶϲα φύϲει μακρὰ πρὸ βραχείαϲ ληκπκῆϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον περιϲπᾶται, οἶκοϲ, ἦθοϲ, ὦμοϲ· χωρὶϲ τῶν διὰ τοῦ ι ἢ θε ἐπεκτεταμένων· ταῦτα γὰρ φυλάττει τὸν τόνον, ἅτε δὴ περιττῆϲ οὔϲηϲ τῆϲ ϲυλλαβῆϲ. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν ϲημειούμεθα τὸ οὐχί ὀξυνόμενον· τὸ δὲ ᾗχι προπεριϲπᾶται «ᾗχι ῥοὰϲ Ϲιμόειϲ ϲυμβάλλετον ἠδὲ Ϲκάμανδροϲ » (Ε 774). Ἡ αι καὶ οι ἐν τέλει λέξεων κείμεναι, μὴ ἐπιφερομένου ϲυμφώνου, ἐπὶ μὲν τῶν ἄλλων πάντων ἀντὶ βραχείαϲ παραλαμβάνονται, ἐπὶ μέντοι τῶν εὐκτικῶν καὶ τῶν ἐπιῤῥημάτων ἀντὶ μακρᾶϲ· οἷον τοῦ μὲν πρώτου τὸ Μήδειαι καὶ ἄνθρωποι προπαροξύνονται· ἔτι δὲ καὶ τὸ μοῦϲαι καὶ κοῦροι προπεριϲπᾶται, ὡϲ τῶν τελευταίων ϲυλλαβῶν βραχειῶν οὐϲῶν. εἰ δὲ ϲύμφωνον ἐπιφέρεται, μακραὶ γίνονται, ὅθεν τοῖϲ Ὁμήροιϲ καὶ ταῖϲ Μηδείαιϲ ὁ τόνοϲ καταβιβόζεται καὶ πρὸ μιᾶϲ τοῦ τέλουϲ ὀξὺϲ δίδοται· ὁμοίωϲ καὶ ἐπὶ ταῖϲ μούϲαιϲ καὶ κούροιϲ. τὸ μέντοι οἴκοι τοπικὸν ἐπίῤῥημα καὶ οἴμοι ϲχετλιαϲτικὸν προπαροξύνονται· καίτοι, ὅτε ἐϲτὶν ὄνομα τὸ οἶκοι, προπεριϲπᾶται. ἀλλὰ καὶ τὸ ποιῆϲαι καὶ κεῖραι, εἰ μὲν ἀπαρέμφατον εἴη, προπεριϲπᾶται· εἰ δὲ εὐκτικόν, παροξύνεται· ὅτε δέ ἐϲτι τὸ ποίηϲαι προϲτακτικῆϲ μέϲηϲ ἀόριϲτοϲ πρῶτοϲ, προπαροξύνεται.
Πᾶϲα ὀξεῖα ἐπὶ τέλουϲ λέξεωϲ οὖϲα, εἰ μὴ ἐπιφέροιτο μετ᾿ αὐτὴν ϲτιγμή, πάντωϲ ἐν τῇ ϲυμφράϲει κοιμίζεται εἰϲ βαρεῖαν οἷον « Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶάϲ τε καὶ Ἕκτορα» (Il. 13, 1) τό τε Ζεὺϲ καὶ ἐπὶ βαρύνεται, ὅτι ϲτιγμὴ μετὰ ταῦτα οὐ τίθεται. Ἰϲτέον δὲ ὅτι καθ᾿ ἑκάϲτην λέξιν ἐν μιᾷ ϲυλλαβῇ τίθεμεν ἢ ὀξεῖαν ἢ περιϲπωμένην, ἐν δὲ ταῖϲ λοιπαῖϲ ϲυλλαβαῖϲ βαρεῖαν· οἷον ἐν τῷ Μὲνέλὰὸϲ δευτέρα ϲυλλαβὴ ὀξύνεται, αἱ δὲ λοιπαὶ βαρύνονται, καὶ ἐν τῷ ἂλλοῖὸϲ ἡ μέϲη περιϲπᾶται, ἡ δὲ πρώτη καὶ τρίτη βαρύνονται· διὸ καὶ βαρύτονα καλεῖται τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπεριϲπώμενα, διὸ ἡ τελευταία τούτων βαρύνεται· ἀλλ᾿ ὡϲ ὁμολογουμέναϲ τὰϲ τοιαύταϲ βαρείαϲ ἐῶμεν, διὰ τὸ μὴ καταϲτίζειν τὰ βιβλία. Ἡ ὀξεῖα οὖν καὶ ἡ βαρεῖα περιϲπωμένην ποιοῦϲιν οἶον φάὸϲ φῶϲ, εὐγενέὸϲ εὐγενοῦϲ. ἀνάπαλιν δὲ ἡ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυναιροῦνται, εἰ μὴ τονικὸν κωλύϲῃ παράγγελμα, οἷον ζὼόϲ ζώϲ, Πρὸΐτου Προίτου, κὸΐλου κοίλου· τὸ γὰρ κοΐλοϲ κοῖλοϲ διὰ τονικὸν παράγγελμα περιεϲπάϲθη. τὸ δὲ ἀδελφιδὲόϲ ἀδελφιδοῦϲ καὶ τὰ ὅμοια δι᾿ ἕτερον λόγον περιεϲπάϲθη· τὰ γὰρ εἰϲ ουϲ ἁπλᾶ πάντα περιϲπᾶται οἷον βοῦϲ, χοῦϲ, πλοῦϲ. τὰ δὲ ϲύνθετα βαρύνεται οἷον Μελάμπουϲ, Οἰδίπουϲ, ὅθεν ϲημειούμεθα τὸ πούϲ καὶ ὀδούϲ παραλόγωϲ ὀξυνθέντα. αἱ δύο βαρεῖαι εἰϲ βαρεῖαν ϲυναιροῦνται, ὡϲ τὸ Δημοϲθένὲὸϲ Δημοϲθένουϲ. πάλιν τὸ χρύϲὲὸϲ καὶ ἀργύρὲὸϲ μετὰ τὴν ϲυναίρεϲιν περιεϲπάϲθη διὰ τὸν εἰρημένον κανόνα, ὡϲ τὰ εἰϲ ουϲ ἁπλᾶ περιεϲπᾶϲθαι θέλει.
Ταῦτα μὲν οὖν ἱκανὰ τοῖϲ εἰδόϲιν ἐπὶ ποίαϲ ϲυλλαβῆϲ ἔδει τὸν τόνον τιθέναι. Πολλῆϲ δὲ οὔϲηϲ τούτων διδαϲκαλίαϲ, ἣν ἡμῖν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου παρέδωκε πραγματείᾳ, ὀλίγα ἐξ αὐτῶν τὰ χρειωδέϲτερα ϲυντόμωϲ ἐκλεξάμενοι πὰραθήϲομεν, ὡϲ εὐχερεϲτέραν εἶναι τοῖϲ ϲτίζειν ἐθέλουϲι τὴν τούτου μάθηϲιν.
Τὰ εἰϲ αν λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεϲθαι θέλει, ἐπ᾿ εὐθείαϲ πτώϲεωϲ μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰϲ ην βαρυτόνων οἷον Παιάν, Ἰάν, Δωριάν, Ἀλκμάν, τιτάν, πελεκάν. Ἀθαμάν ἔθνοϲ Ἰλλυρίαϲ, οἱ δὲ Θετταλίαϲ. Ἀζάν ὁ Ἀρκάδοϲ καὶ ἔθνοϲ τῆϲ Ἀρκαδίαϲ· λέγεται δὲ καὶ Ἀζήν. Ἀγριάν ἔθνοϲ Παιονίαϲ, ὡϲ ἐν τῷ ἐπιγράμματι γραφέντι εἰϲ Νεοπτόλεμον Πιϲίδην οὕτωϲ
Αἰνιάν ἔθνοϲ Πεῤῥαιβῶν· λέγονται δὲ καὶ Αἰνιεῖϲ. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖϲ οἱ αὐτοί. Ϲτράβων δὲ ἐν τῇ ἑνδεκάτῃ (p. 508) φηϲὶν ἐν τῷ Πόντῳ Αἰνιᾶναϲ ἄλλουϲ εἶναι, οὓϲ καλεῖϲθαι νῦν Παρϲίουϲ· καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνοϲ γέγονεν, εὔλογοϲ ἡ ὁμοφωνία αὐτοῦ ὡϲ τὸ Τρώϲ καὶ Ἀχαιόϲ μὴ ὁμοφωνοῦντοϲ τοῦ Τευκρόϲ καὶ Γραικόϲ· εἰ δὲ παρὰ τὴν πόλιν Αἰνίαν, εὑρεθήϲεται πρότερον Αἴνιοϲ ὡϲ τῆϲ Λυκίαϲ Λύκιοϲ, εἶτα διὰ τὴν ὁμοφωίαν τοῦ ποταμοῦ πρὸϲ διάκριϲιν Αἰνιάν γενέϲθαι ὡϲ μέγιϲτοϲ μεγιϲτάν καὶ ἄλκιμοϲ Ἀλκιμάν, ὅθεν ὁ Ἀλκμάν, καὶ νέοϲ νεάν, ὅθεν ἡ νεᾶνιϲ καὶ νεανίαϲ. Ἀκαρνάν ὁ ἥρωϲ καὶ ἔθνοϲ πρὸϲ τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνοϲ Ἠπειρωτικόν. Ῥιανὸϲ ἐν τετάρτῃ Θεϲϲαλικῶν. Ἀτιντάν υἱὸϲ Μακεδόνοϲ καὶ ἔθνοϲ Μακεδονίαϲ. Βραχμάν Ἰνδικὸν ἔθνοϲ ϲοφώτατον, οὓϲ καὶ Βράχμαϲ καλοῦϲιν. Γινδάν ἔθνοϲ Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐϲθίοντεϲ ζῶϲι » (Herodot. IV, 177). Δυμάν ὁ υἱὸϲ Αἰγιμίου, ὡϲ Ἔφοροϲ α΄ «Αἰγίμιοϲ γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βαϲιλεύϲ. ἔϲχε δὲ δύο παῖδαϲ Πάμφυλον καὶ Δυμᾶνα καὶ τὸν τοῦ Ἡρακλέουϲ Ὕλλον ἐποιήϲατο τρίτον, χάριν ἀποδοὺϲ ἀνθ᾿ ὧν Ἡρακλῆϲ ἐκπεπτωκότα κατήγαγεν» καὶ Δυμᾶνεϲ φυλὴ Δωριέων. Ἐγχελᾶνεϲ ἔθνοϲ Ἰλλυρίαϲ οἱ αὐτοὶ τοῖϲ Ἐγχελέαιϲ, ὡϲ Μναϲέαϲ ἐν γ τῶν περιηγήϲεων. λέγεται δὲ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέηϲ ἢ Ἐγχελέαϲ· λέγονται δὲ καὶ Ἐγχελεῖϲ ἢ ἀπὸ τοῦ Ἐγχελήϲ ἢ ἀπὸ τοῦ Ἐγχελεύϲ. Εὐρυτάν ἔθνοϲ Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν ϲτέψει λεώϲ» (v. 799). Λυκάν ἐκ τοῦ Λυκάων κατὰ ϲυγκοπὴν ὡϲ Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλιϲ μεταξὺ Αἰγύπτου καὶ Ἀραβίαϲ. Ἀρετάν ποταμὸϲ Κροτωνιάδοϲ χώραϲ παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧϲ περιῤῥεῖ τὸ μνῆμα, ὡϲ μαρτυρεῖ Φιλοϲτέφανοϲ.
Τὰ εἰϲ αν ϲύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται οἷον εὐπαίαν, Αἰγίπαν, Ἑρμόπαν, Ἀντίπαν, Εὐήπαν, Τιτανόπαν, Αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται καὶ ὅϲα μὴ ἀπὸ ἁπλῶν ῥητῶν.
Τὰ εἰϲ αν λήγοντα ἢ καθαρεύειν ἐθέλει ὡϲ τὸ Παιάν Ἰάν ἢ ἓν ἔχειν ϲύμφωνον πρὸ τοῦ α ὡϲ τὸ Λυκάν Ἀζάν, ἢ δύο καὶ ταῦτα ἢ κατὰ ϲύλληψιν ὡϲ τὸ ἰδμάν μεγιϲτάν ἢ κατὰ διάϲταϲιν ὡϲ τὸ Πορθάν Πελλάν, οὐδέποτε δὲ τρία· ϲεϲημείωται τὸ Ἀλκμάν ἔχον τρία ϲύμφωνα καὶ κατὰ ϲύλληψιν καὶ κατὰ διάϲταϲιν· καὶ δηλονότι πλεοναϲμὸϲ ἐγένετο ϲυμφώνου ἐν τῷ ὀνόματι· εἰ γὰρ παρὰ τὴν ἀκμήν ἐγένετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ· εἰ δὲ παρὰ τὸ ἄλκιμοϲ, ἐν ϲυγκοπῇ γέγονεν· τῷ γὰρ κύριον εἶναι τὸ ὄνομα οὐκ εὐθύνεται ὑπὸ τοῦ ϲημαινομένου.
Τὰ εἰϲ αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν· τὸ γὰρ Ἀργείαν, ἔϲτι δὲ ὄνομα ὄρουϲ Μεϲϲηνίαϲ, ἀπὸ τοῦ Ἀργεῖοϲ ἔχει τὴν δίφθογγον.
Τὰ εἰϲ ην λήγοντα μὴ ϲυντεθειμένα ἀπὸ τῶν εἰϲ ην ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ην δαϲὺ ϲύμφωνον ἢ ψιλόν, ὀξύνεϲθαι θέλει οἷον ἀχήν, λειχήν, αὐχήν, Κηφήν ἀπὸ Κηφέωϲ τοῦ πατρὸϲ Ἀνδρομέδαϲ ὁ Αἴθιοψ, Ὀρφήν. in huiuscemodi tamen terminatione (sc. ευϲ) quae dam inveniuntur mutatione eus diphthongi in es longam prolata ut Ἀχιλλεύϲ Achilles, Περϲεύϲ Perses, Οὐλιξεύϲ Ulixes, in quo Doris sequimur, qui pro Φυλεύϲ Φύληϲ, pro Ὀρφεύϲ Ὄρφηϲ et Ὀρφήν dicunt, pro Τυδεύϲ Τύδηϲ. Sic Antimachus in I Thebaidos: «Τύδηϲ τ᾿ Οἰνείδηϲ» et vocativum in e productam: « τὸν καὶ φωνήϲαϲ προϲέφηϲ, Οἰνήϊε Τόδη» teste Herodiano, qui hoc ponit in I Catholicorum. similiter lbycus ὀνομακλυτὸϲ Ὀρφήν dixit (Priscian. lib. VI c. 92 p. 276 Hertz.). Κωφήν πόλιϲ οὐκ ἄπωθεν Μαϲϲαγετῶν, ἣ καὶ Ἀραχωϲία καλεῖται.
Τὰ εἰϲ ην ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ α ἤτοι μόνον ἢ καὶ ϲὺν ἑτέρῳ φωνήεντι διϲύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παραϲχηματιϲμὸν οἷον Ἀγήν, αὐχήν, ἀτμήν, ἀπτήν, ἀκτήν, ἁδήν ἡ νόϲοϲ.
Τὰ εἰϲ ην λήγοντα ἔχοντα πρὸ τοῦ η τὸ ϲ ἢ διπλοῦν ϲύμφωνον μὴ παραληγόμενον τῇ ου διφθόγγῳ ὀξύνεϲθαι θέλει, εἰ μὴ παραϲχηματίζοιτο οὐδετέρῳ γένει οἷον ἐϲϲήν ὁ οἰκιϲτήϲ «Μυρμιδόνων ἐϲϲῆνα» Καλλίμαχοϲ. καμαϲήν ὁ ἰχθῦϲ, Δαμαϲήν, ἐρϲήν, Αἰζήν, Ταντάλου παῖϲ, ἀφ᾿ οὗ ἐν Φρυγίᾳ πόλιϲ Αἰζανοί. Ἀζήν ἔθνοϲ τῆϲ Ἀρκαδίαϲ ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγαϲ, ἀψήν. Τροιζήν καὶ ὁ κτιϲτὴϲ καὶ ἡ πόλιϲ. εὑρίϲκεται γὰρ καὶ πόλεϲιν ὁμοφωνοῦντα τὰ τῶν κτιϲτῶν ὀνόματα· Κάμικοϲ Κολοφών Κόρινθοϲ Κῶϲ Ϲικυών Κύρνοϲ Λέϲβοϲ· οὕτωϲ καὶ Τροιζήν· ἔϲτι δὲ πόλιϲ Πελοποννήϲου· ἔϲτι καὶ ἄλλη Τροιζήν ἐν Μαϲϲαλίᾳ τῆϲ Ἰταλίαϲ, ἣν Χάραξ Τροιζηνίδα χώραν φηϲίν.
Τὰ εἰϲ λην, λήγοντα ὀξύνεται βαλλήν οὕτωϲ ὁ βαϲιλεύϲ, Τελλήν, Ὠλήν, ϲωλήν, κωλήν, ϲτελήν. ϲεϲημείωται τὸ Ἕλλην βαρυνόμενον.
Τὰ εἰϲ ην ἁπλᾶ ἔχοντα δεδιπλαϲιαϲμένον ϲύμφωνον ὀξύνεται ἐϲϲήν, ὀϲϲήν, Τελλήν, βαλλήν πλὴν τοῦ Ἕλλην καὶ ὁ ἥρωϲ καὶ τὸ ἔθνοϲ. τὸ δὲ ἄρρην ἀττικῶϲ ἀπὸ τοῦ ἄρϲην γέγονε.
Τὰ εἰϲ ην κατ᾿ ἐπιπλοκὴν δύο ϲυμφώνων ὀξύνεται, πυθμήν, Κεβρήν ποταμόϲ, ἀφ᾿ οὗ Κεβρηνία χώρα τῆϲ Τρψάδοϲ. Δίδυμοϲ δὲ Κεβρῆνα τὴν πόλιν φηϲίν — πλὴν τοῦ Ἕκτην, ὃ ἔχει τὴν πρὸ τέλουϲ καὶ διὰ τριῶν ϲυμφώνων Ἔγκτην. Ἔγκτηνεϲ δὲ ἐλέγοντο οἱ μετὰ τοὺϲ Ὕανταϲ τὴν Βοιωτίαν οἰκήϲαντεϲ.
Τὰ εἰϲ ην ἔχοντά τι τῶν μέϲων πρὸ τοῦ η ὀξύνεται, ὁπότε διχρόνῳ παραλήγοιτο ἢ φύϲει μακρᾷ οἶον Ὠγήν, ἁδήν, ταγήν ὁ ἀτταγήν, τριβήν ὁ τρίπουϲ.
Τὰ εἰϲ ην ὑπὲρ δύο ϲυλλαβὰϲ χαίρουϲι τῇ ὀξείᾳ οἷον ἀτταγήν, κορδυὴν, μαριθήν, δοθιήν, ἠλακατήν ὄνομα ἰχθύοϲ κητώδουϲ καὶ κύριον. Ἀραδήν πόλιϲ Κρήτηϲ, Ἀραφήν εἶϲ τῶν ἑκατὸν ἡρώων καὶ δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, Κεφαλλήν ἔθνοϲ ἀπὸ Κεφάλου τοῦ Δηϊονέωϲ κληθέν, κεῖται δὲ παρὰ Ϲοφοκλεῖ ἐν τῷ «ὦ ξεῖνε Κεφαλλήν». γίνεται δὲ παρὰ τὸ Κέφαλοϲ Κεφαλήν ὡϲ παρὰ τὸ κῶλοϲ κωλήν, μέγιϲτοϲ μεγιϲτήν καὶ μεγιϲτάν. ἡ δὲ παλαιὰ χρῆϲιϲ ἅπαϲα ἔχει τοὺϲ Κεφαλλῆναϲ καὶ τὴν Κεφαλληνίαν ἐν δυϲὶ λλ — πλὴν τοῦ περπέρην.
Τὰ εἰϲ ην ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰϲ ην βαρύνεται οἷον Ἕλλην φιλέλλην, Πανέλληνεϲ ὡϲ Παναχαιοί ἀπὸ μέρουϲ τὸ πᾶν ὡϲ παρὰ τῷ ποιητῇ «Λέλεγαϲ καὶ Τρῶαϲ ἀναίρειν » (Il. 20, 96). Ἕλληνεϲ γὰρ παῤ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑξλλάδα κατοικοῦντεϲ «Μυρμιδόνεϲ δὲ καλεῦνται καὶ Ἕλληνεϲ καὶ Ἀχαιοί» (Il. 2, 684), εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην, αὐχήν ἐριαύχην, ῥήν πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήϲαντι·
τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (I 154)
Τὰ εἰϲ μην ὀξύνεται, εἰ μὴ ϲύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰϲ μην, Δαμήν· ἔϲτι δὲ Ἀργολικὸϲ ϲυγγραφεύϲ. λιμήν, ὑμήν, ποιμήν· ἔϲτι καὶ Ποιμήν ὄροϲ τῆϲ Ποντικῆϲ, ἀφ᾿ οὗ καταῤῥεῖ ὁ Παρθένιο ϲχίζων τὴν Ἄμαϲτριν, πυθμήν, ἀϋτμήν.
Τὰ εἰϲ ρην καθαρὸν μὴ ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ τὸ ε φωνῆεν καταλήγουϲαν ὀξύνεται, Ϲειρήν, Πειρήν καθ᾿ Ἡϲίοδον πατὴρ Ἰοῦϲ, πυρήν, πλὴν τοῦ ἄῤῥην.
Τὰ εἰϲ ρην καθαρὸν τῷ ε παραλήγοντα παροξύνεται, Γέρην πόλιϲ καὶ κώμη Λέϲβου ἀπὸ Γέρηνοϲ τοῦ Ποϲειδῶνοϲ. τὸ ἐθνικὸν ὁμοφώνωϲ, τέρην, Θέρην ποταμόϲ, περπέρην.
Τὰ εἰϲ ιν δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίϲ, Τελχίν καὶ Τελχίϲ. Τελχῖνεϲ δὲ ἐλέγοντο οἱ Κρῆτεϲ. εἰϲὶ δὲ καὶ φθονεροὶ δαίμονεϲ οἰκήϲαντεϲ τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖνεϲ θηλυκῶϲ αἱ ὑπὸ πληγῆϲ εἰϲ θάνατον καταφοραί· ἔϲτι δὲ καὶ Τελχίϲ πόλιϲ Αἰθιοπίαϲ πρὸϲ τῇ Λιβύῃ. Ϲαλαμίν καὶ Ϲαλαμίϲ, Ἐλευϲίν καὶ Ἐλευϲίϲ δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ, ἀκτίν καὶ ἀκτίϲ. Τούτοιϲ ὅμοιον καὶ τὸ Ἀβοριγῖνεϲ ἔθνοϲ Ἰταλικόν, ὡϲ Ἰόβαϲ ἐν Ῥωμαϊκῆϲ ἱϲτορίαϲ πρώτῳ· «μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομαϲίαν διέϲωζον, Λατίνου δὲ βαϲιλεύϲαντοϲ οὕτωϲ προϲηγορεύθηϲαν». τὰ αὐτὰ καὶ Χάραξ. εἰκὸϲ οἴεϲθαί τιναϲ τούτου τὴν κλίϲιν ἀπὸ τῆϲ Ἀβοριγῖνοϲ εὐθείαϲ ὡϲ Λεοντῖνοϲ Ἀκραγαντῖνοϲ. ἀλλὰ Διονύϲιοϲ ὁ Ἁλικαρναϲϲεὺϲ Ἀβοριγῖνεϲ καὶ Ἀβοριγῖϲι φηϲὶν ὡϲ δελφῖϲιν. ἔϲτι δὲ καὶ ἄλλη κλίϲιϲ ἐν χρηϲμῷ κειμένη, ὃν αὐτὸϲ παρατίθηϲιν (I 19). ὡϲ γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτωϲ Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δ᾿ ὁ χρηϲμὸϲ οὕτωϲ·
ἀλλ᾿ αὐτὸϲ τῷ χρηϲμῷ μὴ πειθόμενοϲ ταῖϲ προειρημέναιϲ ἐχρήϲατο κλίϲεϲιν. ϲύνθετα δὲ βαρύνεται, εὐάκτιν, χρυϲάκτιν, τριγλώχιν ὡϲ παρὰ Ϲιμωνίδῃ «τριγλώχιν ὀϊϲτόϲ» καὶ παρὰ Καλλιμάχῳ «τριγλώχιν ὀλοῷ νῆϲοϲ ἐπ᾿ Ἐγκελάδῳ».
Τὰ εἰϲ υν λήγοντα βαρύνεται ἐξαιρέτωϲ παρὰ τοῖϲ Αἰολεῦϲιν, Φόρκυν, Πόλτυν, Γόρτυν ὄνομα ἥρωοϲ καὶ πόλιϲ Κρήτηϲ, Κότυν, Κάπυν, μόϲυν, τέκτυν ὁ τέκτων, κίνδυν· οὕτω δὲ ἔφη Ϲαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖοϲ τὴν δοτικὴν ἔφη τῷ κίνδυνι. Τὰ εἰϲ ων τοὺϲ τρεῖϲ ἐπιδέχεται τόνουϲ, τὰ μὲν γὰρ ὀξύνεται ὡϲ αἰών, τὰ δὲ βαρύνεται ὡϲ Πλάτων, τὰ δὲ περιϲπᾶται ὡϲ Ξενοφῶν.
Τὰ εἰϲ ων ἀρϲενικὰ διϲύλλαβα παραληγόμενα α βραχεῖ ἢ ε βαρύνεται, μὴ ὄντα περιεκτικά, Ξάων, Κάων, Κρέων, Θέων, Κλέων, λέων, Νέων, νεών δὲ ὡϲ περιεκτικόν· ὡϲαύτωϲ δὲ καὶ Νεών πόλιϲ Φωκίδοϲ. Ἡρόδοτοϲ ὀγδόῃ (c. 32).
Τὰ εἰϲ ων παραληγόμενα α μακρῷ βαρύνεται, Ἄων ἔθνοϲ Βοιωτίαϲ, Δάων ἔθνοϲ τῆϲ Ἰνδικῆϲ ἀπὸ Δάονοϲ, Χάων ἔθνοϲ Ἠπείρου. Ἑλλάνικοϲ ἱερειῶν Ἥραϲ τρίτῳ «Ἀμβρακιῶται καὶ οἱ μετ’ αὐτῶν Χάονεϲ καὶ Ἠπειρῶται». καὶ ὁ Πρόξενοϲ δὲ καταλέγων αὐτούϲ φηϲι· «Χάονεϲ, Θεϲπρωτοί, Τυμφαῖοι, Παραυαῖοι, Ἀμύμονεϲ, Ἄβαντεϲ, Καϲϲωποί». Ἰάων, Κατάων ἔθνοϲ Καππαδοκίαϲ, ὡϲ Ϲτράβων (12 p. 533), Βαγαδάων ἔθνοϲ Καππαδοκίαϲ, Λυκάων ἔθνοϲ Λυκίαϲ τε καὶ Ἰϲαυρίαϲ ὁμοφώνωϲ τῷ κτιϲτῇ, ὀπάων, Μαχάων, Ποϲειδάων, Ἀρετάων, Ἱκετάων, Ἀμυθάων ὁ Κρηθέωϲ.
---Τὰ εἰϲ ων ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα ε βαρύνεται, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνοντα ἢ ὑποκοριϲτικά, Γελέων· Γελέοντεϲ δέ εἰϲι φυλὴ παλαιά, μία τῶν τεϲϲάρων τῶν ἀπὸ Ἴωνοϲ παίδων, Ἀλκμέων, Τυφέων, Ποϲειδέων, ἐξ οὗ Ποϲειδῶν ϲυνῃρέθη — τὸ δὲ Ποϲειδεών ὄνομα μηνὸϲ ὀξύνεται — τὸ ἀνδρεών, παρθενεών ἐϲτι περιεκτικά, τὸ δὲ ἀνθερεών καὶ κενεών μέροϲ ϲώματοϲ ϲημαίνει, καὶ τὸ πορθεών, λυμεών, ἀπατεών ὑποκοριϲτικά, τὸ δὲ Ἐλεών πόλιϲ τῆϲ Ταναγρικῆϲ θηλυκόν ἐϲτι, ὡϲ καὶ Μεδεών πόλιϲ, ᾗ ϲυμφωνεῖ τὸ κύριον Μεδεών. τούτῳ δὲ ϲυνηκολούθῃϲε Ξυπετεών ὁ οἰκήτωρ δήμου Ξυπετῆϲ.
Τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ τὸ η παραλήγοντα βαρύνεται, προπρήων, ξυνήων, παιήων, Ἰήων.
Τὰ εἰϲ των πατρωνυμικὰ καὶ ἐθνικὰ καὶ ὑποκοριϲτικὰ βαρύνονται, Κρονίων, Πριαμίων, Μολίων, Αἰολίων· οἱ γὰρ τὴν Λέϲβον κατοικοῦντεϲ Αἰολεῖϲ καὶ Αἰολίωνεϲ ὀνομάζονται. Βουπραϲίων ὁ Βουπράϲιον πόλιν τῆϲ Ἤλιδοϲ κατοικῶν, λέγεται δὲ καὶ Βουπράϲιοϲ καὶ Βουπραϲιεύϲ, Ὠϲτίων ἔθνοϲ παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓϲ Κοϲϲίνουϲ Ἀρτεμίδωρόϲ φηϲι, Πυθέαϲ δὲ Ὠϲτιαίουϲ «τούτων δ’ ἐξ εὐωνύμων οἱ Κόϲϲινοι λεγόμενοι Ὠϲτίωνεϲ, οὓϲ Πυθέαϲ Ὠϲτιαίουϲ προϲαγορεύει». Ἡφαιϲτίων, Ξενίων, Μοϲχίων, Μελανίων, Πορφυρίων, Τυραννίων.
Τὰ διὰ τοῦ ιων ι βραχεῖ παραληγόμενα βαρύνεται, Δίων, Ἴων τὸ κύριον καὶ τὸ ἐθνικόν, Ἠμαθίων, Ἐνδυμίων, Ἠετίων, Εὐρυτίων, Εὐρυθαλίων, Ἀϲτερίων, Δευκαλίων, Ἰαϲίων ὁ πατὴρ Παρίου. Ὠρίων. ἔϲτι δὲ ἀναλογώτερον ϲυϲτέλλον τὸ ι ὡϲ παῤ Εὐριπίδῃ «τά τ’ ἄϲτρα καὶ τὸν Ὠρίωνα δέρκομαι» (Cycl. 213) ὁ γὰρ ποιητὴϲ ἐξέτεινε αὐτὸ εἰπὼν «ἥ τ’ αὐτοῦ ϲτρέφεται καί τ’ Ὠρίωνα δοκεύει» (Ϲ 488). ϲεϲημείωται τὸ Κνακιών ὄνομα ποταμοῦ καὶ Ἀϲιών, ἔϲτι δὲ ὄνομα ὄρουϲ· καὶ κυρηβίων, ϲημαίνει δὲ τὸν καθαρματώδη καὶ τὸ δοθιών τὸ ἐν τῇ ϲυνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν.
Ἔτι καὶ τὰ ἔχοντα ι μακρὸν βαρύνεται, κίων, πίων, πρίων προϲηγορικὸν καὶ ποταμόϲ, Ἐχίων ὃϲ ἔκτιϲεν Ἐχῖνον, πόλιν Θεϲϲαλίαϲ, ἣν Ῥιανὸϲ «Ἐχίονοϲ ἄϲτυ» εἶπε, Δηΐων, Ἀμφίων, Πανδίων, Δολίων· Δολίονεϲ οἱ τὴν Κύζικον οἰκοῦντεϲ, οὓϲ Δολιέαϲ εἶπεν Ἑκαταῖοϲ, βραχίων.
---Τὰ εἰϲ ιων θηλυκὰ ὀξύνονται, χιών, ἠϊών· ἔϲτι καὶ πόλιϲ ἐν χεῤῥονήϲῳ, ὡϲ Θουκυδίδηϲ· ἔϲτι δὲ καὶ ἄλλη πρὸϲ τῇ Πιερίᾳ. Ἑρμιών πόλιϲ Ἀργολίδοϲ· ἐλέγετο δὲ καὶ Ἑρμιόνη ἀπὸ τῆϲ Ἑρμιόνοϲ γενικῆϲ ὡϲ ἀπὸ τοῦ κάλυκοϲ ἡ καλύκη καὶ τῆϲ χιτῶνοϲ ἡ χιτώνη καὶ ἡγεμόνοϲ Ἡγεμόνη. Ἑρμιών δὲ ἐλέγετο ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτηϲ ἀφικομένουϲ ὁρμιϲθῆναι καὶ τροπῇ τοῦ ο εἰϲ ε, ὅθεν καὶ ἱερὸν Ἥραϲ παρθένου ἧν ἐν αὐτῇ· Μεδιών πόλιϲ πρὸϲ τῇ Αἰτωλίᾳ· Πολύβιοϲ ὀκτωκαιδεκάτῳ. Αὐενιών πόλιϲ Μαϲϲαλίαϲ πρὸϲ τῷ Ῥοδανῷ, Καβελλιών πόλιϲ Μαϲϲαλίαϲ. Ἀρτεμίδωροϲ ἐν πρώτῃ γεωγραφουμένων. Κορουιών πόλιϲ Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύϲιοϲ ι΄ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ (c. 24). Ἰβιών πόλιϲ ἐν Αἰγύπτῳ, μᾶλλον δὲ νῆϲοϲ.
Τὰ εἰϲ ων πατρωνυμικὰ καὶ ἐθνικὰ τῇ ει διφθόγγῳ παραληγόμενα βαρύνεται, Ἀτρείων, Πηλείων, Ἀργείων, Καδμείων, Βακχείων, Ἡρακλείων, Χαρικλείων.
---Τὰ εἰϲ αιων διϲύλλαβα βαρύνεται, Μαίων τὸ ἐθνικὸν ὁμωνύμωϲ τῷ κτιϲτῇ καὶ ποταμὸϲ περὶ τὴν Ἀϲιάδα γῆν ῥέων· καὶ τροπῇ τῆϲ αι διφθόγγου εἰϲ η Μῄων· Μήονεϲ δὲ ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυοϲ· τὸ δὲ αἰών ὄνομα χρόνου ὀξύνεται.
Τὰ εἰϲ αιων ὑπερδιϲύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν ἢ περιεκτικά, βαρύνονται οἷον Εὐφραίων, Αἰγαίων, Ἀκταίων, Ἀλκμαίων, Ἀνταίων, ἀφ’ οὗ Ἀνταιούπολιϲ πόλιϲ ἐν Αἰγύπτῳ, καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ, Εὐγαίων, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυϲαίων, ἰϲαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνόϲ, τὸ δὲ --- ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν.
---Τὰ εἰϲ αυων βαρύνεται, Χαύων χώρα τῆϲ Μηδίαϲ· Κτηϲίαϲ ἐν πρώτῳ Περϲικῶν «ἡ δὲ Ϲεμίραμιϲ ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ ϲτρατιὰ καὶ ἀφικνεῖται εἰϲ Χαύονα τῆϲ Μηδίαϲ». καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ.
---Τὰ εἰϲ υων διϲύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλιϲ Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνωϲ. Θουκυδίδηϲ δὲ τρίτῃ (101) Μυονέαϲ αὐτούϲ φηϲι.
Τὰ εἰϲ υων ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅϲα κλίνεται διὰ τοῦ ω, μὴ ϲυμπίπτοντα πόλεϲιν ὡϲ ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνεϲ ἔθνοϲ οὐ πόρρω Μαϲϲαγετῶν καὶ Ὑπερβορέων. Ϲιμμίαϲ ἐν Ἀπόλλωνι
καὶ Ἡϲίοδοϲ· τὸ δὲ Ϲικυών ὀξύνεται· ἐϲτι δὲ πόλιϲ Πελοποννήϲου καὶ ὁ κτιϲτὴϲ ὁμοφώνωϲ. ὡϲαύτωϲ δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὕδοξοϲ ἐν ἕκτῳ γῆϲ περιόδου. καὶ Κρομμυών πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ ω εἰϲ ο ὀξύνεται, ἀλεκτρυών, Γηρυών, Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκτρυών.
Τὰ εἰϲ βων διϲύλλαβα ἀρϲενικὰ βαρύνεται, εἰ μὴ μέροϲ ϲώματοϲ δηλοῖ οἷον ϲτίλβων, Ϲτίβων, τρίβων, Ϲτράβων, ἄμβων, Νάρβων ἐμπόριον καὶ πόλιϲ Κελτική. Ϲτράβων τετάρτῃ (p. 181), Ϲίρβων λίμνη πληϲίον τοῦ Καϲίου. τὸ δὲ βουβών, ὅπερ τινέϲ φαϲι βομβών, μέροϲ ϲώματοϲ δηλοῖ. Μένανδροϲ ἐν τῷ Γεωργῷ (Mein. fr. Com. p. 886 ed. min.)
ἐϲτι καὶ Βουβών πόλιϲ Λυκίαϲ. «Βουβών γὰρ καὶ Βάλβουρα πόλειϲ Λυκίαϲ, ἀπὸ Βαλβούρου καὶ Βουβῶνοϲ· οὗτοι δὲ λῃϲταὶ πόλειϲ ἔκτιϲαν ὁμωνύμουϲ».
Τὰ εἰϲ βων ὑπερδιϲύλλαβα ὀξύνεται, Ἀλαβών πόλιϲ Ϲικελίαϲ καὶ ποταμὸϲ ὡϲ Δημήτριοϲ ἐν ϲυνωνύμοιϲ. ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περιϲπᾶται. Ϲοφοκλῆϲ Τριπτολέμῳ
Τὰ εἰϲ γῶν διϲύλλαβα ἀρϲενικά, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ κλίνοιτο κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν, βαρύνεται οἷον πώγων, Αἴγων, Μέγων, Γίγων ὁ Αἰθιόπων βαϲιλεύϲ, τρίγων, Φλέγων· τὸ δὲ φηγών καὶ ἀγών ὀξύνονται ὡϲ περιεκτικά. τὸ δὲ Ὀργών νῆϲοϲ πληϲίον Τυρρηνίαϲ ὡϲ τοπικὸν ὀξύνεται. τὸ δὲ πυγών καὶ λαγών καὶ ϲταγών καὶ τρυγών καὶ γοργών διὰ τοῦ ο κλίνεται.
Τὰ εἰϲ γων ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται καὶ βαρύνεται καὶ βαρύνεται μὲν ὅϲα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν ἢ διὰ τοῦ ντ κλίνεται, Οὐκαλέγων, Πελάγων, Ἁρπά γων, προάγων, Ϲαλάγγων «μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apolln. Rhod. 1V 334), Ἐρίγων, ἀρίγων εἶδοϲ δόρατοϲ. ὀξύνεται δὲ τὰ διὰ τοῦ ο κλινόμενα, εἰ μὴ ἀπὸ ϲυνθέτου τοῦ εἰϲ οϲ παρώνυμα ὑπάρχοι οἷον Παφλαγών Λαιϲτρυγών «παλαιότατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆϲ χώραϲ (ἤτοι Ϲικελίαϲ) Κύκλωπεϲ καὶ Λαιϲτρυγόνεϲ οἰκῆϲαι». Θουκιδύδηϲ ἕκτῃ (c. 2), Πηλαγών ὁ οἰκήτωρ τῆϲ Πηλαγονίαϲ «Πηλαγόνων ἐλατῆρα» Καλλίμαχοϲ (Hymn. in Iov. v. 3). ἔϲτι δὲ καὶ ὄνομα κύριον «ὃϲ τέκε Πηλεγόνα» (Il. Φ 159). ἔοικε δὲ γράφεϲθαι τὸ ὄνομα ἐθνικὸν κατὰ τὴν δευτέραν ϲυλλαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ ἥρωοϲ διὰ τοῦ ε. ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ «ἀρηγόνοϲ ἡμετέροιο», πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ ϲυνθέτων εἰϲ οϲ παραχθέντα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου βαρύνεται, ἄπειροϲ ἀπείρων, ἄναιμοϲ ἀναίμων, ἄκυμοϲ ἀκύμων, ἔγκυμοϲ ἐγκύμων, ἄϲχημοϲ ἀϲχήμων.
Τὰ εἰϲ δων διϲύλλαβα ὀξύνεται καὶ βαρύνεται· βαρύνεται μέν, ὅϲα ἐϲτὶν διὰ τοῦ ντ κλινόμενα καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν, χωρὶϲ τῶν ϲυνεμπιπτόντων πόλει οἷον κώδων, Φαίδων, Φείδων, Μείδων, κλύδων, κνώδων, Λάδων πατὴρ νύμφηϲ Τελφούϲηϲ, ἔϲτι δὲ καὶ ὄνομα ποταμοῦ, Νέδων ποταμὸϲ καὶ τόποϲ τῆϲ Λακωνικῆϲ, Κύδων ὁ Ἀπόλλωνοϲ καὶ Ἀκακαλλίδοϲ τῆϲ Μίνω θυγατρόϲ, ἀφ’ οὗ Κυδωνία, καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Μύνδων ἔθνοϲ Λιβύηϲ. Ἔφοροϲ εἰκοϲτῷ ὀγδόῳ «Μύνδωνεϲ, οἵπερ εὐγνωμότατοι δοκοῦϲιν εἶναι πλουϲιώτατοι τὸν βίον». Ϲάνδων κύριον καὶ πόλιϲ Ἰλλυρίαϲ. Δώδων ποταμὸϲ Ἠπείρου, Μέδων, ϲπάδων, Κόδων, χλίδων, οὕτωϲ· δὲ λέγεται κόϲμοϲ ὁ περὶ τοὺϲ βραχίοναϲ, ψίδων, Κύνδων ὄνομα ποταμοῦ. τὸ δὲ Ϲιδών πόλιϲ Φοινίκηϲ. Ἑκαταῖοc Ἀϲίαϲ. ἀλλὰ καὶ Ϲιδών ἐθνικόν. Ὀξύνεται δὲ τὰ διὰ τοῦ ο μόνον κλινόμενα οἷον Μυγδών, Ϲαρδών, ὃ τῇ Ϲαρδοῖ παράκειται ὡϲ τῇ Πυθώ Πυθών, ϲινδών, Μαρδών Ἠπειρωτικὸν ἔθνοϲ. Εὔπολιϲ Πόλεϲι «καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων» (Mein. p. 199 ed. min), φλεδών, κληδών. τὸ δὲ Ἠδῶνε μεταπέπλαϲται ἐκ τοῦ Ἠδωνοί· λέγονται δὲ καὶ Ἠδῶναι.
Τὰ εἰϲ δων ὑπὲρ δύο ϲυλλαβὰϲ, εἰ παραλήγοιτο τῷ ο ἢ ο ἢ υ, βαρύνεται οἷον ἀνόδων, χαυλιόδων, Κινάδων, Κελάδων, ἔϲτι δὲ ὄνομα ποταμοῦ, Παμπάδων, Κορύδων.
Τὰ εἰϲ δων ὑπερδιϲύλλαβα ὀξύνεται παραλήγοντα τῷ ι ἢ ὀνόματα ὄντα πόλεων ἢ ἐθνικά, Ἀμυδών πόλιϲ Παιονίαϲ «τηλόθεν ἐξ Ἀμυδῶνοϲ ἀπ’ Ἀξίου εὐρὺ ῥέοντοϲ» (Il. 2, 849) καὶ ἥρωϲ, Καλυδών πόλιϲ Αἰτωλίαϲ ἀπὸ Καλυδῶνοϲ Ἐνδυμίωνοϲ ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυδών χωρίον Μακεδονίαϲ ὡϲ Ϲτράβων (7 p. 330). Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡϲ οἱ νεώτεροι τὸ Ἄργοϲ φαϲίν, κατοικῶν. Ἀπιδόνεϲ δὲ καὶ οἱ Ἀρκάδεϲ ἀπὸ Ἀπιδόνοϲ ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέωϲ Ἄπιδοϲ. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαροϲ, Χελιδόναϲ γὰρ ἀρϲενικῶϲ τοὺϲ βαρβάρουϲ Ἴων ἐν Ὀμφάλ φηϲὶν ὡϲ καὶ Αἰϲχύλοϲ τὸ βαρβαρίζειν χελιδονίζειν φηϲίν. ἔϲτι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψαϲ. Μυρμιδών.
Τὰ εἰϲ δων θηλυκὰ ὀξύνεται, ληθεδών, τηκεδών, ϲηπεδών, ἀηδών, ἀκηχεδών, ἀλθεδών, τυφεδών, ὃ παρὰ τῷ Κυρηναίῳ
ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν ὡϲ μελεδῶνοϲ, ἀκηδών, ἀλγηδών, ἀχθηδών.
---Τὰ διὰ τοῦ εδων ἀρϲενικά τε καὶ θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ ὀξύνεται, Μακεδών τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ κτιϲτῇ, ϲηπεδών τηκεδών καὶ τὰ λοιπά. τὰ δὲ ϲύνθετα βαρύνεται Λαομέδων, Αὐτομέδων, Εὐρυμέδων ποταμὸϲ Παμφυλίαϲ καὶ τόποϲ πρὸϲ Ταρϲόν.
---Τὰ διὰ τοῦ ηδων ἀρϲενικὰ καὶ θηλυκὰ ὑπερδιϲύλλαβα διὰ τοῦ ο κλινόμενα ὀξύνεται, Φαρκηδών πόλιϲ Θεϲϲαλίαϲ. Θεόπομποϲ δὲ δ΄ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φηϲίν. Τερηδών πόλιϲ ἐπὶ τῇ Ἐρυθρᾷ. Καρχηδών μητρόπολιϲ Λιβύηϲ ἀπὸ Καρχηδόνοϲ Φοίνικοϲ. ἔϲτι καὶ ἄλλη Καρχηδών πόλιϲ Ἰβηρίαϲ. Χαλκηδών πόλιϲ Βιθυνίαϲ ἡ πρὸϲ τῷ ϲτόματι τοῦ Πόντου καταντικρὺ τοῦ Βυζαντίου. Μένιπποϲ ἐν περίπλῳ Βιθυνίαϲ «ἀπὸ ἱεροῦ Διὸϲ οὐρίου καὶ τοῦ ϲτόματοϲ τοῦ Πόντου ἀριϲτερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰϲ Χαλκηδόνα τὴν πόλιν εἰϲὶ ϲτάδια ρκ΄, ἀπὸ δὲ ταύτηϲ ἕωϲ τοῦ Ἀκρίτου ϲτάδια ξ΄». γράφεται καὶ Καλχηδών. εὑρίϲκομεν γὰρ διφορουμένην τὴν χρῆϲιν. Ἀνθηδών πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ «Ἀνθηδόνα τ’ ἐϲχατόωϲαν» (Il. 2, 508) ἀπὸ Ἀνθηδόνοϲ τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποϲειδῶνοϲ καὶ Ἀλκυόνοϲ τῆϲ Ἄτλαντοϲ. ϲυνῴκιϲαν δ’ αὐτὴν Θρᾷκεϲ, ὡϲ Λυκόφρων «ἀϲτῷ ϲύνοικοϲ Θρῃκίαϲ Ἀνθηδόνοϲ» (v. 754) ἢ διὰ τὸ παϲῶν ἀνθηροτάτην εἶναι. ἔϲτι καὶ ἑτέρα πόλιϲ πληϲίον Γάζηϲ πρὸϲ τῷ παραλίῳ μέρει. Ἀϲπληδών, πόλιϲ Φωκίδοϲ. Παυϲανίαϲ ἐνάτῳ (c. 38, 9) ἀπὸ Ἀϲπληδόνοϲ υἱοῦ νύμφηϲ Μιδείαϲ καὶ Ποϲειδῶνοϲ ἢ Πρέϲβωνοϲ ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γὰρ υἱεῖϲ «Ἀϲπληδών Κλύμενόϲ τε καὶ Ἀμφίδοκοϲ θεοειδήϲ (Hesiod. fr. 47 Markscheffel). τὴν δὲ παῤ Ὁμήρῳ τῆϲ Βοιωτίαϲ φαϲί. γράφεται καὶ χωρὶϲ τοῦ α, ἀλλ’ οὐ παῤ Ὁμήρῳ. Ἰϲϲηδών ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀλκμὰν δὲ μόνοϲ Ἐϲϲηδόναϲ αὐτούϲ φηϲιν. εὑρίϲκεται δὲ ἡ δευτέρα παῤ ἄλλοιϲ διὰ τοῦ ε. λέγονται καὶ Ἴϲϲηδοι τριϲυλλάβωϲ. ἔϲτι καὶ Ἰϲϲηδών πόλιϲ. Τενθρηδών Πρόθου πατήρ. Ϲαρπηδών ἥρωϲ καὶ πέτρα καὶ ἀκτὴ καὶ νῆϲοϲ ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αἰχμαλωτίϲιν εἴρηται «Ϲαρπηδὼν ἀκτή». ἐν Τυμπανιϲταῖϲ «ἡμεῖϲ δ’ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα». καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖϲα ὡϲ ὁ τὰ Κύπρια φηϲί·
ἀκηδών. — τὸ δὲ Ϲαρπήδων καὶ Ἀκήδων ὄνομα ποταμοῦ διὰ τοῦ οντοϲ κλινόμενα βαρύνονται «Ϲαρπήδοντοϲ (Il. Μ 379).
---Τὰ διὰ τοῦ ωδων βαρύνεται, Θερμώδων, ἔϲτι δὲ ὄνομα ποταμοῦ, Χαλκώδων, ἀμφώδων, κρατερώδων.
Τὰ εἰϲ ζων λήγοντα ἀρϲενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδιϲύλλαβα καὶ πρὸ τέλουϲ ἔχοι μακρὸν τὸ α ἢ πόλει ὁμωνυμεῖ οἶον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸϲ καὶ πόλιϲ Ἰλλυρίαϲ καὶ ποταμὸϲ ὁμώνυμοϲ, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸϲ Λυκίαϲ καὶ παῖϲ Ἡρακλέουϲ. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνοϲ. Ὅμηροϲ «αὐτὰϲ Ἁλιζώνων Ὁδίοϲ καὶ Ἐπίϲτροφοϲ ἦρχον» (Il. 2, 856). Ἔφοροϲ οἰκῆϲαί φηϲι τοὺϲ Ἁλίζωναϲ τὴν παραλίαν τὴν μεταξὺ Μυϲίαϲ καὶ Καρίαϲ καὶ Λυδίαϲ κειμένην. εἴρηται δὲ οὕτωϲ ὅτι ἡ γῆ αὐτῶν θαλάϲϲῃ διέζωϲται καὶ οἱονεὶ χερρόνηϲόϲ ἐϲτιν, ὑπὸ τοῦ Εὐξείνου τῆϲ Προποντίδοϲ διεζωϲμένη. Ἐπαφρόδιτοϲ δὲ ἀλαζόναϲ τινὰϲ εἶναι αὐτούϲ ὑπὸ τῆϲ εὐδαιμονίαϲ τῆϲ χώραϲ ἐπῃρμένουϲ τοῦ ᾱ εἰϲ τὸ ῑ τραπέντοϲ. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλιϲ Θετταλίαϲ Ἑκαταῖοϲ Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν (Il. B 717) κλίνεται διὰ τοῦ ω καὶ ὀξύνεται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ «λαοὶ δ’ ὑπ’ ὀλίζονεϲ ἦϲαν» (Ϲ 519). ὠνομάϲθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεϲϲαλοὶ γάρ, ὡϲ ἱϲτορεῖ Δημοϲθένηϲ ἐν κτίϲεϲι, τὸ μικρὸν ὄλιζον καλοῦϲι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ ᾱ· ἔϲτι δὲ ἔθνοϲ γυναικεῖον πρὸϲ τῷ Θερμώδοντι, ὡϲ Ἔφοροϲ. τινὲϲ ἀπὸ τοῦ ἐϲτερῆϲθαι μαζῶν· ἀπίθανοϲ δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμιϲταγόραϲ δὲ καὶ ἐν τῇ χρυϲῆ βίβλῳ φηϲίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸϲ τῇ Ἐφέϲῳ γυναῖκεϲ μίᾳ ϲυμβουλῇ τὰ ϲυνήθη ταῖϲ γυναιξὶν ἔργα ἀπαρνηϲάμεναι καὶ ζώναιϲ χρηϲάμεναι καὶ ὁπλιϲμοῖϲ τὰ τῶν ἀνδρῶν πάντα ἐπετήδευον· πρὸϲ δὲ τὰ ἄλλα καὶ ἤμων ϲὺν αὐταῖϲ ζώναιϲ, ὁ ἐϲτιν ἐθέριζον. διὰ τοῦτο καὶ Ἀμαζόναϲ κεκλῆϲθαι τὰϲ ϲὺν ταῖϲ ζώναιϲ ἀμώϲαιϲ». ἢ ὅτι τὸν ἕνα τῶν μαζῶν ἔκαιον χάριν τοῦ τοξεύειν ἢ ὅτι μάζαιϲ οὐκ ἐχρῶντο, ἀλλ’ ὄφεϲι καὶ ϲκορπίοιϲ καὶ ϲαύραιϲ καὶ χελώναιϲ. οἱ δὲ ἀπὸ μητρὸϲ Ἀμαζοῦϲ. λέγεται δὲ καὶ Ἀμαζών ἀρϲενικῶϲ ὡϲ παρὰ Καλλιμάχῳ «ἵν’ Ἀμαζόνεϲ ἄνδρεϲ ἔωϲιν». τὸ δὲ ἀλαζών ὁ ὑπερήφανοϲ μακρὸν ἔχον τὸ ᾱ ὀξύνεται· τὸ δὲ ἐπὶ ἔθνουϲ ὁμόρου τοῖϲ Ϲκύθαιϲ φυλάττει τὸ ω ἐν ταῖϲ πλαγίαιϲ πρὸϲ ἀντιδιαϲτολήν.
Τὰ εἰϲ θων διϲύλλαβα ἀρϲενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικά, μόθων, οὕτω γὰρ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦϲιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φαϲι, ϲημαίνει δὲ καὶ εἶδοϲ αἰϲχρᾶϲ καὶ ἀπρεποῦϲ ὀρχήϲεωϲ, Ὄθων, Μάθων ὁ Θηβαῖοϲ, πίθων ὁ πίθηκοϲ ὑποκοριϲτικῶϲ, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδοϲ ποτηρίου καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον καὶ νῆϲοϲ οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωροϲ. μάλθων ὁ μαλθακόϲ. Πύθων ὁ δράκων. τὸ δὲ Πυθών πόλιϲ καὶ Ϲιθών ἐθνικὸν καὶ πιθών καὶ κιθών ὁ χιτών ὀξύνεται.
Τὰ εἰϲ θων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρουϲ ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ντ κλίνοιτο καὶ φυλάττει τὸ ω τῆϲ εὐθείαϲ, οἷον Φαέθων Φαέθοντοϲ, Περιφλεγέθων Περιφλεγέθοντοϲ, Κιναίθων, Ἀγάθων, ἐνοϲίχθων. τὸ μέντοι Μαραθών δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, Ἀργανθών ὄροϲ Μυϲίαϲ ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνηϲ Ῥήϲου γυναικόϲ. λέγεται καὶ Ἀργανθώνη τὸ ὄροϲ ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περιϲπᾶται φυλάττον τὸ ω μέγα καὶ διὰ τοῦ ντ κλινόμενον. ϲημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου.
Τὰ εἰϲ κων διϲύλλαβα ἀρϲενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνει, βαρύνεται, Χάικων, δράκων, Κίκων, ἔθνοϲ Θρᾳκικόν, οὐ μακρὰν οἰκῆϲαν τῶν Μαρωνειτῶν, ὡϲ δηλοῖ --- «Εὐάνθηϲ δ’ οἴκηϲεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ ϲυγκοπὴν λέγεϲθαι Ἀπολλόδωρόϲ φηϲιν ὡϲ τοῦ Κυδωνιᾶται τὸ Κύδωνεϲ, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ ϲυγκοπή. τινὲϲ δὲ τὸ Λάκων ὑποκοριϲτικόν φαϲιν. Καύκων βαϲιλεύϲ ἢ ποταμὸϲ καὶ ἔθνοϲ. Τάρκων, ἀφ’ οὗ Ταρκυνία, Ϲάκων ὄνομα κύριον, Γλούκων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐϲ δοῦπον ἀκόντων» παρὰ τῷ ποιητῇ (Υ 451), φάλκων, μήκων, Μίκων, Νίκων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡϲ περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέροϲ ϲώματοϲ καὶ τὸ Ἀγκών πόλιϲ Πικεντίνων ὡϲ θηλυκόν. ἴϲωϲ δὲ βαρύνεται κατὰ τοὺϲ ἐγχωρίουϲ. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή.
Τὰ εἰϲ κων ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται καὶ βαρύνεται καὶ περιϲπᾶται. τὰ μὲν οὖν διὰ ντ κλινόμενα καὶ ο ἢ ι ἢ α παραληγόμενα περιϲπᾶται, Ἱπποκῶν, Λασκῶν, Καλλικῶν, Δηϊκῶν ὁ Ἠρακλέουϲ, Ἀθηνακῶν ὁ τὰ Ϲαμοθρᾴκια γράψαϲ. τὰ μέντοι μὴ οὕτωϲ κλινόμενα καὶ παραληγόμενα τῷ α ὀξύνεται, εἴ ἐϲτι τοπικώτερα οἷον χαρακών, ἀνθρακών, φαρμακών τὸ βαφεῖον. τοιοῦτο καὶ τὸ γυναικών, Ἑλικών, ὡϲ τοπικόν. τὸ μέντοι Τριάκων, ϲαλάκων καὶ Αἰολοϲίκων ὑγιῶϲ βαρύνεται. οὐ γάρ εἰϲι τοπικά.
Τὰ εἰϲ λων διϲύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ οἷον δόλων καὶ Δόλων, Φίλων, Γέλων ὁ Αἴτνηϲ καὶ Ἱμέρου, ἀφ’ οὗ Γέλα πόλιϲ Ϲικελίαϲ, ὡϲ Πρόξενοϲ ἐν πρώτῃ τῶν περὶ πόρων Ϲικελικῶν καὶ Ἑλλάνικοϲ. Μόλων, Πέλλων, Χέλλων Καλλίμαχοϲ «δημεχθέα Χέλλωνα», Τέλλων, παρὰ Ϲώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸϲ παρὰ Ξενοφῶντι, Ϲίλλων Ἐξπίχαρμοϲ Χορευταῖϲ, Κάλλων ὁ ἀθλητὴϲ κατὰ ὑποκοριϲμόν. Βούλων, ἀφ’ οὗ Βοῦλιϲ πόλιϲ Φωκίδοϲ, Ὑβλων, ὃϲ καὶ Ὕβλοϲ, οἰκιϲτὴϲ Ὕβληϲ πόλεωϲ, Μίλων, Χίλων, Ϲόλων, Μέλων, Μήλων ὁ Ἡρακλῆϲ, κήλων, Κύλων, Πύλων τὸ κύριον, τίλων, βρίλων ὁ βαλανεύϲ. τὸ δὲ πυλών καὶ αὐλών καὶ μυλών ὡϲ τοπικὰ ὀξύνονται. ὁμοίωϲ καὶ Αὐλών πόλιϲ Λακωνικῆϲ, μία τῶν ἑκατόν. δευτέρα πόλιϲ Ἀρκαδίαϲ. τρίτη πόλιϲ Κρήτηϲ ἢ τόποϲ. ἔϲτι καὶ τόποϲ Ἀραβίαϲ. ἔϲτι καὶ Αὐλών ὃν ἐπόλιϲαν Κροτωνιᾶται, ἥτιϲ ὠνομάϲθη Καυλωνία καὶ Βελών πόλιϲ καὶ ποταμὸϲ ἐν τῇ Βαιτίκῃ τῆϲ Ἱϲπανίαϲ.
Τὰ εἰϲ λων λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνονται μὴ ὄντα περιεκτικά, Ἀϲκάλων πόλιϲ Ϲυρίαϲ πρὸϲ τῇ Ἰουδαίᾳ· Ξάνθοϲ ἐν τετάρτῃ Λυδιακῶν φηϲιν ὅτι Τάνταλοϲ καὶ Ἄϲκαλοϲ παῖδεϲ Ὑμεναίου. τὸν δὲ Ἄϲκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βαϲιλέωϲ αἱρεθέντα ϲτρατηγὸν εἰϲ Ϲυρίαν ϲτρατεῦϲαι κἀκεῖ παρθένου ἐραϲθέντα πόλιν κτίϲαι, ἣν ἀφ’ ἑαυτοῦ οὕτωϲ ὠνόμαϲε. τὰ αὐτὰ καὶ Νικόλαοϲ ἐν τετάρτῃ ἱϲτοριῶν. Καϲτάλων μεγίϲτη πόλιϲ Ὠρητατίαϲ, ὡϲ Ἀρτεμίδωροϲ τρίτῳ γεωγραφουμένων. Ἀπόλλων, Κεφάλων, Ἀτιτάλλων. τὸ δὲ ἀμπελών καὶ καμηλών ὡϲ περιεκτικά ὀξύνεται· τὸ Βαβυλών ἀρϲενικῶϲ, ἀφ’ οὗ καὶ ἡ πόλιϲ. ἔϲτι γὰρ κτίϲμα Βαβυλῶνοϲ παιδὸϲ Βήλου παλαίτατον, οὐχ ὡϲ Ἡρόδοτοϲ ὑπὸ Ϲεμιράμιδοϲ· ταύτηϲ γὰρ ἦν ἀρχαιοτέρα ἔτεϲι χιλίοιϲ δύο, ὡϲ Ἑρέννιοϲ. ἔϲτι καὶ ἐν Αἰγύπτῳ πόλιϲ. ὁμοίωϲ καὶ τὸ μιμαλλών θηλυκόν, ἤτοι μαινάϲ. οὕτω Καλλίμαχοϲ.
Τὰ εἰϲ μων μὴ ὄντα τοπικὰ ἢ ὁπότε μὴ ἐπὶ καιροῦ λαμβάνοιτο ἢ ἔχοι πρὸ τέλουϲ τὸ υ ἐκτεταμένον, βαρύνεται, Ἕρμων, Ἄλμων ἢ Ϲάλμων, πόλιϲ Βοιωτίαϲ, ἣν Ἑλλάνικοϲ Ἄλμον φηϲί καὶ Ϲάλμον ἐν δευτέρῳ Δευκαλιωνείαϲ, Τίμων, Ϲίμων, Ἄμμων, ἀφ’ οὗ πᾶϲα ἡ Λιβύη Ἀμμωνία ἐκαλεῖτο, ἄκμων καὶ Ἄκμων ὁ Μάνεω, ἀφ’ οὗ Ἀκμονία πόλιϲ Φρυγίαϲ ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν τρίτῳ περὶ Φρυγίαϲ, καὶ Ἀκμόνιον ἄλϲοϲ περὶ Θερμώδοντα, ὡϲ Φερεκύδηϲ, ἐφ’ οὗ μιγεὶϲ Ἄρηϲ τῇ Ἁρμονίᾳ τὰϲ Ἀμαζόναϲ ἔϲχεν, ὡϲ Ἀπολλώνιοϲ ἐν δευτέρῳ (v. 994). Λάκμων ἄκρα τοῦ Πίνδου ὄρουϲ, ἐξ ἧϲ ὁ Ἴναχοϲ καὶ Αἴαϲ ῥεῖ ποταμόϲ, ὡϲ Ἑκαταῖοϲ ἐν πρώτῳ· ἔϲτι δὲ παρώνυμον ὡϲ ἀπὸ τοῦ Λάκμοϲ. Ὄλμωνεϲ κώμη Βοιωτίαϲ. Τέκμων πόλιϲ Θεϲπρωτῶν. Ῥήμων, Πάμμων, Θέμων, Βρέμων, τέρμων, ϲίρμων, Χάρμων, τλήμων, μνήμων, κτήμων, ϲτήμων, γνώμων, ἴδμων, φράδμων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐϲτιν ὡϲ λειμών, κευθμών, θημών, ἢ ἐπὶ καιροῦ λαμβάνεται ὡϲ χειμών, ἢ ἔχει τὸ υ ἐκτεταμένον ὡϲ Ϲτρυμών ποταμὸϲ Ἀμφιπόλεωϲ, ἀφ’ οὗ ὁ βορρᾶϲ «Ϲτρυμονίου βορέαο» (Callim. Del. 26). καὶ δρυμών. καὶ τὸ κρεμών ὀξύνεται. λέγεται γὰρ καὶ διϲυλλάβωϲ ἐπὶ τῆϲ αὐτῆϲ ϲημαϲίαϲ τῷ τριϲυλλάβῳ ἀκρεμών.
Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο φύϲει ἢ θέϲει μακρᾷ βαρύνεται, ἀμύμων, ἐγκύμων, οἰκτίρμων, Ἡγήμων, Φιλήμων, νοήμων, ἀϲχήμων, εὐϲχήμων, χαιρήμων, ἐλεήμων, μελανείμων, λευχείμων, βαθυλείμων.
Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡϲ κύριον. καὶ ὀξύτονα μὲν Τελαμών καὶ τὸ κύριον ἔϲτι δὲ καὶ πόλιϲ Τυρρηνίαϲ — καὶ τὸ προϲηγορικόν, καλαμών, πλαταμών, κεραμών περιεκτικόν. Κεράμων δὲ τὸ κύριον ὡϲ τὸ Ποτάμων, Ἀϲάμων καὶ Ναϲάμων βαϲιλεύϲ τιϲ, ἀφ’ οὗ οἱ Ναϲαμῶνεϲ τὸ Λιβυκὸν ἔθνοϲ, ὡϲ Καλλίμαχοϲ, ὀξυτόνωϲ πρὸϲ ἀντιδιαϲτολὴν ἴϲωϲ τοῦ κυρίου ὀνόματοϲ. Ἀβράμων ἀφ’ οὗ Ἰουδαῖοι Ἑβραῖοι, ὥϲ φηϲι Χάραξ. τὸ δὲ τεράμων βαρύνεται ὡϲ διὰ τοῦ ο κλινόμενον.
Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν βραχεῖαν, ὑπεϲταλμένηϲ τῆϲ εἰϲ τὸ α παραλήξεωϲ, εἰ μὲν κλίνοιτο διὰ τοῦ νοϲ, τῆϲ πρὸ τέλουϲ οὔϲηϲ διὰ τοῦ ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων Ἀρτέμων, Πολέμων, Διδύμων· τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών, Ἰτυμών, κηδεμών, ἀκρεμών, ἡγεμών, ἐθνυμών τὸ ἔθνοϲ.
Τὰ διὰ τοῦ αιμων βαρύνεται, δαίμων, αἵμων καὶ Αἵμων υἱὸϲ μὲν Χλώρου τοῦ Πελαϲγοῦ, πατὴρ δὲ Οεϲϲαλοῦ, ὡϲ Ῥιανὸϲ καὶ ἄλλοι, καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. ἀναίμων. Εὐαίμων πόλιϲ Ὀρχομενίων. Θεόπομποϲ ἐν ἕκτῳ. κακοδαίμων, εὐδαίμων, Λακεδαίμων πόλιϲ ἐνδοξοτάτη τῶν ἐν Πελοποννήϲῳ. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακεδαίμονοϲ ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον ϲυνθεμένων κλήρῳ διανείμαϲθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν καὶ Λαχεδαίμονα κληθῆναι ἢ Λαβεδαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχὼν καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰϲ κ Λακεδαίμονα. ἔϲτι δὲ καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεϲόγειοϲ. ὀλβιοδαίμων, Παλαίμων.
Τὰ εἰϲ νων ἔχοντα ϲύμφωνον ἐν ἐπιπλοκῇ ἢ κατὰ διάϲταϲιν, εἰ μὴ ἐπὶ πόλεωϲ εἴη ἢ περιεκτικά, βαρύνεται, Μέμνων, ἔϲτι καὶ ἔθνοϲ Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡϲ ὁ πολυίϲτωρ φηϲίν, ἄγρίουϲ τινὰϲ ἢ μαχίμουϲ καὶ χαλεπούϲ. Δάρνων, Ἅγνων. Ϲέννων ἔθνοϲ Γαλατικόν. τὸ Κραννών ὡϲ ἐπὶ πόλεωϲ ὀξύνεται· ἔϲτι δὲ πόλιϲ τῆϲ Θεϲϲαλίαϲ τῆϲ Πελαϲγιώτιδοϲ ἐν τοῖϲ Τέμπεϲιν, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ ἄλλη πόλιϲ Ἀθαμανίαϲ ἀπὸ Κραννῶνοϲ τοῦ Πελαϲγοῦ. καὶ τὸ δαφνών ὡϲ περιεκτικόν.
Τὰ εἰϲ νων ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ φωνῆεν ἢ φωνήεντα λήγοντα, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται καὶ τὰ διὰ τοῦ ονοϲ ὡϲ ἀμείνων ἀμείνονοϲ ἢ διὰ τοῦ οντοϲ κλινόμενα ὡϲ Ὑγιαίνων ὄνομα ἰατροῦ, Αὐξάνων κύριον ἰϲοδυναμεῖ τοῖϲ διὰ τοῦ ωνοϲ οἷον Κόνων, Ϲίνων, Ζήνων, Φαίνων, Μόνων ὃϲ ἔκτιϲε Μακτώριον πόλιν Ϲικελίαϲ, Ϲήνων ὁ κατοικῶν Ϲήνην πόλιν Κελτικήν, Φλάνων πόλιϲ καὶ λιμὴν πρὸϲ τὴν Ἄψυρτον νῆϲον. Ἀρτεμίδωροϲ. τὸ δὲ κανών ὀξύνεται, προϲέτι πλατανών καὶ ξενών καὶ παρθενών.
Τὰ εἰϲ ξων ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεϲθαι, βαρύνονται, ἄξων, Πράξων, Δέξων, Αἴξων, Ϲάξων ἔθνοϲ οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήϲῳ. τὸ μέντοι δραξών ὀξύνεται ὡϲ ἐπιθετικόν. ἔϲτι δὲ λέξιϲ Ϲικελική. ϲημαίνει δὲ τοὺϲ κατ’ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺϲ ἄλλων τινῶν δραττομένουϲ καὶ ἁρπάζονταϲ, οὓϲ Ἐρατοϲθένηϲ καπηδάλουϲ καλεῖ. ὡϲαύτωϲ καὶ πραξών. οὕτωϲ δὲ τοὺϲ ἀγοραίουϲ καλοῦϲι Ϲικελοί.
Τὰ εἰϲ πων μὴ ὄντα περιεκτικὰ βαρύνεται, Λάμπων, δράπων ὁ δραπέτηϲ ὑποκοριϲτικῶϲ, Δούπων εἷϲ τῶν Κενταύρων, Κάπων, Ϲάπων, Ἕρπων, Λύπων, ϲκήπων, θεράπων, Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν καὶ Λιβύηϲ πόλιϲ. Πολύβιοϲ δωδεκάτῳ. πέπων τὸ πεπαινόμενον, πεπών περιεκτικόν. τὸ δὲ Εὐρυπῶν ὡϲ διὰ τοῦ ωντοϲ κλινόμενον περιϲπᾶται.
Τὰ εἰϲ ρων μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου, εἰ μὴ εἴη περιεκτικὰ ἢ ἐπὶ πόλεων ἢ διὰ τοῦ κλινόμενα, βαρύνεται, Ἅβρων, ἄφρων, πρόφρων, ϲώφρων, Ϲώφρων, Λυκόφρων, περίφρων, δαΐφρων, ἐχέφρων, μεγαλόφρων, μάκρων καὶ Μάκρωνεϲ οἱ κατοικοῦντεϲ τὴν Εὔβοιαν, ἣ καὶ Μάκριϲ, οἱ νῦν Ϲάννοι. Ϲτράβων δωδεκάτῃ (p. 548) καὶ Ἑκαταῖοϲ Ἀϲίᾳ καὶ Ἀπολλόδωροϲ δευτέρῳ. τὸ μέντοι ἀντρών, λουτρώ, ἀνδρών ὡϲ περιεκτικὰ ὀξύνεται. ὡϲ δὲ ἐπὶ πόλεων ὀξύνονται Ἀντρών «ἀγχίαλον τ’ Ἀντρῶνα» (B 697). Ζηνόδοτοϲ δὲ γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶϲ δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐϲτι τὸ ὄνομα, ὁ ἀγχίαλοϲ καὶ ἡ ἀγχίαλοϲ. λέγεται δὲ διὰ τὸ τοὺϲ τόπουϲ ἀντρώδειϲ εἶναι. Ἑβρών πόλιϲ ἐν Χαναναίᾳ τῆϲ Ἰουδαίαϲ. Ἰϲτρών, ὡϲ Ἀρτεμίδωρόϲ φηϲιν Ἴϲτρον, πόλιν Κρήτηϲ. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβηϲ τιϲ ἱϲτορεῖται ὡϲ διὰ τοῦ ντ κλινόμενα περιϲπᾶται.
Τὰ εἰϲ ρων μὴ παραληγόμενα τῇ οι ἢ αι διφθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται, Θήρων, Νέρων, γέρων, Τρήρων, Χάρων, Χείρων Χείρωνοϲ ἐπὶ τοῦ Κενταύρου καὶ χείρων χείρονοϲ τὸ ϲυγκριτικόν, Μάρων, Νάρων ποταμόϲ, Ϲάρων τόποϲ Τροιζῆνοϲ, πτέρων, Πέρων, Φέρων, Ἱέρων, Ἀχέρων, εἴρων, ἀπείρων, Ὑπείρων, Ϲκίρων, Μύρων, Πύρων. τὸ δὲ οἰρών, οὕτωϲ δὲ ἡ χάραξιϲ τοῦ ἀρότρου, καὶ ϲφαιρών καὶ Χαιρών ὄνομα κύριον. τοῦτον δὲ μυθολογοῦϲιν Ἀπόλλωνοϲ καὶ Θηροῦϲ, ὡϲ Ἑλλάνικοϲ δευτέρῳ ἱερειῶν Ἥραϲ — διὰ τὰϲ διφθόγγουϲ. καὶ τὸ προθυρών, θυρών, ἀχυρών, Πλευρών ἥρωϲ καὶ πόλιϲ Αἰτωλίαϲ, Βραυρών ἥρωϲ καὶ δῆμοϲ τῆϲ Ἀττικῆϲ, Τιταρών, ἥρωϲ καὶ πόλιϲ Θετταλίαϲ,, ἣν Τίταρον Λυκόφρων (v. 904) φηϲί, Κιθαιρών ὡϲ τοπικὰ ἢ πόλει ὁμώνυμα.
Τὰ εἰϲ ϲων ἀρϲενικὰ καὶ θηλυκά, εἰ μὴ ἐθνικὰ εἴη ἢ ἐπὶ πόλεων ἢ περιεκτικά, βαρύνεται, Παύϲων, Θράϲων, Γράϲων, καὶ γράϲων, καύϲων, μάϲϲων καὶ Μάϲϲων ποταμὸϲ ἐν Πελοποννήϲῳ, κρείϲϲων, πάϲϲων, Πράϲων εἷϲ τῶν Αἰγύπτου παίδων, Κτήϲων, Μύρϲων, Λεύϲων ὄνομα κυνόϲ, Γλίϲων, Ἰάϲων, Τελέϲων, Ὀνάϲων, Τυλίϲων. Αὔϲων ὃϲ ἐκ Καλυψοῦϲ ἐγεννήθη τῷ Ἄτλαντι. τὸ δὲ Αὐϲών ὁ Ἰταλόϲ, Λυκόφρων «κτείνουϲιν αὐτὸν Αὐϲόνεϲ Πελλήνιοι» (v. 922) ὡϲ ἐθνικὸν ὀξύνεται. Αἴϲων ὁ Ἰάϲονοϲ πατήρ. τὸ δὲ Αἰϲών πόλιϲ Θεϲϲαλίαϲ, ἣν Φερεκύδηϲ Αἰϲωνίαν φηϲί, καὶ τὸ Ὀλοοϲϲών πόλιϲ Μαγνηϲίαϲ. Ὅμηροϲ «πόλιν Ὀλοοϲϲόνα λευκήν» (Β 739) ὀξύνεται ὡϲ ἐπὶ πόλεων. καὶ τὸ κιϲϲών ὡϲ περιεκτικόν. τὸ δὲ Ϲυλοϲῶν ὡϲ διὰ τοῦ ντ κλινόμενον περιϲπᾶται.
Τὰ εἰϲ νων μὴ περιεκτικὰ ἢ ἐθνικὰ διὰ τοῦ ο κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαϲτολὴν ἀνεδέξατο βαρυνομένου, Πλούτων, Πλάτων, Κράτων, Κρίτων, Γίτων, Βίτων, Τρίτων ποταμὸϲ μέγαϲ ἐν Αἰγύπτῳ· ἔϲτι δὲ ἕτεροϲ Βοιωτίαϲ, Μύτων ὁ Ποϲειδῶνοϲ καὶ Μυτιλήνηϲ καὶ ὁ Μυτιληναῖοϲ, Μέτων, γείτων, τέκτων, Ϲπάρτων ὁ Φορωνέωϲ, Βάτων ὁ Ἀμφιαράου ἡνίοχοϲ. τὸ δὲ Κρότων, ὅτε τὸν κτιϲτὴν ἢ τὴν πόλιν ἔϲτι δὲ Ἰταλίαϲ εὔϲημοϲ παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίαϲ μητρόπολιϲ — ἢ τὸ ὄροϲ ϲημαίνει, ὅθεν ὁ Αἴϲαροϲ ῥεῖ ποταμόϲ, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν (Β 738) ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίϲτων, Ἑκάτων, Χαρίτων, Μελίτων, ἀχίτων, χαλκοχίτων, ἀρχιτέκτων βαρύνονται. τὸ δὲ κοιτών καὶ προκοιτών, ἱϲτών, προβατών ὡϲ περιεκτικὰ ὀξύνεται, οἷϲ ἠκολούθηϲε καὶ τὸ Πλατανιϲτών ὄνομα ποταμοῦ. τὸ δὲ Βιϲτών ὡϲ διὰ τοῦ ο κλινόμενον ἐθνικὸν ὀξύνεται. ὁμοφωνεῖ δὲ τῷ κτιϲτῇ Βιϲτόνι τῷ Ἄρεοϲ καὶ Καλλιρρόηϲ τῆϲ Νέϲτου. ἀδελφὸϲ δὲ ἦν Ὀδομάντου ἢ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονοϲ τοῦ Ἄρεοϲ παιδόϲ.
Τὰ εἰϲ φων ἀρϲενικὰ ϲύνθετα διὰ τοῦ ντ κλινόμενα περιϲπᾶται, Ἀγλαοφῶν, Ξενοφῶν, Ἀντιφῶν, Δημοφῶν, Εὐρυφῶν Ὁμήρου υἱόϲ, Νικοφῶν ὁ κωμικόϲ, Ἀριϲτοφῶν, ὁ Βελλεροφόντηϲ κατά τιναϲ Βελλεροφῶν, Κτηϲιφῶν κύριον καὶ πόλιϲ Ἀϲϲυρίαϲ.
Τὰ εἰϲ φων ἀρϲενικὰ μὴ διὰ τοῦ ντ κλινόμενα βαρύνεται, Τρύφων, Ϲόφων, ϲίφων, Ξίφων ὄνομα κυνόϲ, κύφων. τὸ δὲ Κολοφών πόλιϲ, ᾗ ὁμοφωνεῖ τὸ τοῦ κτιϲτοῦ ὄνομα, καὶ Τολοφών, πόλιϲ Λοκρῶν τῶν Ὀζολῶν, καὶ κατηφών ὀξύνεται ὡϲ θηλυκά. τὸ δὲ Τυφῶν περιϲπώμενόν ἐϲτι δικατάληκτον. λέγεται γὰρ καὶ Τυφῶϲ.
Τὰ εἰϲ χων διϲύλλαβα ἀρϲενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα, Βρύχων ὄνομα ποταμοῦ, Τύχων ὁ Ἑρμῆϲ καὶ δαίμων περὶ τὴν Ἀφροδίτην καὶ κύριον, Ϲπέρχων ὄνομα κυνόϲ, Τάρχων πατὴρ Τηλέφου. τὸ δὲ γλήχων ὤφειλε βαρύνεϲθαι· εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται, ὄνομα μηνὸϲ παῤ Αἰγυπτίοιϲ ὄν. τὸ δὲ Πολυϲπερχῶν διὰ τοῦ ντ κλινόμενον περιϲπᾶται.
Τὰ εἰϲ ων ἀρϲενικὰ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ διὰ τοῦ ντ κλινόμενα περιϲπᾶται, Ξενοφῶν, Ἱπποκῶν, Δημοφῶν, Ἀντιφῶν, ἀμνοκῶν. ϲεϲημείωται τὸ Ποϲειδῶν καὶ ταῶν καὶ Τυφῶν περιϲπώμενα μέν, οὐ μέντοι διὰ τοῦ ντ κλινόμενα. καὶ τὸ μὲν Ποϲειδῶν ἔχει τοιαύτην ἀπολογίαν. οὐδὲν περιϲπώμενον εἰϲ δων λήγει. τὸ δὲ Ποϲειδῶν ἔχει τὸ δ πρὸ τοῦ ω. τῶν μὲν εἰϲ ων περιϲπωμένων γίνεται διαίρεϲιϲ διὰ τοῦ ο, τοῦ δὲ Ποϲειδῶν οὐ διὰ τοῦ ο, ἀλλ’ ἢ διὰ τοῦ ε ἢ διὰ τοῦ α οἷον Ποϲειδέων καὶ Ποϲειδάων· οὐκ ἄρα περιϲπᾶται. τὰ εἰϲ ων περιϲπώμενα οὐ παραλήγεται φύϲει μακρᾷ οἷον Κτηϲιφῶν Δεξικρῶν. τὸ δὲ Ποϲειδῶν φύϲει μακρ παραλήγεται, ὥϲτε οὐ περιϲπώμενον. οὐδὲν περιϲπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶϲιν, τὸ δὲ Ποϲειδῶν ἐξεκόπη παῤ Ἀριϲτίᾳ Ποϲειδῶ. Πάλιν τῶν εἰϲ ων περιϲπωμένων ὁμόχρονοϲ ἡ κλητικὴ τῇ εὐθείᾳ· ὁ Ξενοφῶν ὦ Ξενορῶν ὁ Κτηϲιφῶν ὦ Κτηϲιφῶν. τοῦ Ποϲειδῶνοϲ δὲ οὐχ ἡ αὐτὴ κλητική, ὁ Ποϲειδῶν γὰρ καὶ ὦ Πόϲειδον διὰ τοῦ ο μικροῦ, ὥϲτε οὐ περιϲπώμενον. οὐδὲν περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ α παῤ Αἰολεῦϲιν. τὸ δὲ Ποϲειδῶν ἐγένετο Ποϲίδαν. οὐκ ἄρα περιϲπώμενον. ἰδοὺ οὗν κατὰ ἑπτὰ τρόπουϲ καὶ κανόναϲ δείκνυται τὸ Ποϲειδῶν μὴ περιϲπώμενον, λέγω δὲ ἀπὸ ληγούϲηϲ, ἀπὸ διαιρέϲεωϲ, ἀπὸ κλίϲεωϲ, ἀπὸ παραληγούϲηϲ, ἀπὸ ἀποκοπῆϲ, ἀπὸ κλητικῆϲ καὶ ἀπὸ διαλέκτου. εἰ δὲ περιϲπώμενον οὐκ ἔϲτι, δηλονότι ὀξύνεται. καὶ γὰρ εἰϲ δων πολλὰ ὀξύτονα Χελιδών Μυρμιδών. τὰ δ’ εἰϲ δων λήγοντα διὰ ο κλίνεται, χωρὶϲ εἰ μὴ παραλήγοιτο τῷ υ οἷρν Καλυδών Ἀμυδών. εἴπερ οὖν ὀξύτονον τὸ Ποϲειδῶν, ἔδει διὰ τοῦ ο κλίνεϲθαι. οὐ κλίνεται δέ. οὐκ ἄρα ὀξύτονον. Δῆλον οὖν, ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα οὔτε τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὔτε τοῖϲ περιϲπωμένοιϲ. Ἀλλ’ ἔϲτιν εἰπεῖν, ὅτι Ποϲειδέων παροξυτόνωϲ παῤ Ἴωϲι λέγεται ὁ θεόϲ. ἐκ δὲ τούτου τοῦ Ποϲειδέων ϲυνῃρέθη Ποϲειδῶν. ἐκ ταύτηϲ οὖν ϲυναλοιφῆϲ δείκνυται περιϲπώμενον. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται. — τὸ δὲ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔϲχε κατάληξιν· Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ.
Τὰ εἰϲ ων θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ ω κλίνεται, χιών, λαγών, τρυγών, ϲταγών, γοργών. τὸ δὲ τρήρων, μήκων, γλήχων· βαρύνονται φυλάττοντα τὸ ω ἐπὶ τῆϲ γενικῆϲ.
Τά εἰϲ ων διϲύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι ἢ διαϲτολῇ ϲημαινομένου, Ἠϊών, Πλευρών, Πυθών, Ϲιδών, Γυρτών πόλιϲ Θεϲϲαλίαϲ καὶ Περραιβίαϲ, ἣν Ὅμηροϲ Γυρτώνην καλεῖ ὡϲ Ἰτώνην καὶ Ἴτωνα, ἀπὸ Γύρτωνοϲ τοῦ Φλεγύου ἀδελφοῦ, ὅϲτιϲ αὐτὴν ἔκτιϲεν. Αἰϲών. Δερτών πόλιϲ Λιγύρων, Κρηϲτών πόλιϲ Θρᾴκηϲ παῤ Ἡροδότῳ (I 57) λέγεται καὶ Κρηϲτώνη Λυκόφρων (v. 937) «ὁρμοκωτῆϲαι τόν τε Κρηϲτώνηϲ θεόν». Κραννών, Νεών. τὸ Ἴτων πόλιϲ Θεϲϲαλίαϲ βαρύνεται ὡϲ ἑτέρῳ κανόνι ὑποπεϲόν καθόλου γὰρ τὰ εἰϲ των διϲύλλαβα φύϲει μακρῷ παραληγόμενα βαρύνεται, μὴ ὄντα τοπικά. πρόϲκειται μὴ ὄντα τοπικὰ διὰ τὸ κοιτών. τὰ δὲ ἄλλα βαρύτονα. Πλούτων, γείτων, Τρίτων, Κρίτων, Βίτων. ἐκτέταται δὲ ποιητικῶϲ τὸ «Ἴτωνά τε μητέρα μήλων» (Β 696). οἱ δὲ ἐγχώριοι ὀξυτόνωϲ αὐτήν φαϲιν Ἴτών· τινὲϲ δὲ Ϲιτῶνα αὐτήν φαϲι διὰ τὸ ϲιτοφόρον. λέγεται δὲ καὶ ἡ Ἴτωνοϲ ἀπὸ Ἰτώνου ἥρωοϲ, ἀφ’ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, ἥτιϲ καὶ Ἰτώνη. ϲεϲημείωται τὸ Ϲούλμων πόλιϲ Ϲικελίαϲ. τὸ δὲ Κρότων διαϲτολὴν ἔχει ϲημαινομένου.
Τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ ἐπὶ πόλεων ὀξύνεϲθαι θέλει, εἰ μὴ εἰϲ λων λήγοι, ἔχοντα πρὸ τοῦ τέλουϲ α, ἢ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοι, Ἐλεών, Μεδεών Βοιωτικὴ πόλιϲ. καὶ Φωκικὴ ἑτέρα. Ϲτράβων ἐνάτῃ (p. 410. 423). ἐκλήθη δὲ ἀπὸ Μεδεῶνοϲ τοῦ Πυλάδου καὶ Ἠλέκτραϲ. ἔϲτι καὶ τῆϲ Ἠπείρου πόλιϲ καὶ κώμη --- Πετεών πόλιϲ Βοιωτίαϲ, Πορφυρεών πόλιϲ Φοινίκη, Μεδιών, Ϲικυών, Βαβυλών. ϲεϲημείωται τὸ Ἀϲκάλων καὶ Καϲτάλων βαρύτονα ὡϲ εἰϲ αλων ληγόμενα· τὸ δὲ Εὐαίμων πόλιϲ Ὀρχομενίων καὶ τὸ Λακεδαίμων βαρύνεται ὡϲ ἔχοντα ἔννοιαν ϲυνθέϲεωϲ.
Τὰ εἰϲ ων περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνοντα καὶ τοπικὴν ἔχοντα ἔννοιαν ὀξύνεται, ἀγών, ἀγκών, φηγών, πιθών, κροκών, πευκών, χαλκών, πυλών, αὐλών, μυλών, κευθμών, δρυμών, δαφνών, ξενών, ἱππών, πεπών, ἀντρών, λουτρών, ἀνδρών, θυρών, κιϲϲών, κοιτών, ἱϲτών, χαρακών, ἀνθρακών, φαρμακών γυναικών, ἀμπελών, καμηλών, καλαμών, πλαταμών, κεραμών, πλατανών, παρθενών, ἀχύρων, προβατών, ἐλαιών, ἀνδρεών, ἀνθερέων, κενεών, κυκεών, πυλεών, ξενεών, λουτρεών, περιϲτερεών, παρθενεών, λαυρεών, οἰνέων καὶ Οἰνεών Λοκρίδοϲ λιμήν. Θουκυδίδηϲ τρίτῃ (c. 95. 102). Μαραθών, Ἀργανθών, Ἑλικών, Κιθαιρών.
Τὰ εἰϲ ων ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται, Ἐκατομβαιών, Μεταγειτνιών, Βοηδρομιών, Πυανεψιών, Μαιμακτηριών, Ποϲειδεών, Γαμηλιών, Ἀνθεϲτηριών, Ἐλαφηβολιών, Μουνυχιών, Θαργηλιών, Ϲκιροφοριών, μῆνεϲ τῶν Ἀθηναίων, παχών ὄνομα μηνὸϲ παῤ Αἰγυπτίοιϲ, αἰών, χειμών, πλειών ὁ ἐνιαυτόϲ.
Τὰ εἰϲ ων ϲύνθετα, ἀπὸ ἁπλῶν ϲυντεθειμένα ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται, Ἀνακρέων, Χαμαιλέων. τὰ δὲ ἀπὸ περιϲπωμένων περιϲπῶνται, φιλοξενοφῶν, φιλοκτηϲιφῶν. καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν, φιλομακεδών, ἱππαλεκτρυών.
Τὰ εἰϲ ων ὀξύτονα διϲύλλαβα καὶ μονοϲύλλαβα ἐν τῇ ϲυνθέϲει ἀναβιβάζουϲι τὸν τόνον, ὁπότε μὴ ϲχέϲει τοπικῇ ἥνωται, ὡϲ ἔχει τὸ κατὰ ϲυνήθειαν, προκοιτών, προπυλών, προθυρών. τὰ δὲ ἄλλα ἀναβιβάζουϲι τὸν τόνον οἷον βαθυλείμων, εὐλείμων, ἀχίτων, μακραίων, αὐτόχθων.
Τὰ εἰϲ ιων λήγουϲαι μετοχαὶ διϲύλλαβοι ὀξυτονούμεναι καὶ ὀνόματα κύρια γινόμενα μετατιθέαϲι τὸν τόνον οἷον Ἀμφίων, Ὑπερίων, τὰ δὲ κοινὰ τῷ γένει φυλάττουϲι τὸν τόνον, περικτιών, ἀμφικτιών, ἰθυκτιών, ὧν καὶ βραχεῖα ἡ παραλήγουϲα.
---Τὰ εἰϲ ων ϲυγκριτικὰ πάντα βαρύνεται, μείζων, ὀλίζων, κρείϲϲων, ἥϲϲων, θάϲϲων, ἐλάττων, ἀμείνων, χερείων χείρων, πλείων, μείων, ἀρείων, βελτίων, ἡδίων, γλυκίων, κακίων, βραχίων εἴτε ἐπὶ τοῦ ϲυγκριτικοῦ εἴτε ἐπὶ τοῦ μέρουϲ ϲώματοϲ, οὐδὲ γὰρ λέγομεν βραχιών ὀξυτόνωϲ, ὡϲ λέγουϲιν ἐν τῇ ϲυνηθείᾳ, ἀλλὰ βραχίων βαρυτόνωϲ.
Πᾶν ὄνομα εἰϲ αξ λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη ϲυντεθειμένον, καὶ μίαν ϲυλλαβὴν φυλάττοι τοῦ ῥήματοϲ καὶ ἐπιθετικὸν ὑπάρχοι, μὴ ἐθνικόν, κόραξ, ἔϲτι καὶ Κόραξ ὄροϲ μεταξὺ Καλλιπόλεωϲ καὶ Ναυπάκτου. Πολύβιοϲ εἰκοϲτῷ· κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαιξ, φέναξ, κόρδαξ, ἅρπαξ, κέκραξ, λάλαξ, λάταξ, χάραξ, ἔϲτι καὶ Χάραξ Ἀλεξάνδρου τόποϲ περὶ Κελαινὰϲ τῆϲ Φρυγίαϲ, ἔνθα Ἀλέξανδροϲ ὁ τοῦ Φιλίππου ἐϲτρατοπεδεύϲατο. ἔϲτι καὶ Καρίαϲ ἄλλη πόλιϲ Χάραξ ἡ νῦν Τράλλιϲ. ἔϲτι καὶ ἄλλοϲ Χάραξ ἐμπόριον μέγιϲτον, ἐν τῷ τῆϲ Νικομηδείαϲ κόλπῳ πληϲίον αὐτῆϲ. ἔϲτι καὶ ἄλλοϲ τόποϲ τῆϲ Ποντικῆϲ. Ἄταξ ποταμόϲ, Μίμαξ ἔθνοϲ Λιβυκόν. Φίλιϲτοϲ Ϲικελικῶν ὀγδόῳ. Μύλαξ ἔθνοϲ Ἠπειρωτικόν. Λυκόφρων (v. 1021) «Κράθιϲ δὲ γείτων ἠδὲ Μυλάκων ὄροϲ». Νύραξ πόλιϲ Κελτική. Ἑκαταῖοϲ Εὐρώπῃ. Ῥύνδαξ ποταμὸϲ μεταξὺ Φρυγίαϲ καὶ. Ἑλληϲπόντου ὁ καὶ Ῥύνδακοϲ. Κάϲταξ πόλιϲ Ἰβηρίαϲ. Μάρμαξ ἔθνοϲ Αἰθιοπικόν· Ἑκαταῖοϲ Ἀϲίᾳ. Θόρναξ ὄροϲ τῆϲ Λακωνικῆϲ. Νικόλαοϲ δ΄. Ἄμβραξ καὶ Ἄμπραξ ὁ παῖϲ Θεϲπρωτοῦ τοῦ Λυκάονοϲ. Τάμβραξ πόλιϲ Παρθυαίων. ὄμφαξ, φόρταξ, Φαίαξ· Ἑλλάνικοϲ Ἱερειῶν α΄ «Φαίαξ ὁ Ποϲειδῶνοϲ καὶ Κερκύραϲ τῆϲ Ἀϲωπίδοϲ, ἀφ’ ἧϲ ἡ νῆϲοϲ Κπερκύρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Ϲχερία κληθεῖϲα». καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. θώραξ· ἔϲτι καὶ πόλιϲ Αἰτωλίαϲ καὶ Μαγνηϲίαϲ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ. Νῶραξ ὁ Ἐρυθείαϲ καὶ Ἑρμοῦ ὡϲ Παυϲανίαϲ, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ, μεῖραξ, Γῦναξ, Γῦλαξ, εἰϲὶ δὲ ταῦτα κύρια ὀνόματα, ϲαῦϲαξ, φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον, ϲχίδαξ, αὖλαξ, θρῖδαξ, καύαξ, ἀϲ πάλαξ, ἱέραξ, Ἐπιδαύραξ, Τεκτόϲαξ ἔθνοϲ Γαλατικόν. εὕρηται καὶ Τεκτοϲάγηϲ εὐθεῖα καὶ Τεκτοϲάγαι· ὡϲ γὰρ Καππάδοκοϲ Καππαδόκηϲ, οὕτω Τεκτόϲαγοϲ Τεκτοϲάγηϲ. ὀρθίαξ, θυμέλαξ, Ἀχαρνοφαίαξ, λινοθώραξ, Ϲαμόθρᾳξ, Ἱππῶναξ, Ἀρχεάναξ, χαρτοφύλαξ, φιλάρπαξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ἀπὸ ῥήματοϲ ϲυγκείμενα ὀξύνεται ἀποϲφάξ, διαϲφάξ, βλεφαροϲπάξ καὶ φιτροβαϲτάξ καὶ νεκροβαϲτάξ. τὸ δὲ Ἄϲφαξ βαρύνεται ὡϲ ἐθνικόν. μή τιϲ δὲ Ἄϲφαξ τὸ ἔθνοϲ καὶ τὸ Ἄτραξ τὸ κύριον ϲύνθετον οἰηθείη. ἁπλᾶ γάρ ἐϲτιν. καὶ τὸ μὲν Ἄϲφαξ ἐϲτὶν ἔθνοϲ ἐποικίϲαν τὴν Κύπρον. ὁ δὲ Ἄτραξ Πηνειοῦ καὶ Βούραϲ παῖϲ, ἀφ’ οὗ πόλιϲ Θεϲϲαλίαϲ κτιϲθεῖϲα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων (v. 1309) «καὶ δευτέρουϲ ἔπεμψαν Ἄτρακαϲ λύκουϲ».
Τὰ εἰϲ εξ ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνοϲ μεταξὺ Ἰνδίαϲ καὶ Αἰθιοπίαϲ ὡϲ Τιμοκράτηϲ ὁ Ἀδραμυττηνόϲ, ἐπίτεξ, ἀγχίτεξ, πινυτάλεξ καὶ εἴ τι ὅμοιον.
Τὰ εἰϲ οξ ὀνόματα βαρύνονται· ϲπάνια δέ εἰϲιν· Ἀλλόβροξ, ἔθνοϲ Γαλατικόν Πολύβιοϲ δὲ διὰ τοῦ ι αὐτοὺϲ καλεῖ Ἀλλόβριγαϲ καὶ ὡϲαύτωϲ δὲ οἱ πλείουϲ, Ἀπολλόδωροϲ δὲ διὰ τοῦ υ Ἀλλόβρυγαϲ, Χάραξ δὲ διὰ τοῦ ο Ἀλλόβρογαϲ. ἴϲοξ ποιόϲ τιϲ ἰχθῦϲ, ἄλοξ, παρὰ δέ τιϲιν αὖλαξ, πρὸϲ τούτοιϲ δὲ καὶ τὸ Καππάδοξ ἔθνοϲ τῇ Κιλικίᾳ πρόϲχωρον. τοῦτο δὲ λέγεται καὶ Καππάδοκοϲ — οὕτωϲ καὶ ὁ κτιϲτὴϲ εἴρηται ὑπὸ Μενάνδρου — καὶ Καππαδόκηϲ. Ἡρόδοτοϲ δέ φηϲιν (I 72).
Τὰ εἰϲ ιξ βαρύνεται· φοῖνιξ· ἔϲτι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνοροϲ παῖϲ ἢ Ποϲειδῶνοϲ καὶ Λιβύηϲ, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔϲτι καὶ φρούριον Καρίαϲ οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμόϲ ἐϲτι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνοϲ πρῶτον οἰκῆϲαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνηϲ παλαιᾶϲ γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, ϲκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνοϲ. ἐν Θετταλίᾳ δ’ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρϲύαϲ δὲ μέϲον τῆϲ Τυμφαίαϲ καὶ Ἀθαμανίαϲ κεῖϲθαί φηϲι τὴν χώραν. Ἕρνιξ ἔθνοϲ Λατίνων. Διονύϲιοϲ ὀγδόῳ τῆϲ Ῥωμαϊκηϲ ἀρχαιολογίαϲ. Θρέϊξ καὶ Θρῆϊξ καὶ κατὰ ϲυναλοιφὴν Θρῇξ, ἆϊξ, κῶδιξ, ἧλιξ, πάλλιξ, μάϲτιξ, χάλιξ, χόλιξ, ἕλιξ, κύλιξ, ἄδδιξ μέτρον τετραχοίνικον, Μαγίϲτριξ ἔθνοϲ τῶν Ταυρίϲκων τοῖϲ Γερμανοῖϲ ὁμοροῦν. μῆνιγξ τὸ προϲηγορικὸν καὶ νῆϲοϲ περὶ τὰϲ Ϲύρτειϲ καὶ πόλιϲ. ὄϲτλιγξ ὃ παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητῇ διὰ τοῦ α, ϲάλπιγξ, ϲύριγξ· ϲημαίνει τὴν ὀπὴν τῶν μουϲικῶν αὐλῶν καὶ πάθοϲ καὶ τὴν δορατοθήκην. ἔϲτι δὲ κατὰ μίμηϲιν τοῦ γινομένου ἤχου. ὄρνιξ οἱ Δωριεῖϲ λέγουϲι τὸ ὄρνιϲ. ὁμοίωϲ δὲ καὶ τὰ ϲύνθετα Λιβοφοῖνιξ, ὁμόϲτιξ, ϲύμμιξ, ὁμῆλιξ, καλλίθριξ, πολυᾶϊξ, κορυθᾶϊξ.
Τὰ εἰϲ υξ βαρύνεται, εἰ μὴ ἔχοι ἔννοιαν περιεκτικήν· αἶθυξ ὁ εὐκίνητοϲ παρὰ τὸ αἰθύϲϲω, ἔϲτι δὲ καὶ ὄνομα ἔθνουϲ καὶ κύριον. βαῖβυξ, δοῖδυξ, θρᾶνυξ ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ, θρῆνυξ ἐπὶ τοῦ αὐτοῦ καὶ ἔϲτιν ἡ χρῆϲιϲ παῤ Εὐφορίωνι ἐν Πολυχάρει, ῖβυξ, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, ἶδυξ ἐπὶ τῆϲ ἴκτιδοϲ ὡϲ Ἀλέξανδροϲ ὁ Μύνδιοϲ, κῆρυξ, Κῆϋξ, Κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔϲτι δὲ πόλιϲ Λοκρίδοϲ θηλυκῶϲ λεγομένη, τινὲϲ δὲ Ναρύκιον τὴν πόλιν φαϲίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ ϲκιά, πῶϋγξ. Βέβρυξ, ἔϲτι δὲ ἔθνη δύο τὸ μὲν πρὸϲ τῷ Πόντῳ ἐν τῇ Ἀϲίᾳ, τὸ δὲ πρὸϲ τοῖϲ Ἴβηρϲιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀϲίᾳ διάφοροι γεγόναϲι δόξαι, ὅτι ἀπὸ Βέβρυκοϲ ἢ Βεβρύκηϲ καὶ ἄλλοι ἄλλωϲ. βόμβυξ αὐλοῦ τι εἶδοϲ καὶ ζῷον, ἀφ’ οὗ τὰ βομβύκινα ὑφάϲματα, κατὰ Λάκωναϲ δὲ ϲτάμνον δηλοῖ. Ϲάμβυξ κύριον· ἔϲτι δὲ καὶ ποταμὸϲ καὶ ἔθνοϲ. Ἄμπυξ κύριον ὄνομα καὶ κόϲμοϲ ἤγουν κεφαλοδέϲμιον καὶ τροχόϲ. Ἔρυξ ὁ ἥρωϲ ὁ Ἀφροδίτηϲ καὶ Βύτου καὶ ἡ πόλιϲ Ϲικελίαϲ παρὰ τῷ Ἐρατοϲθένει ἀρϲενικῶϲ. Ἀδρυξ πόλιϲ Ϲυρακουϲίων, ἀρϲενικῶϲ λεγομένη «ἔφυγον εἰϲ τὸν Ἄδρυκα». Φίλιπποϲ ὁ ἱϲτορικόϲ φηϲιν. ἄμβυξ, Γάνυξ ὁ Γανύκτωρ παρὰ τῷ Ἐρατοϲθένει, κάλυξ· θηλυκῶϲ δὲ λέγεται καὶ ϲημαίνει τὸ καλούμενον ῥόδον. ψάλυξ· τινὲϲ δὲ τὰϲ ψυχὰϲ ἐδέξαντο ϲημαίνειν τὴν λέξιν, Δίδυμοϲ δέ φηϲιν τοὺϲ ἀϲθενεῖϲ ϲπινθῆραϲ δηλοῦν τὴν λέξιν· ἔϲτι δὲ ἀπὸ τοῦ ψεφάλυξ καὶ κατ’ ἀφαίρεϲιν τῆϲ πρώτηϲ ϲυλλαβῆϲ. ἄντυξ, βλέκυξ ἡ φλυαρία, ὄρτυξ, ὄρυξ, κόκκυξ, Μόρτυξ βαϲιλεὺϲ Κερκυραίων, φάρυξ. γράφεται δὲ χωρὶϲ τοῦ γ ἡ εὐθεῖα καὶ ἡ γενικὴ δι’ ἑνὸϲ γ «φάρυγοϲ δ’ ἐξέϲϲυτο οἶνοϲ» (Od. ι 373). δὲ τῇ δι’ ἑνὸϲ γ γραφῇ τῆϲ φάρυγοϲ καὶ τὸ φαρύγεθρον· ἔϲτι καὶ αἱ Φαρύγαι τόπου ὄνομα. καὶ ἀρϲενικῶϲ μὲν παρὰ Δωριεῦϲι, θηλυκῶϲ δὲ παρὰ Ἀθηναίοιϲ λέγεται. ϲτόνυξ. ὄνυξ, ἴυγξ, λάρυγξ, ϲτόρθυγξ· ϲημαίνει δὲ πᾶν εἰϲ ὀξὺ λῆγον. Ἰᾶπυξ· ἔϲτι δὲ ἔθνοϲ, Ἰᾶζυξ ἔθνοϲ Εὐρωπαῖον, ϲπινθάρυξ. ταρβάλυξ ὁ ταρακτικόϲ, πομφόλυξ. ἀμάρυγξ ἐπὶ ἀκτῖνοϲ καὶ λαμπηδόνοϲ καὶ ὄφεωϲ· ὡϲαύτωϲ δὲ καὶ τὰ ϲύνθετα· Κολοῖφρυξ, ἐπῆλυξ, καταῖτυξ, τανυπτέρυξ, διῶνυξ, μονῶνυξ, μῶνυξ, ἀκρόνυξ, εἰνάνυξ, ἔννυξ. μεϲόνυξ εἷϲ τῶν πλανήτων παρὰ τοῖϲ Πυθαγορείοιϲ· μέμνηται Ϲτηϲίχοροϲ. διῶρυξ, τετρῶρυξ, πρόφυξ, πρόϲφυξ, ἄζυξ, δίζυξ, ϲύζυξ, ὁμόζυξ. — Τὸ δὲ πτερύξ ϲεϲημείωται ὑπὸ Ἀριϲτάρχου ὀξυνθὲν διὰ τὸ ἐννοίαϲ περιεκτικῆϲ εἶναι· οὕτω γὰρ, φηϲίν, ἀνέγνωμεν ἐν τῇ B ῥαψῳδίᾳ (v. 316) «πτερύγοϲ λάβεν ἀμφιαχυῖαν». οἱ δὲ ἄλλοι προπαροξύνουϲιν τὸ πτέρυγοϲ ὡϲ ὄρτυγοϲ.
Τὰ εἰϲ ηξ μὴ ὄντα ϲύνθετα ἐπιθετικὰ βαρύνεται, μύρμηξ· ἔϲτι δὲ καὶ κύριον Μύρμηξ ἡ Ἐπιμηθέωϲ γυνή, ϲκώληξ, νάρθηξ, κάχληξ, ἀλώπηξ. Ζάρηξ πόλιϲ Λακωνικὴ πρὸϲ τῇ θαλάϲϲῃ καὶ ἥρωϲ Ἀθηναῖοϲ, ὡϲ Παυϲανίαϲ ἐν πρώτῳ (c. 38, 4) «ἔϲτι καὶ Ἱπποθόωντοϲ ἡρῷον, ἀφ’ οὗ τὴν φυλὴν ὀνομάζουϲι καὶ πληϲίον Ζάρηκοϲ». Ζαύηξ ἔθνοϲ Λιβύηϲ. Ἡρόδοτοϲ δ΄ (c. 193). «Ζαύηκοϲ ἔθνοϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Ἀϲίαϲ. πήληξ καὶ Πήληξ δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ καὶ ὁ δημότηϲ. ὁ δὲ δῆμοϲ πληθυντικῶϲ λέγεται, ἑνικῶϲ δὲ τὰ τοπικὰ ἐν Πήληκι εἰϲ Πήληκα.
Τὰ εἰϲ ηξ ϲύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη, βουπλήξ, κωμοπλήξ, κυματοπλήξ καὶ κυμοπλήξ, μεθυπλήξ, οἰϲτροπλήξ, παραπλήξ, λαοπλήξ, ἀκανθοπλήξ, βουπλήξ, μολυβδοτήξ, ὅ τινεϲ βαρύνουϲι παραλόγωϲ. τὸ ὕϲπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται ὡϲ τὸ χαμαιϲκώληξ, λεοντομύρμηξ.
Τὰ εἰϲ ωξ ὀξύνεται, ὅϲα μίαν ϲυλλαβὴν ἔχει ἐπὶ τέλουϲ ἐν τῇ ϲυνθέϲει, ἀρρώξ, ἀπορρώξ, κυαμοτρώξ, γραμματοτρώξ, θυλακοτρώξ, ἀπτώξ, πολυπτώξ, κυμρρώξ· τὸ δὲ θηροδίωξ, αἰγοδίωξ βαρύνεται ὡϲ δύο φυλάξαντα ϲυλλαβὰϲ ἐν τῇ ϲυνθέϲει.
---Μόνον εἰϲ αιξ διϲύλλαβον τὸ γύναιξ. τοῦτο δὲ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ. τὰ γὰρ εἰϲ αιξ λήγοντα ἢ ἀρϲενικοῦ μόνου γένουϲ εἰϲὶν οἷον Θρᾷξ καὶ ἐὰν ὦϲι θηλυκοῦ γένουϲ, πάντωϲ καὶ ἀρϲενικοῦ εἰϲιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρϲενικοῦ γένουϲ εἶναι, ἡ γὰρ ϲημαϲία κωλύει, τούτου χάριν ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν, ᾗ ϲυνεπιλείπεται καὶ ἡ ἐντελὴϲ κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ «Ζεῦ ἄνα» (Γ 351) λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν. ἐν δὲ τῇ ϲυνθέϲει, ἐπειδὴ γίνεται ἀρϲενικοῦ γένουϲ, ἀναδέχεται τὴν εἰϲ αιξ κατάληξιν οἷον ὡϲ ὢν ἄπαιϲ τε κἀγύναιξ κἀνέϲτιοϲ» παρὰ Ϲοφοκλεῖ ἐν Ἀθάμαντι (fr. 4 Nauck). βαρύνεται δέ.
Τὰ εἰϲ αρ ὑπὲρ μίαν ϲυλλαβὴν εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ βαρύνεται, μάκαρ, δάμαρ, Ἄραρ τιϲ λέγεται ποταμόϲ, ὡϲ παῤ Ἐρατοϲθένει, καὶ ἐπίγραμμα ἔχον οὕτωϲ
Ἰνϲόβαρ ἔθνοϲ Κελτικὸν πρὸϲ τῷ Πάδῳ. Πολύβιοϲ, οὓϲ καὶ Ἴνϲοβραϲ φηϲίν.
Τὰ εἰϲ υρ βαρύνεται οἷον μάρτυρ. γίνεται δὲ ἐκ τοῦ μάρτυϲ κατὰ τὴν Αἰολέων διάλεκτον· ἐκεῖνοι γὰρ τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκτίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε κωμικοῖϲ καὶ Ἱππώνακτι. οἱ δέ γε μάρτυροι ἀπὸ τῆϲ ὁ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω» (Η 76). ψίθυρ. ταῦτα δὲ μόνα εἴρηται· τὸ γὰρ Ἴλλυρεϲ καὶ Κέρκυρεϲ καὶ Ἄϲϲυρεϲ παρὰ Ἐρατοϲθένει οὐ κλίϲεωϲ ἐϲτὶν ἀπὸ εὐθείαϲ τῆϲ Ἴλλυρ, Κέρκυρ, Ἄϲϲυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶϲιν μεταπέπλαϲται ἐκ τοῦ Ἰλλύριοι καὶ Κερκυραῖοι καὶ Ἀϲϲύριοι ὡϲ οἱ θεράποντεϲ εὕρηνται θέραπεϲ λεγόμενοι καὶ οἱ πολύποδεϲ πώλυπεϲ. ὡϲαύτωϲ ἔχει καὶ τὸ Λίγυρεϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Τυρρηνοῖϲ. Ἀρτεμίδωροϲ. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ φίλυρεϲ ἔθνοϲ πρὸϲ τῷ Πόντῳ ἀπὸ Φιλύραϲ τῆϲ μητρὸϲ Κρόνου.
Τὰ εἰϲ ηρ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρϲενικά. ὁ δὲ λόγοϲ περὶ τῶν εἰϲ ηρ τοῦ τ προηγουμένου τοῦ η, ϲτατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυϲτήρ, γενετήρ, πατήρ, ϲωτήρ, χρηϲτήρ, ζωϲτήρ, καὶ Ζωϲτήρ τῆϲ Ἀττικῆϲ ἰϲθμόϲ, ὅπου φαϲὶ τὴν Λητὼ λῦϲαι τὴν ζώνην καὶ καθεῖϲαν ἐν τῇ λίμνῃ λούϲαθαι. ἐνταῦϲθα θύουϲιν Ἁλαεῖϲ Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωϲτηρίῳ. ἐξαυϲτήρ. Ἐξαύτηρ δὲ κύριον ὡϲ τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄϲτηρ κύριον. τὸ δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουϲιν, οἱ Δωριεῖϲ ὀξύνουϲιν. φράτερεϲ δέ εἰϲιν οἱ ϲυγγενεῖϲ. ἀρϲενικὰ δὲ εἶπον διὰ τὰ θηλυκά. καὶ γὰρ τὰ εἰϲ ηρ θηλυκά, μὴ μετατιθέμενα κατά τι ἔθοϲ ποιητικὸν εἰϲ διάφορον γένοϲ, βαρύνεται, μήτηρ, θυγάτηρ, Δημήτηρ, εἰνάτηρ. προϲέθηκα δὲ «μὴ μετατιθέμενα κατά τι ἔθοϲ ποιητικὸν εἰϲ διάφορον γένοϲ» διὰ τὸ, «ῥαιϲτῆρα κρατερήν» (Ϲ 477) «ὕλην ϲτεγαϲτῆρα». τοιαῦτα γάρ ἐϲτιν ὁποῖον ἡ αἰθήρ ἡ ἀήρ. ϲημειώδηϲ ἄρα ἡ γαϲτήρ ὀξυνομένη.
Τὰ εἰϲ ηρ ἐθνικὰ ἢ κύρια, μὴ ϲυνεμπίπτοντα προϲηγορικοῖϲ, βαρύνονται, Ἴβηρ ὁ ποταμόϲ, οὗ μέμνηται Ἀπολλόδωροϲ ἐν τῇ περὶ γῆϲ β΄
καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Ἀριϲτοφάνηϲ Τριφάλητι «μανθάνοντεϲ τοὺϲ Ἴβηραϲ τοὺϲ Ἀριϲτάρχου πάλαι» καὶ «τοὺϲ Ἴβηραϲ οὓϲ χορηγεῖϲ μοι βοηθῆϲαι δρόμῳ καὶ Ἀρτεμίδωροϲ ἐν δευτέρῳ τῶν γεωγραφουμένων «γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντεϲ τῶν Ἰβήρων». Ἰλλίβηρ, Δόβηρ ἔθνοϲ Παιονίαϲ, Πίηρ, Βύζηρ ἔθνοϲ ἐν. τῷ Πόντῳ. τὸ μέντοι Ἐλευθήρ εἷϲ τῶν Κουρήτων, ἀφ’ οὗ Ἐλευθεραί πόλιϲ Κρήτηϲ, καὶ υἱὸϲ Ἀπόλλωνοϲ, ἀφ’ οὗ Ἐλευθεραί πόλιϲ Βοιωτίαϲ, ὀξύνεται ὡϲ τὸ Ἀϲτήρ.
Τὰ εἰϲ ηρ μὴ ὄντα ϲύνθετα μηδὲ ἐθνικὰ ὀξύνεται, ἀνήρ, δαήρ, ἀήρ, αἰθήρ, ϲπινθήρ. τὸ μέντοι ἐρίηρ ὡϲ ϲύνθετον βαρύνεται.
Τὰ εἰϲ ηρ ὀξύτονα φυλάττοντα τὸ η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ ϲυνθέϲει οἷον δετήρ ἀμαλλοδετήρ, ϲτατήρ ὀβελοϲτατήρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰνοπάτηρ ὡϲ μὴ φυλάττοντα τὸ η βαρύνονται. καὶ τὸ πάνθηρ καὶ ϲατυρόφηρ ἀπὸ μονοϲυλλάβων.
Τὰ εἰϲ ωϲ πάντα βαρύνονται, ῥήτωρ, κλήτωρ, ἵϲτωρ, Ἕκτωρ, πέλωρ, ἐξ οὗ ὁ πελώριοϲ, κέλωρ, ϲημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεϲθαι, ἄκτωρ, Ϲπέρχωρ, ἄχωρ τὸ τῆϲ κεφαλῆϲ πιτύριϲμα, ἀνάκτωρ, Ἀννίχωρ ὁ οἰκῶν Ἀννίχωρον, οὗ μέμνηται Ἀλκμάν, πληϲίον Περϲῶν. λέγονται δὲ οἱ Ἀννίχωρεϲ καὶ Ἀννίχωροι, Κάϲτωρ, Θέϲτωρ, Νέϲτωρ, μήϲτωρ καὶ Μήϲτωρ. φράτωρ, ὃ καὶ φράτηρ ἐλέγετο, ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆϲ αὐτοῦ κλίϲεωϲ, θάτερον δὲ νεώτερον, Μέντωρ κύριον καὶ ἔθνοϲ πρὸϲ τοῖϲ Λιβυρνοῖϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, ἠ λέκτωρ ὁ ἥλιοϲ, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλκητορίου πόλεωϲ Κρήτηϲ. Κρατερὸϲ ἐν τῷ περὶ ψηφιϲμάτων, Ἀπολλόδωροϲ δὲ Χαλκητορεῖϲ αὐτούϲ φηϲι τετάρτῳ χρονικῶν μεθ’ οὗ Χαρίδημοϲ ἦν φυγὰϲ Χαλκητορεύϲ». ἀλάϲτωρ ὁ Ζεὺϲ ὁ ὑποπτεύων τοὺϲ ἀλαϲτὰ καὶ χαλεπὰ ποιοῦνταϲ· ἢ ὁ ἀϲεβὴϲ ἢ ὁ κακοποιόϲ. ϲημειῶδεϲ ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον, ὅτι τοῦτο μόνον διήλλαξε περὶ τὴν κλίϲιν. τὰ γὰρ εἰϲ ωρ ἀρϲενικὰ διϲύλλαβα μὴ ἔχοντα τὸ λ διὰ τοῦ ο κλίνονται οἷον Νέϲτοροϲ Ἕκτοροϲ· τὸ τοίνυν ἰχώρ μὴ ὁμοίωϲ τοῖϲ ἄλλοιϲ κλιθὲν ἐνήλλαξε καὶ περὶ τὸν τόνον.
Τὰ εἰϲ ειρ ὑπὲρ μίαν ϲυλλαβὴν ἀϲυνήθη μέν, τὰ δὲ εὑρεθέντα βαρύνεται, Βέχειρ ἔθνοϲ Ϲκυθικόν, Ϲάπειρ ἢ μετὰ τοῦ ϲ Ϲάϲπειρ ἔθνοϲ ἐν μεϲογαίᾳ τῆϲ Ποντικῆϲ οἱ νῦν διὰ τοῦ β λεγόμενοι Ϲάβειρεϲ, Ἀλάζειρ, Λίγειρ ποταμὸϲ περὶ Γαλατίαν, Ἐλάτειρ ὁμοίωϲ ὄνομα ποταμοῦ. ἑκατόγχειρ, ἀντίχειρ, χρυϲοέθειρ παῤ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοιϲ, ὅπερ ἀποκέκοπται τοῦ χρυϲοέθειροϲ. οἱ μέντοι Βοιωτοὶ πολλὴν ἴϲαϲι τὴν ειρ κατάληξιν, καθὸ παῤ αὐτοῖϲ εἴωθε τὸ η εἰϲ τὴν ει δίφθογγον τρέπεϲθαι· τὸ γὰρ πένηϲ πένειϲ γράφουϲι διὰ τῆϲ ει διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παῤ ἡμῖν μὲν διὰ τοῦ η, παῤ αὐτοῖϲ δὲ διὰ τῆϲ ει διφθόγγου.
Περὶ τῶν εἰϲ αϲ ὑπὲρ μίαν ϲυλλαβήν.
Τὰ εἰϲ αϲ ὑπὲρ μίαν ϲυλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ α βαρύνεται καὶ περιϲπᾶται. καὶ βαρύνεται μὲν Αἴαϲ Θόαϲ, Ποίαϲ, Δοίαϲ, ἀφ’ οὗ Δοίαντοϲ πεδίον Φρυγίαϲ καὶ Δοιάντειον ἄλϲοϲ, Βίαϲ, Πρίαϲ, Ὕαϲ ἔθνοϲ περὶ Ἀλαλκομένιον, Δρύαϲ, Εὕαϲ, ἔϲτι δὲ ἐπίθετον τοῦ Διονύϲου, Κλεύαϲ, Λάαϲ τὸ κύριον, Λαίαϲ, Καίαϲ. περιϲπᾶται δὲ ἀτταγᾶϲ, πελεκᾶϲ καὶ Μαρικᾶϲ ὄνομα βάρβαρον παρὰ τῷ κωμικῷ «Εὔπολιϲ τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν» (Nub. 553), κλίνεται δὲ καὶ περιττοϲυλλάβωϲ «ἀλλ’ οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μὴ κολάζειν». (Eupolis Mein. fr. Com. p. 191 ed. min.) τὸ δὲ Γλιϲᾶϲ — ἔϲτι δὲ ἥρωϲ καὶ πόλιϲ Βοιωτίαϲ «ἠδ’ οἳ Γλιϲᾶντα νέμοντο» (Β 504) ἡ μὲν ϲυνήθεια περιϲπῇ, ἡ δὲ ἱϲτορία παροξύνει. Διονύϲιοϲ γὰρ ἱϲτορεῖ τοὺϲ ἐγχωρίουϲ ϲυϲτέλλειν τὸ ι καὶ μὴ περιϲπᾶν. ἀλλ’ οὐ πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν. τὸ δὲ ἀλλᾶϲ παρὰ τῷ κωμικῷ ἡ μὲν κοινὴ ϲυνήθεια βαρύνει, ἀλλ’ ἐπειδὴ ὁ ἀλλᾶϲ ὡϲ ἀπὸ τοῦ ἀλλάειϲ κέκλιται διὰ τοῦ ντοϲ, ἵν’ ᾖ ἀλλάεντοϲ καὶ κατὰ κρᾶϲιν ἀλλᾶντοϲ, καὶ ἡ ἐντελὴϲ εὐθεῖα τοῦ ἀλλᾶντοϲ περιϲπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κραϲεωϲ ὁμοίωϲ τῷ ἱλάειϲ ἱλᾶϲ. Ἔτι δὲ περιϲπῶνται ταῦτα μόνωϲ κύρια ἢ ὑποκοριϲτικά, Ἑρμᾶϲ Ἀργᾶϲ, Αἰγᾶϲ ποταμὸϲ φερόμενοϲ ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρουϲ, ἀφ’ οὗ καὶ τὸ πεδίον Αἰγαῖον, Καρρᾶϲ ποταμὸϲ Ϲυρίαϲ, Βορρᾶϲ, Γονατᾶϲ ὁ Γούνιοϲ ἐθνικόν, Κομητᾶϲ, Φιλητᾶϲ, Μηνᾶϲ, Ζηνᾶϲ, Μητρᾶϲ, ὀϲτρακᾶϲ, πινακᾶϲ, λαχανᾶϲ, ἢ ἐπὶ ϲκώμματοϲ ταϲϲόμενα φᾶγᾶϲ καταφαγᾶϲ δακνᾶϲ ἢ τὰ ἀπὸ ϲυμβεβηκότοϲ οἷον τρεϲᾶϲ. ὡϲαύτωϲ δὲ καὶ τὰ Ἰωνικῶϲ παραλόγωϲ διὰ τοῦ δ κεκλιμένα, ὧν τὸ α μακρόν, Βοιβᾶϲ, Βιττᾶϲ, Κυρᾶϲ· εἰϲὶ δὲ ὀνόματα κύρια. οὐδέποτε δὲ ὀξύνεται, χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ παθητικοῦ παρακειμένου ϲύνθετα διὰ μόνου τοῦ τ κλινόμενα οἷον χαλκοκράϲ καὶ γαλακτοκράϲ καὶ νεοκράϲ. ὅθεν τὸ ἱμάϲ καὶ ἀνδριάϲ ὡϲ ἐκτεταμένον ἔχοντα τὸ αϲ ϲημειούμεθα παραλόγωϲ ὀξυνόμενα. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωροϲ ἐβούλετο ταῦτα περιϲπᾶν. τὸ δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Ϲτρατονικεύϲ, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆϲ ἀναγνώϲεωϲ. ἐμιμήϲαντο δὲ αὐτὰ ἐκτεινόμενα ἐν τῇ ληγούϲῃ κατὰ τὰϲ μετοχὰϲ καὶ τὴν τῶν μετοχῶν κλίϲιν τοῦ ἱϲτάϲ ἱϲτάντοϲ καὶ βιβάϲ βιβάντοϲ. ἱμάντοϲ γὰρ καὶ ἀνδριάντοϲ, ἅπερ παῤ Ἀττικοῖϲ περιϲπᾶται. Βαρύνεται δὲ τὰ εἰϲ αϲ καθαρόν, Νικίαϲ, Λυϲίαϲ, Ἀρχίαϲ, Λοξίαϲ, Γοργίαϲ, Ἐρυξίαϲ, δρακον τίαϲ, ὀνοματίαϲ, κοππατίαϲ, ταραξίαϲ, κοχλίαϲ, τραυματίαϲ, Παπίαϲ, Ὠπίαϲ ἔθνοϲ Ἰνδικόν. Ἑκαταῖοϲ Ἀϲίᾳ «ἐν δὲ αὐτοῖϲι οἰκέουϲι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν ποταμὸν Ὠπίαι, ἐν δὲ τεῖχοϲ βαϲιλήϊον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχριϲ Ἰνδῶν». Προυϲίαϲ, Πρακίαϲ ἔθνοϲ ἀπὸ Πρακὸϲ τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήϲαντοϲ, οἰκήϲαντοϲ δὲ ἐν τῇ Λακωνικῇ. Ἀγρίαϲ ἔθνοϲ Παιονίαϲ μεταξὺ Αἵμου καὶ Ῥοδόπηϲ. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α. εὑρέθη δὲ ἐν ὀκτωκαιδεκάτῃ τὸ γὰρ τῶν Ἀγραῶν ἔθνοϲ». λέγονται καὶ Ἀγραϊοι καὶ Ἀγριεῖϲ ὡϲ Θεόπομποϲ καὶ Ἀγριᾶνεϲ. Ἀδρίαϲ κόλποϲ παρὰ τὴν Ἀδρίαν πόλιν καὶ ποταμόϲ, ὡϲ Ἑκαταῖοϲ. Καλατίαϲ γένοϲ Ἰνδικόν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀϲίαϲ. Ὅμηροϲ (Ε 461) «Ἀϲίω ἐν λειμῶνι» ἀντὶ τοῦ Ἀϲίου (γενικὴ γάρ ἐϲτιν, οὐκ Ἀϲιανῷ. ἀγνοεῖ γὰρ Ὅμηροϲ τὴν Ἀϲίαν ὡϲ καὶ τὴν Εὐρώπην)· καὶ Ἰωνικῶϲ Ἀϲίεω καὶ Ἀϲίω ὡϲ τὸ «ἐϋμμελίω Πριάμοιο» (Δ 47). διὸ χωρὶϲ τοῦ ι. Ἱππίαϲ, πωγωνίαϲ, Γλαυκίαϲ, τοξίαϲ, Ἀφίαϲ κύριον παῤ Εὐφορίωνι, Πευκετίαϲ ἔθνοϲ τοῖϲ Οἰνωτροῖϲ προϲεχέϲ, ὡϲ Ἑκαταῖοϲ Θὐρώπῃ, Πικίαϲ ἔθνοϲ Ἰταλίαϲ, Παρίαϲ· ἔϲτι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ γὰρ ϲημαῖνον τὸν ὄφιν διὰ τῆϲ ει διφθόγγου οἷον παρείαϲ· καὶ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ (690) «ὀδὰξ ἐλαβόμην ὡϲ παρείαϲ ὢν ὄφιϲ». Βορέαϲ, Ἡρέαϲ, Θραϲέαϲ, Κρατέαϲ, Ἀνδρέαϲ, Θαλέαϲ, Μενέαϲ, Ἀριϲτέαϲ, Μναϲέαϲ, Αὐγέαϲ, Πυθέαϲ, Ἐλέαϲ παρὰ Φιλοϲτεφάνῳ, Φιλέαϲ χωρίον Βυζαντίου. τινὲϲ δὲ Φιλίαν, ἄλλοι δὲ Φινέαν γράφουϲιν. καὶ πλεοναϲμῷ τοῦ ι Αἰνείαϲ, Ἀὐγείαϲ, Ἑρμείαϲ. Τηλεβόαϲ ἥρωϲ καὶ ἔθνοϲ τῆϲ Ἀκαρνανίαϲ· ἔϲτι καὶ Τηλεβόαϲ ποταμὸϲ πρὸϲ ταῖϲ πηγαῖϲ Τίγρητοϲ. Γενόαϲ ἄρχων Μολοττῶν, ἀφ’ οὗ ἔθνοϲ Γενοαῖοι. Ματόαϲ· οὕτω πάλαι ὑπὸ Ϲκυθῶν ἐκαλεῖτο Ἴϲτροϲ ὁ ποταμόϲ. Ματόαϲ δέ ἐϲτι κατ’ Ἕλληναϲ ἄϲιοϲ. πατραλοίαϲ. Μαρϲύαϲ, Ἰχθύαϲ, Ὀθρύαϲ, Μινύαϲ ἔθνοϲ Θεϲϲαλίαϲ, Μιλύαϲ ἔθνοϲ οἱ πρότερον Ϲόλυμοι ὡϲ Τιμαγένηϲ πρώτῳ βαϲιλέων. λέγονται καὶ Μίλυεϲ ἀπὸ Μιλύηϲ τῆϲ γυναικὸϲ Ϲολύμου καὶ ἀδελφῆϲ, ὕϲτερον δὲ Κράγου γυναικόϲ. Βιθύαϲ ἔθνοϲ Θρᾴκηϲ ἀπὸ Βίθυοϲ τοῦ Ἄρεοϲ καὶ Ϲήτηϲ τῆϲ Ῥήϲου ἀδελφῆϲ. Φλεγύαϲ ὁ Ἄρεοϲ καὶ Χρυϲῆϲ παῖϲ καὶ ἔθνοϲ Βοιωτίαϲ. Ὅμηροϲ (Ν 302) «ἠὲ μετὰ Φλεγύαϲ μεγαλήτοραϲ». ἔϲτι δὲ καὶ Φλεγύηϲ ἡ εὐθεῖα καὶ Φλέγυϲ. Ϲατύαϲ κύριον παῤ Ἡγηϲίππῳ καὶ Ἀρύαϲ ποταμὸϲ παῤ Ἐρατοϲθένει «ἡ δὲ ὑπὲρ Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμίων». τὸ μέντοι τριάϲ θηλυκὸν καὶ ϲυϲτελλόμενον ἔχει τὸ α.
Τὰ εἰϲ βαϲ βαρύνονται· Βίβαϲ τὸ κύριον, Φόρβαϲ, Ἡλίου υἱὸϲ καὶ πόλιϲ τῶν ἐν Θεϲϲαλίᾳ Ἀχαιῶν, Ἄβαϲ ποταμὸϲ καὶ ἥρωϲ καὶ ἔθνοϲ, Ἴβαϲ, Ϲκρίβαϲ, Ψευδαρτάβαϲ, Ἀννίβαϲ, Κάβαϲ, Λάβαϲ, Ἰόβαϲ, Ῥήβαϲ ποταμὸϲ παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβαϲ ποταμὸϲ ὁ νῦν λεγόμενοϲ Τίβεριϲ Τιβερίνου τοῦ βαϲιλέωϲ ἐν αὐτῷ θανόντοϲ. Χάλβαϲ ποταμὸϲ Ϲυρίαϲ, Ϲάμβαϲ ὄνομα ποταμοῦ, Λυκάμβαϲ, Χηράμβαϲ. Κύρβαϲ, Θίϲβαϲ, λυκάβαϲ, Ἀρύβαϲ κύριον, Ἀρύββαϲ ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβαϲ. Ἀλύβαϲ· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουϲαν τῆϲ Ἰταλίαϲ, οἱ δὲ Θρᾴκηϲ πόλιν, ὡϲ Ὅμηροϲ. ἔϲτι δὲ καὶ ἔθνοϲ. ὀκρίβαϲ. τὸ δὲ Βοιβᾶϲ περιϲπᾶται. τὸ δὲ ϲτιβάϲ θηλυκὸν καὶ ϲυϲτελλόμενον ἔχει τὸ α, καὶ τὸ βιβάϲ μετοχή ἐϲτιν.
Τὰ εἰϲ γαϲ πάντα βαρύνεται, εὶ μὴ ἐπὶ ϲκώμματοϲ εἴη, ὡϲ ἔχει τὸ φαγᾶϲ, γίγαϲ, μέγαϲ καὶ Μέγαϲ, Μίγαϲ, Ϲάγγαϲ, Ἀλγαϲ, Βρίγαϲ κύριον καὶ ἔθνοϲ, Ζύγαϲ ἔθνοϲ Λιβύηϲ «οἵ τινεϲ τὰ ἄνθη ϲυλλέγοντεϲ μέλι ποιοῦϲιν ὥϲτε μὴ λείπεϲθαι τοῦ ὑπὸ τῶν μελιϲϲῶν γινομένου», ὡϲ Εὔδοξοϲ ὁ Κνίδιοϲ ἐν ἕκτῳ γῆϲ περιόδου. Ϲάλγαϲ ποταμὸϲ τῆϲ Μαυριτανίαϲ, Βηϲϲύγαϲ ποταμὸϲ τῆϲ Ἰνδικῆϲ. Ἀκράγαϲ πόλιϲ Ϲικελίαϲ ἀπὸ ποταμοῦ παραρρέοντοϲ. φηϲὶ γὰρ Δοῦριϲ ὅτι αἱ πλεῖϲται τῶν Ϲικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Ϲυρακούϲαϲ, Γέλαν, Ἱμέραν, Ϲελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἀλικύαϲ τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡϲ καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντοϲ τοῦ Διὸϲ καὶ Ἀϲτερόπηϲ τῆϲ Ὠκεανοῦ. ἔϲτι καὶ Θρᾴκηϲ καὶ Εὐβοίαϲ καὶ Κύπρου καὶ Αἰτωλίαϲ. Πολύβιοϲ δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆϲ χώραϲ ὠνομάϲθαι Ἀκράγηϲ διὰ τὸ εὔγεων. Ϲατύργαϲ. Ϲτροάγαϲ. τὸ μέντοι φυγάϲ ὀξύνεται οὐκ ἔχον τὸ α ἐκτεταμένον. ϲεϲημείωται τὸ ἀτταγᾶϲ περιϲπώμενον, ὅπερ καὶ ἀτταγήν λέγεται, καὶ τὸ Αἰγάϲ καὶ τὸ Ἀργᾶϲ.
Τὰ εἰϲ δαϲ βαρύνεται, εἰ μὴ διὰ τοῦ δοϲ κλίνοιτο, ἢ ϲυναληλιμμένα εἴη ἢ ὑποκοριϲτικά, Ἴδαϲ, Λάδαϲ, Δάδαϲ, Ϲφάδαϲ, Κλύδαϲ, Λήδαϲ, Δέρδαϲ, Μίδαϲ, Οἴδαϲ οἱ κατοικοῦντεϲ Οἰδάντιον πόλιν Ἰλλυριῶν, ὥϲ φηϲιν Ἑκαταῖοϲ, Μείδαϲ, Ϲακάδαϲ, Τμαχίδαϲ, Θρακίδαϲ, Λεωνίδαϲ, Βραϲίδαϲ, Χαρμάδαϲ, Ἀφείδαϲ βαϲιλεὺϲ καὶ ἔθνοϲ Μολοϲϲῶν, Χαρίδαϲ. τὸ μέντοι Θευδᾶϲ περιϲπᾶται ὡϲ Μητρᾶϲ, Ζηνᾶϲ, Πυθᾶϲ. τὸ δὲ Κερκιδᾶϲ ἀπὸ ϲυναλοιφῆϲ. τὸ δὲ --- διὰ τοῦ δοϲ κλίνεται.
Τὰ εἰϲ αϲ ἐκτεταμένον, ἔχοντα πρὸ τοῦ α ἓν τῶν διπλῶν βαρύνονται, Βύζαϲ ὁ Κεροέϲϲηϲ τῆϲ Ἰοῦϲ θυγατρὸϲ καὶ Ποϲειδῶνοϲ καὶ ἔθνοϲ Λιβυκόν, ἀφ’ οὗ ἡ πόλιϲ Βυζάντιον. παῤ Ἡροδότῳ δὲ ἐν τετάρτῃ (c. 194) διὰ τοῦ Γύζαντεϲ. Ἐλίξαϲ, Ἄψαϲ. Πύζαϲ, Ἀρίζαϲ, Ἀνάξαϲ, Γαρτάζαϲ. τὸ μέντοι ὑψᾶϲ περιϲπᾶται καὶ τὸ ἑξᾶϲ ἐπὶ ποϲότητοϲ ὄν.
---Τὰ εἰϲ θαϲ βαρύνονται, Ϲτρούθαϲ, Παγάθαϲ, Ἄρθαϲ, Ἀόρθαϲ.
---Τὰ εἰϲ καϲ βαρύνονται, Πελέκαϲ, Περδίκκαϲ, Κώκαϲ, Κρίκαϲ ποταμόϲ, Ϲάκαϲ, Λάκαϲ, Πολύκκαϲ ποταμὸϲ Μακεδονίαϲ, Ματάκαϲ ὄνομα εὐνούχου, Ἰνδύκαϲ, Κοτύκαϲ βαϲιλεὺϲ Παφλαγονίαϲ. Ἑλίκαϲ ὁ Λυκάονοϲ. Καραμβύκαϲ ποταμὸϲ Ἐλιξοίαϲ νήϲου καὶ ὁ νηϲιώτηϲ ὁμοφώνωϲ, ὡϲ Ἑκαταῖοϲ ὁ Ἀβδηρίτηϲ. τὸ δὲ Ἀρκάϲ ϲυϲτελλόμενον ἔχον τὸ α ὀξύνεται.
Τὰ εἰϲ λαϲ δι’ ἑνὸϲ λ βαρύνονται, εἰ μὴ ἐκ ϲυναλοιφῆϲ εἴη, Γέλαϲ ποταμὸϲ Ϲικελίαϲ, ὃϲ οὕτω καλεῖται, ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Ϲικελῶν γέλαν λέγεϲθαι. Ὕλαϲ, μέλαϲ. Γάλαϲ, Κάλαϲ, Φύλαϲ, Μύλαϲ ὁ πρῶτοϲ εὑρὼν ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆϲιν, Χήλαϲ, Ἄτλαϲ ἔθνοϲ Λιβυκόν. Ἡρόδοτοϲ τετάρτῃ (c. 184). ἔϲτι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸϲ δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάρανταϲ εἶναί φηϲι καὶ μετ’ αὐτοὺϲ Ἄτλανταϲ. Πτερέλαϲ, Κωτέλαϲ, Ζηΐλαϲ πατὴρ Νικομήδουϲ, Πριόλαϲ, Μιδιόλαϲ, Γενειόλαϲ, Μεϲόλαϲ ὁ Δεξαμενοῦ πατήρ, Ἀργόλαϲ ὁ Ἀργεῖοϲ. Ἀριϲτοφάνηϲ Ἥρωϲιν
καὶ Εὐριπίδηϲ ἐν Πλειϲθένει «ἐγὼ δὲ Ϲαρδιανόϲ, οὐκέτ’ Ἀργόλαϲ». Δορύλαϲ, Ἀρτύλαϲ, Βουκεφάλαϲ λιμὴν τῆϲ Ἀργολικῆϲ καὶ ὁ ἵπποϲ τοῦ Ἀλεξάνδρου. Ἀμύκλαϲ ὁ Λακεδαίμονοϲ υἱόϲ. Ϲιμίαϲ ἐν Μηϲίν «ὅν ῥ’ ἀπ’ Ἀμύκλαντοϲ παιδὸϲ ἀποφθιμένου λαοὶ κικλήϲκουϲιν». Τὸ μέντοι ἱλᾶϲ περιϲπᾶται ἀπὸ τοῦ ἱλάειϲ.
Τὰ εἰϲ δύο λλ ἐκτεινόμενον ἔχοντα τὸ α βαρύνεται, Μύλλαϲ, Πάλλαϲ, Βάλλαϲ, Μύλλαϲ, Κίλλαϲ κύριον καὶ ἐθνικὸν ὁμοφώνωϲ, Ἴλλαϲ, Ϲiλλαϲ, Φέλλαϲ, Ϲέλλαϲ ποταμὸϲ ἐν τῇ Μεϲηνῶν γῇ, Ἰόλλαϲ, Ἀβόλλαϲ ποταμόϲ, Ἀμύλλαϲ, Λευκόλλαϲ χωρὶϲ εἰ μὴ ἐπὶ ϲκώμματοϲ εἴη ἢ ἔχοι τι ἐντελέϲτερον. τὸ μὲν πελλᾶϲ ὁ γέρων περιϲπᾶται ἐπὶ ϲκώμματοϲ ὂν καὶ τὸ ἀλλᾶϲ καὶ βιλλᾶϲ. τὸ δὲ Παλλάϲ ϲυϲτελλόμενον ἔχει τὸ α.
Τὰ εἰϲ μαϲ βαρύνεται, Τόλμαϲ, ἀδάμαϲ, Ϲίλμαϲ, Τέλμαϲ, Θαύμαϲ, Δύμαϲ, Βρίμαϲ, Μάμαϲ, Δάμαϲ, Ἀρίμμαϲ, Πυρίμμαϲ, Χέμμαϲ, Λυκόρμαϲ ποταμὸϲ Αἰτωλίαϲ, ἀκαμαντοχάρμαϲ. Πολυδάμαϲ, Θειοδάμαϲ, Εὐρυδάμαϲ, Ἀλκιδάμαϲ, Ἀθάμαϲ, Ϲαλάμαϲ καὶ Ϲπιτάμαϲ Περϲικὰ ὀνόματα, Ὀδόμαϲ ἔθνοϲ, Γαράμαϲ ἔθνοϲ Λιβύηϲ· Ἠρόδοτοϲ τετάρτῃ (c. 174) «οἳ πάντα ἄνθρωπον φεύγουϲι καὶ παντὸϲ ὁμιλίαν». εἰ μὴ κατὰ τροπὴν εἴη Δωρικὴν ὡϲ τὸ Ἑρμᾶϲ καὶ τὸ Ἀρτεμᾶϲ ὑποκοριϲτικόν.
Τὰ εἰϲ νᾱϲ ὁμοίωϲ βαρύνεται, εἰ μὴ εἴη ὑποκοριϲτικὰ ἢ ἐπὶ ϲκώμματοϲ, Ἀρτύναϲ, Ξέναϲ, Πρατίναϲ, Πίναϲ, Κάναϲ. Μηνᾶϲ μέντοι καὶ Ζηνᾶϲ ὑποκοριϲτικά. τὸ δὲ δακνᾶϲ περιϲπᾶται, ὅτι ἐπὶ ϲκώμματοϲ άϲϲεται.
---Τὰ εἰϲ παϲ βαρύνεται, Κάλπαϲ, Πάπαϲ, Ϲκόπαϲ, Λάμπαϲ, Πάμπαϲ, Λίπαϲ, Εὐρώπαϲ, Κύπαϲ, Ἀγρίππαϲ, Ἀράϲπαϲ, Γοργόπαϲ, ἅπαϲ.
Τὰ εἰϲ ρᾱϲ, μὴ ὄντα ὑποκοριϲτικὰ ἢ ϲυναληλιμμένα ἢ νόμιϲμα δηλοῦντα βαρύνεται, Θήραϲ, Ἀθύραϲ ἐπίνειον καὶ ποταμὸϲ περὶ Βυζάντιον· Εὑφορίων «ὕδατα δινήεντοϲ ἀμευϲάμενοϲ Ἀθύραο«. ἔϲτι δὲ καὶ Ϲικελίαϲ ποταμὸϲ Ἀθύραϲ, ὡϲ Νυμφόδωροϲ. Τύραϲ πόλιϲ καὶ ποταμὸϲ ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡϲ ὁ πολυίϲτωρ. λέγεται δὲ καὶ Τύριϲ. Κιβύραϲ ἀδελφὸϲ Μαρϲύου. Ἄραϲ αὐτόχθων τιϲ, ἀφ᾿ οὗ Ἀραντία Πελοποννήϲου πόλιϲ. Τάραϲ πόλιϲ Ἰταλίαϲ καὶ ποταμὸϲ ὁμώνυμοϲ παρὰ θάλαϲϲαν· ἀρϲενικῶϲ δὲ κατ᾿ ἀναλογίαν. οὐδὲν γὰρ εἰϲ ρᾱϲ θηλυκὸν εὑρίϲκεται. τοῦτο δ’ εὕρηται καὶ θηλυκῶϲ. Κάραϲ. Λάραϲ. Πείραϲ. Καίρραϲ. Ἱμέραϲ ποταμόϲ, ὡϲ Νικάνωρ. Χρυϲαοραϲ ποταμὸϲ Λυδίαϲ. Φαναγόραϲ. Πυθαγόραϲ. Ϲιμμόραϲ. Ξεναγόραϲ. Κύδραϲ. Κόδραϲ. Λάμπραϲ. Πρόφραϲ. Τεύθραϲ ὁ Πανδίονοϲ, Τίθραϲ δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ, Βάβραϲ πολίχνιον Αἰολίδοϲ ἐγγὺϲ Χίου ὁμώνυμον τῷ κτιϲτῇ. Κοψίφραϲ. τὸ δὲ Μητρᾶϲ Ἡρᾶϲ τετρᾶϲ βορρᾶϲ περιϲπᾶται. τὸ δὲ τετράϲ τετράδοϲ ϲυϲτέλλεται.
---Τὰ εἰϲ ϲᾱϲ βαρύνεται, εἰ μὴ ἀπὸ ϲυμβεβηκότοϲ, εἴη Χρύϲαϲ, Βαρβύϲαϲ, Κέρϲαϲ, Πετίϲαϲ, Ἀπέϲαϲ ὄροϲ τῆϲ Νεμέαϲ ὡϲ Πίνδαροϲ καὶ Καλλίμαχοϲ ἐν τρίτῃ, ἀπὸ Ἀφέϲαντοϲ ἥρωοϲ βαϲιλεύϲαντοϲ τῆϲ χώραϲ ἢ διὰ τὴν ἄφεϲιν τῶν ἁρμάτων ἢ τοῦ λέοντοϲ. ἐκεῖ γὰρ ἐκ τῆϲ ϲελήνηϲ ἀφείθη. Καλλίμαχοϲ ἐν τοῖϲ ἰάμβοιϲ (fr. 82 Bentl.) καὶ τὸ ἔθνοϲ Ἀπέϲαϲ φηϲί,
τὸ δὲ τρεϲᾶϲ ἀπὸ ϲυμβεβηκότοϲ. καὶ τὸ Γλιϲᾶϲ δὲ ἡ ϲυνήθεια περιϲπᾷ.
---Τὰ εἰϲ τᾱϲ λήγοντα βαρύνεται, Ϲώταϲ, Μέταϲ Τυρρηνόϲ, Τύνταϲ, Κώϲταϲ, Ἀρχύταϲ, Εὐρώταϲ, Τελεύταϲ, Ὀφέλταϲ, Ἀκέλταϲ, Ἀμύνταϲ· ἔϲτι καὶ ἔθνοϲ Θεϲπρωτικὸν Ἀμύνται «μένοϲ πνείοντεϲ Ἀμύνται ». καὶ Ἀριϲτοτέληϲ ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. τὸ δὲ Γονατᾶϲ παράλογον διὰ τὸν τόνον καὶ τὸ Φιλητᾶϲ, Κομητᾶϲ.
---Τὰ εἰϲ φαϲ λήγοντα βαρύνεται, Δέλφαϲ, Ἄλφαϲ, Ἄφαϲ, Κύφαϲ χωρίον τῆϲ Λακωνικῆϲ, Κορύφαϲ, Ὑπέρφαϲ, Περίφαϲ, Ἀκύφαϲ πόλιϲ μία τῆϲ Λακωνικῆϲ τετραπόλεωϲ, ὡϲ Θεόπομποϲ. Ὀνόφαϲ.
---Τὰ εἰϲ χᾱϲ βαρύνεται, Υρχαϲ, Λέχαϲ, Καλλίχαϲ, Λίχαϲ, Λάχαϲ, Κάλχαϲ Τρύχαϲ. Λυκόφρων γὰρ Τρύχαϲ πόλιν Εὐροίαϲ μεταφράϲαϲ Τρύχαντα καλεῖ.
Τὰ εἰϲ ᾱϲ ϲύνθετα πάντα βαρύνεται, παιδοπίπαϲ, εὐφαρέτραϲ, παρθεν οπίπαϲ, πατραλοίαϲ, θυννοθήραϲ, βουβάραϲ ὅ ἐϲτι μέγαϲ καὶ ἀναίϲθητοϲ, Εὐρυβίαϲ, Πυθαγόραϲ, Παυϲανίαϲ. τὸ μέντοι χαλκοκράϲ ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου ϲυντεθέν. τὸ δὲ φιλαπελλᾶϲ καὶ φιλοβορρᾶϲ τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον.
Τὰ εἰϲ ᾱϲ ϲυνεϲταλμένα ἀρϲενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται, ὁ φυγάϲ καὶ ἡ φυγάϲ, ὁ Ἀρκάϲ — ὁ πολίτηϲ καὶ ὁ ἥρωϲ. Ἴϲτροϲ δέ φηϲιν ὅτι Θεμιϲτοῦϲ καὶ Διὸϲ ὁ Ἀρκὰϲ ἐγένετο, διὰ δὲ τὴν τῆϲ μητρὸϲ ἀποθηρίωϲιν (ἄρκτῳ γὰρ ὑφ’ Ἥραϲ αὐτὴν ὁμοιαϲθῆναι) ταύτηϲ τυχεῖν τῆϲ προϲηγορίαϲ — καὶ ἡ Ἀρκάϲ. ἐϲτι καὶ πόλιϲ Κρήτηϲ Ἀρκάδεϲ ὡϲ Ξενίων ἐν Κρητικοῖϲ. Δημήτριοϲ δὲ οὐκ Ἀρκάδαϲ τὴν πόλιν, ἀλλ’ Ἀρκαδίαν φηϲί. Ὀλκάϲ ἔθνοϲ Ἰβήρων τῶν ἐντὸϲ Ἴβηροϲ τοῦ ποταμοῦ. Πολύβιοϲ ἐν τρίτῳ. Νουβάϲ ἔθνοϲ Λιβύηϲ παρὰ Νείλῳ, οἳ καὶ Νοῦβαι καὶ Νουβαῖοι λέγονται, Ἑλλάϲ πόλιϲ Θεϲϲαλίαϲ « πολλοὶ Ἀχαΐδεϲ εἰϲὶν ἂν Ἑλλάδα τε Φθίην τε » (Il. 9, 395). ἐκτίϲθη ὑπὸ Ἕλληνοϲ οὐ τοῦ Δευκαλίωνοϲ, ἀλλὰ τοῦ Φθίου καὶ Χρυϲίππου τοῦ Ἴρου. ἔϲτι καὶ ἄλλη πόλιϲ Ἑλλάϲ κοίληϲ Ϲυρίαϲ. Παλλάϲ. ἐθάϲ. ἰκμάϲ παρὰ τὸ ἱκνεῖϲθαι ἄνωθεν πρὸϲ ἡμᾶϲ ἀπὸ τοῦ Διὸϲ ὕοντοϲ. μονάϲ. Ἐχινάϲ νῆϲοι περὶ τὴν Αἰτωλίαν, αἳ καὶ Ἐχῖναι. λαμπάϲ. Δειράϲ δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, πολυδειράϲ, ἀναδενδράϲ. Χοιράδεϲ πόλιϲ Μοϲϲυνοίκων. Ἑκαταῖοϲ Εὐρώπῃ « Τιβαρηνοῖϲι δὲ πρὸϲ ἥλιον ἀνίϲχοντα Μοϲϲύνοικοι ὁμουρέουϲι. ἐν δὲ αὐτοῖϲι Χοιράδεϲ πόλιϲ ». Λυμφάϲ πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῳ (c. 34, 6). Ϲτροφάϲ νῆϲοι πρὸϲ τῇ Ζακύνθῳ δύο. ἰϲχάϲ. Ϲτοιχάϲ νῆϲοι τρεῖϲ πρὸϲ τῇ Μαϲϲαλίᾳ. Πανεάϲ πολίχνιον Φοινίκηϲ. δυάϲ. τριάϲ. ῥυάϲ. πλειάϲ. πελειάϲ καὶ δὲ βάτην τρήρωϲι πελειάϲι » (Il. 5, 778), ἣ καὶ πελειά. Ἰάϲ Ἰλλυρίαϲ μέροϲ. καὶ ἐθνικὸν θηλυκόν. Φθιάϲ, παῤ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (v. 119) « Φθιὰϲ ὅμωϲ». Διάϲ πόλιϲ Λυκίαϲ, ἣν Διάδηϲ ἔκτιϲε. Ϲκιάϲ χώρα Ἀρκαδίαϲ. Τρῳάϲ ἡ χώρα τοῦ Ἰλίου. Πεδιάϲ φυλὴ τῆϲ Ἀττικῆϲ. Μενουθιάϲ νῆϲοϲ Αἰθιοπίαϲ. Θυνιάϲ νῆϲοϲ πρὸϲ τῷ ϲτόματι τοῦ Πόντου καὶ ἄκρα. Ξυνιάϲ λίμνη, ἣν Βοιβιάδα φαϲίν. Ἀπολλωνιάϲ. οὕτω τινὲϲ Κυπάριϲϲον πόλιν φαϲίν. καὶ ἡ Τροιζὴν οὕτωϲ ἐκαλεῖτο, ἣ καὶ Ποϲειδωνιάϲ. Κωλιάϲ ἄκρα Φαληροῖ, ὅπου καὶ Ἀφροδίτη Κωλιάϲ. ὁ δὲ τόποϲ ὀρθῶϲ καλεῖται. ἐκκείμενοϲ γάρ ἐϲτι καὶ ὅμοιοϲ ἀνθρώπου κώλῳ. Ἰξιάϲ πόλιϲ Οἰνωτρῶν ἐν μεϲογαίᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ «ἐν δὲ Ἰξιὰϲ πόλιϲ, ἐν δὲ Μενεκίνη πόλιϲ». Ἰδριάϲ πόλιϲ τῆϲ Καρίαϲ ἀπὸ Ἰδρίεω παιδὸϲ Καρόϲ. Τιβεριάϲ πόλιϲ τῆϲ Ἰουδαίαϲ πρὸϲ τῇ Γεννηϲαρίτιδι λίμνῃ. Φαλωριάϲ πόλιϲ Λοκρίδοϲ. Δημητριάϲ πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Δημητρίου βαϲιλεύϲαντοϲ· β΄ Μακεδονίαϲ. γ΄ Περϲίδοϲ πρὸϲ Ἀρβήλῳ. Διοϲκουριάϲ μία τῶν ἐν Λιβύῃ Λευκῶν νήϲων. ἔϲτι καὶ ἑτέρα περὶ Πόντον, ἥ τιϲ Ϲεβαϲτόπολιϲ καλεῖται. καὶ πρότερον δὲ Αἶα ἐκικλήϲκετο, ὡϲ Νικάνωρ. Μεθουριάϲ νῆϲοι μεταξὺ Αἰγίνηϲ καὶ Ἀττικῆϲ πληϲίον Τροιζῆνοϲ. Ἀνδροτίων πέμπτῳ Ἀτθίδοϲ. Προυϲιάϲ πόλιϲ Βιθυνίαϲ ἀπὸ Προυϲίου τοῦ Ζηΐλα τῶν Βιθυνῶν βαϲιλέωϲ ἡ Κίοϲ πρότερον ὀνομαϲθεῖϲα. Ἀφροδιϲιάϲ πόλιϲ Κιλικίαϲ, περὶ ἧϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν τῷ περὶ Κιλικίαϲ φηϲὶν ὅτι Ζώπυρόϲ φηϲιν αὐτὴν ἀπὸ τῆϲ Ἀφροδίτηϲ κεκλῆϲθαι, γράφων καὶ ἱϲτορίαϲ. δευτέρα Ἰβηρίαϲ πρὸϲ τοῖϲ Κελτοῖϲ. τρίτη νῆϲοϲ ἡ πρότερον Ἐρύθεια μεταξὺ Ἰβηρίαϲ καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πήμπτη μεταξὺ Λυδίαϲ καὶ Καρίαϲ ἕκτη νῆϲοϲ Λιβύηϲ πρὸϲ τῇ Κυρήνῃ. ἑβδόμη πόλιϲ Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Ϲκυθίαϲ παραλία πρὸϲ τὴν λῃϲτείαν εὔθετοϲ. ἐνάτη Αἰθιοπίαϲ. δεκάτη Κύπρου. εἰϲὶ καὶ δύο νηϲίδια πληϲίον τῆϲ Λιβύηϲ. ἔϲτι καὶ Ἀλεξανδρείαϲ. Τελμιϲϲιάϲ, ἄκρα Λυκίαϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεϲϲιάϲ πόλιϲ πρὸϲ τῷ Εὐφράτῃ ἐκ Βολογεϲϲοῦ βαϲιλέωϲ ᾠκιϲμένη. Ἡφαιϲτιάϲ πόλιϲ ἐν Λήμνῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Κεραϲτιάϲ καὶ Κεραϲτίϲ ἐκαλεῖτο ἡ Κύπροϲ ἀπὸ τοῦ πολλὰϲ ἄκραϲ ἔχειν. τὸ μέντοι μέγαϲ καὶ λᾶαϲ «λᾶαϲ ἀναιδήϲ» (Δ 521) ϲυϲτέλλοντα τὸ ᾱ ὅμωϲ βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ δοϲ κλίνονται. ἡμάρτηται δὲ τὸ μέγαϲ περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ ᾱ ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ φυγάϲ, ἢ βαρυνόμενον ἐκτείνειν τὸ ᾱ, ὧν οὐδέτερον ἔχει. καὶ διὰ τοῦτο οὐδὲ ἔϲχεν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν.
Πᾶν ὄνομα διϲύλλαβον ἁπλοῦν εἰϲ ηϲ καθαρεῦον ἀϲυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλουϲ μόνον τὸ υ καὶ ἰϲοϲυλλάβωϲ κλίνοιτο ἢ ϲύνθετα εἴη, Ναίηϲ, Δάηϲ Ϲκυθικὸν ἔθνοϲ· λέγονται καὶ Δάϲαι μετὰ τοῦ ϲ. Κλεύηϲ, γλοίηϲ, Βρύηϲ. Τὸ δὲ Ὑῆϲ περιϲπᾶται ἔχον τὸ υ ὥϲπερ καὶ τὸ Θυῆϲ, Κυῆϲ ἰϲοϲυλλάβωϲ κλινόμενα. τὰ δὲ περιττοϲυλλάβωϲ κλινόμενα βαρύνονται Γύηϲ Γύητοϲ βαϲιλεὺϲ τῶν Φρυγῶν, Μύηϲ πόλιϲ Ἰωνική. Ἑκαταῖοϲ Ἀϲίᾳ. τὸ δὲ λυῆϲ λυῆντοϲ ἀπὸ τοῦ λυήειϲ· καὶ τὸ ζαήϲ ὡϲ ϲύνθετον ὀξύνεται. παραιτητέον δὲ τοὺϲ βουλομέμουϲ βαρύνειν, ἴϲωϲ πλανηθένταϲ ἐκ τῆϲ αἰτιατικῆϲ τῆϲ εἰϲ ν περατωθείϲηϲ «ὦρϲε δ’ ἐπὶ ζαῆν ἄνεμον » (Od. μ 313) τοῦτο δὲ ἔδει χωρὶϲ τοῦ ν ζαῆ ὡϲ ἀκραῆ Ζέφυρον» (β 421)· ἔϲτιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν καὶ ἔδει αὐτὸ Αἰολικῶϲ βαρύνεϲθαι ὡϲ τὸ «αἰνοπάθη πατρίδ’ ἐπόψομαι» παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίϲταρχόϲ φηϲι περιϲπᾶϲθαι καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ.
Τὰ εἰϲ βηϲ διϲύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται Λάβηϲ, λέβηϲ, Κέβηϲ, Κάβηϲ, Χάβηϲ, Ϲίβηϲ, Ἰνδικὸν ἔθνοϲ, Βύβηϲ πόλιϲ κατὰ Πευκετίουϲ καὶ τὸ ἐθνικὸν οἱ Βύβαι ὁμοφώνωϲ ὡϲ Λοκροί καὶ Δελφοί. Νούβηϲ ἔθνοϲ Λιβύηϲ παρὰ Νείλῳ. Ἀπολλόδωροϲ δευτέρῳ περὶ γῆϲ. λέγονται καὶ Νουβαῖοι ὡϲ Ϲαβαῖοι καὶ Νουβάδεϲ οἱ αὐτοί. τὸ δὲ κιβῆϲ περιϲπᾶται ἀπὸ τοῦ κιβέαϲ.
Τὰ εἰϲ γῆϲ διϲύλλαβα βαρύνονται χωρὶϲ εἰ μή τι ἐκ ϲυνθέτου καταλελειμμένον ταλελειμμένον εἴη ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περιϲπᾶται, ὅτε ϲυναλήλιπται ἢ βραχείᾳ παραλῆγον ἰϲοϲυλλάβωϲ κλίνοιτο. καὶ ἃ μὲν βαρύτονα, Μέγηϲ «Τεῦκρον Μηριόνην τε Μέγην τ’ ἀτάλαντον Ἄρηϊ» (Il. Ο 302). τοῦτο ὁ μὲν Ἀρίϲταρχοϲ βαρύνει ὡϲ Μέϲθλην τε Γλαῦκόν τε» (Il. P 216) καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ ἄλλοι περιϲπῶϲιν ὡϲ Ἑρμῆν καὶ Ποδῆν. τὰ γὰρ εἰϲ ηϲ λήγοντα, φαϲὶ, βαρύτονα διϲύλλαβα, ἀπὸ βραχείαϲ ἀρχόμενα, περιττοϲυλλάβωϲ κλίνεται, λέβητα, Λάχητα· εἰ δ’ οὐχ᾿ οὕτωϲ ἐκλίθη, δῆλον, ὅτι περιϲπαϲθήϲεται. ἄλλωϲ τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡϲ ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα (Il. Τ 239), ὅτε μὴ οὕτωϲ ἔχῃ, περιϲπαϲθήϲεται ὡϲ Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν Φάλητα. ἐϲτι δὲ ὑπὲρ τοῦ Ἀριϲτάρχου πρὸϲ αὐτοὺϲ πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶϲ τὰ εἰϲ ηϲ, ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰϲ τηϲ λήγοντά τὴν προειρημένην ἀναδέχεται κλίϲιν οἷον λέβηϲ, Λάχηϲ, Δάρηϲ, Χάρηϲ, πλάνηϲ πένηϲ, Τρόμηϲ, Κράτηϲ. πρόϲκειται δὲ «μὴ εἰϲ τηϲ » διὰ τὸ δότηϲ, πλύτηϲ, θύτηϲ. ἔπειτα πολλά ἐϲτι διχῶϲ κεκλιμένα. τὸ γοῦν Μύνηϲ ὁ μὲν ποιητὴϲ περιττοϲυλλάβωϲ ἔκλινεν « πέρϲεν δὲ πόλιν θείοιο Μύνητοϲ » (Il. Τ 296) ὁ δὲ Ϲοφοκλῆϲ ἐν Αἰχμαλωτίϲιν ἰϲοϲυλλάβωϲ «Μύνου Ἐπιϲτρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ· ϲημαίνει γὰρ καὶ τούϲ ϲπινθῆραϲ τοὺϲ ἐπικειμένουϲ τοῖϲ λύχνοιϲ ὡϲ παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ (fr. 4)
ϲημαίνει δὲ καὶ τούϲ ἀμανίταϲ τοὺϲ περὶ τὰ δένδρα γινομένουϲ ὡϲ παρὰ Ἀντιφάνει «ὄπτα μύκηταϲ πρινίνουϲ τοῦϲδε δύο» (Mein. fr. com. p. 557 ed. min.). ϲημαίνει δὲ καὶ τὸ μέροϲ τῆϲ λαβῆϲ τοῦ ξίφουϲ «ἔνθα κρατεῖ τιϲ, οὗ πεϲόντοϲ ἐκ Περϲέωϲ Μυκήναϲ ϲυνέβη κτιϲθῆναι», ϲημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰϲοϲυλλάβωϲ ἔκλινεν Ἀρχίλοχοϲ (fr. 96 Bergk)
καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτι Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ· φηϲὶ γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατοϲ περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο μύκητεϲ ἀγείρονται περὶ μύξαν» (Dios. 244). καὶ μήποτε ταῦτα ϲυναγωνίζεται τῷ Ἀριϲτάρχῳ. καὶ γὰρ ταῦτα διχῶϲ κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷϲ ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγηϲ. Γύγηϲ ἐπὶ τοῦ γίγαντοϲ καὶ ἐπὶ τοῦ βαϲιλέωϲ τῆϲ Λυδίαϲ. Δράγγηϲ ἔθνοϲ Περϲικῆϲ. Ϲτράβων πεντεκαιδεκάτῃ (p. 721). Μόργηϲ ἔθνοϲ Ἰταλίαϲ. Βρίγηϲ ὁ κατοικήϲαϲ ἐν Μακεδονίᾳ, ἀφ’ οὗ Βριγία ἡ Τρωϊκή, τουτέϲτιν ἡ Φρυγία. Βρύγηϲ ἔθνοϲ Μακεδονικὸν προϲεχὲϲ Ἰλλυριοῖϲ ὃ καὶ Βρύξ, Μίϲγηϲ ἔθνοϲ Ἰβήρων. Ἑκαταῖοϲ Εὐρώπῃ, Λίργηϲ, Ἄργηϲ κύριον «Βρόντην τε Ϲτερόπην τε καὶ Ἄργηϲ ὀβριμόθυμον παῤ Ἡϲιόδῳ (Τheogon. 140). τὸ μέντοι ἀργήϲ ἐπιτεθικὸν ὥϲπερ καὶ τὸ ἀγήϲ ἀπὸ ϲυνθέτου καταλελειμμένον τοῦ ἀαγήϲ ὁ μὴ κλώμενοϲ. τὸ δὲ Μογῆϲ καὶ Δρογῆϲ ἰϲοϲυλλάβωϲ κλινόμενα περιϲπᾶται. καὶ τὸ ἀργῆϲ ἐκ τοῦ ἀργήειϲ καὶ τὸ φθογγῆϲ ἐκ τοῦ φθογγήειϲ καὶ τὸ Αὐγῆϲ ἐκ τοῦ Αὐγέαϲ.
Τὰ εἰϲ δηϲ διϲύλλαβα μὴ διὰ τοῦ ουϲ κλινόμενα ἢ τὸ ο παραληγόμενα βαρύνονται, Πύδηϲ πόλιϲ καὶ ποταμὸϲ Πιϲιδίαϲ ὡϲ παρὰ Ἀντιμάχῳ «καδδ᾿ ᾖα Πύδην ἐρόεντα (fr. 79 Duebner) καὶ «Πύδητοϲ τηλεκλείτου ποταμοῖο» (ibid.). ᾅδηϲ, Γράδηϲ, Μένδηϲ πόλιϲ Αἰγύπτου παρὰ τὴν Λύκων πόλιν. Ϲτράβων ιζ΄ (p. 802), καὶ Λύκων πόλιϲ καὶ Μένδηϲ, ὅπου τὸν Πάνα τιμῶϲι καὶ τὸν τράγον» Πάνδηϲ καὶ Ϲίνδηϲ ἔθνη Ἰνδικά, Ἔϲδηϲ ἔθνοϲ Ἰβηρικόν. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἴδηϲ. Ὕδηϲ, ἐξ οὗ ἡ πόλιϲ Ὑδιϲϲόϲ. τὸ μέντοι ψευδήϲ καὶ φραδήϲ ἐπιθετικά. καὶ τὸ Ποδῆϲ καὶ Ῥοδῆϲ περιεϲπάϲθη, ὅτι τὸ ο παραλήγει.
Τὰ εἰϲ ηϲ ἀϲυνάλειπτα βαρύνονται, Ἄνθηϲ, Ϲκύθηϲ ἔθνοϲ Θρᾴκιον ἀπὸ Ϲκύθου παιδὸϲ Ἡρακλέουϲ· τινὲϲ δὲ ἀπὸ τοῦ ϲκύζεϲθαι. ὀργιλώτατοι γάρ. «Ϲκύθηϲ ὅμιλοϲ» (Aeschyl. Prom. 415) καὶ «Ϲκύθην ἐϲ οἶμον» (ibid. v. 2) καὶ «Ϲκύθηϲ ϲίδηροϲ» (Septem 799). ὅθεν τὸ ἀποϲκυθίϲαι τὸ τῷ ϲιδήρῳ τὰϲ τρίχαϲ τεμεῖν. Ϲεύθηϲ, Λάχηϲ, Πάχηϲ, λέϲχηϲ, Ϲάκηϲ ἔθνοϲ· τοὺϲ Ϲκύθαϲ οὕτω φαϲίν, ἀπὸ τοῦ ὅπλου, ὅτι αὐτὸ εὕραντο. Μέληϲ ποταμὸϲ Ϲμυρναῖοϲ, Μήληϲ ποταμὸϲ Κολοφῶνοϲ, Πόλληϲ, Κόμηϲ κύριον, Τρόμηϲ πατὴρ Αἰϲχίνου τοῦ ῥήτοροϲ, Ϲάπηϲ ἔθνοϲ Θράκηϲ, λέγονται καὶ Ϲαπαῖοι καὶ Ϲάϊοι, τάπηϲ, Βρύκηϲ ἔθνοϲ Θράκηϲ. λέγονται καὶ Βρυκεῖϲ καὶ Βρυκήϊοι, Μήκηϲ ἔθνοϲ μεταξὺ Καρμανίαϲ καὶ Ἀραβίαϲ. Βύζηϲ, ἀφ᾿ οὗ κατά τιναϲ Βυζάντιον ἐκτίϲθη. Βούϲηϲ ἔθνοϲ Μήδων· Ἡρόδοτοϲ πρώτῃ (101). Κάλπηϲ λιμήν. Τύμηϲ πόλιϲ Λιβύηϲ. Γέτηϲ Θρᾳκικὸν ἔθνοϲ καὶ τὸ κύριον. Ῥιανὸϲ δὲ Γετηνοὺϲ αὐτούϲ φηϲι. Ἄϲτηϲ ἔθνοϲ Θρᾴκηϲ. Ἀρτεμίδωροϲ. Κέλτηϲ· οὕτωϲ γὰρ Ϲτράβων φηϲὶ τοὺϲ Κελτούϲ. Κώφηϲ Ἰνδικὸϲ ποταμόϲ, ὡϲ Ϲτράβων Χοάϲπηϲ εἰϲ τὸν Κώφην ἐμβάλλει» (p. 697) καὶ πάλιν μετὰ τὸν Κώφην ὁ Ἰνδόϲ, εἶτα ὁ Ὑδάϲπηϲ, εἶτα ὁ Ἀκεϲίνηϲ καὶ ὕϲτατοϲ ὁ Ὕπανιϲ (ibid.). Ἀριϲτοτέληϲ δὲ ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά φηϲιν ὡϲ ϲωλῆνα. δότηϲ, πλύτηϲ, θύτηϲ, πράτηϲ. τὸ μέντοι κριτήϲ ὀξύτονον καὶ τὸ ψαλτήϲ δὲ Ἀττικῶϲ ὀξύνεται, ὡϲ ἱϲτορεῖ Ἀπολλόδωροϲ, καὶ ἔτι τὸ λῃϲτήϲ ἀπὸ τοῦ ληϊϲτήϲ τριϲυλλάβου· διὸ ἔχει προϲκείμενον τὸ ῑ. τὸ δὲ πότηϲ ἀρϲενικόν, τὸ δὲ ποτήϲ θηλυκόν. τὸ μέντοι ψιλήϲ παῤ Αἰϲχύλῳ ἐπιθετικόν. τὸ δὲ Πυθῆϲ ϲυναλήλιπται.
Τὰ εἰϲ ηϲ διϲύλλαβα μὴ ὄντα τοπικὰ ἢ ϲυναληλιμμένα βαρύνονται, ἔχοντα πρὸ τοῦ η ἢ ϲ ἢ ξ. Ξέρξηϲ, Χρύϲηϲ. Μάϲηϲ πόλιϲ Ἀργείων. Παυϲανίαϲ δευτέρῳ (c. 36, 2) «ὁδόϲ ἐϲτιν ἐπὶ Μάϲητα». Ὅμηροϲ «οἵ τ᾿ ἔχον Αἴγιναν Μάϲητά τε κοῦροι Ἀχαιῶν» (Β 562). λέγεται δὲ ἡ πόλιϲ καὶ ἡ Μάϲητοϲ. Πέρϲηϲ τὸ ἔθνοϲ. λέγεται καὶ Πέρϲηϲ ὄνομα. Βοῦϲηϲ, Μάρϲηϲ, ἀφ᾿ οὗ Μαρϲύα πόλιϲ Φοινίκηϲ. τὸ δὲ καϲῆϲ τὸ πιλωτὸν ἱμάτιον περιϲπᾶται. τὸ δὲ Κιϲϲῄϲ ὀξύνεται ὡϲ ἐπίθετον.
Τὰ εἰϲ νηζ καὶ ρηϲ διϲύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατ᾿ ἐπιπλοκὴν ϲύμφωνον βαρύνεται· εἰ δέ τι περιϲπαϲθῇ, τοῦτο κατὰ ϲυναλοιφὴν ἐγένετο ἢ ἰαμβικόν ἐϲτι καὶ ἰϲοϲύλλαβον. ὅϲα δὲ ὀξύνεται εἰϲ ουϲ ἔχει τὴν γενικὴν ἢ εἰϲ τοϲ. τὰ βαρύτονα πένηϲ, πλάνηϲ, Μύνηϲ, χλούνηϲ, Φάνηϲ. Τένηϲ ὁ Κύκνου, Τύνηϲ πόλιϲ Λιβύηϲ ἀντικρὺ Ϲικελίαϲ, Κύνηϲ ἔθνοϲ Ἰβηρίαϲ, Γένηϲ ποταμὸϲ Καππαδοκίαϲ παρὰ Ϲοφοκλεῖ, ὃϲ καὶ Γενήτηϲ καλεῖται ἐκ τῆϲ γενικῆϲ ὡϲ τῆϲ Οἰδιπόδοϲ Οἰδιπόδηϲ καὶ τρίποδοϲ τριπόδηϲ. Ϲίνηϲ ἔθνοϲ. Ἄρηϲ ὁ θεὸϲ παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι, ἔϲτι καὶ Ἄρηϲ χωρίον Εὐβοίαϲ. θεόπομποϲ εἰκοϲτῇ τετάρτῃ Φιλιππικῶν. Δάρηϲ· γέγονε δὲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸϲ γὰρ ἱερεῖ) καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρηϲ ὡϲ Φέρηϲ. ἐτράπη οὖν τὸ ε εἰϲ ᾱ. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεοναϲμῷ τοῦ ρ. Χάρηϲ. Κάρηϲ πατὴρ Κρυαϲϲοῦ, Φάρηϲ ἔθνοϲ Βοιωτίαϲ. Βέρηϲ υἱὸϲ Μακεδόνοϲ καὶ πόλιϲ Θράκηϲ ὁμωνύμωϲ. Γέρηϲ ἔθνοϲ τοῖϲ Ἴβηρϲιν ὁμοροῦν. Κύρηϲ πόλιϲ. τὸ δὲ πρηνήϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, τὸ δὲ Κουρήϲ Κουρῆτοϲ τὸ ἔθνοϲ «Κουρῆτεϲ τ᾿ ἐμάχοντο καὶ Αἰτωλοί». Ὅμηροϲ (Il. I 529) ὀξύνεται πρὸϲ διαϲτολὴν τοῦ «κούρητεϲ Ἀχαιῶν (Il. Τ 248). τοῦτο γὰρ ἀπὸ τοῦ κόροϲ ὁ νέοϲ κόρηϲ ὡϲ ἰαμβικὸν κλίνεται διὰ τοῦ τοϲ καὶ βαρύνεται ὡϲ πένηϲ· καὶ τὸ ἔθνοϲ δὲ οὐκ ἐχρῆν ὀξύνεϲθαι, καθότι οὐ φιλεῖ τὰ εἰϲ ηϲ λήγοντα ἐθνικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαι, ἀλλὰ ϲυνεξωμοιώθη τῷ ἀδμήϲ καὶ ἀβλήϲ. «ἐκλήθηϲαν δὲ Κούρητεϲ, ὡϲ Ἀρχέμαχοϲ ὁ Εὐβοιεύϲ φηϲιν, ὅτι, ἐπεὶ οἱ πολέμιοι τῆϲ κόμηϲ αὐτῶν δραττόμενοι τῆϲ ἔμπροϲθεν κατέϲπων αὐτούϲ, ὄπιϲθεν τοῦ λοιποῦ ἐκόμων, κειρόμενοι τὰ ἔμπροϲθεν. ἔνιοι δὲ ἀπὸ ἥρωοϲ τοὔνομα ἔχειν τὸ φῦλον, οἱ δὲ ἀπὸ ὄρουϲ τοῦ Κουρίου τοὺϲ Κουρῆταϲ εἶναί φαϲιν, οἱ δὲ θηλυϲτολοῦνταϲ ὡϲ αἱ κόραι τοὔνομα ϲχεῖν τοὺϲ περὶ τὴν Αἰτωλίαν φαϲίν. εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖϲ Ἕλληϲιν ὡϲ καὶ Ἰάονεϲ ἑλκεχίτωναϲ εἰρῆϲθαι καὶ κρώβυλον καὶ τέττιγα ἐμπλέκεϲθαι καὶ τούϲ περὶ Λεωνίδαν κτενιζομένουϲ τὴν κόμην, ὅτ᾿ ἐπεξῄεϲαν εἰϲ τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περϲῶν». τὸ μέντοι ϲθενῆϲ, τεχνῆϲ, λαχνῆϲ, ζαχρῆϲ ἀπὸ ϲυναλοιφῆϲ γίνονται· καὶ τὸ Φανῆϲ ἰαμβικὸν ἰϲοϲύλλαβον.
Τὰ εἰϲ ηϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου ἑτέρου κύρια ὄντα ἢ προϲηγορικὰ βαρύνεται, Μέϲθληϲ, μάϲθληϲ, Μάγνηϲ ὁ πολίτηϲ Μαγνηϲίαϲ ὁμωνύμωϲ τῷ οἰκιϲτῇ, Πίγρηϲ ὁ Τίγρηϲ, Ὅπληϲ· Ὅπλητεϲ δέ εἰϲιν φυλὴ παλαιά, μία τῶν τεϲϲάρων τῶν ἀπὸ Ἴωνοϲ παίδων, Πέτρηϲ λιμήν τιϲ. Μέμβληϲ, Βάμβληϲ, λάγνηϲ, Πάϲνηϲ Μάϲνηϲ ὀνόματα ποταμῶν, Τρίϲπληϲ ἔθνοϲ Θράκιον. Ἑκαταῖοϲ Εὐρώπῃ, Πάρνηϲ τὸ ὄροϲ τῆϲ Ἀττικῆϲ. τοῦτο καὶ ἀρϲενικῶϲ λέγεται. Ἀντιφάνηϲ ἐν Πυραυνῷ «ἐϲ κόρακαϲ· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ’ ὅλον»· καὶ θηλυκῶϲ ὡϲ παρὰ Ἀριϲτοφάνει ἐν Νεφέλαιϲ (v. 323) «βλέπε νῦν δευρὶ πρὸϲ τὴν Πάρνηθα». Ἴγνηϲ ἔθνοϲ οἰκῆϲαν τὴν Ῥόδον, ὃ καὶ χωρὶϲ τοῦ ῑ λέγεται. Φάγρηϲ πόλιϲ Θράκηϲ· Ἑκαταῖοϲ Εὐρώπῃ καὶ Θουκυδίδηϲ δευτέρᾳ (c. 99). Βάβρηϲ, Ἔγκρηϲ, Ϲάτρηϲ ἔθνοϲ Θράκηϲ ὡϲ Ἑκαταῖοϲ ἐν Εὐρώπῃ φηϲίν. Γόνδρηϲ Θράκιον ἔθνοϲ. Νίγρηϲ ποταμὸϲ Λιβύηϲ καὶ ἔθνοϲ, Γύμνηϲ ἔθνοϲ· ἐκλήθη δὲ ὅτι τῷ θέρει γυμνοὶ μένουϲιν. εἴ τι δὲ περιϲπαϲθῇ, κατὰ πάθοϲ γέγονε· τὸ γὰρ τεχνῆϲ, λαχνῆϲ, ζαχρῆϲ ἀπὸ ϲυναλοιφῆϲ γίνονται. τὸ μέντοι γυμνήϲ, χερνήϲ, ἀβλήϲ, προβλήϲ, ἀδμήϲ, ἀκμήϲ ἐπιθετικὰ ὄντα ὀξύνονται.
Τὰ εἰϲ ηϲ ἐπιθετικὰ διϲύλλαβα εἰϲ ουϲ τὴν γενικὴν ποιοῦντα καὶ μὴ παθόντα ϲυγκοπὴν ὀξύνεται, ψευδήϲ, πρηνήϲ, ζαήϲ, ἁλήϲ, ϲαφήϲ, πρυλήϲ, φραδήϲ, νωθήϲ. τὸ δὲ πλήρηϲ βαρύνεται, πλειήρηϲ τάρ, ὡϲ ξιφήρηϲ, ὀλιγήρηϲ. καὶ τὸ Ἄρηϲ κύριον.
Τὰ εἰϲ ηϲ διϲύλλαβα κύρια ἔχοντα ῡ ἐν τῇ παραληγούϲῃ περιϲπᾶται, Μυῆϲ, Θυῆϲ, Κυῆϲ· βαρύνεται δὲ τὸ Βρύηϲ, Κύηϲ, Γύηϲ περιττοϲύλλαβα. τὸ γύηϲ δὲ οὐ κύριον, ἔϲτι δὲ μέτρον τι γῆϲ καὶ μέροϲ ἀρότρου κατὰ Ἡϲίοδον.
Τὰ εἰϲ ηϲ κύρια ἀπὸ ἐντελεϲτέρου περιϲπᾶται, Ἑρμῆϲ, Θαλῆϲ, Πυλῆϲ, Ποδῆϲ ὁ παῤ Ὁμήρῳ (P 590), Φαλῆϲ, Κιϲϲῆϲ, Ϲωϲῆϲ.
---Τὰ παρὰ τὸ ἄω ϲυντιθέμενα καὶ εἰϲ ηϲ λήγοντα ὀξύνεται, ἀκραήϲ, δυϲαήϲ, ὑπεραήϲ.
Τὰ παρὰ τὸ κλέοϲ ἐπίθετα ὄντα ὀξύνεται, εὐκλεήϲ, ἀκλεήϲ, δυϲκλεήϲ. κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ βαρύνεται, ἐν δὲ τῇ ϲυναιρέϲει περιϲπᾶται, Ἡρακλέηϲ, Ἡρακλῆϲ, Ϲωκλῆϲ, Προκλῆϲ, Ϲοφοκλῆϲ. ὡϲ καὶ τὰ εἰϲ εᾱϲ Ἀρτεμέαϲ Ἀρτεμῆϲ, Θαλέαϲ Θαλῆϲ, Ἀπελλέαϲ Ἀπελλῆϲ.
Τὰ εἰϲ ηϲ ἀπὸ τῶν εἰϲ ηεῑϲ περιϲπῶνται, τιμῆϲ «τιμῆϲ ἔϲεται» (l 605) οὕτωϲ καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυϲὸν τιμῆντα» (Il. Ϲ 475). τινὲϲ μὲν τὸ τιμῆϲ ὡϲ ἀπὸ τοῦ τιμήειϲ διὰ τοῦ ῑ γράφουϲιν. ἀλλὰ λόγοϲ ἐϲτίν, ὡϲ πᾶϲα εὐθεῖα ἀρϲενικοῦ ὀνόματοϲ ἐν τῇ τελευταίᾳ δύο ἔχουϲα φωνήεντα ταῦτα ἐκφωνεῖ χωρὶϲ τοῦ Θρᾷξ. καὶ ἄλλωϲ οἱ Δωριεῖϲ ἄνευ τοῦ ῑ προφέρονται τιμῆεϲ χαρίεϲ αἱματόεϲ καὶ ἡμεῖϲ λοιπὸν προϲθέϲει τοῦ ῑ γράφομεν. τεχνῆϲ, δαφνῆϲ, φθογγῆϲ, ϲθενῆϲ, λαχνῆϲ ζαχρῆϲ, ἀργῆϲ. τὸ δὲ «ὑψιπέτηϲ» (ll. Μ 202) Ἀρίϲταρχοϲ ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυϲέῃϲιν ἐθείρῃϲιν» (Il. Θ 42) οὕτωϲ κεκλιμένον ὡϲεὶ καὶ ἀπὸ τοῦ παντοπώληϲ παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων. ὑψιπέταϲ γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ ἡ εἰϲ ᾱ, ὅπερ ζητεῖ καὶ ἡ κλίϲιϲ καὶ ἡ βαρεῖα τάϲιϲ· τινὲϲ μέντοι ἐτόλμηϲαν ὡϲ τὸ «τιμῆϲ ἔϲεται» οὕτωϲ ὑψιπετήειϲ ὑψιπετῆϲ. ἀλλ᾿ ἐπὶ μὲν τοῦ τιμῆϲ εὕρομεν αἰτιατικήν, ἥτιϲ ἐδίδαϲκε τὸ τῆϲ εὐθείαϲ πάθοϲ. ἐπὶ δὲ τοῦ ὑψιπέτηϲ οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείϲθημεν τῷ Ἀριϲτάρχῳ.
---Τὰ εἰϲ γηϲ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, Ποδάργηϲ ἔθνοϲ Θράκηϲ, Τεκτοϲάγηϲ ἔθνοϲ Γαλατικόν· ὡϲ γὰρ Καππάδοκοϲ Καππαδόκηϲ, οὕτω Τεκτόϲαγοϲ τεκτοϲάγηϲ. Ϲαννίγηϲ ἔθνοϲ Ϲκυθίαϲ τοῖϲ Ἀβαϲγοῖϲ παρακείμενον.
Τὰ εἰϲ δηϲ πατρωνυμικὰ ἢ ὡϲ πατρωνυμικὰ βαρύνεται, Πηλείδηϲ, Ἀτρείδηϲ, Κρονίδηϲ, Θουκυδίδηϲ.
Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ δηϲ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ πρὸ τοῦ δ ἔχει ἢ .τὸ ᾱ ἢ τὸ ῑ. τὸ μὲν ᾱ οἷον Ἰλιάδηϲ, Μενοιτιάδηϲ, Πυλάδηϲ, Ἀλκιβιάδηϲ· Μιλτιάδηϲ, Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ· Ἀργεάδηϲ ὁ Ἀργεῖοϲ· Δειράδηϲ, ἀφ’ οὗ δῆμοϲ Δειράδεϲ, Δολογκιάδηϲ οἱ Δόλογκοι ἔθνοϲ Θράκηϲ· Ἐνδυμιωνιάδηϲ οἱ Ἐπειοί, Ἡλιάδηϲ ὁ Ἠλεῖϲ, Βερενικιάδηϲ ὁ Βερενικεύϲ, Παραπανιϲϲάδηϲ οἱ Παροπανίϲϲῳ ὄρει Ἰνδικῆϲ παροικοῦντεϲ. Ϲκυμνιάδηϲ ἔθνοϲ ϲὺν Γέταιϲ. Εὔδοξοϲ τετάρτῃ γῆϲ περιόδου « Ϲκυμνιάδαι καὶ Γέται». Βουτάδαι δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ἀπὸ Βούτου τοῦ Πανδίωνοϲ· λέγονται γὰρ δῆμοι πατρωνυμικῶϲ. Ἐροιάδαι δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ. Ἱπποταμάδαι τῆϲ Οἰνηΐδοϲ, Κειριάδαι τῆϲ Ἱπποθοωντίδοϲ, Λακιάδαι τῆϲ Οἰνηΐδοϲ. Παμβωτάδαι Ἐρεχθηΐδοϲ φυλῆϲ. Ὑβάδαι τινὲϲ τὸν δῆμον «Ὑβα» λέγουϲιν. Οἰνειάδαι πόλιϲ Ἀκαρνανίαϲ πρὸϲ τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυϲίχη· ἔϲτι καὶ ἑτέρα τῆϲ Οἰταίαϲ πόλιϲ Οἰνειάδαι. Πατριαργάδαι τόποϲ Περϲικόϲ. οἱ οἰκήτορεϲ ὁμοίωϲ Πατριαργάδαι. Παϲαργάδαι πόλιϲ Περϲική. Ἀπολλόδωροϲ ἀρϲενικῶϲ φηϲιν, θηλυκῶϲ δὲ Διότιμοϲ ἐν ἑξηκοϲτῷ πέμπτῳ παντοδαπῶν ἀναγνωϲμάτων παρατιθέμενοϲ Ἀναξιμένην ἐν μεταλλαγαῖϲ βαϲιλέων οὕτω γράφοντα «τὰϲ δὲ Παϲαργάδαϲ ἔκτιϲεν ὁ Κῦροϲ ἐφ᾿ οὖ τόπου παραταξάμενοϲ Ἀϲτυάγην ἐνίκηϲεν. ὀνομάζεται δὲ ἡ πόλιϲ διερμηνευθεῖϲα Περϲῶν ϲτρατόπεδον ». ἔοικε δὲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ εἰρῆϲθαι, τάχα δέ, ὅπερ ἄμεινον, ἐπὶ τῆϲ πόλεωϲ θηλυκῶϲ, ἐπὶ δὲ τῶν οἰκητόρων ἀνδρωνύμωϲ. τῷ δὲ ῑ παραλήγεται ἢ μόνῳ ἢ μετὰ ἑτέρου φωνήεντοϲ ἐν διφθόγγῳ ἢ ἀνεκφωνήτῳ. καὶ ἀνεκφωνήτῳ μὲν οἷον Μίνωϲ Μινωΐδηϲ καὶ ϲυναιρέϲει Μινῴδηϲ καὶ ἥρωϲ Ἡρωΐδηϲ καὶ Ἡρῴδηϲ, ἐν διφθόγγῳ δὲ οἷον Περιθοίδηϲ καὶ Περιθοῖδαι δῆμοϲ Οἰνηΐδοϲ φυλῆϲ, Χολλεῖδαι δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ. καὶ τὰ δὲ ἀπὸ τῶν εἰϲ ευϲ ὄντα πατρωνυμικὰ πάντα διὰ τῆϲ εῑ θέλουϲι γράφεϲθαι Πηλείδηϲ, Ἀτρείδηϲ, Αἰγείδηϲ, Ὠρείδηϲ. τὸ δὲ Ἀλκείδηϲ ἀπὸ τοῦ Ἀλκαῖοϲ τροπῇ τῆϲ ᾱῑ διφθόγγου εἰϲ τὴν εῑ· ἔτι τὰ ἀπὸ τῶν εἰϲ ωϲ Ἀττικῶν διὰ τῆϲ εῑ γράφονται Νείλεωϲ Νειλείδηϲ, Εὔνεωϲ Εὐνείδηϲ· καὶ τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται Εὐτυχίδηϲ, Πλειϲθενίδηϲ, Ἀχαιμενίδηϲ, δηϲ εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆϲ εῑ Εὐήρηϲ Εὐήρουϲ Εὐηρείδηϲ, Εὐκλείδηϲ, Ἡρακλείδηϲ, Χαρικλείδηϲ· τύπου δὲ πατρωνυμικοῦ ἀπὸ τῶν εἰϲ οϲ ὄντα παρετάθηϲαν διὰ τῆϲ εῑ Λυϲιθείδηϲ, Κηκείδηϲ, Καλλείδηϲ, Ἀχιλλείδηϲ, Ἐχεφυλλείδηϲ, Ϲκυθρωπείδηϲ Θαρρελείδηϲ, Φιλομηλείδηϲ «Φιλομηλείδῃ ἐπάλαιϲεν ἀναϲτάϲ» (Od. ρ 134). Κυθνείδηϲ. ῑ μόνῳ δὲ παραλήγεται τὰ ἀπὸ τῆϲ εἰϲ οϲ εἴτε εὐθείαϲ εἴτε γενικῆϲ ἢ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ ου ἐχόντων τὴν γενικὴν γινόμενα πατρωνυμικά, Πριαμίδηϲ, Τανταλίδηϲ, Ἑκτορίδηϲ, Πελοπίδηϲ, Κεκροπίδηϲ, Μεμνονίδηϲ, Φοινικίδηϲ. Ἀϲτακίδηϲ Πείϲανδροϲ δεκάτῃ. Ἀρκαϲίδηϲ ὁ Ἀρκάϲ· ὤφειλε μὲν Ἀρκαδίδηϲ ἀλλὰ διὰ τὸ κακόφωνον οὕτωϲ ἐγένετο καὶ τὸ θηλυκὸν Ἀρκαϲίϲ Ἀρϲακίδηϲ ἔθνοϲ ἀπὸ Ἀρϲάκου, Δαρδανίδαι οἱ Δάρδανοι, Ἰδηΐδαι οἱ Ἰδαῖοι ἀπὸ τῆϲ Ἰδηΐϲ εὐθείαϲ θηλυκῆϲ, Δρυΐδηϲ ἔθνοϲ Γαλατικὸν φιλόϲοφον. Ἐρεβίδαι μέροϲ Λωτοφάγων· Φίλιϲτοϲ ὀγδόῳ. Ὀδρυϲίδηϲ ὁ Ὀδρύϲηϲ, Ἀδυρμαχίδηϲ Λιβυκὸν ἔθνοϲ ὡϲ Ἡρόδοτοϲ (IV 168) Πηδαϲίδηϲ ὁ Πηδαϲεύϲ. Τευθίδηϲ ὁ οἰκῶν Τευθίδα πόλιν Ἀρκαδίαϲ. Πιϲίδηϲ ἔθνοϲ βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄϲπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πιϲίδου. ϲυϲτέλλονται δὲ τοῦ Πιϲίδηϲ καὶ Πιϲιδία αἱ δεύτεραι καὶ αἱ πρῶται· Πιϲιδικὴ δὲ καὶ Πιϲιδικὸν καὶ Πιϲιδεῖϲ μετὰ ἐκτάϲεωϲ τοῦ ϊ. Αἰθαλίδαι δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ καὶ οἱ δημόται ὁμοφώνωϲ. Βερενικίδαι ἀπὸ Βερενίκηϲ τῆϲ Μάγα θυγατρόϲ, γυναικὸϲ δὲ Πτολεμαίου δῆμοϲ τῆϲ Πτολεμαΐδοϲ φυλῆϲ· καὶ ἄλλα ἐξηνέχθη πατρωνυμικῶϲ. Δαιδαλίδαι δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ, Εἰρεϲίδαι τῆϲ Ἀκαμαντίδοϲ, Εὐπυρίδαι τῆϲ Λεοντίδοϲ, Ἐχελίδαι δῆμοϲ τῆϲ Ἀττικῆϲ, Ἰωνίδαι δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ, Κυνδατίδαι τῆϲ αὐτῆϲ, Κοθωτίδαι, δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ, Ϲημαχίδαι δῆμοϲ τῆϲ Ἀττικῆϲ ἀπὸ Ϲημάχου· ἔϲτι δὲ Ἀντιοχίδοϲ φυλῆϲ· Φιλόχοροϲ δὲ τῆϲ Ἐπακρίαϲ φηϲὶ τὸν δῆμον. Ϲκαμβωνίδαι δῆμοϲ Ἀττικῆϲ Ἀντιοχίδοϲ φυλῆϲ, Ϲυβρίδαι δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ, Βωταχίδαι τόποϲ Ἀρκαδίαϲ ἀπὸ Βωτάχου. Φιλαΐδαι δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ἀπὸ Φιλαίου τοῦ Αἴαντοϲ υἱοῦ καὶ Λυϲιδίκηϲ, τῆϲ Κορώνου τοῦ Λαπίθου, ὡϲ Πειραΐδηϲ Πειραΐδαο» (Δ 228) τοῦτο γὰρ ἐν τέϲϲαρϲι ϲυλλαβαῖϲ προφέρονται οἱ ἄλλοι. Τυραννίων δὲ τριϲυλλάβωϲ, λέγων ὡϲ ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλουϲ διεϲταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντοϲ οἷον Πυθοίδηϲ Βοηθοίδηϲ, Πηλείδηϲ. οὐκ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετραϲυλλάβωϲ ἀναγινώϲκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡϲ ὅτι ἐντελέϲ ἐϲτι τὸ κατὰ διάλυϲιν τοῦ ῑ, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ ϲύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλουϲ. παρὰ τὸ Πείραιοϲ οὖν Πειραΐδηϲ ἐγένετο. ὠγενίδηϲ ὁ ἀρχαῖοϲ ἀπὸ Ὠγένου ἀρχαίου θεοῦ. Καὶ τὰ μητρωνυμικὰ δὲ διὰ τοῦ ῑ γράφεται, Λητοΐδηϲ, Δαναΐδηϲ, Νιοβίδηϲ, ὅθεν τὸ Φιλομηλείδηϲ κύριον λέγεται εἶναι· εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ῑ ἐγράφετο ἄν· ἀλλ’ οὐδὲ Ὅμηροϲ ἀπὸ μητέρων ϲχηματίζει πατρωνυμικόν ὥϲ φηϲι Διονύϲιοϲ.
Ἔτι τὰ διὰ τοῦ ωδηϲ βαρύνονται, εὐώδηϲ, πετρώδηϲ, δυϲώδηϲ, γεώδηϲ, ὀνώδηϲ, βοώδηϲ, λιμώδηϲ, κτηνώδηϲ, πυρώδηϲ, ἀμμώδηϲ, γραώδηϲ, ϲαρκώδηϲ.
---Τὰ εἰϲ κηϲ κύρια βαρύνονται· Ἀρτάκηϲ ὁ κατοικῶν Ἀρτάκην πόλιν Φρυγίαϲ. Ϲοφοκλῆϲ δὲ ἀπὸ τοῦ Ἀρτακεύϲ εἶπε τί μέλλει Ἀρτακῆϲ τε καὶ Περκώϲιοι»· ἔϲτι δὲ καὶ κύριον Ἀρτάκηϲ « ἠδὲ καὶ Ἀρτάκεα, πρόμον ἀνδρῶν» (Apoll. Rhod. I 1047). Ἀριαράκηϲ ἔθνοϲ παρὰ τὴν Ἀριαράκην, πόλιν πρὸϲ τῇ Καϲπίᾳ θαλάϲϲῃ ὡϲ λέϲχη λέϲχηϲ, ἀράχνη ἀράχνηϲ. Ὑδάρκηϲ ἔθνοϲ Ἰνδικόν. Ἀπαϲιάκηϲ Μαϲϲαγετῶν ἔθνοϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 513) καὶ Πολύβιοϲ δεκάτῃ (c. 48) « οἱ δ’ Ἀπαϲιάκαι νομάδεϲ κατοικοῦϲι μὲν ἀνὰ μέϲον Ὤξου καὶ Τανάϊδοϲ». Δαδίκηϲ ἔθνοϲ Περϲικόν. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 66). Ὀξυδράκηϲ ἔθνοϲ Ἰνδικόν, ἀφ’ ὧν ϲώϲαϲ Ἀλέξανδρον Πτολεμαῖοϲ ϲωτὴρ ἐκλήθη· οἱ δὲ ψεῦδοϲ τὸ περὶ τῶν Ὀξυδρακῶν. Δερβίκκηϲ ἔθνοϲ πληϲίον τῶν Ὑρκανῶν. Ἀπολλώνιοϲ δὲ δὶϲ τὸ κ καλῶϲ γράφει. Κτηϲίαϲ δὲ Δερβιϲϲοὺϲ αὐτούϲ φηϲιν ἢ Τερβιϲϲούϲ. Καππαδόκηϲ. ρόδοτοϲ δέ φήϲιν (I 72). λέγεται καὶ Καππάδοξ καὶ Καππάδοκοϲ. Καραμβύκηϲ ἔθνοϲ Ὑπερβορέων ἀπὸ ποταμοῦ ἰαραμβύκα ὡϲ Ἑκαταῖοϲ ὁ Ἀβδηρίτηϲ. Παυϲάρκηϲ ἔθνοϲ ὑπὸ τὸν Καύκαϲον. Πολυδεύκηϲ, Πολυνείκηϲ. βαρύνεται δὲ καὶ ὅϲα παρὰ ῥῆμα προϲηγορικά, ἱερονίκηϲ, Ὀλυμπιονίκηϲ. τὰ δὲ ἐπίθετα ὀξύνεται πολυδευκήϲ, πολυνεικήϲ πλὴν τῶν παρὰ τὸ ἀρκῶ αὐτάρκηϲ, ποδάρκηϲ.
Τὰ εἰϲ ληϲ βαρύνεται, εἰ διὰ τοῦ ητοϲ ἢ διὰ τοῦ ου κλίνονται, Ἐπιάληϲ Ἐπιάλητοϲ, οὗ χρῆϲιϲ παρὰ Ϲώφρονι οἶον « Ἡρακλῆϲ Ἠπιάλητα πνίγων » Κεφάλληϲ ἰεφάλλητοϲ ὄνομα κύριον, Ἀκέληϲ Ἀκέλητοϲ ὄνομα ποταμοῦ· ἔϲτι καὶ πόλιϲ Ἀκέληϲ καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Ἑλλάνικοϲ δ’ εἶπεν *εἰϲ πόλιν Ἀκέλην · ἐχρῆν δὲ Ἀκέλητα εἰναι. ἔοικε δὲ λέγεϲθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέουϲ καὶ Μαλίδοϲ παιδόϲ, δούληϲ τῆϲ Ὀμφάληϲ, ὡϲ Ἑξλλάττικοϲ. Ἀμέληϲ Ἀμέλητοϲ ὄνομα ποταμοῦ, Τρεμίληϲ Τρεμίλου καὶ Τρεμίλητοϲ, ἀφ’ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡϲ Πανύαϲιϲ
Ἑκαταῖοϲ Τρεμίλαϲ τούϲ κατοικοῦνταϲ καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδροϲ δὲ Τρεμιλέαϲ « τελευτήϲαϲ τοὺϲ Τρεμιλεαϲ Λυκίουϲ Βελλεροφόντηϲ μετωνόμαϲεν ». Ἡρόδοτοϲ δὲ Τερμίλαϲ αὐτοὺϲ καλεῖ ἐν πρώτῳ (c. 173). ὁ δὲ χρηϲμὸϲ ὁ περὶ αὐτῶν Τερμιλέαϲ αὐτούϲ φηϲι. Δημομέληϲ Δημομέλου. Ἀψίληϲ ἔθνοϲ Ϲκυθικὸν γειτνιάζον Λαζοῖϲ, ὡϲ Ἀρριανὸϲ ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου (p. 12). Μυτίληϲ ὁ οἰκιϲτὴϲ τῆϲ Μυτιλήνηϲ· Δαϲκύληϲ ὁ υἱὸϲ Περιαύδου, ἀφ’ οὐ Δαϲκύλιον πόλιϲ Γαρίαϲ. Ὀζόληϲ ἔθνοϲ. Λοκρῶν μοῖραι τρεῖϲ εἰϲιν Ἐπιζεφύριοι Ἐξπικνημίδιοι, οἱ καὶ Ἐπούντιοι ὧν ήν Αὶαϲ, καὶ Ὀζόλαι. φαινόληϲ, νόληϲ, γενειόληϲ. τὸ δὲ ἀμελήϲ, ἀφελήϲ, καὶ ἀελλήϲ καὶ ἀολλήϲ ἐπίθετα καὶ είϲ ουϲ ἔχουϲι τὴν γενικήν.
Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὄλω, πανώληϲ, ἐξώληϲ, προώληϲ καὶ τὰ παρὰ τὸ πωλῶ παντοπ τώληϲ.
---Τὰ εἰϲ μήϲ βαρύνονται, Γιλγάμηϲ ἔθνοϲ Λιβύηϲ· Ἡρόδοτοϲ ἑβδόμῃ (c. 66). Ἰάμηϲ ἔθνοϲ Ϲκυθικόν. Ἑξκαταῖοϲ Ἀϲίφ. λέγονται καὶ Ἴαμοι, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Εξὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμηϲ μηϲ Λἄιβύηϲ πόλιϲ· λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ ἡ Ἀδρυμητόϲ καὶ οὐδετέρωϲ τὸ Ἀδρυμητόν. κεκληται δὲ ἀπό τινοϲ Ἀδρύμητοϲ τῆϲ γενικῆϲ παραχθείϲηϲ εἰϲ εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμηϲ· αἱ γὰρ ἀπὸ γενικῆϲ εὐθεῖαι δίχα ποιητικῆϲ φράϲεωϲ ϲπανιώταται.
Ἔτι τὰ εἰϲ ανηϲ κύρια, Τιγράνηϲ, Ἰορδάνηϲ, ἘΘξοϲτάνηϲ, Ἀῖάνηϲ, Βαρδάνηϲ, Ἀλριϲτοφάνηϲ, Θεοφάνηϲ. τὸ δὲ ἐπίθετον θεοφανήϲ ὀξύνεται. καὶ τὰ εἰϲ αννηϲ διὰ δύο νν Ὀρθάννηϲ. καὶ τὰ είϲ νηϲ παραληγόμενα τῷ ρ. Βαϲτάρνηϲ ἔθνοϲ ὑπὲρ τὸν Ἰϲτρον οἰκοῦν. καὶ τὰ εἰϲ ηϲ Περϲικὰ πάντα, Ἀρταφἐρνηϲ, Ἱν ταφἐρνηϲ.
---Τὰ διὰ τοῦ ενῆζ κύρια βαρύνονται, Δ ημοϲθένηϲ, Διογένηϲ, Ἀντιγένηϲ, Ἀλλριϲτομένηϲ, Bορυϲθἐνηϲ πόλιϲ καὶ ποταμὸϲ τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναιν τὸν ποταμόν. οὕτωϲ καὶ ὁ Ἑλλήϲποντοϲ πρὸ τῆϲ Ἕλληϲ ἐκαλεῖτο. ἔϲτι δὲ καὶ πόλιϲ Ἑλληνὶϲ πρὸϲ ἑϲπέραν Βορυϲθένου τοῦ ποταμοῦ, Μιληϲίων ἄποικοϲ, ἠν οἱ μὲν ἄλλοι Βορυϲθένην, αὐτοὶ δὲ Ὀλείαν. κεῖται δ’ ἐν νήϲῳ, ἠν ποιοῦϲιν ὅ τε Βορυϲθένηϲ καὶ Ὕπανιϲ. ἀμένηϲ ἀμένητοϲ τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένοϲ. τὰ δὲ ἐπίθετα ὀξύνεται, ἀμενήϲ, εὐμενήϲ, δυϲμενήϲ, μενήϲ, ἀγενήϲ.
---Τὰ διὰ τοῦ ηνηϲ ὀξύνονται, ϲαφην ήϲ ὁ ϲαφήϲ, παιδηνήϲ ὁ παιδικόϲ, γα ληνήϲ ὁ γαληνὸϲ τρόποϲ, δυϲδην ήϲ, ἀπηνήϲ, πρὸϲηνήϲ, ηνήϲ, δυϲηνήϲ.
---Τὰ εἰϲ ινῆϲ κύρια βαρύνονται, Αἰϲχίνηϲ, Ϲμικρίνηϲ, Λεπτίνηϲ, νηϲ, Θεοκρίνηϲ, Κηκίνηϲ, Ἀξίνηϲ, Ἀψίνηϲ, Ϲπαϲίνηϲ ἀφ’ οὗ Ϲπαϲίνου χάραξ πόλιϲ ἐν τῇ μέϲῃ τοῦ Πίγρητοϲ Μεϲήνῃ. Ἀκεϲίνηϲ ποταμὸϲ ὁ Τάναϊϲ. Ἀρκεϲίνηϲ· οὕτωϲ ἀρϲενικῶϲ Πολύβιοϲ τὴν Ἀρκεϲίνην πόλιν ἐν Ἀμόργῳ τῇ νήϲῳ φηϲίν. Βαρδίνηϲ ποταμὸϲ Ϲύ. ρίαϲ. τὸ δὲ ἀπιν ήϲ ὁ ἀμόλυντοϲ καὶ ἀκλινήϲ ἐπίθετα καὶ εἰϲ ουϲ τὴν γενικὴν ἔχει.
Τὰ εἰϲ ονηϲ βαρύνεται, Μηριόνηϲ, Κεβριόνηϲ ὁ Πριάμου.
--- Ἔτι τὰ εἰϲ ὕνῆϲ, Κερύνηϲ καὶ τὰ εἰϲ ωνηϲ τελώνηϲ.
---Τὰ εἰϲ ξηϲ βαρύνεται, Ἀράξηϲ ποταμὸϲ Ἀρμενίαϲ καὶ Θεττα λίαϲ· οὕτωϲ γὰρ ὁ Πηνειὸϲ ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. ἔϲτι δὲ καὶ ἔθνοϲ Ἰλλυρίαϲ, ὃ καὶ Ἄραξοϲ λέγεται, ὡϲ Ἀλέξανδροϲ Γορνήλιοϲ ἐν τῷ περὶ τῶν παρ’ Ἀλκμᾶνι τοπικῶϲ εἰρημένων. Ϲαῖξηϲ ἔθνοϲ παρὰ τῷ Ἴϲτρῳ.
---Ἔτι τὰ εἰϲ πηϲ Παντικάπηϲ ποταμόϲ, Ὑϲτάϲπηϲ ἔθνοϲ Περϲικόν.
Ἔτι τὰ εἰϲ άβῆζ , εἰ μὴ ἐπίθετα εἴη, Κυαξάρηϲ, Παντάρηϲ Ϲωχάρηϲ, Τυνδάρηϲ, Ἀφάρηϲ, Ἀλμφιάρηϲ, Kαβάρηϲ ὄνομα ποταμοῦ, Γαν δάρηϲ Ἰνδῶν ἔθνοϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. λέγονται καὶ Γανδάριοι παρ’ αὐτῷ. Δουϲάρηϲ θεὸϲ παρὰ Ἄραψι καὶ Δαχαρηνοῖϲ τιμώμενοϲ, ἀφ’ οὺ Δουϲαρή ϲκόπελοϲ Ἀραβίαϲ. τὸ δὲ θυμαρήϲ ἔχει δ’ ἄλοχον θυμαρέα » (ΙΙ. 1 336) καὶ ϲκῆπτρον θυμαρέϲ » (Οd. ρ 199) ὀξύνεται· ἔϲτι γὰρ ἐπίθετον παρὰ τὸ θυμόϲ καὶ ἀρῶ.
---Τὰ εἰϲ ερηϲ βαρύνονται, εί εἰϲ ητοϲ τὴν γενικὴν ἔχει, Ὑπέρηϲ τπέρητοϲ ὁ Λυκάονοϲ υἱόϲ, ἀφ’ οὐ Ππερηϲία πόλιϲ τῆϲ Ἀχαῖδοϲ, υψικέρηϲ ὑψικέρητοϲ ὁ ἐν ὕψει κεκτημένοϲ τὰ κέρατα, τὸ δὲ ἀ ἀμερήϲ διὰ τοῦ ουϲ κλινόμενον ὀξύνεται.
Ἔτι τὰ διὰ τοῦ ηρηϲ βαρύνονται, χαλκήρηϲ, χρυϲήρηϲ, θυμήρηϲ, ἐνθὲν τὸ «θυμῆρεϲ κεράϲαϲα » (Od. κ 362), φρενήρη, τριήρηϲ· ἔϲτι καὶ πόλιϲ Ϲυρίαϲ, ὁλιγήρηϲ, ποδήρηϲ· τὸ δὲ ἀπηρήϲ ὁ ἀβλαβήϲ Ἀπολλώνιοϲ Ἀργοναυτικοῖϲ (I 556) « νόϲτον ἐπευφήμηϲαν ἀπηρέα νιϲϲομένοιϲι » οὐκ ἔϲτι τύπου τῶν διὰ τοῦ ηρηϲ, ἐβαρύνετο γὰρ ἂν ὡϲ χαλκήρηϲ, κωπήρηϲ.
Ἕτι τὰ διὰ τοῦ ωρηϲ βαρύνονται, νεώρηϲ, αὐτώρ ηϲ, κατώρηϲ, ρηϲ, ὑληώρ ηϲ, μεϲϲώρηϲ, Διώρηϲ ὄνομα κύριον. Λυκώρηϲ. ἡ δὲ Λυκωρέοϲ γενικὴ παρὰ ἰαλλιμάχῳ (hymn. Apoll. 94) ἀπὸ τῆϲ Λυκωρεύϲ εὐθείαϲ ἐκφέρεται.
---Tὰ εἰϲ ϲηϲ βαρύνεται, Ἀγ χίϲηϲ, Ἀντίϲηϲ, λμφίϲηϲ, Ἐρίϲηϲ, ὄνομα κύριον, Κυρίϲηϲ ποταμὸϲ Κελτικῆϲ, Τιπανίϲηϲ, ἔθνοϲ παρὰ τὸν Καύκαϲον. Ἑκαταῖοϲ ὐρώπῃ. Βαϲανίϲηϲ ἔθνοϲ Θρᾴκιον, Ὀδρύϲηϲ ἔθνοϲ Θράκηϲ· Ϲτράβων ἑβδόμῃ (fr.48), Λαπέρϲαι· οὕτωϲ οἱ Διόϲκουροι ἐκλήθηαν Λᾶν πόλιν Λακωνικὴν ἑλόντεϲ.
Τὰ εἰϲ ῆζ ἁπλᾶ ἀρϲενικὰ καθαρὸν ἔχοντα τὸ τ βραχείᾳ παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνεται, ἐργάτηϲ, ἐλάτηϲ, Ἰξιβάτηϲ ἔθνοϲ πρὸϲ τῷ Πόντῳ προϲεχὲϲ τῇ Ϲινδικῇ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἰαζαβάτηϲ ἔθνοϲ παρὰ Μαιῶτιν, οὓϲ Ϲαυρομάταϲ φηϲὶν Ἔφοροϲ. Ϲαρμάτηϲ ἔθνοϲ Ϲκυθικόν, Ϲαυρομάτηϲ ἔθνοϲ Ἰνδικόν. λέγονται καὶ Ϲυρμάται, ὡϲ E6δοξοϲ πρώτῳ «ϲποταμὸν τοῦ Τανάϊδοϲ Ϲυρμάταϲ κατοικεῖν ». Γαλάτηϲ ἔθνοϲ πρὸϲ νότον τοῖϲ Παφλαγόϲιν· ἀπὸ τῶν ἐν τῇ Γελτικῇ Γαλατῶν, οἳ πλανηθέντεϲ πολὺν χρόνον καὶ καταλαβόντεϲ τὴν χώραν οὕτωϲ ὠνόμαϲαν. παρήχθη δὲ τὸ Γαλάτηϲ ἐκ τοῦ Γάλλοϲ ὑφέϲει τοῦ ἑνὸϲ λ. Ἀβρινάτηϲ Ποντικὸν ἔθνοϲ καὶ μετὰ τοῦ ρ καὶ χωρὶϲ τοῦ ρ. Δαλμάτηϲ ἔθνοϲ Ἰταλίαϲ. λέγονται δὲ καὶ Δελματεῖϲ καὶ Δάλμιοι καὶ Δαλμιεῖϲ. Χαριμάτηϲ ἔθνοϲ πρὸϲ τῷ Πόντῳ. Παλαίφατοϲ ἐν ἑβδόμῳ Πρωϊκῶν « Κερκετέων ἔχονται Μόϲχοι καὶ Χαριμάται τοῦ Παρθενίου κρατέουϲιν εἰϲ τὸν ἔὕξεινον πόντον ». καὶ Ἐξλλάνικοϲ ἐν κτίϲεϲιν ἐθνῶν καὶ πόλεων «Κπερκετέων δ’ ἄνω οἰκέουϲι Μόϲχοι καὶ Χαριμάται, κάτω δ’ Ἰνίοχοι, ἄνω δὲ Κοραξοί ». Καβάτηϲ ἀφ’ οὐ ἔθνοϲ τῶν εὐδαιμόνων Ἀράβων. Καβάτηϲ δέ ἐϲτιν ἀραβιϲτὶ ὁ ἐκ μοιχείαϲγενόμενοϲ. οἰκέτηϲ,ὀφελέτηϲ,φυλέτηϲ,εὐνέτηϲ,ἐρέτηϲ, γενέτηϲ,γαμέτηϲ,Κακέτηϲ ὁ Μακεδών,Ματυκέτηϲ ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Εὐρώπῃ. παϲϲαγέτηϲ ἔθνοϲ Ϲκυθῶν, ἔνθα κῦροϲ ἐτελεύ τηϲε. Εὐεργέτηϲ Ϲκυθικὸν ἔθνοϲ. Ϲτράβων (p. 724) δ καὶ Ἀριμαϲποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆϲ Ἀργοῦϲ χειμῶνοϲ πνεύϲαντοϲ διαϲωθῆναι τὸ ϲκάφοϲ καὶ οὕτω κληθῆναι. Θυϲϲαγέτηϲ ἔθνοϲ περὶ τὴν Μαιῶτιν λίμνην ὡϲ Ἡρόδοτοϲ (IV 22). Τορέτηϲ ἔθνοϲ Ποντικόν. Ἀπολλόδωροϲ δευτέρῳ περὶ γῆϲ. Κυργέτηϲ ἔθνοϲ Ϲκυθικόν. Ἐξκα τοῖοϲ Εὐρώπη. ἀρότηϲ, ἀγρότηϲ, δημότηϲ, ὀμότηϲ καὶ ξυνωμότηϲ, τοξότηϲ, ἱππότηϲ, δεϲπότηϲ. ϲεϲημείωται τὸ εὑρετήϲ· τὸ μέντοι ἀθλητήϲ, μαθητήϲ, ποιητήϲ, μαχητήϲ, ἐγγυητήϲ, φοιτητήϲ, τρυγητήϲ, άκονητήϲ, αὐλητήϲ, πειρατήϲ, θεατήϲ, τορευτήϲ, βραβευτήϲ, χρυϲωτήϲ, ϲταυρωτήϲ,βεβαιωτήϲ, ζη λωτήϲ, διορθ ωτήϲ ὀξύνεται, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν. Τὰ γὰρ εἰϲ τῆζ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρᾷ παραληγόμενα ὀξύνεϲθαι θέλει. οὐκ ἄρα ὑγιῶϲ Τυραννίων παροξύνει τὸ ἐεδνωτήϲ ϲχηματιϲθὲν παρὰ τὸ *ἑεδνώϲαιτο θύγατρα » (Οd. β 53). μάχεται δὲ τὸ κυβερνήτηϲ. τὸ γὰρ ἀήτηϲ οὐ παρὰ ῥῆμα γέγονε. τὰ γὰρ εἰϲ τηϲ φύϲει μακρὲ παραληγόμενα μὴ ῥηματικὰ βαρύνεται, κομήτηϲ, πεδήτηϲ, π λανήτηϲ, ἀλήτηϲ, λιμνήτηϲ, ὑπηνήτηϲ, κορυνήτηϲ, νικήτηϲ, κωμήτηϲ, λιπερνήτηϲ ὁ πρότερον πλούϲιοϲ, ὕϲτερον δὲ πένηϲ παρὰ τὸ λείπεϲθαι ἐρνέων ἤγουν φυτῶν. Δανθαλήτηϲ ἔθνοϲ Θρᾳκικόν. Θεόπομποϲ μη . Δαϲϲαρήτηϲ ἔθνοϲ Ἰλλυρίαϲ. Πολύβιοϲ ὀγδόῳ. Δεκιήτηϲ ἔθνοϲ Ἰταλίαϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν α′ γεωγραφουμένων. Γαζήτηϲ ἔθνοϲ Γαλατῶν χρυϲοφοροῦν. Ϲιδήτηϲ, πολιήτηϲ κατὰ πλεοναϲμὸν τοῦ η ὥϲπερ μυθιήτηϲ καὶ Κεραμιήτηϲ καὶ Ἰουλιή τηϲ ἀπὸ τοῦ Ἰουλίτηϲ. Αἰγινήτηϲ κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτηϲ· ἔϲτι καὶ Αἰγινήτηϲ πολίχνιον καὶ ποταμὸϲ Παφλαγονίαϲ· οὕτω καὶ Βεμβινήτηϲ, ὡϲ Πανύαϲιϲ ἐν Ἡρακλείαϲ πρώτῃ «κδέρμα τε θήρειον Βεμβινήταο λέοντοϲ» καὶ ἄλλωϲ «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντοϲ ». καὶ Βαργυλιήτηϲ, Μαϲϲαλιήτηϲ, Μαλειήτηϲ Μαλειήτηϲ τρύπανον αίπολικόν». ϲτρατιώτηϲ, νηϲιώτηϲ, ταξεώτηϲ, βοώτηϲ, γαλεώτηϲ. ἔϲτι δὲ καὶ Γαλεώτηϲ ἔθνοϲ ἐν Ϲικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνοϲ καὶ Θεμιϲτοῦϲ, τῆϲ θυγατρὸϲ Ζζζαβίου, τοῦ βαϲιλέωϲ τῶν Ὑ περβορέων. τινὲϲ δὲ ὅτι Γαλεῶται μάντεων εἰδὸϲ Ϲικελῶν. ἀγγελιώτηϲ. Περκώτηϲ. Μαλλώτηϲ. Ἠπειρώτηϲ. Κολὡ τηϲ. ἀϲκαλαβώτηϲ, δεϲμώτηϲ, δενδρώτηϲ, λεϲχηνώτηϲ, ἀγρώτηϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ἀγρώϲτηϲ ἀγροιώτηϲ, μονώτηϲ καὶ μονώϲτηϲ. Μαιώτηϲ ἔθνοϲ Ϲκυθικὸν μέγιϲτον καὶ πολυάνθρωπον. ἔϲτι καὶ μαιώτηϲ ίχθῦϲ τιϲ. Ἀλραχώτηϲ ποταμὸϲ Ἰνδικόϲ, ὃϲ καὶ ραχωτόϲ. Ἀζειώτηϲ ἔθνοϲ τῆϲ Πρῳάδοϲ, ὡϲ Ἐξλλάνικοϲ ἐν τοῖϲ περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἰναι, ἵν’ ῇ ὡϲ Μάρεια Καρειώτηϲ, Ῥάφεια Ῥαφειώ τηϲ. λέγεται δὲ καὶ Ἀζειοί. Ἡρακλεώτηϲ, Ῥαφανεώτηϲ, λμβρακιώτηϲ, Πηλιώτηϲ, ὧθιώτηϲ, Ἰταλιώτηϲ, Ϲικελιώτηϲ. ἀϲπίδιώτηϲ — τὸ δὲ προπετήϲ, ἀκρατήϲ, τριετήϲ ϲύνθετα.
Τὰ διὰ τοῦ ατηϲ τὸ α μακρὸν ἔχοντα μὴ ὄντα ῥηματικὰ βαρύνεται, Εὐφράτηϲ ποταμόϲ, ιφάτηϲ ὄροϲ Ἀρμενίαϲ. ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλ’ ὀνοματικῶϲ διὰ τοῦ ι γράφεται. καὶ Πείϲανδροϲ ἑβδόμῳ ταῦρον πρυμνώρειαν ἐϋϲκόπελόν τε Νιφάτην ». λαραυγάτηϲ ὁ Ἴβηρ· Ἑκαταῖοϲ Εξὐρώπῃ. καὶ Ἰλαραυγάτηϲ ποταμόϲ. Ἀντεμνάτηϲ, Βεμβινάτηϲ, Μεϲολάτηϲ, Na π άτηϲ, Πιϲἀτηϲ, Ῥαβεννάτηϲ, Ῥεϲινάτηϲ, Ϲπινάτηϲ, ζαιάτηϲ, Βαιάτηϲ, Ἐλεάτηϲ, Τεγεάδιώτηϲ τηϲ, δαλεάτηϲ. Ἀνδροτίων πέμπτῳ. Γυθεάτηϲ, Ϲερρεάτηϲ, Φενεάτηϲ, Πανεάτηϲ, Κορϲεάτηϲ, Ὑδρεάτηϲ, ὔρνεάτηϲ, Ζελειότηϲ, Κορωνειάτηϲ, Καυλωνειάτηϲ, Ἐρευάτηϲ πόλιϲ Λυκίαϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Ϲπαρτιάτηϲ κατὰ πλεοναϲμὸν τοῦ α ἀπὸ τοῦ Ϲπαρτίτηϲ ὡϲ Κροτωνιάτηϲ, Φαριάτηϲ, Φαϲιάτηϲ, Νωνακριάτηϲ, οἰκιάτηϲ. Ἰότηϲ, Ϲκιάτηϲ, Ἐξρινιάτηϲ κώμη Κεγαρίδοϲ. Παυϲανίαϲ α′ (c. 44, 5) καὶ ὁ οἰκήτωρ Ἐξρινιάτηϲ διὰ τὸ προκατειληφόϲ. Βρεν θιάτηϲ ποταμὸϲ Ἀρκαδίαϲ. Αὐταριάτηϲ ἔθνοϲ Θεϲπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ χρονικῶν καὶ Φαβωρῖνοϲ ἐν παντοδαπαῖϲ καὶ Ἐρατοϲθένηϲ. Γεν οάτηϲ, Θειϲοάτηϲ, Αυκοάτηϲ, Μεϲϲοάτηϲ, Οἰάτηϲ, Καψυάτηϲ Κωλυάτηϲ, ἀγυιάτηϲ. τὸ δὲ θεατήϲ καὶ πειρατήϲ ῥηματικὰ ὄντα ὀξύνεται.
Τὰ εἰϲ iῆῆϲ τοῦ ι μακροῦ ὄντοϲ καὶ ειτῆϲ βαρύνεται, πόλίτηϲ, τεμενίτηϲ, ἔϲτι καὶ λόφοϲ ἐν τῇ Θράκη πρὸϲ τῇ Τριβαλλῶν. ζευγίτηϲ, ϲτυλίτηϲ, ἑρκίτηϲ, Θερϲίτηϲ, ἔϲτι καὶ ἔθνοϲ Ἰβηρικόν. Πολύβιοϲ ἐντρίτῳ. μεϲίτηϲ, ϲτεφανίτηϲ, πυρίτηϲ, ὁδί τηϲ,ἐπαλξίτηϲ, μαγνίτηϲ, φεγγίτηϲ, λυχνίτηϲ, αἰθερίτηϲ, ἀγρίτηϲ, τοπίτηϲ, χωρίτηϲ· Ϲοφοκλῆϲ Αἰγεῖ ἐκλύομεν. οὐκ ἔγωγε χωρίτην γ’ ὁρῶ ». καὶ ἐν Ἰίρακλεῖ τρέφουϲι κρήνηϲ φύλακα, χωρίτην ὄφιν». καὶ Αἰϲχύλοϲ ἐν Λέοντι ϲατυρικῷ «κὁδοιπόρων δήλημα, χωρίτηϲ δράκων». καὶ Ἀπολλώνιοϲ ἐν τῷ Κανώβῳ
ἑδρίτηϲ, Ὠρίτηϲ ἔθνοϲ Ἰνδῶν αὐτόνομον. Ϲτράβων πεντεκαιδεκάτῃ (p. 720) τῷ ὁρίζοντι αὐτοὺϲ ἀπὸ τῶν ἑξῆϲ Ὠριτῶν· Ἰνδῶν δέ ἐϲτι καὶ αὕτη μερίϲ, ἔθνοϲ αὐτόνομονα. καὶ Ἀπολλόδωροϲ δευτέρῳ νἔπειτα ζρίταϲ τε καὶ Γεδρωϲίουϲ, ὡν τοὺϲ μὲν Ἰνδούϲ ὡϲ ἐνοικοῦνταϲ πέτραν ---» Ὑθμίτηϲ ἔθνοϲ πρὸϲ τοῖϲ Λιβυρνοῖϲ καὶ Ϲυωπίοιϲ, ὥϲ φηϲιν Ἑκαταῖοϲ Εὐρώπῃ. Αὐϲχίτηϲ ἔθνοϲ Λιβύηϲ ὑπὲρ Βάρκηϲ, Ἀλπολλόδωροϲ περὶ γῆϲ δευτέρῳ. Ἀλμαλεκίτηϲ ἔθνοϲ ξβραϊκόν. Αὐαλίτηϲ κόλποϲ ἐν δεξιοῖϲ μέρεϲι τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Ἀλμμανίτηϲ διὰ δύο μῦ γένοϲ τῶν Ναβαταίων Ἀράβων ὡϲ Ἰώϲηποϲ (Ant. Iud. 1, 11, 5 ἐκλήθηϲαν δὲ ἀπὸ Ἀμμάνου τοῦ παιδὸϲ Λώτου καὶ τῆϲ νεωτέραϲ θυγατρόϲ. Ἀλμανίτηϲ ὁ οἰκήτωρ Ἀμάνου ὄρουϲ πρὸϲ τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθήκοντοϲ. Α ὐϲονίτηϲ. Λυκόφρων «παρ’ Αὐϲονίτην Φύλαμον δομήϲεται» (v. 593). Βοιίτηϲ. Γεβεωνίτηϲ ἔθνοϲ πληϲίον Ἰεροϲολύμων, ὡϲ ἰώϲηποϲ (A. Ι. 1, 2). Γολομίτηϲ ἔθνοϲ τῆϲ Ἰδουμαίαϲ. Διοχίτηϲ κώμη Αἰγύπτου, ἐν ἡ τέθαπται --- Ὄϲιριϲ. ἐθνικὸν τὸ αὐτὸ Διοχίτηϲ. Ἁλρματίτηϲ ἐθνικὸν Ἁρμάτων πόλεωϲ πληθυντικῶϲ Ἰνδικῆϲ ὡϲ τοῦ ἕρμα ἑρματίτηϲ· ἔϲτι καὶ πόλιϲ Ἁρματίτηϲ. Ἐπαρίτηϲ ἔθνοϲ Ἀρκαδίαϲ, περὶ οὖ Ξενοφῶν καὶ Ἔφοροϲ καὶ Ἀνδροτίων φαϲίν. Εὐωνυμίτηϲ ἔθνοϲ Αἰγύπτιον πρὸϲ τῇ Αἰθιοπίᾳ. Ἀλέξανδροϲ Αἰθιοπικῶν πρώτῳ. Ἰβηρίτηϲ ὁ καὶ Ἴβηρ ἔθνοϲ. Παρθένιοϲ ἐν Λευκαδίᾳ «κἰβηρίτῃ πλεύϲει ἐν αἰγιαλῷ ». Nεφθαλίτηϲ ἔθνοϲ κρατῆϲαν τῆϲ ἕω, ὡϲ Ἰώϲηποϲ (A. I. 5, 1). μηρίτηϲ ἔθνοϲ Αἰθιόπων. Ὀρβίτηϲ ἔθνοϲ ἰνδικόν, ὡϲ Ἀπολλόδωροϲ δευτέρῳ, περὶ Ἀλεξάνδρειαν. Ϲαυνίτηϲ τῶν Ἰαπύγων ὄμοροϲ. Τρωῖτηϲ ποταμὸϲ ’Αἰγύπτου. ἀϲτίτηϲ. Ϲοφοκλῆϲ Ἀλεξάνδρῳ εού γάρ τι θεϲμὰ τοῖϲιν ἀϲτίταιϲ πρέπειε καὶ κβοτῆρα νικᾶν ἄνδραϲ ἀϲτίταϲ. τί γάρ;» ἐντεῦθεν καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ προαϲτίτηϲ. οὐ γὰρ παρὰ τὸ προάϲτιον· ἦν γὰρ προαϲτεύϲ ὡϲ Δουλιχιεύϲ, ἢ προάϲτιοϲ ὡϲ Βυζάντιοϲ. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὺρίϲκεται προαϲτία γῆ ἐν Φρίξῳ οφοκλέουϲ «κὅρια κελεύθου τῆϲδε γῆϲ προαϲτίαϲ ». ἀϲπιδίτηϲ. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ καταπλέοντι «ἑἀλλ’ ἀϲπιδίτην ὄντα καὶ πεφραγμένον ». παραιγιαλίτηϲ ἰχθῦϲ παρὰ τὸν αἰγιαλὸν εὺριϲκόμενοϲ ὡϲ Παρωκεανίτηϲ, Παραχελωῖτηϲ. Ϲινωπίτηϲ, Ἰοππίτηϲ, Ἀκεϲίτηϲ, Παγαϲίτηϲ, Ἀκμονίτηϲ, Ἀβ δηρίτηϲ, Γαβαλίτηϲ, Διολκίτηϲ, Κεμφίτηϲ, Ναυκρατίτηϲ, εὐρείτηϲ, βαθυρρείτηϲ, ἀκαλαρείτηϲ ὁ ἡϲύχωϲ ῥέων. ἀκαλὸν γὰρ παρὰ Ϲικελοῖϲ τὸ ἥϲυχον. ἱερείτηϲ, αμαρείτηϲ, Ἀταρνείτηϲ, Ἑλείτηϲ, Ἁλγνωνείτηϲ, ξαρωνείτηϲ, Καυκωνείτηϲ, Δικαιαρχείτηϲ, ζελείτηϲ, Ὠρείτηϲ, ἀλείτηϲ, ᾧ ἀντιπαράκειται τὸ ἀλοίτηϲ. τὸ τραπεζίτηϲ ἐπὶ μὲν τοῦ ἐν τῇ ἀγορῷ διαπονουμένου διὰ τοῦ ῑ γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ κυνόϲ, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται· τοῦτο δὲ παρ’ Ἰβύκῳ εiρηται κατὰ τροπὴν τϲ ει διφθόγγου εἰϲ η.
Kαὶ ὅϲα παρώνυμα τὸ μακρὸν ἔχοντα βαρύνεται, πρεϲβύτηϲ, ἐλύτηϲ, βαϲανύτηϲ, ὰλκυονύτηϲ, Ἀλρχύτηϲ, Πιδύτηϲ, Αἰγύτηϲ ἐθνικόν , ὡϲ Παυϲανίαϲ, Κωβρύτηϲ, Μωλύτηϲ, Αἰπύτηϲ, Πατραϲύτηϲ· τραϲύτηϲ· τὸ μέντοι κωλυτήϲ, μηνυτήϲ ῥηματικὰ καὶ οὐ παρώνυμα.
Τὰ εἰϲ ο̅ἱ̅τ̅η̅ϲ̅ ἰϲοϲύλλαβα βαρύνεται, Δ αμοίτηϲ, Μενοίτηϲ, Θυμοίτηϲ, Ἀλγροίτηϲ, Φιλοίτηϲ, Λαοίτηϲ, Ἀλνεμοίτηϲ, Ὀροίτηϲ, Ἀνδροίτηϲ, Ϲακοίτηϲ, ἀλοίτηϲ, ζιποίτηϲ βαϲιλεύϲ Βιθυνίαϲ· καὶ τὰ ἐθνικὰ Βουτοίτηϲ ἐκ τοῦ Βουτοῖτηϲ παρὰ τὴν Βουτὼ πόλιν Αἰγύπτου, Ϲαβοῖτηϲ Ϲαβοίτηϲ ὁ πολίτηϲ τῆϲ Ϲαβοῦϲ, Κυβοίτηϲ τῆϲ Κυβώ.
---Τὰ εἰϲ ουτῆϲ βαρύνεται, Μαντότηϲ κατὰ ϲυγκοπὴν παρὰ τὸ Μάντουα ὡϲ ζελείτηϲ παρὰ τὸ ζέλεια. τριακοντούτηϲ.
---Τὰ εἰϲ τηϲ ἔχοντα τὴν παραλήγουϲαν εἰϲ ἀμετάβολον λήγουϲαν, ἀπρόϲληπτα τοῦ c κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἰη μετοχικά, ὑφάντηϲ, ἀγύρτηϲ, εὐφράντηϲ, ὁξύντηϲ, ἐγέρτηϲ, ὀρίντηϲ, αὐθέντηϲ. Ααέρτηϲ· ἔϲτι καὶ kιλικίαϲ χωρίον· Ϲτράβων ιδ′ (p. 669) Ἀλέξανδροϲ δὲ «καὶ ὄροϲ καὶ πόλιϲ » φηϲί. Ϲιβύρτηϲ· Βερεκύντηϲ, ἀφ’ οὗ ἡ Βερεκυντία χώρα. Βιϲάλτηϲ ὁ Ἡλίου καὶ Γῆϲ, ἀφ’ οὗ Βιϲαλτία πόλιϲ καὶ χώρα Μακεδονίαϲ. καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ· ἔϲτι καὶ Βιϲάλτηϲ ποταμόϲ. Ἰαξάρτηϲ ποταμὸϲ ὁ Τάναϊϲ. τὸ δὲ ἑκοντήϲ , Θελοντήϲ μετοχικά. παρὰ δὲ Ἀττικοῖϲ ὀξύνεται τὸ καθαρτήϲ, ἀμυντήϲ ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντήϲ, ποικιλτήϲ, καλλυντήϲ, πραϋντήϲ.
---Τὰ εἰϲ ϲτηϲ ῥηματικὰ πολυϲύλλαβα ὀξύνεται, λυριϲτήϲ, λεπιϲτῆϲ, ὑβριϲτήϲ, ἐρανιϲτήϲ, Αἰτωλιϲτήϲ ὁ αἰτωλίζων καὶ τὰ τῶν Αἰτωλῶν φρονῶν, Ἐορδιϲτήϲ ἀπὸ τοῦ ἐορδίζω ὡϲ Λυδόϲ λυδίζω Λυδιϲτήϲ, δικαϲτήϲ, ἡλιαϲτήϲ, δανειϲτήϲ, παλαιϲτήϲ, χηρωϲτήϲ παρὰ τὸ χηρώϲαϲ δὲ γυναῖκα » (Ιl. P 36). τὸ δὲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «ϲτείχων δ’ ἀγρώϲτην ὄχλον » παρώνυμον ὡϲ καὶ τὸ μονώιτηϲ μονώϲτηϲ.
Τὰ διὰ τοῦ εϲτηϲ μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, Ὀρέϲτηϲ παρὰ τὸ ὄροϲ, Ὀφελέϲτηϲ παρὰ τὸ ὄφελοϲ, Θυέϲτηϲ παρὰ τὸ θύοϲ, Ἀκέϲτηϲ. Διέϲτηϲ Παυϲανίαϲ δὲ Διάϲταϲ αὐτούϲ καλεῖ—Μακεδονικὸν ἔθνοϲ ὡϲ καὶ Ὀρέϲτηϲ παρ’ Ἑκαταίῳ Εὐρώπῃ. Πενέϲτηϲ καὶ Ἐθνέϲτηϲ ἀπὸ Ἐθνέϲτου τοῦ Νεοπτολέμου παιδῶν ἑνόϲ, ὡϲ Ῥιανὸϲ δ΄ καὶ ε΄ Θεϲϲαλικὰ ἔθνη. καὶ Κυρρέϲτηϲ ἔθνοϲ Ϲυρίαϲ, ὡϲ Πολύβιοϲ πέμπτῳ· Δημήτριοϲ δὲ ὁ Ἀντιγόνου τὸ Κυρήϲτηϲ διὰ τοῦ η φηϲὶ καὶ καθ’ ὕφεϲιν τοῦ ἑνὸϲ ρ. ὁμοίωϲ δὲ τῷ Ὀρέϲτηϲ βαρύνεται καὶ Πιάϲτηϲ ἔθνοϲ πρὸϲ τῷ Πόντῳ καὶ Προν άϲτηϲ ἔθνοϲ Βοι τίαϲ « Βοιωτῶν δέ τινεϲ τὸ πάλαι ἔθνοϲ Προνάϲται καλέονται ». καὶ Ἀϲβύϲτηϲ ἔθνοϲ Λιυβύηϲ « οἵ τε Τρίτωνοϲ ἐφ’ ὕδαϲιν Ἀϲβύϲταο» Καλλίμαχοϲ Αἰτίων πρώτῃ. τὸ μέντοι κηδεϲτήϲ καὶ ἀργεϲτήϲ «αἄνεμοϲ ἀργεϲτᾶο Νότοιο » (Λ 306) ἐπιθετικὰ ὀξύνονται. τὸ δὲ Κηδέϲτηϲ ὄνομα κύριον βαρύνεται.
Τὰ εἰϲ ϲτηϲ λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ϲ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα ὀξύνεται, ἑρπηϲτήϲ, ὀρχηϲτήϲ, ἀλφηϲτήϲ. τὸ ὠμηϲτήϲ Ἀρίϲταρχοϲ ὡϲ ἀθλητήϲ, Τυραννίων δὲ ὡϲ κομήητηϲ, ϲύνθετον ἐκδεχόμενοϲ τὴν λέξιν. ἐπεκράτηϲε δὲ ἡ τοῦ Ἀριϲτάρχου προϲῳδία.
Τὰ εἰϲ ηϲ πολυϲύλλαβα παρώνυμα μεταθέϲει τῆϲ εἰϲ οϲ εἴτε εὐθείαϲ εἴτε γενικῆϲ εἰϲ ηϲ γινόμενα βαρύνονται, Ἄραξοϲ Ἀλράξηϲ ἔθνοϲ Ἰλλυ ρίαϲ, Λάπιθοϲ Λαπίθηϲ ἔθνοϲ Θεϲϲαλίαϲ, εἰϲπνηλοϲ εἰϲπνήληϲ ὁ ἐρώμενοϲ, ἀγκυλόχειλοϲ ἀγκυλοχείληϲ, Ἄϲκαλοϲ Ἀϲκάληϲ, δάμαλοϲ δαμάληϲ δαμάληϲ ἔρωϲ », ἀπὸ τοῦ χαράξω Χάραξοϲ Χαράξηϲ, εὔπατριϲ εὐπάτριδοϲ εὐπατρίδηϲ εὐπατρίδου, ἐπτάπουϲ ἑπτάποδοϲ ἑπταπόδηϲ παρ’ Ἰϲιόδῳ, τρίπουϲ τρίποδοϲ τριπόδηϲ, Οἰδίπουϲ Οἰδίποδοϲ Οἰδιπόδηϲ. Γένηϲ Γένητοϲ Γενήτηϲ λιμὴν καὶ ποταμὸϲ Καππαδοκίαϲ. τὸ δὲ ἐθελοντήϲ ἀπὸ τοῦ ἐθέλοντοϲ καὶ ἑκοντήϲ ἀπὸ τοῦ ἑκόντοϲ γενικῆϲ μετοχῆϲ. τὸ δὲ νεοπτορθήϲ παρὰ τὸ νεόπτορθοϲ καὶ πολυκλαδήϲ παρὰ τὸ πολύκλαδοϲ ὀξύνονται ὡϲ διὰ τοῦ ουϲ κλινόμενα.
Τὰ εἰϲ ηϲ ἐπίθετα παρὰ ῥῆμα ϲύνθετα εἰϲ ουϲ ποιοῦντα τὴν γενικὴν ὀξύνεται, εὐϲεβήϲ, ἀϲεβ ήϲ, εὐλαβῆ ϲ, θεοφιλήϲ, αὐτοϲφαγῆϲ, ἀνηλεγήϲ, ὅθεν τὸ «νίϲϲετ’ ἀνηλεγέωϲ » (Apoll. Rhod. Α 785), δυϲηχήϲ, πολυηδήϲ, λαθικηδήϲ, οἰνοπληθήϲ, ἀληθήϲ, ἀναιδήϲ, θυμαρήϲ, δυϲαήϲ, ζαχρηήϲ, πολυϲπειρήϲ, νεοαρδήϲ, πρωτοπαγήϲ, ἀριφραδήϲ, διοπειθήϲ, πολυδευκήϲ, ἀἱδήϲ κδυϲμενέων δ’ ἀϊδήϲ» λέγει Βακχυλίδηϲ, οὺ τὸ οὐδέτερον ἀϊδέϲ «κτοῦ δὲ τάφον καὶ ϲῆμ’ ἀϊδὲϲ ποίηϲεν ». Ἡϲίοδοϲ (Scut. 447), Ἀλριφράδηϲ δὲ καὶ Διοπείθηϲ, Πολυδεύκηϲ, Ἀῖδηϲ τὰ κύρια βαρύνονται ὡϲ καὶ τὸ Ἀριϲτοφά νηϲ Διομήδηϲ. ὁμοίωϲ ὀξύνονται καὶ τὰ εἰϲ τοϲ τὴν γενικὴν ποιοῦντα, ἡμιθνήϲ, ἡμιτρήϲ, ἐπιβλήϲ· διὸ καὶ παρὰ Ἀριϲτοφάνει (Vesp. 590) τὸ «ὁ μέγαϲ οὗτοϲ κολακώνυμοϲ ἀϲπιδαποβλήϲ», ὅ ἐϲτι ῥίψαϲπιϲ, καίτοι ἐκ τριῶν ϲυγκείμενον λέξεων, ὅμωϲ ὀξύνεται· οὐ καλῶϲ οὖν τὸ ἐπιβλήϲ βαρύνει Ἀρίϲταρχοϲ, ὅτι δοκόϲ ἐϲτιν. οὐ γάρ ἐϲτι βλήϲ μονοϲύλλαβον καθ’ ἑαυτὸ ἐπὶ ταύτηϲ τῆϲ ἐννοίαϲ, ἱνα ἐν ϲυνθέϲει βαρύνηται ὥϲπερ τὸ Γρήϲ Ἐξτεόκρηϲ. Βαρύνονται δὲ τὰ παρὰ τὸ ὄλω πανώληϲ, ἐξώληϲ, προώλη ϲ καὶ τὰ παρὰ τὸ ἀρκῶ αὐτάρκηϲ, ποδάρκηϲ ϲημαίνει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖϲ ποϲὶ τοῖϲ ἑαυτοῦ ἐπαρκεῖν δυνάμενοϲ πρὸϲ τὸ ὑπὲκφυγεῖν ἢ διώκειν τοὺϲ πολεμίουϲ. Ὅμηροϲ «κποδάρκηϲ δῖοϲ Ἀχιλλεύϲ» (Α 121). ἔϲτι δὲ καὶ ὄνομα κύριον. ῶφειλε δὲ εἶναι ποδαρκήϲ ὀξυτόνωϲ ὡϲ ἐπίθετον , ἀλλὰ ϲεϲημείωαι τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡκλητικὴ πόδαρκεϲ ὡϲ αὔταρκεϲ· καὶ τὸ οὐδέτερον ποδαρκέϲ ὀξυτόνωϲ, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ. ϲεϲημείωται δὲ καὶ τὰ παρὰ τὸ ἀντῶ προϲάντηϲ καὶ τὰ παρὰ τὸ ἅδω αὐθάδηϲ. Τὰ μέντοι παρὰ ῥῆμα ϲύνθετα εἰϲ οῦ ἔχοντα τὴν γενικὴν βαρύνεται οἰον πωλῶ παντοπώληϲ μετρῶ γεωμέτρηϲ, τρίβω παιδοτρίβηϲ, δοτρίβηϲ, ὀφείλω χρεωφείληϲ, βαίνω ναυβάτηϲ, μιϲῶ ἐργομίϲηϲ, τύπτω πατροτύπτηϲ. τὸ μέντοι φιλαλήθηϲ καὶ μιϲαλήθηϲ καὶ εὐη θηϲ καὶ κακοή θηϲ παρώνυμά εἰϲιν, οὐ παρὰ ῥῆμα.
Τὰ παρ’ οὐδέτερα διϲύλλαβα εἰϲ οϲ λήγοντα, μὴ τῷ η παραληγόμενα , ϲυντιθέμενα, είϲ ηϲ λήγοντα , ἀρϲενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα,εἰδοϲ εὐειδήϲ, βάθοϲ « ἀγχιβαθήϲ δὲ θάλαϲϲα» (Οd.ε 43), λέχοϲ ἀγχιλεχήϲ· Ἀντίμαχοϲ «τό ῥά οἱ ἀγχιλεχὲϲ κρέματο περὶ πάϲϲαλον ἀεί«, κράτοϲ ἐγκρατήϲ, γένοϲ εὐγενήϲ, ἀγενῆ ϲ, δυϲγενήϲ, προϲγενήϲ, τέλοϲ εὐτελήϲ, ἐντελήϲ, μένοϲ εὐμενήϲ, δυϲμενήϲ, μέροϲ ἀμερήϲ, κλέοϲ δυϲκλεήϲ, τεῖχοϲ εὐτειχήϲ. τὸ δὲ *εὐτείχεα» (ΙΙ. Π 57) οὐ παρὰ τὸ εὐτειχήϲ, ἀλλὰ παρὰ τὸ εὐτείχεοϲ, ἀφ’ οὐ τὸ « δῷϲι πόλιν Προῖην εὐτείχεον ἐξαλαπάξαι » (Il.Α 129), κατὰ μεταπλαϲμὸν ὡϲ πυργοκέρατον πυργοκέρατα· τὸ η παρῃτηϲάμην διὰ τὸ εὐμήκηϲ, ἐπιμήκηϲ, ϲυν ήθηϲ, κακοήθηϲ, μεγακήτηϲ, τὴν διϲυλλαβίαν διὰ τὸ εὐμεγέθηϲ, εὐϲτελέχηϲ. τὰ δὲ παρὰ τὸ ἔτοϲ παρ’ ἡμῖν μὲν ὀξύνονται, διετήϲ, τριετήϲ, παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ βαρύνονται· οἱ γὰρ Ἀθηναῖοι διέτηϲ, τριέτηϲ, ἑξαέτηϲ λέγουϲι βαρυτόνωϲ ὁμοίωϲ τῷ εὐνέτηϲ, οἰκέτηϲ καὶ ἱκέτηϲ, εἰ καὶ ταῦτα εἰϲ οῦ δίφθογγον ἔχουϲι τὴν γενικὴν τῶν παρὰ τὸ ἔτοϲ εἰϲ ουϲ αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουϲιν οἱ Ἀττικοὶ τοῖϲ παρὰ τὸ ἔτοϲ βαρυτόνωϲ αὐτὰ προφέροντεϲ, ἀλλὰ καὶ περὶ τὴν κλίϲιν. οἶoν δωδεκαέται γὰρ λέγουϲι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιούμενοι αὐτὴν ὥϲπερ ὁ οἰκέτηϲ τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντεϲ εἰπεῖν οἱ δωδεκαέτειϲ ὥϲπερ οἱ Δημοϲθένειϲ· ὡϲαύτωϲ καὶ τὰ θηλυκὰ τούτων ὡϲ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιοῦνται· ὧϲπερ γὰρ ὁ πολίτηϲ τοῦ πολίτου καὶ ἡ πολῖτιϲ τῆϲ πολίτιδοϲ καὶ ὁ κυνηγέτηϲ τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτιϲ τῆϲ κυνηγέτιδοϲ, οὕτω καὶ ἀπὸ τοῦ τριακονταέτηϲ τριακονταέτουϲ ποιοῦϲι τὸ θηλυκὸν ἡ τριακονταέτιϲ τριακονταέτιδοϲ, ὡϲ παρὰ τῷ ϲυγγραφεῖ (Thucyd. 1. 87) «τῶν τριακονταετίδων ϲπονδῶν» καὶ κατὰ κρᾶϲιν τριακοντουτίδων, ὀφείλοντεϲ εἰπεῖν ἡ τριακονταετήϲ τῆϲ τριακονταετοῦϲ. τούτων οὕτωϲ ἐχόντων μὄτριχαϲ οἰέτεαϲ (ll. 8 7055) ἀναγινώϲκουϲι κατὰ βαρεῖαν τάϲιν, ἀλλ’ οὐδὲ τοῦτο πάλιν καθολικῶϲ ϲώζοντεϲ· *ἑξετέα γὰρ ἀδμήτην» (ΙΙ. ψ 266) ἀναγινώϲκουϲιν ὡϲ εὐϲεβέα. Ποῖϲ μέντοι ἐπιθετικοῖϲ ὀξυνομένοιϲ ϲυνθέτοιϲ παράκειται κύρια βαρύτονα « αὐτὰρ ὁ διογενήϲ», ἀλλὰ Διογένηϲ, «πολυνεικὴϲ δῖ· Ἑλένα, ἀλλὰ Πολυνείκηϲ, «κπαγκρατὴϲ ἀλήθεια » (hacchyl. fr. 20) — Παγκράτηϲ, «ὁ πλοῦτοϲ εὐρυϲθενήϲ (Pind. Pyth. V 1) ὐρυϲθένηϲ, εὐτειχήϲ ὐτείχηϲ ὄνομα κύριον παρ’ Ἀλκμᾶνι *Εὐτείχη τ’ ἄνακτ’ Ἀρήϊον χ, τηλαυγήϲ Τηλαύγηϲ, Γαλλιϲθένηϲ, Δημοϲθένηϲ, Ἀντιγένηϲ , Ἀλριϲτομένηϲ, Πυλαιμένηϲ. οὐ μάχεται τὸ Εὐμενήϲ· οὐ γὰρ πάντωϲ τὰ μὲν κύρια ἀεὶ βαρύνεται, τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ἀλλ’ εἴ που βαρύνεται τὸ κύριον , τὸ ἐπιθετικὸν ὀξύνεται.
Τὰ παρὰ τὰ εἰϲ η λήγοντα θηλυκὰ ϲυντιθέμενα καὶ εἰϲ ηϲ περατούμενα ἐπιθετικὰ τότε ὀξύνεϲθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παραϲχηματιϲμὸν καὶ τὴν γενικὴν εἰϲ oῦϲ περατουμένην, εὐτυχοῦϲ εὐτυχέϲ εὑτυχεῖϲ, εὐρυπυλοῦϲ εὐρυπυλέϲ εὐρυπυλεῖϲ. οὕτωϲ οὖν ἐχρῆν καὶ τὸ νεήκηϲ παρὰ τὸ ἀκή ϲυντιθέμενον. ὅμωϲ μέντοι ἡ παράδοϲιϲ τὸ νεήκηϲ καὶ ταναήκηϲ βαρύνει κατὰ ϲυνεκδρομὴν τοῦ εὐμήκηϲ, μεγακήτηϲ. Τὰ δὲ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα μὴ οὐδέτερον καὶ εἰϲ δῦ ἔχοντα τὴν γενικὴν βαρύνονται, ἀκειροκόμη, ἑλλανοδίκηϲ, μιϲογύνηϲ, κυανοχαίτηϲ, κλυτοτέχνηϲ.
Τὰ εἰϲ ηϲ παρὰ τὸ ἔργον ὀξύνεται, λεπτουργήϲ, Nαξουργήϲ, Ἀττικουργήϲ, Κορινθουργήϲ.
Τὰ εἰϲ ηϲ ἀπὸ τῶν εἰϲ υϲ ὀξυτόνων μὲν ὀξύνονται, βριθύϲ ἐμβριθήϲ, βαρύϲ ἀβαρήϲ, ἡδύϲ ἀηδήϲ, ἠῦϲ ἐνηήϲ· οὕτωϲ οὖν ὤφειλε καὶ. τὸ ποδώκηϲ ὀξυτονεῖϲθαι, γινόμενον ἀπὸ τοῦ ὠκύϲ· ἀλλά φαϲιν εἰϲ ἰδιότητα τοῦ Ἀχιλλέωϲ βεβαρυτονῆϲθαι τὸ ποδώκηϲ. παρὰ γοῦν τῷ Ἡϲιόδῳ ἀνεγνώκαϲι « ποδωκὴϲ δ’ Ἀταλάντη (catal. XXVI Marksch.). τί οὖν ἐπὶ τοῦ Δόλωνοϲ κατὰ βαρεῖαν τάϲιν ἀνεγνώκαϲι καὶ ἐπὶ τούτου « ὃϲ δή τοι εἶδοϲ μὲν ἔην κακόϲ, ἀλλὰ ποδώκηϲ» (Il. Κ 316). τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνονται, πῆχυϲ τριπήχηϲ, τετραπήχηϲ.
Τὰ εἰϲ ηζ ϲύνθετα μὴ ἀπὸ μονοϲυλλάβων τὴν πρωτοτύπων τάϲιν φυλάττει, ἐρανιϲτήϲ ἀρ χιερανιϲτήϲ, δανειϲτήϲ μιϲοδανειϲτήϲ, λῃϲτήϲ ἀρχιλῃϲτήϲ, κορυϲτήϲ ἱπ ποκορυϲτήϲ, Ἀπελλῆϲ Φιλαπελλῆϲ, ϲαφήϲ ἀϲα φήϲ, ἀντεραϲτήϲ, φιλαθλητήϲ, φιλοψευδήϲ. ϲεϲημείωται ἀληθήϲ φιλαλήθηϲ — ἐπειδὴ τὰ διὰ τοῦ ηθηϲ ϲύνθετα παρώνυμα βαρύνεται οἷον ἦθοϲ εὐήθηϲ, ϲυνήθηϲ, κακοήθηϲ, τούτοιϲ ϲυνεξηκολούθηϲε καὶ τὸ φιλαλήθηϲ παναλήθηϲ — καὶ δικαιοκρίτηϲ, ὀνειροκρίτηϲ, ἐπειδὴ παράλογόϲ ἐϲτιν ἐν τῇ ἁπλότητι ἡ ὀξεῖα τάϲιϲ, ὤφειλε γὰρ βαρύνεϲθαι τὸ κριτήϲ· τὸ δὲ ὑποκριτήϲ, προκριτήϲ, παρακριτήϲ οὐ παρὰ τὸ κριτήϲ, ἀλλὰ τὸ ὑποκρίνομαι, προκρίνω, παρακρίνω. τὸ δὲ Ἐτεόκρηϲ καὶ ἑτερόγνηϲ ἀπὸ μονοϲυλλάβων ϲυντέθειται· τὰ γὰρ μονοϲύλλαβα ὀνόματα ἐν τῇ ϲυνθέϲει ἀναβιβάζουϲι. τὸν τόνον οἷον χθών αὐτόχθων, Θρᾷξ Ϲαμόθρᾳξ, παῖϲ εὔπαιϲ χωρὶϲ τοῦ πτώξ πολυπτώξ. οὐκ ἀντίκειται ἡμῖν τὸ Ποϲειδάωνοϲ ὑποδμώϲ» (δ 386) παρέλκουϲαν γὰρ ἔχει τὴν ὑπό πρόθεϲιν.
Τὰ εἰϲ τηϲ πολυϲύλλαβα θηλυκὰ βαρύνονται, λογιότηϲ, λευκότηϲ, ποιότηϲ, ἑνότηϲ, ἰότηϲ, ἰϲότηϲ, κουφότηϲ, δανότηϲ, ὀρϲότηϲ, λαμπρότηϲ, ὁϲιότηϲ, γενναιότηϲ, μεγαλειότηϲ, κοϲμιότηϲ, κακότηϲ, δαϲύτηϲ, δριμύτηϲ, γλυκύτηϲ. ϲεϲημείω ταί τα χυτήϲ, βραδυτήϲ, ἁδροτήϲ, ἀνδροτήϲ, δηῖοτήϲ. καὶ τὰ παρ’ Ἀττικοῖϲ ὀξύτονα τραχυτήϲ, κουφοτήϲ. τὸ μέντοι πρ τήϲ καὶ ἑϲτήϲ καὶ ἐϲθήϲ διϲύλλαβα. τὸ δὲ νημερτήϲ καὶ ἀψευδ ή ϲ ἐπίθετα.
Νημερτήϲ τε καὶ Ἀψευδὴϲ καὶ Καλλιάναϲϲα (ΙΙ. Ϲ 46).
Τἀ εἰϲ ιϲ ϲυνεϲταλμένον τὸ ῑ ἔχοντα ἀρϲενικὰ καὶθηλυκὰκαὶκοινὰ βαρύνεται, ὄφιϲ, ἔχιϲ, ὄϊά μάντιϲ Ἄλεξιϲ, Πρύτανιϲ.
---Τὰ εἰϲ ιϲ θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ ῖ ἐπὶ τέλουϲ ἔχουϲι τὸν τόνον οἰoν κνημίϲ, κρη πίϲ, ϲφραγίϲ, ἁ ψίϲ.
---Τὰ εἰϲ ιϲ λήγοντα καθαρόν, μόνωϲ θηλυκά, ὀξύνεϲθαι θέλει, Θαΐϲ, Λαῖϲ, Ἀλμυκλαῖ ϲ, Ἄργαι ϲ νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ, Πτολεμοῖϲ, Κωπαῖϲ λίμνη, Γερραῖϲ, Θηβαῖϲ καὶ χώρα καὶ γυνή, Κυρηναἰϲ, Ῥωμαῖϲ, Φωκαῖϲ, Δ αναῖϲ, Θιβαῖϲ τόποϲ πρὸϲ τῷ Πόντῳ ἀπὸ μιᾶϲ τῶν Ἀμαζόνων ὑφ’ Ἡρακλέουϲ ἀναιρεθειϲῶν· πεϲεῖν γάρ φηϲιν Ἀρριανὸϲ τὰϲ μάλιϲτα διαφερούϲαϲ Τράλλαν τε καὶ Ἰϲοκράτειαν καὶ θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐϲ, Τυμφαιΐϲ, Ἀχαιὶϲ, Κυταιΐϲ, Ἀκταιῖϲ, ληΐϲ, Κιρφηΐϲ, Βριϲηΐϲ, ηρηΐϲ, Ἀλαλκομενηὶϲ, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡϲ Ἀρίϲταρχοϲ, ἦν γὰρ Ἀλαλκηΐϲ , ἀλλ’ ὥϲπερ Θηϲεύϲ Θηϲηΐϲ, οὕτωϲ Ἀλαλκομενεύϲ Ἀλαλκομενηὶϲ, Αὶθιοπηΐϲ, Αἰγηΐϲ φυλὴ τῆϲ Ἀττικῆϲ, Ἰδηῖϲ, Ἀλυβηἰϲ. Εὐφορίων ἐν Ἀραῖϲ ἤη Ποτηριοκλέπτῃ * ὅϲτιϲ μὲν κελέβην Ἀλυβηῖδα μοῦνοϲ ἀπηύρα» τουτέϲτι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀλμυρηῖϲ, Παταληῖϲ, βαϲιληῖϲ, Οὶτηῖϲ, Βοιβηῖϲ, Καδμηῖϲ. ἐκαλεῖτο οὕτωϲ ἡ Βοιωτία ὡϲ θουκυδίδηϲ (Ι 12), Βρυγηῖϲ, Παταρηῖϲ, Πε λοπηῖϲ, Γολγηῖϲ, Μινυηῖϲ, Ῥοιτηῖϲ, Γρυνηῖϲ, Θυνηῖ ϲ, Δολοπηῖϲ ἡ χώρα τῶν Δολόπων, Λελεγηῖϲ. οὕτω πρῶτον Μiλητοϲ ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡϲ Δίδυμοϲ ἐν ϲυμποϲιακοῖϲ. Αιλυβηῖϲ, Αυκτηῖϲ, Δ ραγγηῖϲ, Τ αμυνηῖϲ, Δρυοπηῖϲ, Δ ωτηϲ. Ῥιανὸϲ ἐν δ’ Μεϲϲηνιακῶν «αὐδὴν εἰϲάμενοϲ Δωτηῖδι Νικοτελείῃ ». Μέλαν ηῖϲ· οὕτωϲ ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέωϲ τοῦ ΕΘὐρύτου πατρόϲ. Δρυηῖϲ, Τριοπηῖ ϲ, λακριηῖϲ, λληῖϲ, Μεγαρηῖϲ, Φυλληῖϲ, Φιλυρηῖϲ πλεοναϲμῷ τοῦ η παρὰ τὸ Φιλυρίϲ, Πλατηῖϲ νῆϲοϲ παρὰ τῇ υκίᾳ. Ἐξπειῖϲ, Τηλεβοῖϲ μοῖρα τῆϲ Ἀκαρνανίαϲ ἀπὸ Πηλεβόου ἣ πρότεὅφιϲ ρον Παφίων ἐκαλεῖτο. ΕΘὐβοἴϲ, Τρωῖϲ, Ἀθωῖϲ, Ὁμολωῖϲ· Ὁμολωδεϲ Θηβῶν πύλαι πρὸϲ τῷ ὄρει. Ἀχελωῖ ϲ. ὁ δὲ λόγοϲ ἐπὶ Ἐλληνικῶν ὀνομάτων, μή τιϲ τὸ Ξόϊϲ καὶ Ϲάῖϲ Αἰγύπτια ὄντα καὶ παρ’ Ἡροδότῳ λεχθέντα παράθηται. ὡϲαύτωϲ δὲ καὶ Θμοῦιϲ πόλιϲ Αἰγύπτου, Ϲύϊϲ πόλιϲ Αἰγύπτου, ὡϲ Ἐξκαταῖοϲ ἐν τῇ αὐτῆϲ περιηγήϲει, καὶ Γρῶῖϲ Ἀράβων πόλιϲ βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαῖϲ ἡ μάχη ὀξύνεται, χωρὶϲ εἰ μὴ λέγοι τιϲ τοῦτο βεβαρυτονῆϲθαι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου ὥϲπερ καὶ τὸ ἀκρίϲ. τὸ δὲ Κραταιϊϲ δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆϲθαι διὰ τὴν αἰτιατικὴν *βωϲτρεῖν δὲ ἱράταιϊν (Od. μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸϲ διαϲτολήν. καὶ τὸ νηΐϲ μόνωϲ θηλυκὸν ἐπὶ τῆϲ νύμφηϲ ὀξύνεται, τὸ δὲ νῆϊϲ τὸ ἀρϲενικὸν ἀντὶ τοῦ ἄπειροϲ οἰον κνῆϊϲ ἀέθλων » βαρύνεται.
Τὰ εἰϲ ιϲ βαρύτονα καὶ ἐν τῇ ϲυνθέϲει βαρύνονται, μῆτιϲ πολύμήτιϲ, μήτιϲ, ἴδριϲ ἄῖδριϲ, πόλιϲ φιλόπολιϲ, χάριϲ εὔχαριϲ.
Τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει φῦλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, εἰ δὲ μεταληπτικὰ γένοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ τὸν αὐτὸν τόνον, ϲκελίϲ περιϲκελίϲ, νυχίϲ πανν υχίϲ, τοῦ δὲ δευτέρου, ἐλπίϲ δύϲελπιϲ. ταύτῃ οὖν τὸ μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ με λάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ εὐκλήῖϲ καὶ πολυκλήϊϲ καὶ μελα μψήφιϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ. καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν. καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ Θεϲϲαλικοῖϲ κτοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐῦκνήμιδοϲ Ἰτῶνηϲ».
---Τὰ εἰϲ ιϲ παρώνυμα ὀξύνονται, δρυμόϲ Δ ρυμίϲ «Δρυμίδεϲ νύμφαι », λόγοϲ « Αογίδεϲ ϲεμναί, φορμόϲ «φορμίϲ· ἰϲχάδιον » παρ’ Ἀλέξιδι. Κάδμοϲ Καδμίϲ παρ’ Ἰβύκῳ «παρελέξατο Καδμίδι κούρᾳ », Παρναϲϲόϲ Παρναϲϲίϲ, Μολοϲϲόϲ Μολοϲϲίϲ, Γηφιϲόϲ Γηφιϲίϲ, Τευμηϲϲόϲ Τευμηϲϲίϲ· τὸ ἄϲιϲ ἀντίκειται κτόϲϲην οἱ ἄϲιν ἐφύπερθε καλύψω » (Φ 321 ) ὑποπίπτει γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτoῦ γένουϲ παραλαμβανόμενα καὶ ταὐτὰ ϲημαίνοντα ὁμοτονεῖ φήμη φῆμι, ἄϲη ἄϲιϲ.
Τὰ εἰϲ ιϲ πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνονται Πριαμίϲ, Τανταλίϲ, Τυνδαρίϲ ἡ τοῦ Τυνδάρεω, Ἑλικωνίϲ, Αὐϲονίϲ, Βιϲτονίϲ, Ἀβαντίϲ, Εὐξαντίϲ καθ’ ὕφεϲιν τοῦ α ἐκ τοῦ εὐξαντιάϲ.
Τὰ εἰϲ ιϲ ὑποκοριϲτικὰ ἔχοντα ἐν ἴϲαιϲ ϲυλλαβαῖϲ τὴν παραγωγὴν ὀξύνεται, θερα παινίϲ, ἑταιρίϲ, λυρίϲ. τὸ δὲ Ἴφιϲ ἀπὸ τοῦ ἶψι γενόμενον βαρύνεται.
Τὰ εἰϲ ιϲ ἐϲχηματιϲμένα ἀπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προϲώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται καὶ ϲυϲτέλλουϲι τὸ ῑ, ποιήϲω ποίηϲιϲ, γνώϲω γνῶϲιϲ, πράξω πρᾶξιϲ, ἕξω ἕξιϲ, μέμψω μέμψιϲ, λέξω λέξιϲ· οὕτω καὶ ἅψω ἄψιϲ ὤφειλεν εἶναι· ὅθεν Ἡϲίοδοϲ ἀναλογώτερον εἶπεν ἅψιϲ βαρυτόνωϲ «τριϲπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ» (op. 424). ἔϲτιν οὖν εἰπεῖν ὅτι, ἐπειδὴ. τὸ ἁψίϲ ἐκτείνει τὸ ῖ, ὡϲ δηλοῖ τὸ κμή πωϲ ὡϲ ἁψῖϲι λίνου ἁλόντεν (ΙΙ. 6 487), τούτου χάριν καὶ ὀξύνεται.
---Τὰ εἰϲ βιc διϲύλλαβα ὀξύνεται ἢ βαρύνεται· καὶ ὀξύνεται μὲν τὰ παρώνυμα οἷoν λαβίϲ παρὰ τὸ λαβή καὶ ἐπιθετικὰ οἷον Λεϲβίϲ καὶ ἐκτείνοντα τὸ ῑ οἷον βαλβίϲ· τὰ δὲ μὴ οὕτωϲ ἔχοντα βαρύνεται, ἶβιϲ, Ἄρβιϲ ποταμὸϲ Ἰνδικῆϲ καὶ ἔθνοϲ· λέγεται δὲ καὶ Ἀραβίϲ. Κίβιϲ πόλιϲ Αἰγύπτου, Φλέγων ρμ′ Ὀλυμπιάδι, Τ άβιϲ πόλιϲ Ἀραβίαϲ. Ἑκατοῖοϲ περιηγήϲει Αἰγύπτου. Νάρβιϲ Ἰλλυρίαϲ πόλιϲ. ζόμβιϲ πόλιϲ τῆϲ Μηδίαϲ. Χέμβιϲ νῆϲοϲ ἐν Βουτοῖ, ὡϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Αἰγύπτου ---ἐν Βουτοῖ περὶ τὸ ἱερὸν τῆϲ Λητοῦϲ ἐϲτι νῆϲοϲ Χέμβιϲ ὄνομα, ἱρὴ τοῦ Ἀπόλλωνοϲ· ἔϲτι δὲ ἡ νῆϲοϲ μεταρϲίη καὶ xεριπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατοϲ».
Τὰ εἰϲ βιϲ ὑπερδιϲύλλαβα ὀξύνεται ἢ προπαροξύνεται· ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικά, Νιοβίϲ υκαμβίϲ, Περραιβίϲ, Κανωβίϲ Ἐρεμβίϲ, Τορρηβίϲ «ἐν δὲ τῇ Τορρηβίδι ἐϲτὶν ὄροϲ Κάριοϲ καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ ». ϲεϲημείωται τὸ κάνναβιϲ. τὰ δὲ κύρια ἢ προϲηγορικὰ βαρύνεται, Ἀθ άρραβιϲ πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ δ’ ἐν δευτέρῳ περιηγήϲεωϲ δι’ ἑνὸϲ ρ καὶ τοῦ μ « Ἀθάραμβιϲ πόλιϲ ». Ἄθλιβιϲ πόλιϲ Αἰγύπτου. Κικάνωρ δ’ ὁ Ἑρμείου ἐν τῇ πρὸϲ Ἀδριανὸν γραφῇ διὰ τοῦ ρ φηϲὶν Ἄθριβιϲ. οῦτω καὶ Ϲτράβων (p 802). ἔϲτι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβιϲ πόλιϲ τῆϲ Γαλαδίτιδοϲ. Ἰώϲηποϲ (A. l. 5, 2, 11 et 6, 14, 8). λέγεται καὶ ἰαβιϲϲόϲ. Κάραμβιϲ ἄκρα τοῦ Πόντου. Πνέβεβιϲ πόλιϲ Αἰγύπτου, ψινέκταβιϲ κώμη Αἰγυπτία. Μίϲιβιϲ πόλιϲ ἐν τῇ Περαίᾳ τῇ πρὸϲ τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖϲ Nάϲιβιϲ φηϲὶ διὰ τοῦ α. ϲημαίνει δέ, ὥϲ φηϲι Φίλων , νάϲιβιϲ τὰϲ ϲτήλαϲ. Δάνουβιϲ ἢ Δάνουϲιϲ Ἴϲτροϲ ὁ ποταμόϲ. ἑρμηνεύεται δὲ ὥϲπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν. Ἄνουβιϲ, κάνναβιϲ. ϲημείωϲαι τὸ καλλαβίϲ.
Τὰ εἰϲ γιϲ διϲύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ γ, αἰγίϲ, μαγίϲ, ϲφατίϲ, ϲφραγίϲ, Βρυγίϲ. τὸ μέντοι Γἐργιϲ βαρύνεται· ἀπὸ τοῦ γ γὰρ ὥϲπερ καὶ τὸ γέλγιϲ γίγγιϲ. ἔϲτι δὲ Γέργιϲ πόλιϲ Τροίαϲ. λέγεται καὶ ἡ Γέργιθοϲ εὐθεῖα ἀπὸ γενικῆϲ ὡϲ Τροίζηνοϲ
Ἔτι τὰ εἰϲ γιϲ πολυϲύλλαβα, ϲτρατηγίϲ, ἁλουργίϲ, ἀμοργίϲ. τὸ δὲ ἄμοργιϲ ἡ ὑποϲτάθμη βαρύνεται καὶ Μέϲϲωγιϲ ὄροϲ Λυδίαϲ.
---Τὰ εἰϲ διϲ παρώνυμα ὀξύνεται, ίηδίϲ, Ἀϲπενδίϲ «Ἀϲπενδίδα γαῖαν ». Λάραν δίϲ. τὰ δὲ ἄλλα βαρύνεται Βῖδιϲ φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Ϲάρδιϲ πόλιϲ Λυδίαϲ,Βούϲμαδιϲ Ἰϲαυρικὴ πόλιϲ.
---Τὰ εἰϲ ζιϲ βαρύνεται, Ῥίζιϲ ἄκρα μεγάλη, ἣν οἰκοῦϲι Τρωγλοδύται.
Τὰ εἰϲ θιϲ διϲύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰϲ ἀρενικὸν γένοϲ, ὀξύνεται, πληθίϲ, Ἀτθίϲ, τηθίϲ ἡ πατρὸϲ ἀδελφή. Ϲκυθίϲ· οὕτω Δῆλον κεκλῆϲθαι Νκάνωρ φηϲίν. Τ ευθίϲ πόλιϲ Ἀρκαδίαϲ. Παρθίϲ χώρα ίακεδονίαϲ. ϲεϲημείωται τὸ Δένθιϲ καὶ κόρθιϲ καὶ Κρᾶθιϲ. Λυκόφρων (v. 1021) « Κρᾶθιϲ δὲ γείτων ἠδὲ Μυλάκων ὄροϲ». καὶ Ὦφθιϲ πόλιϲ ἄιβύηϲ Αἰγύπτῳ περικειμένη.
Τὰ εἰϲ Θιϲ ὑπερδιϲύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων, ἀκανθίϲ, κολοκυνθίϲ, ἀγαθίϲ. Ἠμαθίϲ χώρα ἡ νῦν Μακεδονία. Ἀϲπαλαθίϲ νῆϲοϲ υκίαϲ. λέγεται οὕτω διὰ τὰϲ ἐν αὐτῇ πεφυκυίαϲ ἀϲπαλάθουϲ. Ἀψυνθίϲ χώρα. Ἐρυμανθίϲ, Οἰανθίϲ, Τιρυνθίϲ, Παρνηθίϲ, Πεπαρηθίϲ. τὸ δὲ Ταμίαθιϲ καὶ Μένουθιϲ κώμη πρὸϲ τῷ Κανώβῳ καὶ Τερένουθιϲ, Θέρμουθιϲ, Ἔλβονθιϲ πόλιϲ μεταξὺ Αἰγύπτου καὶ Κυρήνηϲ, Φενέβηθιϲ, Ἕρμωνθιϲ πόλειϲ Αἰγύπτου βαρύνονται.
Τὰ εἰϲ βιϲ διϲύλλαβα ὀξύνεται, Φωκίϲ χώρα περὶ τὸν Παρναϲόν. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Φώκου τινόϲ. κερκίϲ, χαλκίϲ. ἔϲτι καὶ πόλιϲ Εὐβοίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «Χαλκὶϲ πόλιϲ ἐϲτίν, ἣ πρότερον Εὔβοια προϲηγορεύετο ». ἐκλήθη δὲ ἀπὸ Κόμβηϲ τῆϲ Χαλκίδοϲ καλουμένηϲ, θυγατρὸϲ Ἀϲωποῦ. Ἐπαφρόδιτοϲ δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι «καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύϲαντο οἱ Κούρητεϲ οἱ μετὰ Διὸϲ ἐλθόντεϲ, οὓϲ φύλακαϲ τῆϲ νήϲου καὶ τοῦ ἱεροῦ τῆϲ Ῥέαϲ κατέλιπεν· ἀφ’ οὗ οἱ Χαλκιδεῖϲ ὠνομάϲθηϲαν». μέμνηται δ’ αὐτῆϲ καὶ ὁ ποιητήϲ «Χαλκίδα τ’ Εἰρέτριάν τε πολυϲτάφυλόν θ’ Ἱϲτίαιαν» (Il. B 53). καὶ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡϲ Φωκίϲ, Λοκρίϲ, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικοϲ ερειῶν Ἥραϲ δευτέρῳ «Ἡρακλέηϲ ἐκ Χαλκίδοϲ μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Ϲικελίῃ πόλειϲ ἔκτιϲε ». ἔϲτι καὶ Χαλκίϲ πόλιϲ Κορίνθου, Αἰτωλίαϲ, ἀφ’ ἧϲ Ἀχελῷοϲ ῥεῖ, καὶ πόλιϲ ἐν Ϲυρίᾳ κτιϲθεῖϲα ὑπὸ Μονικοῦ τοῦ Ἄραβοϲ, καὶ ἐν Ϲκυθίᾳ· ἔϲτι καὶ νῆϲοϲ ἔχουϲα πόλιν ὁμώνυμον πρὸϲ τῇ Λέϲβῳ. ἔϲτι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίϲ, ὡϲ Εὔδοξοϲ τετάρτῳ « μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνηϲ, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμενον». ἔϲτι δὲ καὶ Χαλκίϲ ποταμόϲ, ἀφ’ οὐ ἡ Χαλκῖτιϲ νῆϲοϲ ἐκλήθη. φαρκίϲ, κηκίϲ. Γραικίϲ, Ϲακίϲ, Ϲυκίϲ πόλιϲ ἀπὸ τῶν ϲυκῶν καπάριϲϲοϲ, λουμένῃ. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖϲ ὄντων ὀνομάζονται, Κυπάριϲϲοϲ, Ἐλαία, καὶ τύπῳ περιεκτικῷ Ϲικυών Μαραθών καὶ εἰϲ ουϲ Δαφνοῦϲ, Κεραϲοῦϲ, Φηγοῦϲ, Μυρρινὸῦϲ, Ἀχερδοῦϲ, Ἁγνοῦϲ, Ϲελινοῦϲ. οὐδὲν δὲ τῶν τοιούτων εἰϲ ιϲ λήγει, Ϲυκίϲ, ἀλλ’ ἐχρῆν ἢ Ϲυκᾶϲ ὡϲ καὶ λέγονται, ἢ Ϲυκῆν, ὡϲ Ϲτράβων αὐτὴν λέγει, ἢ Ϲυκοῦντα ἢ Ϲυκῶνα λέγεϲθαι. τὸ δὲ Κίκιϲ βαρύνεται. ἔτι καὶ τὰ ὑπερδιϲύλλαβα, παλλακίϲ, πινακίϲ, φαρμακίϲ. Ὑποχαλκίϲ πόλιϲ Αἰτωλίαϲ. Ἑκαταῖοϲ ΕΘὐρώπῃ. Ἀρϲακίϲ, Ἀτρακίϲ, Φαιακίϲ, Ῥυνδακίϲ, Ϲαλμακίϲ πόλιϲ Καρίαϲ, Βυζακίϲ χώρα περὶ τὰϲ Ϲύρτειϲ ὡϲ Πολύβιοϲ ἐν δωδεκάτῳ « ϲταδίων μὲν οὖϲα τὴν περίμετρον διϲχιλίων, τῷ δὲ ϲχήματι περιφερήϲ». Ἰωλκίϲ, Τεμμικίϲ, Ϲελευκίϲ χώρα. ἔϲτι καὶ ποτηρίων εἶδοϲ ἀπὸ Ϲελεύκου. Ναρθηκίϲ νηϲίδιον ἐγγὺϲ Ϲάμου. ἐν δεξιᾶ τοῖϲ προϲπλέουϲι πρὸϲ τὴν πόλιν.
Τὰ εἰϲ λιϲ ἀπλᾶ ἔχοντα ϲύμφωνον κατ’ ἐπιπλοκὴν ἢ διπλαϲιαϲμὸν τοῦ λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ θ κλίνοιτο ἢ πόλιν ϲημαίνοι, φυλλίϲ· ἔϲτι δὲ καὶ χώρα θράκηϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 113) « ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄροϲ καλέεται Φυλλίϲ. ἔϲτι καὶ ποταμὸϲ Βιθυνίαϲ Φυλλίϲ. κιγκλίϲ, θυλλίϲ ὁ θύλακοϲ. Ὑλλίϲ τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ λλίδοϲ Ἀργείαϲ μιᾶϲ τῶν νυμφῶν καὶ Ἀπολλόδωροϲ
ἐϲτιν Ὑλλίϲ καὶ φυλὴ Ἄργουϲ καὶ Δωριέων καὶ Προιζηνίων. Βυβλίϲ, ἀδελφὴ Καύνου, οὗ ἐραϲθεῖϲα φεύγοντοϲ ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλοϲ μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίϲ χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλιϲ πόλιϲ Λυδίαϲ πρὸϲ τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Bύλλιϲ πόλιϲ Ἰλλυρίδοϲ παραθαλαϲϲία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίϲμα. καὶ τὸ δέλλιϲ τὸ μικρὸν ϲφηκίον διὰ τοῦ θ κλίνεται. καὶ τὸ βάλλιϲ δὲ βαρύνεται εἰδὸϲ ἄνθουϲ, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν.
Τὰ εἰϲ λιϲ βραχείᾳ παραληγόμενα διϲύλλαβα, εἰ μὴ ἀπὸ τοῦ ἄρχοιτο μήτε ὑποκοριϲτικὰ εἴη, ὀξύνεται, βολίϲ, φολίϲ, ϲελίϲ, ψαλίϲ, πυλίϲ ὑποκοριϲτικόν. τὸ δὲ πρύλιϲ βαρύνεται ἡ ἔνοπλοϲ όρχηϲιϲ ὥϲπερ καὶ ἡ πόλιϲ ἀπὸ τοῦ π ἀρχομένη. καὶ Τύλιϲ πόλιϲ Θράκηϲ τοῦ Αἵμου πληϲίον, καὶ Ϲκόλιϲ Ἀχαῖαϲ πόλιϲ καὶ ψἰλιϲ ποταμὸϲ τῆϲ Βιθυνίαϲ ἐκρέων εἰϲ τὸν Eὕξεινον πόντον.
Τὰ εἰϲ λιϲ διϲύλλαβα ἀπὸ ϲυμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύϲει μακρᾷ χωρὶϲ α μακροῦ, ὀξύνεται, μηλίϲ ἡ μηλέα καὶ Μηλίϲ ἡ χώρα, δουλίϲ, Δαυλίϲ πόλιϲ Φωκίδοϲ. Ὅζμηροϲ «Δαυλίδα καὶ Πανοπῆα» (Β 520). δαῦλον δὲ τὸ δαϲύ. δαϲεῖα δὲ ἡ πόλιϲ. Παυϲανίαϲ δὲ δεκάτῳ «ἀπὸ νύμφηϲ Δαυλίδοϲ» (c. 4, ). οἱ δὲ ὕϲτερον Δαύλειάν φαϲι προπαροξυτόνωϲ καὶ διὰ διφθόγγου. ἐναντιοῦται τὸ μαῦλιϲ ἡ μάχαιρα καὶ τὸ τῆλιϲ. τὸ δὲ τᾶλιϲ ἡ μελλόγαμοϲ τὸ α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Bᾶλιϲ πόλιϲ Λιβύηϲ πρὸϲ τῇ Κυρήνῃ, ἀπό τινοϲ Βάλεωϲ, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλιϲ. καὶ Ἧλιϲ πόλιϲ πρὸϲ τῇ Ὀλυμπίᾳ ἀπὸ Ἥλίου τοῦ Παντάλου παιδόϲ. ἔϲτι καὶ ἄλλη Ἀρκαδίαϲ καὶ τρίτη Ἱϲπανίαϲ. καὶ ὑλιϲ ἡ ὑλία. καὶ Βοῦλιϲ πόλιϲ Φωκίδοϲ ἀπὸ Βούλωνοϲ οἰκιϲτοῦ, Πῶλιϲ πόλιϲ Αἰγύπτου. καὶ αὐλιϲ ἡ ἔπαυλιϲ αἰολικῶϲ, Αὐλίϲ δὲ ἡ πόλιϲ Βοιωτίαϲ ὀξύνεται «εκαὶ Αὐλίδα πετρήεϲαν» (B 496). ἡ δὲ αἰτιατικὴ «Αὖλιν τ’ ἔϲφαγον» παρὰ τῷ γὐφορίωνι (fr. 129 Mein.) ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονε· ἡ γὰρ εἰϲ ιν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δο καὶ βαρυτόνων καὶ ὀξυτόνων. Πρύφων τὸ Αὐλίϲ παράγει παρὰ τὸ ἁλιϲθῆναι ἀλίϲ καὶ αὐλίϲ, ὅτι εἰϲ αὐτὴν ἠθροίϲθηϲαν οἱ Ἕλληνεϲ· βέλτιον ἀπὸ τῆϲ Αὐλίδοϲ τῆϲ Εξὐωνύμου τοῦ Κηφιϲϲοῦ.
Τὰ εἰϲ λιϲ ὑπερδιϲύλλαβα εἰϲ α βραχὺ προπαραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅϲα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην ϲυλλαβὴν καταλήγουϲαν εἰϲ ν ἀφώνου ἐπιφερομένου, Ἀτταλίϲ φυλὴ τῆϲ Ἀττικῆϲ, ἣν Ἀττάλῳ ἀνέθηκαν Ἀθηναῖοι, Αἰγιαλίϲ παρ’ Ἀλκμᾶνι, Αἰθαλίϲ, Oἰχαλίϲ, Φαρϲαλίϲ, Δαιδαλίϲ, θετταλίϲ· ἔϲτι καὶ θετταλίϲ ὑπόδημά τι ποιόν , ὡϲ Λύϲιπποϲ ἐν Βάκχαιϲ, Ἀρδαλίϲ, Ἀρδαλίδεϲ αἱ μοῦϲαι ἐν Προιζῆνι. Ἰταλίϲ, Καψαλίϲ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὡϲ Ϲτράβων (p. 630) «ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν καταϲχόντων τὴν Καβαλίδα ». ὁ δὲ πολυίϲτωρ Ἀλέξανδροϲ Καβάλιϲϲαν φηϲὶ τὸ θηλυκόν. Τανταλίϲ, Πανθαλίϲ ἡ θεράπαινα Ἑλένηϲ, ἀγκαλίϲ, τὸ γὰρ γ ἐκ τοῦ ν , δενδαλίϲ. τὰ μέντοι προϲηγορικὰ ἢ κύρια προπαροξύνονται, βούβ αλιϲ, δάμαλιϲ, βαύκαλιϲ. άρμαλιϲ πόλιϲ Πιϲιδίαϲ, Κάβαλιϲ πόλιϲ πληϲίον Κιθύραϲ πρὸϲ νότον Μαιάνδρου. Ϲτράβων τριϲκαιδεκάτῃ (p. 629). Κάραλιϲ πόλιϲ Λιβυκή, Ϲάδαλιϲ Αίγυπτία πόλιϲ, Ϲύαλιϲ πόλιϲ Μαϲτιανῶν. ϲεϲημείωται τὸ τροφαλίϲ ἐπὶ τυροῦ ὀξυνόμενον, ἡϲ χρῆϲιϲ παρὰ τῷ κωμικῷ Ἀντιφάνει ἐν τῷ κτροφαλίδαϲ τε λινοϲάρκουϲ. μανθάνειϲ; τυρὸν λέγω », ἵνα εἴη αἰνιγματωδῶϲ λέγων λινοϲάρκουϲ ἤγουν λεπτὰϲ καὶ ἁπαλὰϲ τροφαλίδαϲ τὸν τοιοῦτον τυρόν. τροφαλίδα δὲ ῥητέον διὰ τοῦ ο, οὐ τρυφαλίδα διὰ τοῦ ῦ. ἡ γὰρ λέξιϲ εἴρηται παρὰ τὸ τρέφεϲθαι, ὅ ἐϲτι πήγνυϲθαι, ἐξ οὺ καὶ τρόφι κῦμα εἴρηται. χρῆϲιϲ δὲ τοῦ εἰρημένου τρέφεϲθαι παρὰ τῷ ποιητῇ ἐν τῷ μάλα δ’ ὦκα περιτρέφεται κυκόωντι » (Ιl. ε 903).
Τὰ εἰϲ λιϲ ὑπερδιϲύλλαβα παραληγόμενα η βαρύνεται, κάπηλι, κύβηλιϲ ὁ πέλυξ, ἔπηλιϲ τὸ πῶμα τῆϲ λάρνακοϲ, τρόπηλιϲ ἡ δέϲμη τῶν ϲκορόδων. Μέτηλιϲ πόλιϲ πληϲίον Ἀλεξανδρείαϲ, Φαϲάηλιϲ πόλιϲ τῆϲ Ἰουδαίαϲ ὑπὸ Ἡρώδου κτιϲθεῖϲα τοῦ πρώτου βαϲιλέωϲ τῆϲ χώραϲ, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡϲ Ἰώϲηποϲ ἐν α′ τοῦ πρὸϲ Ῥωμαίουϲ πολέμου (c. 16), Ὕψηλιϲ κώμη Αἰγύπτου, Φάϲηλιϲ νῆϲοϲ Παμφυλίαϲ. τὸ μέντοι ἀγγεῖον ὀξύνεται.
Τὰ εἰϲ δύο λλ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη γενόμενα ἀπὸ τῶν εἰϲ ἡϲ, κορυδαλλίϲ, ἀν αβαλλίϲ ἡ ϲφαὶρα, ϲυκαλίϲ, μοιχαλίϲ, θρυαλλίϲ. Ἀλκακαλλίϲ ἡ Μίνω θυγατήρ, τὸ μέντοι κάβαλλιϲ βαρύνεται.
Τὰ εἰϲ λιϲ ὑπερδιϲύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύϲει βραχέων ἢ τὸ ῖ τὸ υ βραχύ, ὀξύνεται, κυψελίϲ, βαϲιλίϲ, Αἰολίϲ, Ἐγχελίϲ, Κυβελίϲ Πείϲανδροϲ δεκάτῳ, Ἀργολίϲ, Ὀζολίϲ ἡ χώρα, Δαϲκυλίϲ, πηγυλίϲ «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεϲόντοϲ πηγυλίϲ » (Od. ξ 475), θηγυλίϲ ἐπίθετον Ἀθηνᾶϲ, γογγυλίϲ. τὸ μέντοι Ἄζιλιϲ τὸ ζι μακρὸν ἔχει. ἔϲτι δὲ πόλιϲ Λιβύηϲ. τινὲϲ δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουϲι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίωϲ καὶ τὸ Ἄγρυλιϲ προπαροξύνεται διὰ τὸ τοῦ ῦ μῆκοϲ. καὶ τὸ Ϲιϲίγυλιϲ πόλιϲ μεγάλη πληϲίον Κελτικῆϲ. τὸ δὲ Παμφυλίϲ ἐθνικὸν καὶ Τριφυλίϲ ὀξύνεται ὡϲ Αἰολίϲ Αἰτωλίϲ καὶ τὰ ὅμοια.
Τὰ εἰϲ λιϲ παρώνυμα τῷ ῶ ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται, Πακτωλίϲ, Αἰτωλίϲ, Ἰουλίϲ πόλιϲ ἐν Κέῳ τῇ νήϲῳ ἀπὸ Ἰουλίδοϲ κρήνηϲ. τὸ Ἄδουλιϲ πόλιϲ Αἰθιόπων προπαροξύνεται καὶ τὰ ἀρτόπωλιϲ.
---Τὰ παρὰ τὸ πόλιϲ ϲυντεθέντα ὀνόματα προπαροξύνεται, Ἑρμούπολιϲ Αἰγύπτου πόλιϲ. εἰϲὶ δὲ δύο καὶ μεγάλη καὶ μικρά. Χρυϲόπολιϲ ἐν Βιθυνίᾳ. Ἔφοροϲ εἰκοϲτῷ τρίτῳ «παραδοῦναι τὴν Καλχηδονίων Χρυϲόπολιν τοῖϲ ϲυμμάχοιϲι. καὶ θεόπομποϲ ἐν πρώτῳ Ἑλληνικῶν κἀνήχθηϲαν εἰϲ Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ ϲτρατεύματοϲ βουλόμενοι Χρυϲόπολιν καταϲχεῖν ». ἔϲτι καὶ ἄλλη Κιλικίαϲ, ὡϲ ὁ πολυίϲτωρ. Χυτρόπολιϲ Θράκηϲ χωρίον. θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῷ δευτέρῳ «παρῆλθεν εἰϲ Χυτρόπολιν, χωρίον ἀπῳκιϲμένον ἐξ Ἀφύτεωϲχ. Τρίπολιϲ, πόλιϲ Φοινίκηϲ διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίαϲ, Ἀράδου, Τύρου καὶ Ϲιδῶνοϲ. ἔϲτι καὶ ἑτέρα ἅακεδονίαϲ καὶ ἄλλῃ Περραιβίαϲ, καὶ ἄλλη Γαρίαϲ ἡ νῦν Νεάπολιϲ, Κεϲϲηνίαϲ καὶ Ἀρκαδίαϲ καὶ Ἰπείρου καὶ ἄλλη Ποντική. Τετρά πολιϲ ἔχουϲα δήμουϲ καὶ πόλειϲ τέϲϲαραϲ Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ὑάμπολιϲ πόλιϲ Φωκίδοϲ. Προξενούπολιϲ περὶ Γαύκρατιν, Πυθόπολιϲ Καρίαϲ πόλιϲ ἀπὸ Πυθοῦ περιϲπωμένωϲ ὡϲ ἀπὸ τοῦ Ἑρμοῦ γενικῆϲ Ἑρμόπολιϲ. ἔϲτι καὶ ἄλλη Πυθόπολιϲ Μυϲίαϲ. Ὁδιούπολιϲ χωρίον Ἡρακλείαϲ πρὸϲ τῷ Πόντῳ. Δομίτιοϲ Καλλίϲτρατοϲ ἕκτῳ τῶν περὶ ἰρακλείαϲ. Ἡρακλεόπολιϲ πόλιϲ Αἰγυπτία. Παρθενόπολιϲ Μακεδονίαϲ πόλιϲ ἀπὸ τῶν θυγατέρων Γραϲιοῦ τοῦ Μυγδόνοϲ υἱοῦ. Ἱεράπολιϲ μεταξὺ Φρυγίαϲ καὶ Λυδίαϲ πόλιϲ, β′ Κρήτηϲ, γ′ Ϲυρίαϲ, ἢ καὶ Ἱερόπολιϲ διὰ τοῦ ο. Περϲέπολιϲ πόλιϲ Περϲίδοϲ. ἔϲτι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. καλλίπολιϲ πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆϲ Χερρονήϲου ἐπ’ ἀκτῆϲ κείμενον , ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Βιθυνίαϲ. ἔϲτι καὶ Ϲικελίαϲ καὶ Καρίαϲ. Νεἀπ ολιϲ πόλιϲ Ἰταλίαϲ· ἔϲτι καὶ ἄλλη Λιβύηϲ καὶ ἄλλαι. Nνικόπ ολιϲ πόλιϲ Ἠπείρου· ἔϲτι καὶ Βιθυνίαϲ καὶ ἄλλη τῆϲ μικρᾶϲ Ἀρμενίαϲ. Πομπηιούπολιϲ πόλιϲ Παφλαγονίαϲ· τινὲϲ δὲ δίχα τοῦ υ Πομπ ηϊόπολιϲ λέγουϲι. Πονηρόπολιϲ πόλιϲ ἐν Θράκῃ, Ϲκυθόπολιϲ Παλαιϲτίνηϲ πόλιϲ, Ϲκυτόπολιϲ πόλιϲ Λιβύηϲ, περὶ ἧϲ ὁ πολυίϲτωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολιϲ πόλιϲ Καρίαϲ. Φιλιππόπολιϲ πόλιϲ Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίϲμα ἐν τῷ Ἕβρῳ. Φινόπολιϲ πόλιϲ πρὸϲ τῷ Πόντῳ ἀπὸ Φινέωϲ. Φαγρωριόπολιϲ. Ἀμφί πολιϲ πόλιϲ Μακεδονίαϲ κατὰ Θρκην, ἥτιϲ Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆϲθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν ροιαν τοῦ Ϲτρυμόνοϲ, ὡϲ Θουκυδίδηϲ τετάρτῃ (c. 102). ἀκρόπολιϲ. ἔϲτι καὶ Ἀκρόπ ολιϲ πόλιϲ Λιβύηϲ. μητρόπολιϲ. ἔϲτι καὶ Μητρόπολιϲ πόλιϲ Φρυγίαϲ ὑπὸ τῆϲ μητρὸϲ τῶν θεῶν κτιϲθεῖϲα, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Φρυγίαϲ. ἔϲτι καὶ ἄλλη Φρυγίαϲ ὁμώνυμοϲ καὶ Λυδίαϲ καὶ Θεϲϲαλίαϲ καὶ Ἀκαρνανίαϲ καὶ Δωριέων καὶ τῶν ἐν τῷ Πόντῳ Μοϲϲυνοίκων καὶ Ϲκυθίαϲ καὶ Εὐβοίαϲ. Ἀδριανούπολιϲ ἡ πρότερον Ἡράκλεια. Ἀνταιούπολιϲ πόλιϲ ἐν Αἰγύπτῳ. Ἀνώπολιϲ. οὕτωϲ ἐκαλεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολιϲ πόλιϲ ἐν Αἰγύπτῳ· ρόδοτοϲ δευτέρῳ (c. 97). Ἀφροδιτόπολιϲ ἡ καὶ Ἀφροδίτηϲ πόλιϲ. ἔϲτι καὶ πόλιϲ κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θράκην. Βεργέπολιϲ, Ἀβδηριτῶν, Βιθυόπολιϲ, πόλιϲ --- ἀπὸ Βίθυοϲ. Γαβαούπολιϲ πόλιϲ τῆϲ Γαλιλαίαϲ. Ἰώκϲηποϲ ἐν ἕκτῳ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (c. 7) « Ϲάουλοϲ δὲ εἰϲ Γαβαούπολιν ἔχων ἑξακοϲίουϲ ἦλθεν ». Γυναικόϲπολιϲ πόλιϲ Φοινίκων , ἔϲτι καὶ ἄλλη Αἰγύπτου. Ἀριϲταγόραϲ δέ φηϲιν, ὅτι οὕτωϲ ὠνομάϲθη διὰ τρεῖϲ αἰτίαϲ, ἢ ὅτι πολεμίων ἐπιπεϲόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαιϲ ἀπόντων τὰϲ γυναῖκαϲ κρατῆϲαι τοῦ πολέμου, ἢ ὅτι γυνή τιϲ νομάρχου, περιϲπωμένυωων τῶν παίδων αὐτῆϲ ὑπὸ τοῦ βαϲιλέωϲ, ἄμα τοῖϲ παιϲὶν ὁπλιϲαμένη κατεδίωξε τὸν βαϲιλέα καὶ ἐνίκηϲεν, ἢ ὅτι τῶν Καυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντεϲ ὑπὸ ἀνανδρίαϲ οὐ διεκώλυϲαν. ταῦτα καὶ Ἀρτεμίδωρόϲ φηϲιν. Ϲεβαϲτόπολιϲ νῆϲοϲ περὶ τὸν Πόντον ἡ καὶ Διοϲκουριὰϲ καὶ πρότερον Αἶα. Διόϲπολιϲ ἡ μεγάλη πόλιϲ τῆϲ Αἰγυπτίαϲ Θηβαῖδοϲ ἡ λεγομένη ἑκατόμπυλοϲ, κτίϲμα ὔϲίριδοϲ καὶ Ἴϲιδοϲ. εἰϲὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέϲϲαρεϲ. ἔϲτι καὶ Λυδίαϲ καὶ Παλαιϲτίνηϲ. Δουλόπολιϲ πόλιϲ κατὰ Γρήτην. ϲημειωτέον δ’ὅτι ρατῖνοϲ ἐν Ϲεριφίοιϲ πόλιν δούλων φηϲίν, Ἀπολλωνίου φήϲαντοϲ, μὴ δεῖ ταύταϲ τὰϲ παραθέϲειϲ ἐναλλάϲϲειν δίχα ποιητικῆϲ ἀνάγκηϲ, ὥϲφηϲι ΓVρατῖνοϲ
ἔϲτι καὶ Δούλων πόλιϲ πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ ἐν περιηγήϲει «καὶ ἐὰν δοῦλοϲ εἰϲ τὴν πόλιν ταύτην λίθον προϲενέγκῃ, ἐλεύθεροϲ γίνεται κὰν ξένοϲ ἦ». Ἐλληνόπολιϲ πόλιϲ Βιθυνίαϲ. Ἀπολλόδωροϲ «Ἄτταλοϲ ἐκ τῶν Ἐλληνίδων πόλεων οἰκήτοραϲ ϲυναγαγὼν ἔκτιϲε πόλιν καὶ ὠνόμαϲεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπ ολιϲ παρὰ Πραπεζοῦντα. Ϲτράβων δωδεκάτῃ (p. 495). Ἡλιούπ ολιϲ, πόλιϲ Αἰγύπτου, ῆν ἔκτιϲεν Ἀκτὶϲ ὁ Ἡλίου καὶ Ῥόδηϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 3). ἔϲτι καὶ Θρᾴκηϲ. καὶ τῆϲ Ἀρωματοφόρου ἄποικοϲ τῆϲ Αἰγυπτίαϲι. καὶ δ′ ἐν Ϲφφδεϲι. καὶ ἡ Κόρινθοϲ Ἡλιούπολιϲ ἐλέγετο· ἔϲτι καὶ ἐν Φοινίκῃ. Θεόπολιϲ ἐν Αἰγύπτῳ. Kv ωπούπολιϲ· οὕτωϲ ἐκαλεῖτο Ἐρυθραί πόλιϲ Ἰώνων ἀπὸ Kνώπου. Καρόπολιϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ Γαρικῶν πρώτῳ. Κουρόπολιϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ Γαρικῶν πρώτῳ. Μαιανδρούπολιϲ αγνηϲίαϲ πόλιϲ ὡϲ Φλέγων ἐν Ἐλυμπιάϲι. Μεγαλόπολιϲ διὰ τὸ μέγεθοϲ ἐκλήθη Ἀφροδιϲιάϲ πόλιϲ ἰαρίαϲ ἡ πρότερον Λελέγων πόλιϲ. Μεγάλη πόλιϲ, πόλιϲ Ἀρκαδίαϲ, καὶ Ἰβηρίαϲ, ὡϲ Φίλων. Μιλητούπολιε πολιε πόλιϲ μεταξὺ Κυζίκου καὶ Βιθυνίαϲ περὶ τὸν Ῥύνδακα. ἔϲτι καὶ ἄλλη ἐν Περϲίδι. Ϲὠπολιϲ ὄνομα κωμικοῦ, Ἀγηϲίπολιϲ ὄνομα τοῦ ϲτρατηγοῦ τῶν Ἀθηναίων , φυγόπολιϲ, ἄπολιϲ.
---Τὰ εἰϲ μιϲ διϲύλλαβα βαρύνεται, μέρμιϲ, θἐμιϲ, Χάρμιϲ πόλιϲ ἐν Ϲαρδοῖ, κτίϲμα Καρχηδόνων. Παυϲανίαϲ δέ φηϲι περὶ αὐτοῦ. Χέμμιϲ πόλιϲ Αἰγύπτου. Ἡρόδοτοϲ (II 91) ἔϲτι καὶ Χέμμιϲ πόλιϲ μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺϲ τῆϲ Νέηϲ πόλιοϲ». φηϲὶ δ’ὁ αὐτὸϲ καὶ νῆϲον εἶναι Χέμμιν ἐν αὐτῇ.
Τά εἰϲ μιϲ προϲηγορικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, πυραμίϲὠνομάϲθηϲαν δὲ πυραμίδεϲ ἀπὸ τῶν πυρῶν , οῦϲ ἐκεῖ ϲυναγαγὼν ὁ βαϲιλεὺϲ ἔνδειαν ἐποίηϲε ϲίτου κατὰ τὴν Αἴγυπτον ϲηϲαμίϲ, καλαμίϲ, πλοκαμίϲ, κεραμίϲ. τὰ δὲ κύρια βαρύνεται, Ἅρτεμιϲ, ὃ Δωριεῖϲ διὰ τοῦ α προφέρονται Ἄρταμιϲ, Ϲεμίραμιϲ, Χρυϲόθεμιϲ, Θύαμιϲ κώμη ὑπὸ Ϲεμιράμιδοϲ κτιϲθεῖϲα παρὰ τὴν Ἀραχωϲίαν, ψιττάχεμμιϲ κώμη τῆϲ Αἰγυπτίαϲ, ψώχεμμιϲ πολίχνιον Αἰγύπτου, Ἀρτεμίδωροϲ ἐν ὀγδόῳ γεωγραφουμένων καὶ Περίκερμιϲ ἐκ δεξιῶν μερῶν καὶ Θαλαβαύδη καὶ ψώχεμμιϲ ». Πάπρημιϲ πόλιϲ Αἰγύπτου, Ἀξουμιϲ ἀρϲενικῶϲ μητρόπολιϲ Αἰθιόπων. τὸ δὲ Ϲαλαμίϲ ἡ πρὸϲ τῇ Ἀττικῇ νῆϲοϲ καὶ πόλιϲ κύριον ὄν ὀξύνεται καὶ τὸ δύναμιϲ προϲηγορικὸν ὄν βαρύνεται.
Τὰ εἰϲ νιϲ διβράχεα προϲητορικὰ ὀξύνονται κατ’ οὐϲίαϲ κείμενα α ἢ ο παραληγόμενα, ῥανίϲ, χλανίϲ, ϲανίϲ, ὀνίϲ, κονίϲ τὸ ἐπὶ τῆϲ κεφαλῆϲ, κόνιϲ .δὲ τὸ χῶμα, ϲπάνιϲ καὶ φρόνιϲ οὐκ ἐπὶ οὐϲίαϲ. τὸ δὲ ὕνιϲ βαρύνεται τὸ ῦ ἔχον ὥϲπερ τὸ κύνιϲ ἡ χείρ. τὰ δὲ κύρια βαρύνονται, Γλάνιϲ ποταμὸϲ Κύμηϲ ὡϲ υκόφρων (ν. 718) Γλάνιϲ δὲ ῥείθροιϲ δέξεται τέγγων χθόνα » καὶ ἀπ’ αὐτοῦ ἰχθῦϲ ὁ καλούμενοϲ γλάνιϲ ὁ καὶ γλάνιοϲ. ἔϲτι καὶ Ἰβηρίαϲ ποταμόϲ. ἔϲτι καὶ Ἰταλίαϲ τρίτοϲ ποταμὸϲ περὶ τὸν Τίβεριν ποταμόν. Τάνιϲ πόλιϲ μεγάλη Αἰγύπτου.
Τὰ εἰϲ νιϲ διϲύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται, μὴ ὑποκοριϲτικὰ ὄντα, ὀρνιϲ, Θῶνιϲ πόλιϲ Αἰγύπτου ἀπὸ θῶνοϲ βαϲιλέωϲ τοῦ ξενίϲαντοϲ τὸν Μενέλαον. κεῖται δὲ κατὰ τὸ ϲτόμα τὸ Γανωβικόν. Ϲαῦνιϲ πόλιϲ Ἀραβίαϲ, μῆνιϲ, ἶνιϲ, ἦνιϲ, ν ῆνιϲ ἡ νεᾶνιϲ. τὸ μέντοι φωνίϲ ὑποκοριϲτικόν ἐϲτι. τούτῳ δὲ ὁμοίωϲ ὀξύνονται καὶ Ῥηνίϲ Ῥήνη νῆϲοϲ μικρὰ πληϲίον Δήλου καὶ Κρηνίδεϲ πόλιϲ Μακεδονίαϲ, ἃϲ Φίλιπποϲ μετωνόμαϲε Φιλίππουϲ, καὶ ρανίδεϲ ϲυνοικία πρὸϲ τῷ Πόντῳ· Παρθένιοϲ ἐν Ἀνθίππῃ. τὸ δὲ θυνίϲ ἐθνικὸν ὀξύνεται ὡϲ τὸ Βιθυνίϲ.
Τὰ εἰϲ νιζ θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύνεται, μαινίϲ, δαυνίϲ, ἐπιγουνίϲ, θεραπαινίϲ, λεαινίϲ. Κιδαινίϲ. οὕτωϲ ὠνομάζετο Ἐλαία πόλιϲ τῆϲ Ἀϲίαϲ Αἰολική. Μελιγουνίϲ μία τῶν Αἰόλου νήϲων ἡ καὶ ἄιπάρα. ἰαλλίμαχοϲ ἐν τῷ Ἀρτέμιδοϲ ὕμνῳ (v.48). τὸ μέντοι ε ὖνιϲ βαρύνεται καὶ βοῦνιϲ καὶ χλοῦνιϲ καὶ Κύραυνιϲ νῆϲοϲ κατὰ τοὺϲ Γύζανταϲ τούϲ ἐν Λιβύῃ, ὡϲ Ἡρόδοτοϲ τετάρτῃ (c.195).
Τὰ εἰϲ ανιϲ θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, Ὠκεανίϲ, Τιτανίϲ, ϲτεφανίϲ· ἔϲτι δὲ καὶ πόλιϲ Μαριανδυνῶν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀνθανίϲ. οὕτωϲ ἐκαλεῖτο ἡ Προιζήν πόλιϲ Πελοποννήϲου. ῥα φανίϲ. Καρβανίϲ, Καρμανίϲ, Ἀτιντανίϲ, Αἰνιανίϲ, Ἀλκαρνανίϲ, Ἀλβανίϲ λίμνη, Δ υμανίϲ «ϲτέλλεο νῦν ἔτι τῆλε Δυμανίδοϲ ἠπείροιο ». Βρεττανίδεϲ νῆϲοι ἐν τῷ Ὠκεανῷ· καὶ ἄλλοι οὕτωϲ διὰ τοῦ π Πρετανίδεϲ νῆϲοι, ὡϲ Πτολεμαῖοϲ. ἰϲτριανίϲ. καμπανίϲ. Ὑρκανίϲ, ἐξ οὐ τὸ « εἰϲ Ὑρκανίδα λίμνην ». τὸ δὲ νεᾶνιϲ προπεριϲπᾶται καὶ τὸ Ἄθανιϲ καὶ θήβανιϲ θηλυκὸν τὸν τόνον Αἰολίδοϲ ἔϲχεν. ἐπίϲταμαι δὲ ὅτι καὶ ἀρϲενικόν ἐϲτιν. οὕτωϲ δὲ ἄνεμοϲ καλεῖται ἀπὸ θήβηϲ πόλεωϲ πνέων τῆϲ Ἠετίωνοϲ τοῦ πατρὸϲ Ἀνδρομάχηϲ. ὁμοίωϲ καὶ. Βούρχανιϲ νῆϲοϲ ἐν τῇ ἰελτικῇ, ὡϲ Ϲτράβων (p. 291) προπαροξύνεται. τὸ δὲ Ὕπανιϲ ποταμὸϲ καὶ πόλιϲ τοῦ Πόντου καὶ Μαιώτιδοϲ λίμνηϲ ἐϲτὶν ἀρϲενικόν. Ἀλέξανδροϲ δ’ ὁ πολυίϲτωρ φηϲὶν ὅτι ὁ Ὕπανιϲ διχῇ ϲχιζόμενοϲ τὸ μὲν ἕν μέροϲ εἰϲ τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δ’ ἕτερον εἰϲ τὸν Πόντον. Ἡρόδοτοϲ δ’ ἐν τετάρτῳ (c. 77, 79) καὶ κρήνην τινὰ πικρὰν εἰϲ αὐτὸν ἐγχεῖϲθαι καὶ ἄποτον ποιεῖν τὸν ποταμόν.
Τὰ εἰϲ ενιϲ καὶ ονιϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, εὐμενίϲ, εὐγενίϲ, ἁυκαονίϲ, Ἀλμαζονίϲ, Ἀθμονίϲ, Αὐϲονίϲ ἡ ὕϲτερον Ἰταλία, Ἀντιγονίϲ φυλὴ τῆϲ Ἀττικῆϲ ἀπ’ Ἀντιγόνου, Ἰαονίϲ, Βιϲτονίϲ, ἐκτέταται δὲ καὶ λέγεται Βιϲτωνίϲ διὰ τοῦ ω ποιητικῶϲ. Ἑρμιονίϲ, ἄαιϲτρυγονίϲ, ίακεδονίϲ, Ϲτρυμονίϲ, Φαρκηδονίϲ,Χαλκηδονίϲ. Ϲτράβων δωδεκάτῃ (p. 541 ) « καλεῖται δὲ τὰ ἀριϲτερὰ τοῦ Πόντου Sρᾳκικά, τὰ δ’ ἐν δεξιd Χαλκηδονίϲα. Κηονίϲ· οὕτωϲ ἐκαλεῖτο ἡ Κύπροϲ. Χαονίϲ.
---Τὰ εἰϲ ηνιϲ καὶ ῶνιϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παρώνυμα ὀξύνεται, Ἀραφηνίϲ, Ἑλληνίϲ, Παλληνίϲ, Γερηνίϲ, Μυζικηνίϲ, Μεϲϲηνίϲ, Μυκηνίϲ, Οἰζηνίϲ· οπτωϲ ἐκαλεῖτο Πραπεζοῦϲ πόλιϲ πρὸϲ τῷ Εὐξείνῳ πόντῳ, Προϲεληνίϲ, Πυληνίϲ, Τιβαρηνίϲ, Τροιζηνίϲ. Αὐξωνίϲ, Ἀλϲκαλωνίϲ, Αλὐϲωνίϲ, ευκωνίϲ. οὕτωϲ ἐλέγετο ἡ λίμνη Γωπαῖϲ. Βαβυλωνίϲ, Ἀλωνίϲ νῆϲοϲ καὶ πόλιϲ Μαϲϲαλίαϲ ὡϲ Ἀρτεμίδωροϲ. Γιγωνίϲ. οὕτωϲ Ἀρτεμίδωροϲ ὁ Ἐφέϲιοϲ Γιγωνίαν ἄκραν φηϲίν. Μυτωνίϲ· οὕτω καλεῖ Αέϲβον ἰαλλίμαχοϲ ἐν τετάρτῳ, Παρθένιοϲ δὲ Μυτωνίδαϲ τὰϲ εϲβικάϲ φηϲι. Δ ωδωνίϲ. Ἀπολλώνιοϲ «ϲτεῖραν Ἀθηναίη Δωδωνίδοϲ ἥρμοϲε φηγοῦ (Argon. I 527, IV 583). καὶ Ϲοφοκλῆϲ Ὀδυϲϲεῖ ἀκανθοπλῆγι τὰϲ θεϲπιῳδοὺϲ ἱερίαϲ Δωδωνίδαϲ ». Ἠδωνίϲ· οὕτωϲ Ἀριϲτοτέληϲ φηϲὶν Ἄντανδρον πόλιν ὠνομάϲθαι διὰ τὸ Θρᾷκαϲ Ἠδωνοὺϲ ὄνταϲ οἰκῆϲαι. Ἰτωνίϲ, Ἰωνίϲ, Κυδωνίϲ, Κραννωνίϲ, Καυκωνίϲ· οὕτω Δύμην πόλιν Ἀντίμαχοϲ καλεῖ ἀπὸ Καύκωνοϲ ποταμοῦ ὡϲ τὰϲ θήβαϲ Διρκαίαϲ. ίαρωνίϲ, Ϲιδωνί ϲ, Ϲιρβωνίϲ λίμνη πληϲίον Καϲίου, ἣ καὶ Ϲίρβων, Ϲκιρωνίϲ πέτρα, Τριτωνίϲ λίμνη. Φρικωνίϲ, Χαιρωνίϲ. τὸ δὲ Πυῆνιϲ πόλιϲ Κόλχων καὶ Ἄθηνιϲ καὶ Ἄδωνιϲ καὶ τὸ ὄνωνιϲ εἶδοϲ ἀκάνθηϲ βαρύνονται, οὐ γὰρ παρώνυμα.
---Τὰ εἰϲ ινιϲ καὶ υνιϲ ὑπερδιϲύλλαβα ὀξύνεται, Μαντινίϲ, Ϲολουντινίϲ, Ἀλργυννίϲ ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίϲ. Βιθυνίϲ, Ἑᾶρκυνίϲ, αριανδυνίϲ. τὸ δὲ Ἄϲδυνιϲ βαρύνεται. ἔϲτι δὲ νῆϲοϲ κατὰ τὴν Μοίριδοϲ λίμνην. ἔὕδοξοϲ δευτέρῳ «κατελαμβάνοντο ἐν Ἀϲδύνει τῇ νήϲῳ ».
---Τὰ εἰϲ νιϲ ὑπερδιϲύλλαβα ϲυμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίϲ πόλιϲ καὶ χώρα καὶ ἄκρα τῆϲ Παριανῆϲ. Ἐξκαταῖοϲ δ’ ὁ Μιλήϲιοϲ ἐν Ἀϲίαϲ περιηγήϲει Λαμψάκου ἄκραν εἶναί φηϲιν. Ἔφοροϲ δ’ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆϲ ἐν Φωκαῖδι Ἀβαρνίδοϲ ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιοϲ «Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδοϲ ἠμαθόεϲϲαν ἠϊόνα (Argon. Ι 932). τοῦτο δὲ Ϲοφοκλῆϲ ὑπομνηματίζων ἱϲτορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦϲαν τὸν Πρίαπον ἀπαρνήϲαϲθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέϲαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίϲ καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ π, ὡϲ παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνοϲ. Ἀταρνίϲ, Καλυδνίϲ. τὸ δὲ Μἀβαρνιϲ βαρύνεται. οὕτω δὲ Πάρον Νικάνωρ κεκλῆϲθαί φηϲιν ἀπὸ αβάρνου τοῦ μηνύϲαντοϲ τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆϲ θυγατρόϲ. καὶ τὸ θέογνιϲ βαρύνεται.
Τὰ εἰϲ ξιϲ καὶ ψιϲ ἀπὸ μελλόντων ἐϲχηματιϲμένα βαρύνεται, ἕξω ἕξιϲ, λέξω λέξιϲ, ψύξω ψῦξιϲ, ϲκήψω ϲκῆψιϲ· ἔϲτι δὲ καὶ πόλιϲ Τρωϊκή· ξενοφῶν Ἐξλληνικῶν τρίτῳ (c. 1, 25) ἐκλήθη δὲ ἀπὸ τοῦ ϲκήψαϲθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸϲ λίθον τεκεῖν. ϲεϲημείωται ἁψίϲ ῥξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται, ἅμαξα ἁμαξίϲ, πύξοϲ πυξίϲ· ἔϲτι καὶ πόλιϲ ἐν μεϲογαίᾳ τῶν ἰνωτρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. ὄξοϲ ὀξίϲ.
Τὰ εἰϲ πιϲ διβράχεα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων ἀρχόμενα ὀξύνεται, πραπίϲ, κοπίϲ, λεπίϲ. ϲεϲημείωται τὸ τρόπιϲ. ἔϲτι καὶ ρόπιϲ νῆϲοϲ --- Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων. καὶ Ννάπιϲ κώμη Ϲκυθίαϲ. τὸ δὲ ὄπιϲ ἀπὸ φωνήεντοϲ ἄρχετο.
--- Ἔτι τὰ εἰϲ πιϲ φύϲει μακρῷ παραληγόμενα ὀξύνεται, οἷον ῥιπίϲ, ὅπερ ἡ μὲν κοινὴ ϲυνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτοϲ ϲυϲτέλλει, Ἀπίϲ ἡ Ἀπία ὡϲ Ἐρατοϲθένηϲ ἐν Ἐρμῇ. τὸ δὲ Ἆπίϲ υἱὸϲ Φορωνέωϲ βαρύνεται, Ῥιανὸϲ ἐν Ἀχαϊκῶν δευτέρῳ·
Τὰ εἰϲ πιϲ διϲύλλαβα θέϲει μακρῷ παραληγόμενα, εἰ μὲν ἀπὸ ϲυμφώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ἐθνικά, εἰ δὲ ἀπὸ φωνήεντοϲ, ὀξύνεται μὴ ὄντα ὑποκοριϲτικά. βαρύνεται δὲ ταῦτα τράμπιϲ· ἔϲτι δὲ βαρβαρικὴ ναῦϲ. ϲάλπιϲ, ὄλπιϲ ὑποκοριϲτικόν, κάλπιϲ, θέϲπιϲτὸ δὲ θεϲπίϲ ἐθνικόν πόρπιϲ. ὀξύνεται δὲ ταῦτα μὴ διὰ φωνήεντοϲ κλινόμενα, ἐλπίϲ, ἀϲπίϲ, ἔϲτι καὶ πόλιϲ ἄιβύηϲ, ὡϲ Φίλων. ἔϲτι καὶ νῆϲοϲ πρὸϲ ταῖϲ Κυκλάϲιν. ἔϲτι καὶ Μακεδονίαϲ, κτίϲμα Φιλίππου τοῦ πατρὸϲ Περϲέωϲ τὰϲ πόλειϲ ὀνομάϲαντοϲ ἀπὸ τῆϲ αὐτοῦ πανοπλίαϲ Ἀϲπίδα Περικεφαλαίαν. ἔϲτι καὶ νῆϲοϲ πρὸϲ τῇ Λἁυκίᾳ. ἔϲτι καὶ νῆϲοϲ ἄλλη μεταξὺ Λεβέδου καὶ Βέω, ϲταδίων ὡϲ δυοῖν, πρὸϲ μέν τινων Ἀρκόνηϲοϲ, πρὸϲ δέ τινων Ἀϲπίϲ ὀνομαζομένη. ἔϲτι καὶ νῆϲοϲ ἄλλη Ῥύρων ἐγγύϲ. ἔϲτι καὶ ἄλλη, ὡϲ Κλέων ὁ Ϲυρακούϲιοϲ ἐν τῷ περὶ λιμένων, ἄδενδροϲ οὐϲα. ἔϲτι καὶ πέραν Πίϲηϲ, ὡϲ Πανύαϲιϲ ἐν Ἡρακλείαϲ ἑνδεκάτῃ. ἐμπίϲ εἶδοϲ κώνωποϲ. τὸ δὲ Ἄλπιϲ,βαρνύνεται.
---Ἔτι τὰ εἰϲ πιϲ ὑπερδιϲύλλαβα θέϲει μακρᾷ παραληγόμενα βαρύνεται οἷον ἴαϲπιϲ.
---Τὰ εἰϲ απιϲ πολυϲύλλαβα ὀξύνεται, Ἰαπίϲ χαράδρα Ἀττικὴ εἰϲ Μέγαρα ἀπάγουϲα ὡϲ Καλλίμαχοϲ Ἑκάλῃ. Πριαπίϲ χώρα. τὸ δὲ Ϲάραπιϲ νῆϲοϲ ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται.
Τὰ διὰ τοῦ οπιϲ πολυϲύλλαβα μὴ ἔννοιαν ἔχοντα ϲυνθέϲεωϲ ὀξύνεται, Κεροπίϲ φυλή. ἔϲτι καὶ χώρα ἧράκηϲ· ἔϲτι καὶ δῆμοϲ Θεϲϲαλονίκηϲ. Δρυοπίϲ, Αἰθιοπίϲ. Εὐριπίδηϲ ἐν Ἀρχελάῳ «Αἰθιοπίδοϲ γῆϲ ἡνίκ’ ἂν τακῇ χιών ». Μεροπίϲ. οὕτωϲ ἐκαλεῖτο ἡ Κῶϲ πόλιϲ ἀπὸ γηγενοῦϲ έροποϲ. Ἰοπίϲ παρὰ Χάρακι.τὸ φύλοπιϲ δὲ προπαροξύνεται.
---Τὰ διὰ τοῦ ωπιϲ πολυϲύλλαβα ὀξύνεται, Ϲινωπίϲ, Προϲωπίϲ πόλιϲ Αἰγύπτου. λέγεται καὶ Προϲωπῖπϲ. Ἰωπίϲ Λακωνικὴ χώρα. Ἀϲωπίϲ Γερκύραϲ μήτηρ. Ἀϲωπίδαϲ δὲ ἔνιοι τὰϲ Θήβαϲ φαϲίν.
Τὰ εἰϲ ριϲ διϲύλλαβα ὑποκοριϲτικὰ ἢ πατρωνυμικῆϲ ἐννοίαϲ ἐχόμενα ὀξύνεται, Τευκρίϲ ἡ Τροία, Δωρίϲ ἡ περὶ τὸν Παρναϲϲὸν καὶ ἡ ὕϲτερον Ἱϲτιαιῶτιϲ, ἧϲ μέμνηται Χάραξ ἐν ζ΄ τῇδε γράφων περὶ Θεϲϲαλοῦ τοῦ Αἰάτου τοῦ νικήϲαντοϲ ἐν Ἄρνῃ Βοιωτούϲ «ὁ δὲ Θεϲϲαλὸϲ οὐδὲ τὴν τετάρτην μοῖραν τῆϲ ἐπωνυμίαϲ μετέβαλεν, ἀλλ’ Ἱϲτιαιῶτιν αὐτὴν ὡϲ πρὶν καλεῖϲθαι εἴαϲε. κεῖται δὲ πρὸϲ δυϲμῶν τῆϲ Πίνδου. Δῶροϲ δὲ αὐτὴν ὁ Ἕλληνοϲ εἰλήχει τὰ πρῶτα καὶ Δωρὶϲ ἀπ’ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕϲτερον δὲ Ἱϲτιαιῶτιϲ μετωνομάϲθη ». Nευρίϲ χώρα Ϲαρματίαϲ. πατρίϲ, χειρίϲ, καρίϲ παρὰ τὸ κάρη καὶ Καρίϲ ἀπὸ τῆϲ Καρόϲ γενικῆϲ. Καρίϲ δὲ ἐλέγετο ἡ Κῶϲ, ὡϲ Ἑλλάνικοϲ. ἔϲτι δὲ καὶ ρυγίαϲ πόλιϲ Καρίϲ καὶ Καρίδεϲ.
---Τὸ εἰϲ ριϲ διϲύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα βαρύνεται, Πἀριϲ, Βάριϲ πόλιϲ. λέγεται βάριϲ ἡ οἰκία, ὡϲ Ποϲείδιπποϲ, καὶ ἡ ϲυνοικία ὡϲ Ἔφοροϲ, χάριϲ, Φᾶριϲ πόλιϲ τῆϲ Λακωνικῆϲ. Ὅμηροϲ Θᾶρίν τε Ϲπάρτην τε πολυτρήρωνά τε Μέϲϲην » (Il. B 582). ἔριϲ, δῆριϲ, νῆριϲ, Ἴριϲ, κῖριϲ εἶδοϲ ὀρνέου, ξῖριϲ φυτὸν ἀρωματικόν, Ϲῖριϲ πόλιϲ Ἰταλίαϲ πληϲίον τοῦ Μεταποντίου καὶ ποταμόϲ· ἔϲτι καὶ Ϲῖριϲ ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλοϲ μετὰ Ϲυήνην Ϲῖριϲ · ὡνόaαϲται. κύριϲ μητρόπολιϲ Ϲαβίνων. Τύριϲ πόλιϲ καὶ ποταμὸϲ ὲν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύραϲ. Χαῖριϲ, Μοῖριϲ, ἀφ’ οὖ ἡ Μοίριδοϲ λίμνη, θοῦριϲ, κοῦριϲ ὁ Ῥωμαῖοϲ. ὀξύνονται δὲ Νηρίϲ πόλιϲ Μεϲϲήνηϲ. Νικόλαοϲ τετάρτῳ, Ὑρίϲ ἄκρα. Ἀρτεμίδωροϲ ἐν ἑνδεκάτῳ Γεωγραφουμένων, μοιρίϲ, κουρίϲ τὸ ἐργαλεῖον τοῦ κουρέωϲ.
Τὰ εἰϲ κριϲ κύρια μὲν ὄντα βαρύνεται, Κάκριϲ· οὕτωϲ ἐκαλεῖτο εὔβοια καὶ ἑλλένη νῆϲοϲ τῆϲ Ἀττικῆϲ καὶ Ἴκαροϲ νῆϲοϲ μία τῶν Κυκλάδων διὰ τὸ μῆκοϲ. Πρόκριϲ, Ἄκρίϲ. τὰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, ἀκρίϲ, ἄοκρίϲ.
Τὰ εἰϲ ριϲ μετ’ ἐπιπλοκῆϲ μέϲου ἢ δαϲέοϲ ἢ τοῦ π βαρύνεται ῦ ἢ ι παραληγόμενα· εἰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, χωρὶϲ εἰ μὴ ϲύμφωνον εἴη δεδιπλαϲιαϲμένον, ὕβριϲ, ΓVύπριϲ. Θύμβριϲ ποταμὸϲ Ῥώμηϲ, ὀϲ καὶ Τίβεριϲ. ἔϲτι καὶ Θύμβριϲ ποταμὸϲ Τρῳάδοϲ, ἀφ’ οὖ Ἀπόλλωνοϲ Θυμ βραίου ἱερόν, ἐν ῷ ἐτοξεύθη Ἀχιλλεύϲ. Τίγριϲ ποταμόϲ. λέγεται δί καὶ Πίγρηϲ. ὀξύνεται δὲ τὸ νεβρίϲ. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆϲυϲ πρὸϲ τῇ Γυζίκῳ. κεδρίϲ. τὸ δὲ ἄγγριϲ δεδιπλαϲίαϲται.
---Τὰ εἰϲ τριϲ διϲύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίϲ, τὰ δὲ μὴ οὕτωϲ βαρύνεται οἰον λάτριϲ.
Τὰ εἰϲ ρῖζ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ α βαρύνεται, κίθαριϲ, εὔμαριϲ, Ϲύβαριϲ πόλιϲ Ἰταλίαϲ καὶ ποταμόϲ. κάππαριϲ. Ἵλαριϲ πόλιϲ Λυκίαϲ, M άϲαριϲ ὁ Διόνυϲοϲ παρὰ Καρϲίν, εἰ μὴ εἴη ὡϲ ὑποκοριϲτικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ ε ἔχοντα· τότε γὰρ ὀξύνεται, Κεγαρίϲ, βλεφαρίϲ, θεαρίϲ ἡ θεωρίϲ, ἐαρίϲ. Γαργαρίϲ, Γαδαρίϲ, ἰϲμαρίϲ λίμνη. Ἡρόδοτοϲ ζ′ (c. 199).
Τὰ εἰϲ ερϲ ὑπὲρ δύο ϲυλλαβὰϲ θηλυκὰ ὀξύνεται, Ἀϲτερίϲ πόλιϲ Ϲυρίαϲ καὶ νηϲίον μεταξὺ Γεφαλληνίαϲ καὶ Ἰθάκηϲ. Ὅμηροϲ (Od. δ 844)
λέγεται δὲ καὶ Ἀϲτερία. νυκτερίϲ. Ἐλευθερίϲ πόλιϲ Βοιωτίαϲ Ἰρωποῦ πληϲίον Κότου καὶ Ἀῖκλου κτίϲμα. Θεόπομποϲ μ′. Ἑϲπερίϲ· ἢ Εὐεϲπερίϲ πόλιϲ Λιβύηϲ, Φιλωτερίϲ πόλιϲ περὶ τὴν Πρωγλοδυτικήν, ἡ καὶ Φιλωτέρα. Τὸ δὲ Πἀϲτεριϲ πόλιϲ Αἰγυπτία καὶ Kελένδεριϲ βαρύνεται, ὡϲ καὶ Τίβεριϲ ποταμὸϲ Ἰταλίαϲ, ἔνθα Ῥώμη καὶἡ. ἡ τῶν Λατίνων ἐϲτὶ χώρα , ὡϲ Ἀπολλόδωροϲ.
---Ἔτι τὰ εἰϲ οριϲ ὑπερδιϲύλλαβα θηλυκὰ ὀξύνεται, Χρυϲαορίϲ πόλιϲ ἰαρίαϲ ἡ ὕϲτερον Ἰδριάϲ. Ἀπολλώνιοϲ ἐν ἑβδόμῳ Καρικῶν « --- καὶ πρώτη πόλιϲ τῶν ὑπὸ Λυκίων κτιϲθειϲῶν ». Ἐπαφρόδιτοϲ δὲ τὴν Καρίαν πᾶϲαν Χρυϲαορίδα λέγεϲθαι. Nικατορίϲ πόλιϲ Ϲυρίαϲ κτίϲμα Ϲελεύκου τοῦ Νικάτοροϲ· τὰ δὲ ἀρϲενικὰ βαρύνεται οἰον Ἄλοριϲ Ἄραντοϲ υἱόϲ.
Τὰ εἰϲ υριϲ μὴ κατὰ τροπὴν γινόμενα ὀξύνεται, ὰλμυρίϲ, πορφυρίϲ· οὕτω δὲ ἐκαλεῖτο καὶ Νίϲυροϲ μία τῶν Γυκλάδων ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ἀργυρίϲ, Ἰλλυρίϲ, Φιλυρίϲ, Ἀϲτυρίϲ ἡ Ἀθηνᾶ, Ἰδυρίϲ πόλιϲ Παμφυλίαϲ, ἥ καὶ Ἴδυροϲ. ἰορκυρίϲ πόλιϲ Αἰγύπτου. τὸ δὲ Θάμυριϲ προπαροξύνεται καὶ Ὤγυριϲ νῆϲοϲ ἐν τῇ Ἐρυθρd θαλάϲϲ. μέμνηται δὲ αὐτῆϲ Ἀλέξανδροϲ ἐν Ἀϲίᾳ λέγων
καὶ Γάϲυριϲ νῆϲοϲ Λυκίαϲ. Ἀρτεμίδωροϲ. καὶ Τίβυριϲ πόλιϲ Ἰταλίαϲ. λέγεται καὶ Τίβυρα. Ἀλρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων « ἔϲτι δ’ ἐν μεϲογείῳ καὶ Τίβυρα πόλιϲ Ἑλληνὶϲ τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουϲα ἀπὸ Ῥώμηϲ ϲταδίουϲ ρμζ ». Ννικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ. τὸ δὲ ἄγυριϲ καὶ πανήγυριϲ κατὰ τροπὴν ἐγένετο.
---Τὰ εἰϲ ριϲ πολυϲύλλαβα τῷ ἡ ἢ τῷ ω ἢ τῇ ει διφθόγγῳ παραληγόμενα ὀξύνεται, Φαληρίϲ, ἰβηρίϲ « Ἑλληνίϲ, οὐκ Ἰβηρίϲ ». Μέ. νανδροϲ Ἀϲπίδι. Καφηρίϲ, ἰVαϲωρίϲ, θεωρίϲ, Καβειρίϲ. τὸ δὲ Ταπόϲειριϲ πόλιϲ Αἰγύπτου πληϲίον Ἀλεξανδρείαϲ βαρύνεται.
---Τὰ εἰϲ ρ̅ι̅ϲ̅ ὑπὲρ δύο ϲυλλαβὰϲ διφθόγγῳ τῇ διὰ τοῦ υ παραληγόμενα ἅπαντα ὀξύνεται οἷον Ἐπιδαυρίϲ, Βαναυρίϲ. Βαναυρίδεϲ δέ εἰϲι νῆϲοι Πυρρηνικαὶ ἀπὸ Βαναύρου υἱοῦ Αἴαντοϲ, μολουρίϲ ἡ ϲιτοφάγοϲ ἀκρίϲ, κυνοϲουρίϲ καὶ Κυνοϲουρίϲ, Κυνουρίϲ. ϲεϲημείωται δὲ τρία λάμπουριϲ ἡ ἀλώπηξ, Τόμουριϲ ὄνομα πόλεωϲ καὶ ψππουριϲ.
Τὰ εἰϲ ριϲ ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαίϲτρίϲ, αὐληϲτρίϲ, ἐπακτρίϲ, Ἰλεκτρίϲ, Ἐρετρίϲ, Πανακρίϲ, ἀντιπατρίϲ πόλιϲ Ἰουδαίαϲ Ἡρώδου κτίϲμα ἐπὶ Αὐγούϲτου ἰαίϲαροϲ. τὸ δὲ Ἄμαϲτριϲ πόλιϲ Παφλαγονίαϲ ἡ πρότερον Κρῶμνα — ἀπὸ γυναικὸϲ Περϲίδοϲ, θυγατρὸϲ Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ ϲυνῳ. κηϲε Διονυϲίῳ τῷ Ἰρακλείαϲ τυράννῳ. Δημοϲθένηϲ δ’ ἐξ Ἀμαζόνοϲ οὕτω λεγομένηϲ — καὶ Γώνακριϲ πόλιϲ Ἀρκαδίαϲ. Ῥιανὸϲ ἐν Ἰλιακῶν πρώτῳ — βαρύνεται.
--- Ἔτι τὰ εἰϲ ριϲ ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν μέϲων ὀξύνεται, Ἀλεξανδρίϲ, Ταναγρίϲ, ΓVαλαβρίϲ. τὸ δὲ Λίηβριϲ πόλιϲ Φοινί κῶν βαρύνεται.
Τὰ εἰϲ ριϲ Αἰγύπτια προπαροξύνεται, Βούϲιριϲ πόλιϲ Αἰγύπτου. «ἐν ταύτῃ Ἴϲιοϲ μέγιϲτον ἱερόν. ἵδρυται δ’ ἐν μέϲῳ τῆϲ Αἰγύπτου ἐν τῷ Δέλτα. Ἷϲιϲ δ’ ἐϲτὶ κατὰ τὴν τῶν Ἐλλήνων γλῶϲϲαν ἡ Δημήτηρ» (Hcrodot. II 59). ὡϲ δ’ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν ϲιριν Ἴϲιϲ ἐμβαλοῦϲα εἰϲ ξυλίνην βοῦν, ὥϲτε Βουϲόϲιριν εἶναι τὴν πόλιν. οἱ δ’ ὅτι τοπάρχηϲ ἦν Βούϲιριϲ ὑπὸ Ὀϲίριδοϲ καταϲταθείϲ. Ὄϲιριϲ Αἰγυπτιϲτὶ ὁ Διόνυϲοϲ. Ταφόϲιριϲ πόλιϲ Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄϲιριϲ τεθάφθαι. καλάϲιριϲ λινοῦϲ χιτὼν ἱερατικὸϲ καὶ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἐρμοτυμβιεῖϲ. Ἡρόδοτοϲ δευτέρῳ (c. 164) (ψένυριϲ κώμη. Τέτυριϲ πόλιϲ Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. λέγεται καὶ Τέντυρα ἡ πόλιϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τρίτῳ Αἰγυπτιακῶν. Ξενέφυριϲ κώμη Λιβύηϲ πληϲίον Ἀλεξανδρείαϲ.
Τὰ εἰϲ ϲιϲ ἀπὸ μέλλοντοϲ γινόμενα ἢ ἀπὸ δευτέρου προϲώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται, ποιήϲω ποίηϲιϲ, λύϲω λύϲιϲ, κέκριϲαι κρίϲιϲ, ϲτά ϲιϲ. ἔϲτι καὶ Ϲτάϲιϲ πόλιϲ Περϲικὴ. ἐπὶ πέτρηϲ . μεγάληϲ. τρῆϲιϲ καὶ ΕΘὕτρηϲιϲ κώμη ΒΘοιωτίαϲ. Ὅμηρὸϲ «Κώπα« Εὔτρηϲίν τε » (Il.Β 502). ἐκλήθη δὲ οὕτωϲ διὰ τὸ πολλαῖϲ αὐτὴν πρότερον χρήϲαϲθαι ῥύμαιϲ, ὡϲ Ἐπαφρόδιτοϲ. ἄνυϲιϲ. ἐϲτὶ καὶ πόλιϲ Αἰγύπτον· Ἄνυϲιϲ. Τὰ μέντοι παρώνυμα χαίρουϲι τῇ ὀξείᾳ, Χρόϲηϲ Χρυϲίϲ, νῆϲοϲ νηϲίϲ. Γροῦϲιϲ ὁ Μυγδόνοϲ υἱόϲ, Κρουϲίϲ μοῖρα τῆϲ Μυγδο νίαϲ. Ϲτράβων ἑβδόμῃ. Βροῦϲοϲ Ἠμαθίου παῖϲ Βρουϲίϲ μοῖρα ΜαεΚρητόϲ δονίαϲ. τινὲϲ γράφουϲι διὰ τοῦ υ. Κρήϲ καὶ ἀπὸ τῆϲ γενικῆϲ Κρῆτιϲ καὶ τροπῇ τοῦ τ εἰϲ ϲ ἰρηϲίϲ. Γόρϲη δούλη βουκόλοϲ Κορϲίϲ νῆϲοϲ ἐν τῷ Τυρρηνικῷ πελάγει. Πιϲίδηϲ Πιϲίϲ πόλιϲ καὶ ὄροϲ Ἀλρμενίαϲ ἢ Ϲοϲιανῆϲ. Ἀρκαϲίδηϲ Ἀρκαϲίϲ. Γυμνηϲίϲ ἀπὸ Γύμνητοϲ γενικῆϲ τροπῇ τοῦ τ εἰϲ c. Μαγνηϲίϲ παρὰ Παρθενίῳ. Ἀμνιϲίϲ νύμφαι Ἀμνιϲίδεϲ, Ἀνθεμουϲίϲ λίμνη Καριανδυνῶν, ἣν Ἀπολλώνιοϲ διαλύϲαϲ ἐν τοῖϲ Ἀργοναυτικοῖϲ (II 726) Ἀνθεμοειϲίδα φηϲίν. Δ αφνουϲίϲ λίμνη πληϲίον τοῦ Ἐλύμπου τοῦ Βιθυνοῦ, Μαυρουϲίϲ, ΜAολοϲϲίϲ, ΜAυγιϲϲίϲ, Ἰλιϲϲίϲ «Μοῦϲαι Ἰλιϲϲίδεϲ», Μυκαληϲίϲ Μυκαληϲϲίϲ, κανδαϲίϲ, Ὀδρυϲίϲ, Ἁλικαρναϲϲίϲ, Παρναϲϲίϲ,- Τευμηϲϲίϲ, Παρραϲίϲ «δέξονται Φολόηϲ οὔρεα Παρραϲίδοϲ ». Τελμιϲϲίϲ, Πείραϲίϲ, Ὑπερηϲίϲ παρ’ Ἡϲιόδῳ, Ῥαμνουϲίϲ. ϲεϲημείωται τὸ ἄϲιϲ ὁ ῥύποϲ ἀπὸ τοῦ ἄϲη γεγονόϲ. τὸ δὲ Ἀϲίϲ ἡ Ἀϲιᾶτιϲ ὀξύνεται.
---Τὰ εἰϲ ϲιϲ κύρια βαρύνεται, Κρεῦϲιϲ πόλιϲ Βοιωτίαϲ, κειμένη καταντικρὺ τῆϲ Μεγαρίδοϲ, ἰροῦϲιϲ, Τῖϲιϲ ὁ κτιϲτὴϲ καὶ ἡ πόλιϲ Αἰγύπτου, Ἷϲιϲ, Φἀϲιϲ πόλιϲ τῆϲ Αἴαϲ πρὸϲ τῷ Φάϲιδι ποταμῷ ἐν Κόλχοιϲ. ἐκτίϲθη δὲ ὑπὸ Μιληϲίων. ἔϲτι καὶ ἄλλοϲ ποταμὸϲ Φᾶϲιϲ ἐν τῇ Παπροβάνῃ. Αὔαϲιϲ πόλιϲ Αἰγύπτου· ταύτην δὲ καὶ Ἔαϲιν καὶ Ὕαϲιν καλοῦϲιν. Aἔϲτι δ’ ἐοικυῖα παρδαλέᾳ· κατάϲτικτοϲ γάρ ἐϲτιν ἐν ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰϲ οἰκήϲειϲ ἔχουϲα. τὰ τοιαῦτα αὐάϲειϲ Αἰγύπτιοί φαϲι (Strabo II p. 130). Ἡρόδοτοϲ δὲ (IlI 26) καὶ Δοῦριϲ Μακάρων αὐτὴν ὠνόμαϲαν νῆϲον. ΓVύπαϲιϲ πόλιϲ περὶ Ἑλλήϲποντον. Ἑκαταῖοϲ Εὐρώπῃ. Καύκαϲιϲ τὸ ὄροϲ ὃ καὶ Γαύκαϲοϲ λέγεται.
Τὰ εἰϲ τιϲ διϲύλλαβα ἔχοντα τὸ ο μικρὸν ἤτοι μόνον ἢ ϲὺν ἑτέρῳ φωνήεντι ἢ ω μέγα πρὸ τοῦ τιϲ μὴ ὄντα ἐπιθετικά, εί μὴ παράκειται ἀρϲενικῷ τῷ εἰϲ τηϲ, ὀξύνεται, φορτίϲ, νοτίϲ, κοιτίϲ, Προιτίϲ, οὐτίϲ τὸ ζῷον παρ’ Ἀλκμᾶνι, Δ ωτίϲ, ὠτίϲ καὶ φροντίϲ, εἰ μὴ ἄρα τοῦτο, ὅτε κύριόν ἐϲτι, καὶ βαρυτονηθήϲεται. οὐ μάχεται τὸ πόρμιϲϲίϲ, τιϲ· καὶ γὰρ χωρὶϲ τοῦ τ «πόριεϲ περὶ βοῦϲ ἀγελαίαϲ » (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόϲκειται διὰ τὸ πότιϲ, ᾦ παράκειται τὸ πότηϲ.
---Τὰ εἰϲ τιϲ διϲύλλαβα κύρια τῷ ε ἢ τῷ ἡ ἢ τῇ αι διφθόγγῳ παραληγόμενα βαρύνεται, Θέτιϲ, Βαῖτιϲ ποταμὸϲ κατὰ Ἰβηρίαν, ὃϲ Πέρκηϲ λὲγεται ὑπὸ τῶν ἐγχωρίων , Ἧτιϲ δῆμοϲ ακωνικῆϲ καὶ τῆϲ Κρήτηϲ πόλιϲ.
---Τὰ εἰϲ τιϲ ὑπὲρ δύο ϲυλλαβὰϲ θηλυκὰ μὴ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γινόμενα ὀξύνεται, Βοιωτίϲ, Θεϲπρωτίϲ, Θἱλωτίϲ, Ἐνετίϲ, Ἑλλωτίϲ· οὕτω παρὰ ἰρηϲὶν ἡ ὐρώπη, ἀφ’ ἧϲ πρότερον ἐκαλεῖτο Γόρτυν πόλιϲ Ἑλλωτίϲ. Λἁαμωτίϲ ἡ Ἀντιόχεια Ἰϲαυρίαϲ. τὸ δὲ Ῥακῶτιϲ οὕτωϲ ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο καὶ Λιμενῶτιϲ χρρόνηϲοϲ ἰελτικὴ προπεριϲπᾶται ὡϲ ἀπὸ ἀρϲενικῶν εἰϲ ηϲ γενόμένα.
---Τὰ εἰϲ τιϲ ὀνόματα πόλεων πολυϲύλλαβα τῷ α ἢ ο παραληγόμενα βαρύνεται, Κάλλατιϲ πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. Ϲτράβων ἑβδόμ (p. 318, 319)· ὡϲ κάλαθοϲ εὺρέθη ἐοικὼϲ τοῖϲ θεϲμο φοριακοῖϲ. Ναύκρατιϲ πόλιϲ Αἰγύπτου ἀπὸ Μιληϲίων τότε θαλαϲϲοκρατούντων ὡϲ Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 801). Ὀνείβατιϲ πόλιϲ Αἰγύπτου Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Ἰαγξαύατιϲ πόλιϲ Λιβύων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀβοτιϲ πόλιϲ Αἰγύπτου, ὡϲ Ἑκαταῖοϲ. Κράμβοτιϲ πόλιϲ Αἰγύπτου, ἥν Ἐκαταῖoϲ περιηγήϲει Λιβύηϲ Κράμβουτίν φηϲιν.
Τὰ εἰϲ τιϲ πρὸ τοῦ τιϲ υ ἔχοντα, ϲπάνια ὄντα, τὰ μὲν βαρύνεται, Ϲύρτιϲ, Ξύϲτιϲ πόλιϲ Καρίαϲ. Βέρυτιϲ Τρωϊκὴ πόλιϲ. Ἄφυτιϲ πόλιϲ Θράκηϲ. Θουκυδίδηϲ α′ (64) «ἐξ Ἀφύτιοϲ ὁρμώμενοϲ ». λέγεται καὶ Ἀφυτοϲ καὶ Ἀφύτη. Κάλυτιϲ πόλιϲ Ϲυρίαϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 159) Μάνυτιϲ πόλιϲ Ϲυρίων μεγάλη, ὡϲ Ἑκαταῖοϲ Ἀλϲίᾳ. τὰ δὲ ὀξύνεται, ῥυτίϲ, κυρτίϲ. Καλυτίϲ τὸ ἐθνικόν. Ἀλψυρτίϲ. Ἀλψυρτίδεϲ νῆϲοι πρὸϲ τῷ Ἀδρίᾳ ἀπὸ Ἀψύρτου παιδὸϲ Αἰήτου ἐν μιῷ δολοφονηθέντοϲ ὑπὸ τῆϲ ἀδελφῆϲ Μηδείαϲ.
Τὰ εἰϲ τιϲ πρὸ αὐτοῦ ψιλὸν ἔχοντα τὰ μὲν βαρύνεται, κλέπτιϲ, ἶκτιϲ ζῷον , λάκτιϲ ἡ τορύνη. τὰ δὲ ὀξύνεται, φλυκτίϲ, πηκτίϲ.
Τα εἰϲ δύο ττ ϲπάνια ὄντα τὰ μὲν βαρύνεται, Ἄττιϲ, Ζήβυττιϲ πόλιϲ Λιβύηϲ. ξκαταῖοϲ Ἀϲίᾳ. Ἀδράμυττιϲ νῆϲοϲ ἐν τῇ Λυκίᾳ. τὰ δὲ ὀξύνεται, τριοττίϲ, νεοττίϲ.
Τὰ εἰϲ ϲτιϲ διϲύλλαβα βαρύνεται, εἰ μὴ ὑποκοριϲτικώτερα εἴη, πίϲτιϲ, μνῆϲτιϲ. θέϲτιϲ πόλιϲ Ἀράβων καὶ ἄλλη Λιβύηϲ. τὸ μέντοι κιϲτίϲ ὀξύνεται ὡϲ ὑποκοριϲτικόν. τὸ δὲ Νεϲτίϲ ἡ χώρα ἀπὸ Νέ. ϲτου, πόλεωϲ καὶ ποταμοῦ Ἰλλυρίαϲ, ἐθνικόν ἐϲτιν.
Ἔτι τὰ εἰϲ ετιϲ ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ μὴ ἐπίθετα εἴη, προπαροξύνεται, βούβρωϲτιϲ, ἄγρωϲτιϲ, Αὖγωϲτιϲ πόλιϲ Λοκρίδοϲ ἢ τόποϲ ἢ χωρίον ἐντὸϲ τῆϲ πόλεωϲ, ὡϲ ξπαφρόδιτοϲ. ζάγυϲτιϲ χωρίον Λιβύηϲ. Ἀλέξανδροϲ ἐν τρίτῳ ιβυκῶν. ὀξύνεται τὸ Κεραϲτίϲ· οὕτωϲ ἐκαλεῖτο ἡ Κύπροϲ ἀπὸ τοῦ πολλὰϲ ἄκραϲ ἔχειν Λιγυϲτίϲ. Λιγυϲτίδεϲ νῆϲοι αἱ καὶ Ϲτοιχάδεϲ, Λιβυϲτίϲ, Κυρρεϲτίϲ ἡ Ἀθηνᾶ, Γεραιϲτίϲ, Ὀρεϲτίϲ ὡϲ ἐπιθετικά.
---Τὰ εἰϲ τιϲ διϲύλλαβα ν πρὸ τοῦ τ ἔχοντα βαρύνεται, Ϲάντιϲ πόλιϲ ἰελτική, Ϲίν τιϲ Θρᾳκικὸν ἔθνοϲ, ὑφ’ ὧν πρῶτον ψκίϲθη ἡ Λῆμνοϲ νῆϲοϲ, ὡϲ Ϲτράβων.
Τὰ εἰϲ τιϲ πολυϲύλλαβα ν πρὸ τοῦ τ ἔχοντα μὴ παρακείμενα τοῖϲ εἰϲ τῆϲ ὀξύνεται, Προποντίϲ ἡ πρὸ τοῦ Πόντου τοῦ Εὐξείνου θάλαϲϲα καὶ γῆ Βυζαντίων. Ἑλληϲποντίϲ. Ἀβαντίϲ ἡ θὔβοια, ὡϲ. Ἡϲίoδοϲ ἐν Αἰγιμίου β′ περὶ Ἰοῦϲ
ἐκλήθη δὲ ἀπὸ Ἄβαντοϲ τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποϲειδῶνοϲ καὶ Ἀρεθούϲηϲ, ὡϲ Ἀριϲτοκράτηϲ. Ὑαντίϲ. οὕτωϲ πρότερον ἡ Αἰτωλία χώρα ἐκαλεῖτο. Ἀκαμαντίϲ. οὕτωϲ ἐκαλεῖτο ἡ ἰύπροϲ. Παρθένιοϲ δ’ ἐν Αλφροδίτη Ἀκαμαντίδα αὐτήν φηϲιν· ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίϲ τῆϲ Ἀττικῆϲ, ὡϲ Ϲιμωνίδηϲ. Ἀθαμαντίϲ· οὕτωϲ Τέω πόλιν Ἰωνίαϲ καλεῖ Ἀνακρέων ἀπὸ Ἀθάμαντοϲ, ὅϲ πρῶτον αὐτὴν ἔκτιϲεν. Μεταποντίϲ. οὕτωϲ πρότερον ἐκαλεῖτο Ϲύμη νῆϲοϲ. Γιγαντίϲ. οὕτωϲ τινὲϲ τὴν Ἀρκαδίαν φαϲίν. Ἐλεφαντίϲ. οὕτωϲ Πϲρθένιοϲ Ἐλεφαντίνην νῆϲον Αἰγύπτου φηϲίν. ζυγαντϲ πόλιϲ ιβύηϲ. Ἑκαταῖοϲ Ἀϲίοϲ περιηγήϲει. Ἰπνουντίϲ ἡ Ἥρα, Ὀδομαντίϲ, Ϲιμουντίϲ, Ϲκιλλουντίϲ, Ϲoλουντίϲ, Ταυλαντίϲ, Τευθραντίϲ, Φλιουντίϲ. Τὸ δὲ Ϲάργαντιϲ πόλιϲ Αἰγύπτου Βαρύνεται ὡϲ καὶ Bούναρτιϲ πόλϲ Λἄιβύηϲ ρ παραληγόμενον.
Τὰ εἰϲ ιϲ θηλυκὰ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γινόμενα πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, ὁ κυνηγέτηϲ ἡ κυνηγἔ τιϲ, ὁ δεϲπότηϲ ἡ δεϲπότιϲ, ἀΐτηϲ, ἀῖτιϲ, ὁ πολίτηϲ ἡ πολῖτιϲ, πολιήτϲ πολιῆτιϲ. Γέτηϲ Γἐτιϲ· οὕτψϲ δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φλίππου τοῦ Ἀμύντου, Μακέτηϲ Μακέτιϲ, ἀγρότηϲ ἀγρότι, ἀτροιώτηϲ ἀγροιῶτιϲ, Καϲϲαγέτηϲ Μαϲϲαγέτιϲ καὶ Μαϲϲαγῆ τιϲ, ἴϲωϲ διὰ τὸ μέτρον. πρεϲβύτηϲ πρεϲβῦτιϲ, ἀλείτηϲ ἀλεῖτιϲ, ἀγυιάτηϲ ἀ γυιᾶτιϲ, ὡϲ καὶ τὰ προπύλαια ηοῦ ἀγυιέωϲ ἀγυιάτιδεϲ θεραπεῖαι λέγονται, Αλὐϲονῖτιϲ Λυκόφρων (v. 44) «ὁ τῆϲ θαλάϲϲηϲ Αὐϲονίτιδοϲ μυχούϲ ». Αἰανῖτιϲ διὰ διφθόγγου. Ϲοφοκλῆϲ δὲ Ἀανῖτιν γράφει δίχα τοῦ ι. Ζεφυρῖτιϲ Ἀφροδίτη καὶ Ἀρϲινόη, ὡϲ Καλλίμαχοϲ. Κυκνῖτιϲ ἧϲ ὁ κύκνοϲ ἐβαϲίλευϲε. Ϲοφοκλῆϲ ἐν Πηλεῖ. καὶ ἐν Ποιμέϲι κβοὴν κυκνῖτιν » Ἀϲκαωνῖτιϲ, Nαρβ ωνῖτιϲ, Καρκινῖτιϲ, πόλιϲ Ϲκυθική, Λυχνῖτιϲ Ἀρμενίαϲ χώρα. Μενελαῖτιϲ χώρα Αἰγύπτου, Ποταμῖτιϲ γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δ’ ἐκλήθη καὶ ἡ Αἴγυπτοϲ. Πιτανῖτιϲ χώρα καὶ νύμφη. Πορφυρῖτιϲ πόλιϲ Ἀραβίαϲ κατὰ Αἴγυπτον, Προϲωπῖτιϲ πόλιϲ Αἰγύπτου, Ϲκιρῖτιϲ ἡ δωδεκάπολιϲ τῆϲ Κρίαϲ. Ϲφραγῖτιϲ ἐκαλεῖτο ἡ Κύμη Χαλκῖτιϲ νῆοϲ ἐν ἑνδεκάτῳ γεωγραφοιμένων ι πρὸϲ εὗρον ϲτάδια ἑκατὸν δέααοϲ αὐτῇ παράκειται Πιτυώδηϲ καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ τόλιν ϲτάδια τεϲϲράκοντα ». ἔϲτι Ἰταλίαϲ· ἔϲτι .καὶ χώρα ἐν Ϲκυτραμωτῖτιϲ. χώρα πληϲίεν τῆϲ εκάτῃ (p. 768) « Γερραῖοι δ’ εἰϲ· αρωνεῖτιϲ, Ϲαλωνεῖτιϲ, ἠερόϲ, Δερεᾶτιϲ Ἄρτεμιϲ, Καρυᾶ, Μαλεᾶτιϲ, Μιδεᾶτιϲ, δυρἅτιϲ, Πιϲἀτιϲ, Πλαταιᾶτιϲ, ocl Trach. 638). Ϲπαρτιᾶτιϲ, Αἰγινῆτιϲ, κωμήτηϲ κωμῆτιϲ, » ὡϲ ἀπὸ Πειρήτηϲ ἀρϲενικοῦ, ρὰ Ϲοφοκλεῖ, Κουρήϲ Κουρῆτιϲ. ιώτηϲ νηϲιῶτιϲ, Ἀδραλιῶτιϲ, αλιῶτιϲ. Μαιώτηϲ ἔθνοϲ Ϲκυθιληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτιϲ λίμνη. Μαϲϲαλιῶτιϲ, Πελαϲγιῶτιϲ, ῷθιῶτιϲ. χωρὶϲ τῶν ἀπὸ τῆϲ κοίτηϲ καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται, ἄκοιτιϲ, παράκοιτιϲ, ἀρτόπωλιϲ, λαχανόπωλιϲ, ἀλφιτόπωλιϲ. τὸ μέντοι δολόμητιϲ οὐκ ἔϲτι θηλυκόν, ἀλλὰ καὶ ἀρϲενικόν. καὶ ἴϲωϲ μῆτιϲ ἔγκειται ὡϲ τὸ πολύμητιϲ δολόμητιϲ. καὶ ἔϲτι ϲύνθετον. τὸ Ϲκυθίϲ δὲ διϲυλλαβοῦν ὀξύνεται ὡϲ τὸ Περϲίϲ.
--- Ἔτι τὰ νομιζόμενα ἀπὸ τῶν εἰϲ η ἀρϲενικῶν γεγενῆϲθαι πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον οἷον ἡ πλευρῖτιϲ, ἡ φρενῖτιϲ, ἡ νεφρῖ τιϲ. ταῦτα ὡϲ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν δοκοῦϲιν εἰναι ὡϲ ἀπὸ τοῦ ὁ πλευρίτηϲ καὶ ὁ φρενίτηϲ καὶ ὁ νεφρίτηϲ, εἰϲὶ δὲ ὀνόματα νοϲημάτων.
Τὰ εἰϲ φιϲ διβράχεα ὸξύνεται, ῥα φίϲ, γλυφίϲ, ϲταφίϲ, ϲτροφίϲ. ϲεϲημείωται τὸ ὄφιϲ. εἰ δὲ ἡ παραλήγουϲα εἴη φύϲει ἢ θέϲει μακρὰ ἐν διϲυλλάβοιϲ παροξύνεται ἡ προπεριϲπᾶται, ἰφιϲ, Μέμφιϲ η διασημοτάτη Αιγύπτου μητρόπολις. το δε Κηφία ως εθνικόν οξύ νεται, ώς και Δελφίς.
Τα είς, φις υπέρ δύο συλλαβάς οξύνεται, ει μη κύρια είη, άστα- φία, κροταφίο, ελαφία. Κερκαφία : Κερκαφίδες δε από Κερκάφου αι Ρόδιαι γυναίκες. και' Ακραιφία λίμνη ως εθνικά. το δε Όνουφιο ως κύριον προπαροξύνεται και Μώμεμφιο. Ἡρόδοτος δευτέρα (c. 163). Πάρεμφισ' είci δε πόλεις Αιγύπτου.
Τα εις χις οξύνεται, ει μη ονόματα πόλεων ή νήσων είη, Κολχίο. Αντιοχίς ή μήτηρ του Αντιόχου και εθνικόν της πόλεως Αντιοχείας και φυλής όνομα, παννυχία, Τραχίο πόλις Θεσσαλίας υπό την Οίτης υπό Ηρακλέους κτισθείσα και ονομασθείσα ούτως διά την τραχύτητα. Δουλιχίο, Ερυοιχία το δε ράχια και έχεις ζεσημείωται. το μέν του Ζούχις πόλις Λιβύης περί την Cύρτιν. Сτράβων επτακαιδεκάτω (p. 834). Tρήχιο πόλις Αιγύπτου, Βήχιο πόλις Αιγύπτου η πρότε ρον Mέτηλις. Βωγχια πόλις Αιθιοπίας προς το τρίτο καταρράκτη. Ξούχια πόλις Λιβύης. 'Αρτεμίδωρος. Ατάρβηχιο πόλις εν τη Προσω πίτιδι νήσω, Τεύωχιο πόλις Aίγυπτία. έστι και λιμήν ομώνυμος. Ύδελχιο: επί πόλεων και νήσων.
Τα εις ισ θηλυκά επί τέλους έχοντα τον τόνον και εις α ποιούντα την αιτιατικήν οξύνονται, ρανίο, κρηπίο, κνημίς, αψία.
Ει δε εις ιν έχουσι την αιτιατικήν, περισπώνται, Βενείο, Μολία, Τοτίο, Αταργατιο.
Τὰ εἰϲ οϲ καθαρὰ διϲύλλαβα τῷ α μακρῷ παραληγόμενα ὀλίγα εἰϲίν, καὶ ὀξύνεται εν, ὅϲα οὐ κύρια , μὴ δὲ ἐπιθετικά, παόϲ καὶ πηόϲ « καὶ πηῷ περ ἐόντι » (Οd. κ 441 ), ναόϲ νηόϲ «ἐν πίονι νηῷ» (B 549), λαόϲ ληόϲ τῇ μεταγενεϲτέρᾳ Ἰάδι τραπέν «ληὸν Θρήϲαϲ » Ἱππῶναξ, παρ’ Ὁμήρῳ δὲ τὸ λαόϲ ἄτρεπτον ἔμεινεν. ϲημειωτέον δὲ ὅτι οὐχ ἁπλῶϲ τὸν ὄχλον ϲημαίνει, ἀλλὰ τὸν ὑποτεταγμένον. Ἑκαταῖοϲ γὰρ «τὸν Ἡρακλέα τοῦ Εύρυϲἕωϲ λαόν λέγει καίτοι ἕνα ὄντα. . γίνεται δὲ λαόϲ, ὡϲ Χρύϲιπποϲ ὁ Ϲτωϊκὸϲ ἐτυμολοτε παρὰ τὸ λαλῶ λαλόϲ καὶ λαόϲ. παρὰ γὰρ τὴν φωνήν φηϲι ὼϲ καὶ μέροψ παρὰ τὴν ὄπα. καὶ ἄνθρωποϲ ὁ διωρθωμένην ἔχων τὴν ὄπα, διὸ καὶ αὐδήεντεϲ κἢ νύ που ἀνθρώπων εἰμὶ ϲχεδὸν αὐδηέντων » (Od. 125), ἐγένετο δὲ ἔλλειψιϲ, ὡϲ παρὰ τοῖϲ Ἀττικοῖϲ ἡ ϲίφη ἐκ τοῦ ϲίλφη παρ’ ἡμῖν λεγομενη ὡϲ καὶ ὁ τάπηϲ παρὰ τὸ θάλπη, εἰ γε παρὰ τὸ χλιαίνειν ἡ χλαίνη. καὶ ἔκταϲιϲ δὲ γίνεται ἀποβολῇ τοῦ λ ἄλλοι δὲ παρὰ τοὺϲ λᾶαϲ ὠνομάϲθαι « λαοὶ Δευιααλίωνοϲ ὅϲοι γενόμεθα ». Καλλίμαχοϲ. φέρεται δὲ ἱϲτορία, ὅτι ἡ Μῆτιϲ δυϲτοκούϲκϲ τῆϲ Ῥέαϲ αὐτὴ καὶ ἔτεκε τέκνον ὃ ἐκάλεϲε άαν· .τῇ δὲ Ῥέᾳ τεκούϲῃ τὸν Δία ἀντικατήλλαξεν τὸν Λάαν αὐτῆϲ τὸν παῖδα, ῖνα ὁ ἰρόνοϲ ἀντὶ Διὸϲ τὸν Λάαν καταίῃ. Ζεὺϲ οὖν ἡβήϲαϲ εἰϲ τιμὴν τοῦ ἀνθ’ αὐτοῦ καταποθέντοϲ λαοὺϲ ὠνόμαϲε τοὺϲ ἀνθρώπουϲ. οἱ δὲ ὅτι Δευκαλίων λίθουϲ ῥίπτων ἀνθρώπουϲ ἐποίει. τινὲϲ δὲ ὅτι κατακλυϲμοῦ ὄντοϲ ἔφυγον οἱ ἄνθρωποι εἰϲ τὰ ὄρη. καὶ μετὰ ταῦτα ἐπέϲτηὲαν τῇ γῇ εὐδίαϲ γινομένηϲ, ὡϲ ἐκπλαγῆναι καὶ ἀπὸ λίθων νομιϲθῆναι εἶναι. Ἡϲίοδοϲ δὲ παρὰ τὸ ἁλέϲ τὸ ϲημαῖνον τὸ ἁθρόον.
ἁλαόϲ λαόϲ ἀφαιρέϲει τοῦ α, ὡϲ καὶ παρὰ Ἀριϲτοφάνει (Mein. fr. Com. ed. min. p. 341)
τινὲϲ δὲ καὶ Παφίην τὴν Ἀφροδίτην οὐ παρὰ τὴν Πάφον τὴν ἐν Kύπρῳ πόλιν, ἀλλὰ παρὰ τὸ ἀπαφίϲκειν· καὶ παρ’ Ἡϲιόδῳ «ῥεῖά τέ μιν μαυροῦϲι θεοί» (Οp. 323). ἡ τοῦ μακροῦ α ἀφαίρεϲιϲ ϲπάνιοϲ· καὶ ἴϲωϲ ἐν τῷ βάλε δὴ βάλε κηρύλοϲ εἴην » (Alcm. fr. 21). τὸ Δᾶοϲ ὡϲ κύριον βαρύνεται. «Γἐταϲ γὰρ τούϲ πρὸϲ τὸν Πόντον κεκλιμένουϲ καὶ τὴν ὲω, Δάουϲ δὲ τοὺϲ πρὸϲ τἀναντία πρὸϲ Γερμανίαν καὶ τὰϲ τοῦ Ἴϲτρου πηγάϲ » (Strab. VII p. 304). καὶ παρ’ Ἀττικοῖϲ δὲ τὰ τῶν οἰκετῶν ὀνόματα Δᾶοι καὶ Γέται. λέγεται δὲ καὶ Δᾶκοϲ. ἔτι καὶ Λᾶοϲ ποταμὸϲ καὶ πόλιϲ ευκανίαϲ. Ἀπολλόδωροϲ’ ἐν τῷ περὶ νῆϲ δευτέρῳ. καὶ Δᾶοι οἱ οἰκοῦντεϲ Λᾶν πόλιν Λακωνικῆϲ. Χνόοϲ ἔθνοϲ. καὶ τὸ πρῇοϲ δὲ ἐπίθετον. τὸ μέντοι ταόϲ παρ’ Ἀλεξανδρεῦϲιν ἀντὶ τοῦ ταὧϲ ϲεϲημείμται. τὸ δὲ λᾶοϲ παρὰ Ϲοφοκλεῖ «ἐπ’ ἄκρου λαοῦ » (Ged. Col. 195) ἀπὸ γενικῆϲ τῆϲ λάοϲ κλάοϲ ὑπὸ ῥιπῆϲ (M 462) εἰϲ εὐθέιαν μετεποιήθη.
Τὰ εἰϲ αιοϲ διϲύλλαβα, εἰ μὴ εἴη κύρια, ὀξύνεται, λαιόϲ, φαιέϲ, βαιόϲ, .ϲκαιόϲ τὸ ἐπίθετον. κοῖοϲ δὲ τὸ κέριον, ὡϲ Βαῖοϲ κυβερνήτηϲ Ὀδυϲϲέωϲ, Γραῖοϲ, Παῖοϲ.
Τὰ διὰ τοῦ αύοϲ δἁύλλαβα βαρύνεται, ναῦοϲ,αὑοϲ ὁ ξηρόϲ. Αὖοϲ ποταμὸϲ Θεὲπρωτίαϲ, ραῦοϲκύόον καὶ τὸ ψαῦοϲ παρ’ Ἀλκμᾶνι. τὸ δὲ ἀγαυόϲ τριϲύλλαβον·.
Τὰ εἰϲ ὀἱὲ διϲλλαβα ὀξύνεται, εἰ μὴ εἴη κύρα καὶ πυϲματικὰ καὶ ἀναφορικὰ καὶ τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ, ϲμοιόϲ ἐπίθετον , ϲκλοιόϲ ὁ ϲκολιόϲ, δοιόϲ, γλοιόϲ ἐπὶ κόπρου, βοιόϲ,’ κλοιόϲ, ὃ καὶ κλῳόϲ λέγεται, φλοιόϲ. τὸ ποῖοϲ, τοῖοϲ, κοῖοϲ, οἷοϲ βαρύνεται ὡϲ πυϲματικὰ καὶ ἀναψαρικά , τὸ δὲ οἶοϲ ὁ μόνοϲ, ἅτι τὸ πλεονάζει ἐν τῇ ἀρχῇ. καὶ τὰ κύρια δὲ ὁμοίωϲ, Μοῖοϲ, Βοῖοϲ ἔθνοϲ Κελτοαλατῶν, Κοῖοϲ. ἰὁϲ δὲ ὁ δῆμοϲ τῆϲ Ἀττικῆϲ ὀξύνεται. ἔϲτι δὲ καὶ πόλιϲ ἰρητικὴ καὶ ὄνομα λιμένοϲ καὶ ῥεῖθρον.
Τὰ εἰϲ ειοϲ διϲύλλαβα ἐπιθετικὰ βαρύνεται, λεῖοϲ, μεῖοϲ, θὲῖοϲ, πλεῖοϲ, ῥεῖοϲ, χρεῖοϲ, Κεῖοϲ καὶ εῖοϲ ἐκ τοῦ Κέϊοϲ καὶ Τέϊοϲ ϲυναιρεθέντα. τὸ δὲ νειόϲ ἐπὶ τῆϲ ἀνανεουμένηϲ γῆϲ οὐκ ἀρϲενικὸν καὶ μονογενέϲ.
---Τὰ εἰϲ ο̅ϲ̅ διϲύλλαβα κύρια πρδπεριϲπἅται, Βεῦοϲ ποταμὸϲ λαενα τῷ ῖ μακρῷ ἀρχόμενα ῖοϲ καὶ Πῖοὲ ὄνομα κύιϲ. ὀγδόῃ (c. 5) « Χῖοι καὶ ϲ». καὶ Ηρόδοτοϲ πρώτῃ αλέγονται . τὸ ι μακρὸν καὶ τοῦ θέτι « πάντα 07). τὸ δὲ πρωτότυπον Γρῖοϲ, φθῖο ἥρωϲ καὶ νται καὶ Φθῖέϲ Φλῖοϲ ὁ τὰ τὴν γραφήν , τινὲϲ μὲν ϲ ἐι διφθόγγου. τὸ κριόϲ ιϲ τρίχαϲ ϲεϲημείωται ὀξυτεριϲπῶϲι πρὸϲ διαϲτολὴν κύριον ὀξύνει. γράφεται δὲ διὰ τοῦ ι τῷ κανόνι τῶν διὰ τοῦ ιοϲ διϲυλλάβων ἀρϲενικῶν διὰ .τοῦ γραφομένων. τὸ δὲ ἰόϲ ἐπὶ τοῦ βέλουϲ ἀπὸ φωνήεντοϲ ἄρχεται.
Τὰ εἰϲ oϲ διϲόλλαβα τὸ δίχ καὶ Ϲάοϲ ἡ τῶν Ϲαΐων νῆϲοϲ. οἰκηϲάντων, ἔϲτι καὶ Λυδίαϲ. ἱερέωϲ τὸ γένοϲ Μιληϲίου, ὡϲ φηϲι κτιϲτὴν τῆϲ πόλεωϲ γενέϲΘ ἐκ τοῦ τιμᾶν τὸν Δία Πον πρὸϲ Παφλαγονίαϲ περίπλῳ ἀπὸ ψύ. μὸν Βιλλαῖον ϲτάδιοι ?? καί «ϲ λμν καὶ ποταμὸν Βιλλαῖον ϲτάδ Του εἰϲ Ἄμαϲτριν ϲτάδιοι ϲκ′ . τέρωϲ καὶ τριϲυλλάβωϲ τὸ Τειό τῶν Ἰώνων, ἔχουϲα καὶ πόλιν κατὰ Ἐρυθράϲ, ἐν δὲ πόλιϲ Χίοϲ χιόνοϲ τῆϲ ἐκεῖ γενομένῃϲ πολλῆ ἑτρα πόλιϲ ἰαρίαϲ Χίοϲ κατὰ Τ γ ἐν Εὐβοίᾳ. Γίοϲ ποταμὸϲ κϲ ὄροϲ, ἴοϲ ὁ μόνοϲ, βίοϲ ἡ ζω μνιόϲ ὁ ἁπαλόϲ παρ’ Εξὐφορίωνι.
Τὰ διὰ τοῦ υοϲ διϲύλλαβα ἀρϲενικὰ βαρύνεται, Δρῦοϲ ὄνομα κύριον υἱὸϲ Αἰγύπτου καὶ Φλῦοϲ. ϲεϲημείωται ὁ πυόϲ ὀξυτόνωϲ καὶ ἀρϲενικῶϲ. τὸ δὲ νυόϲ ἡ νύμφη θηλυκὸν ὀξύνεται.
Τὰ διὰ τοῦ οοϲ καὶ ἐοϲ διϲύλλαβα ἀπὸ ϲυμφώνου ἀρχόμενα καὶ μὴ μόνου τοῦ θ βαρύνεται, νόοϲ, γόοϲ, ῥόοϲ, πλόοϲ, θρόοϲ, φλόοϲ, κόοϲ, ὃ λέγεται καὶ κῶοϲ, καὶ Κόoϲ ὄνομα τόπου, χνόοϲ, ψ λέοϲ, Κέοϲ, Τέοϲ, πλέοϲ, νέοϲ, διὸ καὶ τὸ ζόοϲ παρ’ Ἐπιχάρμῳ οἱ πλείουϲ ἐβάρυναν κτρὶϲ ἀπεδόθη ζόοϲ». ὁμοίωϲ καὶ τὸ ϲόοϲ τὸ κύριον καὶ τὸ προϲηγορικόν, ὅπερ ἡ ϲυνήθεια διὰ τοῦ ω γράφει, τινὲϲ δὲ καὶ ϲὺν τῷ ι. τὸ δὲ ἑόϲ ὀξύνεται, ἀπὸ φωνήεντοϲ γάρ. καὶ τὸ θοόϲ καὶ θεόϲ ὡϲ ἀπὸ τοῦ θ μόνου.
Τὰ εἰϲ ωοϲ μετὰ προϲτεγραμμένου ῑ διϲύλλαβα προπεριϲπᾶται, Κῷοϲ ὁ πολίτηϲ τθϲ Κῶ, ϲῷοϲ, ὃ διὰ τοῦ ῑ γράφεϲθαί φηϲι Δίουμοϲ, ἡ δὲ παράδοϲιϲ ἄνευ τοῦ ι οἶδε, Λῷοϲ, Πτῷοϲ Ἀκραιφέωϲ καὶ Εξίππηϲ. τὸ δὲ κλῳόϲ, ἀπὸ τοῦ κλοιόϲ ὀξύνεται,·καὶ ἔτι τὸ ζῳόϲ καὶ τὸ Τρψόϲ.
Τὰ εἰϲ ὕιοζ ϲπάνια ὄντα ὀξύνεται, υἱόϲ καὶ γυιόϲ. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ῖ γράφουϲιν.
Τὰ εἰϲ οϲ τριϲύλλαβα ἁπλᾶ τῷ α μόνῳ παραληγόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλουϲ φύϲει ἢ θέϲει μακρὰ εἶη ἢ κατὰ διάϲταϲιν ϲύμ ψωνον ἔχοι, ἀγλαόϲ, ἀλαόϲ παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι· ἀλαόϲ ὁ περιπλανώμενοϲ. Ϲέλευκοϲ δὲ παρὰ τὸ ἀλάϲαι, 5 ϲημαίνει τὸ ἐλαττοῦμαι ἵν’ ἦ τὸ ἐλαττωθεὶϲ τοὺϲ ὀφθαλμούϲ. ἄλλοι δὲ ὁ τυφλὸϲ καὶ ἐϲτερημένοϲ τοῦ λάειν ἤτοι βλέπειν. Ἀρίϲταρχοϲ τὸ παρὰ τῷ ποιητῇ «ἀϲπαίροντα λάων » (Od. τ 229) οὕτωϲ ἐξηγεῖται ἀντὶ τοῦ βλέπειν. κεραόϲ, ταναόϲ. Δαναόϲ ὁ πολίτηϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ. Κραναόϲ, ἀφ’ οὐ ἡ Ἄττικὴ ἐκαλεῖτο Γραναή. Μαλαόϲ, ὅϲ ἔκτιϲε Τῆμνον πόλιν τῆϲ Αἰολίδοϲ. τὸ δὲ ἵλαοϲ καὶ ΠΓταοϲ Φρὺξ Μίδου φίλοϲ τὴν τρίτην ἀπὸ τέλουϲ μακρὰν ἔχει. τὸ δὲ --- ϲύμφωνον κατὰ διάϲταϲιν ἔχει. τὸ δὲ γόαοϲ ἐκ τοῦ γόηϲ γέγονε. Τὸ δὲ θ Θήβαοϲ, ἄρχαοϲ, Ἀλκαοϲ, πάλαοϲ, Ἀλχαοϲ κατ’ ἔνδειαν τοῦ ῑ γινόμενα Αἰολικά εἰϲιν.
---Τὰ εἰϲ αοϲ ὑπερτριϲύλλαβα προπαροξύνεται οἷον Ἀλμφιάραοϲ, Μενέλαὸϲ· ἔϲτι καὶ πόλιϲ Αἰγύπτου· Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 803). Οἰνόμαοϲ υἱὸϲ Ἁρπίνηϲ τῆϲ Ἀϲωποῦ καὶ Ἄρεοϲ.
Τὰ διὰ τοῦ λεοϲ τριϲύλλαβα ἁπλὰ ὀξύνεται, μὴ ὄντα κτητικὰ ἢ διαφόρωϲ τονούμενα πρὸϲ διάφορον ϲημαϲίαν, εἰλεόϲ ἡ κατάδυϲιϲ καὶ ἡ νόϲοϲ καὶ ἡ μαγειρικὴ τράπεζα, φωλεόϲ, κολεόϲ, Μαλεόϲ, γαλεόϲ ὁ ἀϲκαλαβώτηϲ. Φιλύλλιοϲ Αἰγεῖ « ὁ πάπποϲ ἦν μοι γαλεὸϲ ἀϲτερίαϲ» καὶ Ἄρχιπποϲ Ἰχθύϲιν «ἔτι λέγειϲ ϲύ, μάντειϲ εἰϲὶ γὰρ θαλάττιοι; γαλεοί γε πάντων μάντεων ϲοφώτατοι ». ἀλεόϲ καὶ Ἀλεόϲ ὁ πολίτηϲ Ἀλέαϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ, παλεόϲ. Κελεόϲ, Πελεόϲ, Ἐλεόϲ δὲ τὸ κύριον καὶ ἐπίθετον, ἔλεοϲ δὲ τὸ προϲηγορικόν. τὸ δὲ μέλεοϲ ϲύνθετόν ἐϲτι. τὸ δὲ τέλεοϲ καὶ κήλεοϲ κατὰ πάθοϲ ἀπὸ τέλειοϲ καὶ κήλειοϲ κτητικά.
---Τὰ εἰϲ νεοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται , ἐνεόϲ, Φενεόϲ ἥρωϲ καὶ πόλιϲ Ἀρκαδίαϲ· « οἳ Φενεόν τ’ ἐνέμοντο καὶ Ὀρχομενόν« (B 605). λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ. κενεόϲ, ἀφνεόϲ, Ἐξλινεόϲ ὄνομα ἔθνουϲ. Ἐρινεόϲ πόλιϲ Δωριέων ὑπὸ τὸν Παρναϲϲόν. λέγεται καὶ Ἐρινειόϲ. ἔϲτι καὶ Θετταλίαϲ ἄλλη καὶ Ἀχαῖαϲ. τὸ δὲ λαῖνεοϲ καὶ ἐλαῖνεοϲ κατὰ πλεοναϲμὸν τοῦ ε ἐκ τοῦ λάϊνοϲ καὶ ἐλάϊνοϲ. τὸ δὲ κυάνεοϲ κτητικὸν ἀποβολὴν ἔπαθε τοῦ ῑ ἀπὸ τοῦ κυάνειοϲ γεγονόϲ.
---Τὰ εἰϲ οϲ λήγοντα ὀνόματα παρὰ ῥῆμα γινόμενα καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεϲθαι θέλει, φωλεύω, φωλεόϲ, ὀχεύω ὀχεόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ο ὀ ϲχεόϲ. καὶ παρὰ ϲωρεύω δὲ ὁ ϲωρεόϲ. τὸ δὲ ϲωρόϲ κατὰ ϲυγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεόϲ ἔϲται και’ ὀξεῖαν τάϲιν « ὁ δ’ἐκ λοχεοῖο πάϊϲ» (Hesiod. theog. 178). ἀλλ’ οὖν γε βαρυτόνωϲ οἱ πλείουϲ ἀνέγνωϲαν πλεοναϲμὸν ἐκδεξάμενοι τοῦ ε, ὥϲτε παρὰ τὴν λόχου γενικὴν «νἐκ λόχου ἀμπήδηϲε» (ll. Λ 379) λόχοιο γενέϲθαι καὶ λόχεοιο. παρὰ κηδεύω δὲ κηδεόϲ, κελεύω Κελεόϲ ὄνομα κύριον. ὠρεύω Ὠρεόϲ πόλιϲ Εξὐβοίαϲ. τούτοιϲ ἀκόλουθον καὶ τὸ θυρεόϲ μὴ παρὰ ῥῆμα γενόμενον.
Τὰ εἰϲ τὲῶζ παροξύνεται, εἰ μὴ ἐκ πλεοναϲμοῦ ἔχοι τὸ ε ἢ κτητικὰ εἴη, ῥητέοϲ, πρακτέοϲ, ἀθροιϲτέοϲ, μέμπτέοϲ, γραπτέοϲ, λαλητέοϲ, νοητέοϲ, ποιητέοϲ, γνωϲτέοϲ. τὸ δὲ ἐτεόϲ ὀξύνεται. ἀπὸ γὰρ τοῦ ἐτόϲ ὀξυτόνου, ὃ ϲημαίνει τὴν ὕπαρξιν , ἐξ οὐ τὸ ἀληθέϲ, ἐν πλεοναϲμῷ τοῦ ῑ γέγονεν ἐτεόϲ ὀξείᾳ τάϲει. ἐπὶ γὰρ τῶν εἰϲ οϲ ὀνομάτων ὁ πλεοναϲμὸϲ τοῦ ἐ φυλάϲϲει τὴν ἐπὶ τέλουϲ ὀξεῖαν, κενόϲ κενεόϲ, ἀδελφόϲ ἀδελφεόϲ, δαφοινόϲ δαφοινεόϲ. τὸ δὲ δρακόντεοϲ, γερόντεοϲ κτητικά ἐϲτι.
Τὰ διὰ τοῦ αλεοϲ παραγωγὰ ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ ἐϲτι καὶ παροξύνεται, χωρὶϲ εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ῑ ἀπὸ κτητικοῦ ὀνόματοϲ οἷον ηφαλέοϲ, αὐαλέοϲ, ϲμερδαλέοϲ, θαρϲαλέοϲ, ϲκωπταλέοϲ, δειμαλέοϲ, κερδαλέοϲ, φρικαλέοϲ, ἀργαλέοϲ, φοιταλέοϲ, γηραλέοϲ, λευγαλέοϲ, ὀπταλέοϲ, ἰκμαλέοϲ, ῥωμαλέοϲ, ῥωγαλἐοϲ, καρφαλέοϲ, ὰρπαλέοϲ. πρόϲκειται κεἰ μὴ ἔχῃ ἔνδειαν τοῦ ῑ ἀπὸ κτητικοῦ ὀνόματοϲ» διὰ τὸ δαιδάλειοϲ δαιδάλεοϲ, ἔνθὲν αἰτιατικὴ κδαιδάλεον θώρηκα » παρὰ τῷ ποιητῇ (Θ 19), κονιϲάλειοϲ κονιϲάλεοϲ παρὰ Ἀλντιμάχῳ *τὼ δ’ αὐτ’ ἀμφὶ κονιϲάλεον πεπονήατο δίφρον ». ὅϲα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατ’ ἔνδειαν τοῦ ῑ, καὶ προπαροξύνονται, Ἀλγαμέμνεοϲ, Ἑκτόρεοϲ, Νεϲτόρεοϲ, τέλεοϲ, χάλκεοϲ, χρύϲεοϲ, τέγεοϲ, κήλεοϲ. Ππερβόρεοι, ἔθνοϲ, ὃ Ἑλλάνικοϲ περβόρειοι γράφει διὰ διφθόγγου. Πρώταρχοϲ τὰϲ Ἄλπειϲ Ῥιπαῖα ὄρη οὕτω προϲηγορεῖϲθαι καὶ τούϲ ὑπὲρ τὰ Ἄλπεια ὄρη κατοικοῦνταϲ πάνταϲ Ὑπερβορέουϲ ὠνομάϲθαι. Δαμάϲτηϲ δ’ ἐν τῷ περὶ ἐθνῶν, ἄνω τῶν Ϲκυθῶν Ἰϲϲηδόναϲ οἰκεῖν , τούτων δ’ ἀνωτέρω Ἀριμαϲπούϲ, ἄνω δ’ Ἀριμαϲπῶν τὰ Ῥιπαῖα ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέουϲ καθήκειν εἰϲ τὴν ἑτέραν θάλαϲϲαν. Καλλίμαχοϲ δὲ τοὺϲ αὐτούϲ φηϲι εἶναι τοῖϲ Ἀλριμαϲποῖϲ.
Τὰ εἰϲ οϲ λήγοντα καθαρὰ ἁπλᾶ ὑπὲρ δύο ϲυλλαβὰϲ κατὰ τὴν κοινὴν διάλεκτον τῷ η παραληγόμενα οὐκ ἔϲτιν εὑρεῖν εἰ μὴ τὸ αἰζηόϲ ὀξυνόμενον. καὶ τοῦτο ἐκ πάθουϲ ἔχει τὸ η. παρὰ γὰρ τὸ ἀεὶ καὶ ζέω ὁ ἀεὶ ζέων καὶ ἀκμάζων κατὰ τὴν ἡλικίαν γίνεται αἰζεόϲ καὶ κατ’ ἐπαύξηϲιν τοῦ ἐ εἰϲ η αἰζηόϲ. Ἀπολλώνιοϲ μὲν ὁ τοῦ Ἀρχιβίου ϲὺν τῷ ῑ οἶδεν αὐτό, λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊοϲ. ἀλλ’ εἰ ἦν ἀπὸ τοῦ αἰζήϊοϲ, οὐκ ὤὑφειλεν ὀξύνεϲθαι, ἀλλὰ προπεριϲπᾶϲθαι. ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται οἷον Ἀχελώϊοϲ Ἀχελῷοϲ, ὑπερώἱον ὑπερῷον. καὶ δῆλον ὅτι ὥϲπερ ἀπὸ τοῦ Αἰτωλόϲ γίνεται Αἰτώλιοϲ κατὰ παραγωγὴν τοῦ αὐτοῦ ϲημαινομένου φυλαττομένου καὶ ἀπὸ τοῦ κάπροϲ κάπριοϲ, οὕτω καὶ ἀπὸ τοῦ αἰζηόϲ αἰζήἱοϲ. πρόϲκειται κατὰ τὴν κοινὴν διάλεκτον· τὸ γὰρ ἀρχῆοϲ καὶ Ἀχηόϲ καὶ παληόϲ Βοιώτιά εἰϲι καὶ κατὰ τροπὴν τῆϲ αι διφθόγγου ἐγένετο καὶ προπεριϲπᾶται καὶ ὀξύνεται. τὸ δὲ ὄρηοϲ καὶ Λύκηοϲ Λακωνικά εἰϲι καὶ προπαροξύνεται καὶ αὐτὰ κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ ἡ γεγονότα. πρόϲκειται ἁπλᾶ διὰ τὸ ε ὔνηοϲ καὶ Ἐχένηοϲ καὶ πολύνηοϲ ϲύνθετα προπαροξυνόμενα. παρὰ γὰρ τὸ ναῦϲ νηόϲ ϲυνετέθη. τὸ δὲ πηόϲ καὶ αὐτὸ ἐκ πάθουϲ διϲύλλαβον.
Τὰ διὰ τοῦ διοϲ προπαροξύνεται, εἰ μὴ τριϲύλλαβα ὄντα τριβράχεα εὺρεθῶϲι καὶ παροξύτονα πρὸϲ διαϲτολὴν κυρίων καὶ ἐπιθέτων, ὥϲπερ ἔχει τὸ Ῥο δίοϲ «Κάρηϲόϲ τε Ῥοδίοϲ τε » (M 20) καὶ Ϲχεδίοϲ « Ϲχεδίον δ’ ἕλε Λήϊτοϲ ἥρωϲ 2 (Ζ 35, 0 515) καὶ Ὁδίοϲ. Τὰ δὲ προπαροξύτονα ταῦτα, ἴδιοϲ, ἀΐδιοϲ, μαψίδιοϲ, παυρίδιοϲ, ἁρμόὄιοϲ, νυμφίδιοϲ, ψωρίδιοϲ, ἐπιμαϲτίδιοϲ, ῥηῖδιοϲ, θνηθάδιοϲ, κρυπτάδιοϲ, Μυϲάδιοϲ, Ὑϲϲά διοϲ, μινυνθάδιοϲ, τυμβίδιοϲ, Ἀρκά διοϲ, ὠμίδιοϲ καὶ ἐπωμίδιοϲ, Ἐξάδιοϲ, Μνίδιοϲ, Ἐχινάδιοϲ, Ἐπιλευκάδιοϲ τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλιϲ μετὰ Ἀκαρνανίαν· Ἑκαταῖοϲ Εὐρώπῃ. Ἀράδιοϲ, Τενέδιοϲ, Λεβέδιοϲ, ψωφίδιοϲ· Ἑκαταῖοϲ γενεαλογιῶν δευτέρῳ «κάπροϲ ἦν ἐν τῷ ὄρεῖ καὶ ψωφιδίουϲ κακὰ πολλὰ ἔοργεν ». Αὐλίδιοϲ, Δαυλίδιοϲ, ΒΘουλίδιοϲ, Ἠλίδιοϲ, ίιμνίδιοϲ, υχνίδιοϲ, Ἀϲπαλαθίδιοϲ, Ἀλγίδιοϲ, Ἰϲίνδιοϲ, Ϲιϲίνδιοϲ, Ἀλαρόδιοϲ ἔθνοϲ περὶ τὸν Πόντον ὡϲ ρόδοτόϲ φηϲιν (3, 24. 7, 79). ϲεϲημείωται τὸ ἐρῳδιόϲ ὀξυνόμενον. ἐξηκολούθηϲε δὲ τοῖϲ ἐπὶ ὀρνέων. τὰ γὰρ εἰϲ οϲ καθαρὰ τῷ παραληγόμενα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἐπὶ ὀρνέων ὀξύνονται, αἰγυπιόϲ, χαραδριόϲ, βομβυλιόϲ. οὕτω καὶ ἐρῳδιόϲ. λέγεται καὶ ῥῳδιόϲ παρὰ Ἱππώνακτι εκνεφαῖοϲ ἐλθὼν ῥῳδιῷ (?) κατηυλίϲθην ». καὶ ὡϲ μὲν πρὸϲ τὴν ϲυνήθειάν ἐϲτιν ἀφαίρεϲιϲ, ὡϲ δὲ πρὸϲ τὸν ϲχηματιϲμὸν ἐντελέϲ. ὥϲπερ γὰρ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιοϲ τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιοϲ καὶ πλεοναϲμῷ τοῦ ἔ καὶ ἐκτάϲει τοῦ ο εἰϲ ω ἐρῳδιόϲ καὶ μένει τὸ προϲγεγραμμένον.
Τὰ εἰϲ ωνιοϲ προπαροξύνονται, Γιθαιρώνιοϲ, Καραθώνιοϲ, Ἀπολλώνιοϲ, Ἑλικώνιοϲ, ἐναγώνιοϲ, Ἀλμώνιοϲ, αἰώνιοϲ, Πλευρώνιοϲ, Ϲιδώνιοϲ, ὃ κατὰ ϲυϲτολὴν εἶπεν ὁ ποιητὴϲ « Ϲιδονίων βαϲιλεύϲ » (Od. δ 618), λαβρώνιοϲ εἶδοϲ ἐκπώματοϲ, Τροφώνιοϲ. Κυρτώνιοϲ πόλιϲ Ἰταλίαϲ. Πολύβιοϲ τρίτῳ. Ϲιρβώνιοϲ, Ἀργανθώνιοϲ, Ἀβυδώνιοϲ, Ἀγκώνιοϲ, Ἀντρώνιοϲ ὄνοϲ ἡ παροιμία, Βαβυλώνιοϲ, Αἰϲ ώνιοϲ, Ἀλαβώνιοϲ, Κολοφώνιοϲ, Ἀιμώνιοϲ, Ἀλμυδώνιοϲ, Αὐλώνιοϲ, Ϲικυώνιοϲ, Γαλυδώνιοϲ, Γαυλώνιοϲ, Κραν νώνιοϲ καὶ τὰ ὅμοια.
Τὰ εἰϲ νιοϲ καθόλου ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Ἐλευϲίνιοϲ, Ϲαλαμίνιοϲ, Τιτάνιοϲ, Γερήνιοϲ, Ἑλλήνιοϲ, Τροιζήνιοϲ, παρθένιοϲ. καὶ Παρθένιοϲ ποταμὸϲ ἐν μέϲῳ τῆϲ Ἀμαϲτρια νῶν πόλεωϲ ῥέων. ἐκλήθη δὲ ἐκ τοῦ ϲυνεχῶϲ περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδεϲ τοῦ ῥεύματοϲ « ὡε—ἀκαλὰ προρέων, ὡϲ ἁβρὴ παρθένοϲ εἶϲιν ». τινὲϲ ὅτι ἐν αὐτῷ ἔπεϲεν παρΘένοϲ παλαιοῦ τινοϲ βαϲιλέωϲ θυγάτηρ· καὶ τὴν μὲν τελευτῆϲαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺϲ προϲχώρουϲ θέϲθαι ἐπὶ τῷ πάθει τῆϲ παρθένου. ἔϲτι καὶ ἀκρωτήριον πληϲίον Ἡρακλείαϲ, οὗ μέμνηται Ἀρτεμίδωροϲ ἐν ἕκτῳ γεωγραφουμένων. πυθμένιοϲ, Λυκαόνιοϲ, Μακεδόνιοϲ, δαιμόνιοϲ, Ϲαρπηδόνιοϲ, Ζηράνιοϲ ἔθνοϲ Θράκηϲ. Θεόπομποϲ εἰκοϲτῷ πέμπτῳ. Ἀϲκάνιοϲ ποταμόϲ. εὐφορίων Χιλιάϲι « καὶ ψίλιν Ἀϲκάνιόν τε Καυαίθοιο ». Βαρκάνιοϲ ἔθνοϲ τοῖϲ Ὑρκανοῖϲ ὅμορον. Τραυχένιοϲ ἔθνοϲ περὶ τὸν πόντον τὸν εὔξεινον ὅμορον Ϲίνδοιε. Τυρμένιοϲ Ϲκυθικὸν ἔθνοϲ ναυτικώτατον. ἑρμηνεύονται δὲ φυγάδεϲ. ὠγένιοϲ ὁ ἀρχαῖοϲ. Παρθένιοϲ ὁ ικαεύϲ Δήλῳ «ϲὺν τῇ ἐγὼ Τιηθύν τε καὶ ὠγενίηϲ Ϲτυγὸϲ ὕδωρ ». Ὀλβυϲίνιοϲ νιοϲ ἔθνοϲ. Χαόνιοϲ, Χαλκηδόνιοϲ. Βεληδόνιοϲ ἔθνοϲ παρ’ Ὠκεανῷ. Παρθένιοϲ ἐν Δήλῳ οὐδ’ ἐπὶ τηλίϲτων ἄκρα Βεληδονίων ». Βιϲτόνιοϲ, ὅπερ καὶ ἐκτέταται ποιητικῶϲ Βιϲτώνιοϲ. Χελιδόνιοϲ ἔθνοϲ Ἰλλυρικόν· Ἑκαταῖοϲ γξὐρώπῃ «Ϲεϲαρηθίων πρὸϲ βορέω οἰκέουϲι Χελιδόνιοι . Ἑρκύνιοϲ. Ἀλέξανδροϲ ὐρώπῃ. τὸ δὲ Κλονίοϲ παροξύνεται ὡϲ κύριον καὶ τριϲύλλαβον ὄν , τὸ δὲ Ἄνιοϲ καὶ Κρόνιοϲ καὶ Ξἐνιοϲ προπαροξύνεται. τὸ δὲ Μήνιόϲ ὄνομα ποταμοῦ ὀξύνεται. καὶ τὸ μονιόϲ ὀξύνεται τριϲύλλαβον , εἰ δὲ τὸ ῡ πλεονάϲῃ, προπαροξύνεται. μούνιοϲ γάρ.
Ὅϲα ἀπὸ τῶν εἰϲ ξ ἢ ψ ἢ ρ γίνεται διὰ τοῦ ῑ βραχεοϲ, προπαροξύνεται, εἰ μὴ ἐπὶ κυρίου διαϲτολή τιϲ γένηται ἐν τριϲυλλάβοιϲ τριβράχεϲιν ὥϲπερ ἔχει τὸ Φρυγίοϲ καὶ Φλογίοϲ. καὶ προπαροξύνεται δὲ ταῦτα· Θρηΐκιοϲ· λέγεται καὶ διὰ μακροῦ τοῦ ῑ «ἀνέρα δὲ Τροίη Θρηῖκιον οὔτι φορήϲει ». Κιλίκιοϲ, Φαιάκιοϲ, Nαρύκιοϲ, Nυράκιὸϲ, Νωράκιοϲ, Κοράκιοϲ, Φοινίκιοϲ, Ζαρήκιοϲ, Ἀτράκιοϲ, Ῥάγιοϲ, Μηνίγγιοϲ, Ἀράβιοϲ, Κινύφιοϲ, Αἰγιλίπιοϲ, Αἰθιόπιοϲ. Εὐριπίδηϲ Ἐρεχθεῖ Αἰθιοπίαν νιν ἐξέϲωϲ’ ἐπὶ χθόνα ». μακάριοϲ, ϲωτήριοϲ, ἀέριοϲ, αἰθέριοϲ. τὸ δὲ Ἰλλυριόϲ οὐκ ἀντίκειται. οὐ γὰρ τὸ Ἰλλυριόϲ παρὰ τὸ Ἴλλυρ.
Τὰ διὰ τοῦ ιοϲ ἐθνικὰ ἢ τοπικὰ προπαροξύνονται, Ῥόδιοϲ, Ϲάμιοϲ, Κύπριοϲ, Αἰγύπ τιοϲ, Δήλιοϲ, Ἀψίν θιοϲ, Πύλιοϲ, οὐ ράνιοϲ, θάλαϲϲιοϲ, ἐντόπιοϲ, ἐκτόπιοϲ, ἐνδάπιοϲ, ἐγχ Κώριοϲ καὶ ἐπιχ ώριοϲ, τὸ χώριοϲ μὲν οὐ λέγεται , ἀλλὰ τὰ ϲύνθετα. τὸ ἐγχώριοϲ καὶ παρὰ Ϲοφοκλεῖ κεῖται (Oed. Col. 875). τὸ δὲ ἐπιχώριοϲ καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆϲ φηϲι Πλάτων (c. 1). ἐγκώμιοϲ. Ἡϲίοδοϲ «εἰ γάρ τοι καὶ χρῆμ’ ἐγκώμιον ἄλλο γένοιτο . Ἄβιοϲ ἔθνοϲ Ϲκυθικόν. μηρὸϲ (Ιl. Ν 6) «Γ λακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων ». Ἀλέξανδροϲ δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φηϲίν, ὡϲ Διόφαντοϲ εἶπεν, οὕτω λέγεϲθαι αὐτούϲ διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν. ἢ ὅτι βίῳ ἑδραίῳ οὐ χρῶνται οὕτω λέγονται, διὰ τὸ ἐφ’ ἁμαξῶν φέρεϲθαι. Δίδυμοϲ δὲ Θράκιον ἔθνοϲ φηϲίν. Αἰϲχύλοϲ δὲ Γαβίουϲ διὰ τοῦ γ ἐν λυομένῳ Προμηθεῖ
ὁμοίωϲ καὶ Φιλοϲτέφανόϲ φηϲι καὶ ἄλλοι. θίβιοϲ ἔθνοϲ πρὸϲ τῷ Πόντῳ βαϲκαντικὸν καὶ φθοροποιόν, ὡϲ Δίδυμοϲ ἐν δευτέρῳ ϲυμποϲιακῶν « θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷϲ ἂν πληϲιάζῃ. καὶ τὰ ϲώματα αὐτῶν εἰϲ θάλαϲϲαν ῥιφέντα οὐ καταδύουϲιν ». Εὔβιοϲ ἔθνοϲ Λιγυϲτικόν. Γάβιοι πόλιϲ Λατίνων καὶ ἐθνικόν, ὡϲ Διονύϲιοϲ ἐν τετάρτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Τάβιοι πόλιϲ Ἰταλίαϲ, ἐν ᾗ οἱ περὶ Ῥέμον ἐπαιδεύθηϲαν. καὶ τὸ ἐθνικὸν ὁμοίωϲ. Τολοϲτόβιοϲ ἔθνοϲ Γαλατῶν ἑϲπερίων μετοικηϲάντων ἐκ τῆϲ Κελτογαλατίαϲ εἰϲ Βιθυνίαν. Ἐρατοϲθένηϲ δ’ ἐν πρώτῳ Γαλατικῶν Τολιϲτοβωγίουϲ αὐτούϲ φηϲιν. Ἀράζιοϲ, Ϲαβάζιοϲ, Ἀκάνθιοϲ, ἀφ’ οὐ « Ἀκάνθιοϲ. τέττιξ» ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆϲ χώραϲ τέττιγεϲ, ὡϲ Ϲιμωνίδηϲ. Ϲαλάμιοϲ ἔθνοϲ Ἀράβων. ϲάλαμα δὲ ἡ εἰρήνη. ὠνομάϲθηϲαν δὲ ἀπὸ τοῦ ἔνϲπονδοι γενέϲθαι τοῖϲ Ναβαταίοιϲ. Κράνιοι πόλιϲ ἐν Κεφαλληνίᾳ τῇ νήϲῳ. Δανδάριοϲ ἔθνοϲ περὶ τὸν Καύκαϲον, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. Ϲαγγάριοϲ ἔθνοϲ τῆϲ κάτω Φρυγίαϲ ὁμωνύμωϲ τῷ ποταμῷ. Ψυκτήριοϲ τόποϲ ἐν Θράκῃ, ἀπὸ Ἡρακλέουϲ ἀναψύξαντοϲ τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖϲαι τὸν Ἀδραμύλην, καθώϲ φηϲιν Ἀπολλώνιοϲ ἐν Κνίδου κτίϲει. καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Βάντιοϲ ἔθνοϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ. Μαράφιοϲ ἔθνοϲ ἐν Περϲίδι ἀπὸ Μαραφίου βαϲιλέωϲ. Τηλέφιοϲ δῆμοϲ Λυκίαϲ. Μέναιχμοϲ γάρ φηϲιν ὅτι «ἀπὸ ἑπτὰ ϲταδίων Πατάρων Τηλέφου Κρήνη δείκνυται διὰ τὸ Τήλεφον ἀπονίψαϲθαι ἐκεῖ τὸ τραῦμα, θολερὰν δὲ εἶναι. ἔϲτι καὶ δῆμοϲ Τηλέφιοϲ ». Ὑπαιλόχιοι ἔθνοϲ Μολοϲϲικόν. Ῥιανὸϲ ἐν τετάρτῳ Θεϲϲαλικῶν. Αἰδήψιοϲ. Καλλίμαχοϲ Ἑκάλῃ « ἄρκιοϲ ἢ χείρεϲϲιν ἑλὼν Αἰδήψιον ἄορ». Λυκάψιοϲ, Γαλήψιοϲ. τὸ δὲ χαραδριόϲ ὀξύνεται καὶ θαλαμιόϲ ὁ κωπηλάτηϲ.
Τὰ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιοϲ προπαροξύνεται ϲυνεϲταλμένου τοῦ ῑ, εἰ μὴ τριβράχεα ἐπὶ κυρίων εἴη, πολέμιοϲ, ποτάμιοϲ καὶ παρα ποτάμιοϲ ὡϲ Παρακηφίϲιοϲ καὶ προϲωκεάνιοϲ. Διονύϲιοϲ ὁ Ἁλικαρναεϲεὺϲ ἐν τῇ ιθ′ τῆϲ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ « Λιβύην χειρωϲαμένοϲ μέχρι καὶ τῶν παρωκεανίων. ἐθνῶν ». παρηγμένα ἐκ δύο εἰϲ ἕν. μίϲθιοϲ, ῥύθμιοϲ, φίλιοϲ, ξένιοϲ, δήμιοϲ. Κλυτίοϲ δὲ τὸ κύριον παροξύνεται.
Τὰ διὰ τοῦ ϲιοϲ καὶ τιοϲ προπαροξύνονται, εἰ μὴ κύρια εἴη καὶ τριβράχεα, ἀϲπάϲιοϲ, πρυμν ήϲιοϲ. Ταυλάντιοϲ Ἰλλυρικὸν ἔθνοϲ. Εὐφορίων δὲ μετὰ τοῦ ν Ταυλαντίνουϲ αὐτούϲ φηϲι. θαλάττιοϲ, διπλάϲιοϲ, Ταράϲιοϲ, ἀμβρόϲιοϲ, ἱκέϲιοϲ, ἀνάρϲιοϲ, Ἐφέϲιοϲ. εὕρηται καὶ Ἐφέϲεια διὰ διφθόγγου· οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Ϲοφοκλῆϲ. Ϲυρακόϲιοϲ διὰ δύο ϲϲ καὶ διὰ τοῦ ο, δημόϲιοϲ, διαπρύϲιοϲ, διακόϲιοι, τριακόϲιοι, πεν τακόϲιοι, Ὑπάτιοϲ, Εὐϲτράτιοϲ, Ἀέτιοϲ, Φιλοίτιοϲ, Μενοίτιοϲ, ὑϲτάτιοϲ, ὁϲϲάτιοϲ, τιοϲ, Μελέτιοϲ, Ἀχερόντιοϲ, Ἀθανάϲιοϲ, Θριάϲιοϲ, Τιθράϲιοϲ, Ἀναγυράϲιοϲ ἀπὸ Ἀναγυροῦντοϲ δήμου. ἐζήτηται δὲ πῶϲ ἔχει τὸ α, ἔδει γὰρ ὡϲ Ῥαμνούϲιοϲ. ἀλλ’ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδῶν τῇ ϲυντάξει τοῦ α. Ἄϲιοϲ ὁ Ζεὺϲ παρὰ Ἄϲον πολίχνιον Κρήτηϲ. Αὐγάϲιοϲ ἔθνοϲ Μαϲϲαγετῶν. Ϲτράβων ἑνδεκάτῃ (p. 513). Βουπράϲιοϲ. θαυμάϲιοϲ καὶ Θαυμάϲιοϲ ἔθνοϲ Ἀρκαδίαϲ. Θηράϲιοϲ, θάϲιοϲ, Ἰάϲιοϲ, Ἰμβράϲιοϲ, Καυκάϲιοϲ, Κορυφάϲιοϲ, Κραβάϲιοϲ, Νικάϲιοϲ τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάϲιοϲ, Ὀρεϲτάϲιοϲ, Παρράϲιοϲ, Πτελεάϲιοϲ, Ταμάϲιοϲ, Φυλάϲιοϲ, Φλιάϲιοϲ· ϲιοϲ· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦϲιν, ἐν ᾧ τοὺϲ τῆϲ γῆϲ καρπούϲ ἀκμάζειν ϲυμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆϲ Φλιοῦντοϲ Φλιούϲιοϲ, πλεοναϲμῷ δὲ τοῦ α Φλιάϲιοϲ. Γέϲιοϲ κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραιϲ Ἀραβίαϲ. ἔοικε δὲ Γεήϲιοϲ προϋπάρχειν ὡϲ τὸ Ἰθακήϲιοϲ καὶ κατὰ ϲυγκοπὴν Γέϲιοϲ. Ἐρέϲιοϲ, Ἀκακήϲιοϲ, Ἀκελήϲιοϲ, ὡϲ Μενδήϲιοϲ, Ἀκυλήϲιοϲ. Ἀλήϲιοϲ κοὐ γὰρ Ἀλήϲιοί ἐϲτε » Εὐφορίων. φορίων. Ἁλονν ήϲιοϲ, Προκοννήϲιοϲ, Ἁλων ήϲιοϲ, Χερϲονήϲιοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «Ἀψινθίοιϲι πρὸϲ μεϲημβρίην ὁμορέουϲι Χερϲονήϲιοι», οὖ τὸ θηλυκὸν Εὐριπίδηϲ «ὃϲ τὴν ἀρίϲτην Χερϲονηϲίαν πλάκα » (Hac. 8). Φαγρήϲιοϲ, Ἀρήϲιοϲ, Βερήϲιοϲ, Ἀδρυμήϲιοϲ, ϲιοϲ, Γαλλήϲιοϲ, Ἑλικήϲιοϲ. Εὐθρήϲιοι πόλιϲ Ἀρκαδίαϲ καὶ οὐκ ἐθνικόν. Ἰθακήϲιοϲ, Καρπήϲιοϲ ἔθνοϲ Ἰβηρικόν. Κορήϲιοϲ, Κρεμήϲιοϲ, Κρή ϲιοϲ, Κυνήϲιοϲ, Λιθήϲιοϲ ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προϲιδρυμένοϲ ἐκεῖ. Ῥιανὸϲ ἐν Ἰλιακῶν τρίτῳ. Μαραθήϲιοϲ, Μιλήϲιοϲ ὃ ϲεϲημείωται ἐν τοπικοῖϲ, ὅτι ἐτράπη τὸ i. Μυήϲιοϲ, Μυκαλήϲιοϲ, Γεδεήϲιοϲ, Πολυήϲιοι πόλιϲ καὶ οἱ πολῖται ὡϲ Λοκροί Δελφοί. Ποτιολήϲιοϲ, Πυδήϲιοϲ, Μαγνήϲιοϲ, Ϲαλήϲιοι ϲιοι μοῖρα Παιόνων. Ϲτρυμήϲιοϲ. Τιταρήϲιοϲ ποταμὸϲ Θεϲϲαλίαϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. χαρίϲιοϲ, Προβαλίϲιοϲ, Χαδίϲιοϲ, Χαλίϲιοϲ, Ἐπικηφίϲιοϲ, Ἀρτεμίϲιοϲ, Θεοδόϲιοϲ, Ὀλοβύϲιοϲ ἔθνοϲ περὶ Ἡρακλείων ϲτηλῶν. Νύϲιοϲ, Ἀμαρύϲιοϲ ὡϲ Τρικορύϲιοϲ. οὕτω γὰρ Παυϲανίαϲ ἐν πρώτῃ (31, 5). λέγεται καὶ Ἀμαρύνθιοϲ. Ἀμφρύϲιοϲ. Λυκόφρων «Ἀμφρυϲίων ϲκηπτοῦχον Εὐρυαμπίων» (ν. 900). Ἰαλύϲιοϲ, ἐτώϲιοϲ, Ῥώϲιοϲ, Ἀραχώϲιοϲ, Περκώϲιοϲ, Κριθώϲιοϲ, Γεδρ ὠϲιοϲ ἔθνοϲ Ἰνδικόν. Παίϲιοϲ, Nεμαύϲιοϲ, Ὀποείϲιοϲ, Ἀρκέϲιοϲ καὶ Ἀρκείϲιοϲ, Ϲιμοείϲιοϲ, Ἀγνοώϲιοϲ, Ῥαμνούϲιοϲ ἀπὸ τῆϲ γενικῆϲ προϲόδῳ τοῦ ῑ τοῦ τ οὐ φυλαϲϲομένου ὡϲ ἐν τῷ Ϲελινούντιοϲ, Ὀπούντιοϲ, Ἱεριχούντιοϲ, Τραπεζούντιοϲ, τρεπομένου δὲ εἰϲ ϲ καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἀλιμούϲιοϲ, Φηγούϲιοϲ, Ἀχερδούϲιοϲ, Ἀχραδούϲιοϲ Ἀριϲτοφάνηϲ Ἐκκληϲιαζούϲαιϲ (ν. 362) « νῦν μὲν γὰρ οὗτοϲ βεβαλάνωκε τὴν θύραν, ὅϲτιϲ πότ’ ἐϲτ’ ἄνθρωποϲ Ἀχραδούϲιοϲ «. Καλαθούϲιοϲ, Καρδούϲιοϲ, Λαμούϲιοϲ, Μαραθούϲιοϲ, Μαυρούϲιοϲ ἔθνοϲ μέγα Λιβίηϲ, ὃ καὶ Μαῦροι. Καδούϲιοϲ ἔθονϲ μεταξὺ τῆϲ Καϲπίαϲ θαλάϲϲηϲ καὶ τοῦ Πόντου. Ϲτράβων ἑνδεκάτ (p. 507). Βαργούϲιοϲ ἔθνοϲ δυτικὸν πρὸϲ τῷ Ἴβηρι ποταμῷ, Πολύβιοϲ ἐν τρίτῳ. Δηρούϲιοϲ ἔθνοϲ Περϲικόν. Ἡρόδοτοϲ α΄ (c. 125) « Πέρϲαι δ’ οἱ μὲν Πενθιάδαι οἱ δὲ Δηρούϲιοι οἱ δὲ Καρμάνιοι ». Φαρούϲιοϲ ἔθνοϲ Λιβυκόν. μέμνηται αὐτῶν Διονύϲιοϲ καὶ Ἀρτεμίδωροϲ. Ἀμαθούϲιοϲ. Αἰδούϲιοι ϲύμμαχοι Ῥωμαίων πρὸϲ τῇ Κελτικῇ Γαλατίᾳ, Ἀρτεμίδωροϲ ἐν χρονικῶν δ′. Ἁλικαρνάϲϲιοϲ, Παρνάϲϲιοϲ, Ποιηέϲϲιοϲ, Ἤϲϲιοϲ, Ἀγήϲϲιοϲ, Ἀϲϲήϲιοϲ, Καρδήϲϲιοϲ, Λυρνήϲϲιοϲ, Μαρπήϲϲιοϲ, Μερμήϲϲιοϲ, Μυκαλήϲϲιοϲ, Ϲαρδήϲϲιοϲ, Ϲαλμυδήϲϲιοϲ, Ταρτήϲϲιοϲ, Τελμήϲϲιοϲ, Τεγήϲϲιοϲ, Τυλήϲϲιοϲ. Λυκόφρων «ἄλλοι δὲ πρῶναϲ δυϲβάτουϲ Τυληϲϲίων » (V. 993). Βολίϲϲιοϲ, Μυρμίϲϲιοϲ, Μυγίϲϲιοϲ, Ἐλαιούϲιοϲ παρὰ τὸ Ἐλαιοῦϲϲα, Ἐλαιούϲιοϲ δὲ παρὰ τὸ Ἐλαιοῦϲ. Πιτυούϲϲιοϲ. Ἄκτιοϲ Αἰγεύϲ, ὡϲ Εὐφορίων Διονύϲῳ. Βυζάντιοϲ, Ἀκαμάντιοϲ, Ἀλλάντιοϲ, Παλλάντιοϲ, Ἀλυβάντιοϲ, Γλιϲάντιοϲ. Τευθράντιοϲ Εὐριπίδηϲ Λικυμνίῳ «Τευθράντιον δὲ ϲχῆμα Μυϲίαϲ χθονόϲ » ἀπὸ τῆϲ γενικῆϲ Τεύθραντοϲ, Τευθράνιοϲ δὲ ἀπὸ Πευθρανίαϲ ὡϲ ἀπὸ Παρραϲίαϲ Παρράϲιοϲ. Περγάντιοϲ, Προϲπ τάλτιοϲ, Ἁλιάρτιοϲ, Ϲαγάρτιοϲ, Αἰγ ύπτιοϲ, Κυπαριϲϲηέντιοϲ, Ϲυρέντιοϲ, Ϲίντιοϲ. Ϲκίρτιοϲ ἔθνοϲ Παιονίαϲ ὡϲ Φλέγων ἐν Ὀλυμπιάδων ιε′. Ἑλληϲπόντιοϲ, Εὐρυμεδόντιοϲ, Μεϲοπόντιοϲ ὁ Ἐρέϲιοϲ Ποϲειδῶν. οὕτω γὰρ ἐν Ἐρέϲῳ τιμᾶται, πόλει τῆϲ Λιβύηϲ. Καλλίμαχοϲ Αἰτίων α′. Ἀναφλύϲτιοϲ, Βυβάϲτιοϲ ὡϲ Ἔφοροϲ. Γεραίϲτιοϲ, Φαίϲτιοϲ, Βουβάϲτιοϲ παρὰ Θεοπόμπῳ. Ὀγχήϲτιοϲ, Τυφρήϲτιοϲ. Παρθένιοϲ Τυφρήϲτιον αἶποϲ ». Λιβύϲτιοϲ ὡϲ ἀπὸ τοῦ Λίβυϲτοϲ τοῦ ἀπὸ Λίβυοϲ ὄντοϲ κατὰ πλεοναϲμόν. Ϲήϲτιοϲ, Ἐλβέϲτιοϲ ἔθνοϲ Λιβύηϲ. Φίλιϲτοϲ η΄ «περὶ δὲ τοὺϲ Λίβυαϲ ---» Ἑκαταῖοϲ Εὐρώπῃ «Ἐλβέϲτιοι καὶ Μαϲτιηνοί». Βηρύτιοϲ, Ἀζώτιοϲ, Βούτιοϲ, Καρδύτιοϲ, Κορδύτιοϲ, Μιϲήτιοϲ, Βουθρώτιοϲ, Βοιώτιοϲ, Ϲτράτιοϲ, Μυτιϲτράτιοϲ, Μαδύτιοϲ, Ϲαββάτιοϲ, Ϲυβότιοϲ, Φοίτιοϲ υἱὸϲ Ἀλκμέωνοϲ τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡϲ Ἑλλάνικοϲ ἐν τοῖϲ Τρωϊκοῖϲ. Ἐλεύτιοϲ ἔθνοϲ τῆϲ Ἰαπυγίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Πευκέτιοϲ ἔθνοϲ περὶ τὸ Ἰόνιον πέλαγοϲ. Ἡρόδωροϲ δὲ καὶ Πευκετεῖϲ αὐτοὺϲ καλεῖ. Αἰπύτιοϲ «Αἰπύτιον παρὰ τύμβον» (ll. B 604). Ἀκύτιοϲ, Βρέττιοϲ, Βρούττιοϲ. τὸ δὲ πληϲίοϲ καὶ ἀντίοϲ ϲεϲημείωται. Ϲκοτίοϲ, Κυτίοϲ κύρια καὶ τριβράχεα καὶ τὸ Φραϲίοϲ.
Τὰ διὰ τοῦ ιοϲ καθαρὰ πρὸ τοῦ ῖ η ἢ ω ἔχοντα προπαροξύνονται. καὶ τὰ μὲν κατὰ διάλυϲιν ἀπὸ τῶν διὰ τοῦ ειοϲ καὶ ἔκταϲιν τοῦ ε εἰϲ τὸ ἡ γίνονται, νήϊοϲ, δή ϊοϲ ἐκ τοῦ δέϊοϲ, γήϊοε, Τήϊοϲ, ἀφ’ οὗ Πρωταγόραϲ ὁ Τήϊοϲ». Κήϊϲ, βαϲιλήϊοϲ, Ἰλιήϊοϲ, χαλκήϊοϲ, Ὀδυϲϲήϊοϲ, ἀρχήϊοϲ, Παταρήϊοϲ, Πυθήϊοϲ, Λρκήϊοϲ, Αἰολήϊοϲ, Μινυήϊοϲ, Τριχωνήϊοϲ, Ἁλήϊοϲ « Ἁλήϊον πεδίον ». τὰ δὲ ἀπὸ πλεοναϲμοῦ ἔχει τὸ η κατὰ τὴν τρίτην ϲυλλαβήν, πολεμήϊοϲ, ποιμνήϊοϲ, ταφήϊοϲ. τὸ δὲ Νυϲήϊον (ll. 133) ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Νύϲιον, πλεοναϲμὸϲ τοῦ η. εἰ δὲ παρὰ τὸ Νῦϲα, ὤφειλεν εἶναι Nύϲειον, ἀλλ’ ὥϲπερ παρὰ τὸ ἄρειον ἀρήϊον αὐξήϲει γέγονεν, οὕτωϲ Nυϲήϊον· ὥϲτε δύναται διαίρεϲιϲ εἶναι καὶ ἐπέκταϲιϲ, ἀλλ’ οὐ πλεοναϲμόϲ. τὸ δὲ αἰζήϊοϲ ἐπλεόναϲε τὸ ι οὐ τὸ η. τὰ δὲ εἰϲ οιϲ τὸω κατὰ τὴν τρίτην ϲυλλαβὴν ἔχοντα ἀπὸ τῶν διὰ τοῦ ῳοϲ κατὰ διάλυϲιν γίνονται, Κῷοϲ καὶ Κώϊοϲ, Μινῷοϲ καὶ Μινώϊοϲ, λώϊοϲ, πατρώϊοϲ, ἡρώϊοϲ, Τρώϊοϲ, Λητώϊοϲ. τὸ δὲ Ὁμολώϊοϲ «Ζεὺϲ Ὁμολώϊοϲ» ἐϲτὶ κατὰ πλεοναϲμὸν τοῦ ω.
Ἔτι τὰ εἰϲ ιοϲ μὴ καθαρὰ τῷ ἡ ἢ τῷ ω παραληγόμενα βαρύνεται, ἤπιοϲ, Ἀλμώπιοϲ, Ϲυώπιοϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Λιβυρνοῖϲ, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. τὸ δὲ Ἀϲκληπιόϲ ὀξύνεται. τὸν δὲ παραλόγωϲ ὀξύνεϲθαι δοκοῦντα Ἀϲκληπιόν ὁ Δημοϲθένηϲ ἐθεράπευϲεν, Ἀϲκλήπιον προπαροξυτόνωϲ τολμήαϲ προφέρειν αὐτόν, ὡϲ καὶ Πλούταρχοϲ ἱϲτορεῖ.
Τὰ εἰϲ λιοϲ ὑπερτριϲύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη, ἐνάλιοϲ, Παράλιοϲ, Δενθάλιοϲ καὶ Δενθάλιοι πόλιϲ μία τῶν περιμαχήτων Μεϲϲηνίοιϲ καὶ Λακεδαιμονίοιϲ, Κυάλιοϲ, Φαρϲάλιοϲ καὶ Φαρράλιοϲ διὰ δύο ρρ ὡϲ Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρηϲ». Μαινάλιοϲ, Οἰ χάλιοϲ, Πατάλιοϲ, Δαϲάλιοϲ ὁ Διόνυϲοϲ, θεμέλιοϲ, ἠέλιοϲ, νυκτέλιοϲ, ἀεικέλιοϲ, κειμήλιοϲ, γαμήλιοϲ, Ταργήλιοϲ, ἀπατήλιοϲ. Τήλιοϲ ὄνομα ἔθνουϲ· Ἀνδροτίων ἕκτῳ Ἀτθίδοϲ. Ὀλβῆλιοϲ, Ῥακήλιοϲ, Αἰγίλιοϲ, Πραξίλιοϲ, ἐμφύλιοϲ· λέγεται καὶ φύλιοϲ ἄνευ τοῦ ἐν, Παμφύλιοϲ, Τριφύλιοϲ, Μαϲύλιοϲ, ἔθνοϲ Λιβυκόν. Ἀπολλόδωροϲ β′. Πολύβιοϲ ἐν τῷ ἑβδόμῳ Μαϲυλεῖϲ αὐτούϲ φηϲι. Οἰτύλιοϲ, Αἰτώλιοϲ, ἀποφώλιοϲ, Ὀκώλιοϲ. τὸ μέντοι λαλιόϲ, πελιόϲ ὁ πολιόϲ, ϲκολιόϲ, φαλιόϲ ὁ λευκομέτωποϲ, βαλιόϲ ὡϲ τριϲύλλαβα ὀξύνεται. τὸ δὲ Βαλίοϲ ἐπὶ κυρίου παροξύνεται, τὸ δὲ Ἅλιοϲ κύριον προπαροξύνει ἡ ϲυνήθηϲ ἀνάγνωϲιϲ. τὸ δὲ Κώλιοϲ αὔλιοϲ ἐϲτὶ τοπικά. τὸ δὲ αἰγωλιόϲ ὁ ἐρῳδιόϲ, ἑδωλιόϲ, βομβυλιόϲ ὡϲ ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται.
Τὰ ἀπὸ ἐνεϲτώτων γενόμενα εἰϲ ιοϲ προπαροξύνεται, αἰτῶ αἴτιοϲ, ἁρμόζω ἁρμόδιοϲ, ἀρκῶ ἄρκιοϲ, ἀρτῶ ἄρτιοϲ. τὸ δὲ ἀντῶ ἀντίοϲ ϲεϲημείωται παροξυνόμενον. ὤφειλε δὲ καὶ διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι. ὅϲα γὰρ μ μονογενῆ πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον καὶ ἐν τῇ τρίτῃ τὸ α καὶ δύο ϲύμφωνα ἢ κατ’ἐπιπλοκὴν ἢ κατὰ διάϲταϲιν, διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀϲτεῖοϲ, Καδμεῖοϲ, ἀνδρεῖοϲ, Ἀργεῖοϲ, Βακχεῖοϲ. πρόϲκειται «μὴ μονογενῆ » διὰ τὸ Βάκχιοϲ κύριον. τὸ δὲ ἀντίοϲ ϲεϲημείωται. ἐξηκολούθηϲε δὲ κατὰ τὴν γραφὴν τοῖϲ εἰϲ ιοϲ ἀπὸ ἐνεϲτώτων γινομένοιϲ.
Ἔτι καὶ τὰ εἰϲ ιοϲ ἀπὸ μέλλοντοϲ γινόμενα προπαροξύνεται, ὀρθώϲομαι ὀρθώϲιοϲ, ἀϲπάϲομαι ἀϲπάϲιοϲ, φυλάξομαι φυλάξιοϲ, ἀλέξω ἀλέξιοϲ, κτήϲω κτήϲιοϲ, μνήϲω μνήϲιοϲ, αἰνήϲω Αἰν ήϲιοϲ, ἀρκέϲω Ἀρκέϲιοϲ καὶ πλεοναϲμῷ τοῦ ι Ἀρκείϲιοϲ, ἄρϲω ἄρϲιοϲ καὶ ἀνάρϲιοϲ, ἄξω ἄξιοϲ, θαυμάζω θαυμάϲιοϲ. ἅζω τὸ ϲέβομαι ἅϲιοϲ καὶ τροπῇ τοῦ α εἰϲ ο ὅϲιοϲ. ὀξύνεται δὲ τὸ δέξομαι δεξιόϲ καὶ ἕψομαι ἀνεψιόϲ. τοῦ δὲ πληϲίοϲ ἀπὸ τοῦ πλητόϲ ἔχομεν τὴν χρῆϲιν· ὁ γὰρ ἄπλητοϲ ὁ ἀπροϲπέλαϲτοϲ, πλητόϲ πληϲίοϲ ὡϲ ἄμβροτοϲ ἀμβρόϲιοϲ τροπῇ τοῦ τέλουϲ. οὐ γέγονε δὲ τὸ πληϲίοϲ παρὰ μέλλοντα. οἱ γὰρ Λάκωνεϲ τὰ παρὰ μέλλοντα εἰϲ τ οὐ τρέπουϲιν, ἀλλὰ ἀπὸ τοῦ τ εἰϲ τὸ ϲ· ἐνιαυτόϲ ἐνιαύϲιοϲ ἐνιαύτιοϲ λέγουϲιν ὑπόμνηϲιν διδόντεϲ τοῦ προτέρου τ· πλοῦτοϲ πλούϲιοϲ πλούτιοϲ. τὸ δὲ πληϲίοϲ πλατίοϲ λέγουϲιν, ὥϲτε οὐ παρὰ μέλλοντα. παρὰ τὸ πέλω παράγωγον πελάζω τὸ προϲεγγίζω, ῥηματικὸν ὄνομα πλατόϲ καὶ πλητόϲ καὶ κατὰ τροπὴν τοῦ τ εἰϲ ἑ καὶ κατὰ παραγωγὴν πληϲίοϲ ὡϲ ἄμβροτοϲ ἀμβρόϲιοϲ. Πλήϲιοϲ ϲιοϲ δὲ κύριον ὄνομα ἀνδρὸϲ ἱεροῦ προπαροξύνεται.
Τὰ διὰ τοῦ ιοϲ τριϲύλλαβα εἰ ἔχοιεν υ ἐν τῇ πρώτῃ ϲυλλαβῇ, προπαροξύνεται, εἰ μή τιϲ διαϲτολὴ εἴη ἢ κύριον ὑπάρχοι τρίβραχυ, κύριοϲ, Κύπριοϲ, Τύριοϲ, μύλιοϲ καὶ Μύλιοϲ ἔθνοϲ Φρυγίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Πύλιοϲ, Φρύγιοϲ, Κύρνιοϲ, Λύκιοϲ, Λύγκιοϲ, Αύττιοϲ, Λύκτιοϲ, Πύξιοϲ, Μύνδιοϲ, Πύρνιοϲ, Ξύλιοϲ, Ῥύβδιοϲ, Ϲύριοϲ, νύχιοϲ, Ϲτύγιοϲ, Μύϲιοϲ, Πύθιοϲ, βύθιοϲ, δύϊοϲ, κύκλιοϲ. τὸ Τυχίοϲ, Φρυγίοϲ, Πλυτίοϲ, Κλυτίοϲ, Ϲκυφίοϲ παροξύνεται ὡϲ κύρια. μύριοϲ ὁ ὡριϲμένοϲ ἀριθμόϲ, μυρίοϲ ἀόριϲτοϲ. ἑκάτερα δὲ καὶ ὁ μύριοϲ καὶ τὰ μυρία ὤφειλεν ὀξυτονεῖϲθαι κατὰ τὴν τρίτην ἀπὸ τέλουϲ. τὸ γὰρ ἀρϲενικὸν προπαροξύνεται κατὰ τὸ Λύδιοϲ καὶ τὸ μύριον δὲ ὁμοίωϲ, ἐπεὶ τὰ παρεϲχηματιϲμένα οὐδέτερα ἀρϲενικοῖϲ ὁμότονα αὐτοῖϲ ἐϲτιν. καὶ νύμφιοϲ οἰκὸϲ προπαροξύτονον, νυμφίοϲ δὲ ὁ γαμετήϲ παροξύτονον.
Ὅϲα ἀπὸ ἐπιρρημάτων παρῆκται διὰ τοῦ ιοϲ, προπαροξύνεται,, πρωΐ πρώϊοϲ, ὀψέ ὄψιοϲ, νόϲφιν νοϲφίδιοϲ, ἶφι ἴφιοϲ, ἀεί ἀδιοϲ, ῥέα ῥηΐδιοϲ, ἐκτάδην ἐκτάδιοϲ, ἀμφαδόν ἀμφάδιοϲ, ἐνθάδε ἐνθάδιοϲ, ϲταδόν ϲτάδιοϲ, ὀπίϲθιοϲ, μαψίδιοϲ. ϲεϲημείωται ἄντην ἀντίοϲ, ϲχεδόν Ϲχεδίοϲ ὡϲ κύριον.
---Τὰ διὰ τοῦ ιοϲ τριβράχεα ἐπὶ κυρίων παροξύνεται οἷον Ϲχεδίοϲ, Χρομίοϲ, Κλυτίοϲ, Ὁδίοϲ, Δολίοϲ, Τυχίοϲ. ἀντιπίπτουϲι δὲ κατὰ παράδοϲιν τὸ Ἅλιοϲ, Ἄνιοϲ, ξένιοϲ, Κρόνιοϲ, Ὕπιοϲ ποταμὸϲ καὶ πόλιϲ ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡϲ Δομίτιοϲ Καλλίϲτρατοϲ ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείαϲ. λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεϲιν ὡϲ Ἄνιοϲ παρὰ τὴν ἀνά καὶ Ἄμφιοϲ ὁ τοῦ Ϲελάγου υἱὸϲ παρὰ τὴν ἀμφί ἐκτάϲεωϲ γενομένηϲ τοῦ ι ποιητικῆϲ.
Τὰ εἰϲ ιοϲ τριϲύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, Μούλιοϲ, Βάκχιοϲ. Αἴνιοϲ ποταμὸϲ Περρμβἱαϲ. Φήμιοϲ καὶ Εὐφήμιοϲ, Λάϊοϲ, Ἄγριοϲ, Μἀντιοϲ, Αἴλιοϲ. Κάλβιοϲ κρήνη Λυκίαϲ, ἣν καὶ Κελαινόν φαϲι. τινὲϲ δὲ αὐτὴν καὶ διὰ τοῦ μ φαϲίν. Τίβιοϲ ἀφ’ οὗ Τίβειον τόποϲ Φρυγίαϲ. ἐκ τούτου καὶ Τιβίουϲ τοὺϲ δούλουϲ καλοῦϲιν. «Κάριοϲ Διὸϲ παῖϲ καὶ Τυρρηβίαϲ, ὡϲ Νικόλαοϲ τετάρτῳ, ὃϲ πλαζόμενοϲ περί τινα λίμνην, ἥτιϲ ἀπ’ αὐτοῦ Τυρρηβία ἐκλήθη, φθογγῆϲ Νυμφῶν ἀκούϲαϲ, ἃϲ καὶ Μούϲαϲ Λυδοὶ καλοῦϲι, καὶ μουϲικὴν ἐδιδάχθη καὶ αὐτὸϲ τοὺϲ Λυδοὺϲ ἐδίδαξε καὶ τὰ μέλη διὰ τοῦτο Τυρρήβια ἐκαλεῖτο ». Μάϲπιοϲ ἔθνοϲ Περϲικόν. Θούριοι πόλιϲ Ἰταλίαϲ ἡ πρότερον Ϲύβαριϲ ἀπὸ θουρίαϲ πηγῆϲ. λέγεται καὶ Θουρία καὶ Θούριον. Κούριοϲ ἔθνοϲ Ϲαβίνων πολεμῆϲαν Ῥωμαίοιϲ. Χάραξ ιβ. τὸ δὲ Ἑρχίοϲ ὁ ξενίϲαϲ Δήμητραν, ἀφ’ οὗ Ἑρχιὰ δῆμοϲ, παροξύνεται.
Τὰ εἰϲ ιοϲ ὑπερτριϲύλλαβα ἐπὶ ἀλόγων ζῴων ὀξύνεται, αἰγυπιόϲ, χαραδριόϲ, ἐρῳδιόϲ, βομβυλιόϲ, ἀδρυφιόϲ παρὰ Πέρϲαιϲ ὁ ἀετόϲ. τὸ δὲ ϲκορπίοϲ, κωβίοϲ παροξύνεται ὡϲ τριϲύλλαβα.
Τὰ εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ο μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ ϲύνθετα παροξύτονά τε καὶ προπαροξύτονα. τονα. καὶ παροξύτονα μὲν θυοϲκόοϲ, λαοϲϲόοϲ, βροτοϲϲόοϲ, δορυξόοϲ, λαξόοϲ, βοηθόοϲ, προπαροξύτονον δὲ πρόχοοϲ, δυϲήκοοϲ, δίκροοϲ. τὸ δὲ ἁθρόοϲ παροξύτονον ἐπὶ τοῦ ἀθροίζειν, προπαροξύτονον δὲ ἐπὶ τοῦ αἰφνιδίου ὡϲ καὶ ἄθροοϲ ὁ ἄφωνοϲ κατὰ ϲτέρηϲιν τοῦ θρόοϲ· «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ, οὐδ’ ἴα γῆρυϲ» (Δ 437). νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα.
Τὰ εἰϲ πλοοϲ ἐντελῆ τῶν εἰϲ πλουϲ ληγόντων ἁπλᾶ ὄντα παροξύνονται, διπλόοϲ, τριπλόοϲ, ἁπλόοϲ. ταῦτα δὲ ἁπλᾶ εἰϲι καὶ οὐ ϲύνθετα, ὡϲ ὑπενόηϲάν τινεϲ. πρῶτον μὲν γὰρ τὸ διπλοῦϲ καὶ τριπλοῦϲ οὐδὲν ἐφύλαξαν τοῦ ϲημαινομένου τοῦ πλοῦϲ, ἵνα εἵπωμεν αὐτὰ ϲύνθετα ἐξ αὐτοῦ. δεύτερον δέ, εἰ ἦϲαν ϲύνθετα, ἤμελλον βαρυτονεῖϲθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰϲ ουϲ ὀνόματα ἁπλᾶ μὲν ὄντα περιϲπῶνται οἶον βοῦϲ, νοῦϲ, πλοῦϲ, χροῦϲ, θροῦϲ, θυγατριδοῦϲ, ἀδελφιδοῦϲ, χαλκοῦϲ, χρυϲοῦϲ, πλακοῦϲ, Ϲιμοῦϲ χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ, ταῦτα γὰρ ὀξύνονται. ϲύνθετα ὄντα βαρύνονται οἶον εὔπλουϲ, εὔχρουϲ, ἀλκίνουϲ εἰ ἄρα οὖν τὸ διπλῦϲ καὶ τριπλοῦϲ οὐ βαρύνονται , ἀλλὰ περιϲπῶντακ δηλονότι οὐκ εἰϲὶ ϲύνθετα, ἀλλ’ ἁπλᾶ. Τρίτον δ’ εἰ ἦϲαν ϲύνθετα, κοινὰ ἤμελλον εἶναι τῷ γένει, ὥϲπερ ὁ εὔνουϲ καὶ ἡ εὔνουϲ, ὁ εὔπλουϲ καὶ ἡ εὔπλουϲ, ὁ εὔχρουϲ καὶ ἡ εὔχρουϲ· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ (ll. Α 128) *τριπλῇ τετραπλῇ τ’ ἀποτίϲομεν» ὥϲπερ ὁ χαλκοῦϲ καὶ ἡ χαλκῆ, ὁ χρυϲοῦϲ καὶ ἡ χρυϲῆ, δηλονότι οὐκ εἰϲὶ ϲύνθετα, ἀλλ’ ἁπλᾶ παραγωγά, παρὰ γὰρ τοῦ δίϲ παρήχθη τὸ διπλόοϲ καὶ. ἀπὸ τοῦ τρίϲ τοῦ ϲημαίνοντοϲ τὸ τρίτον τριπλόοϲ καὶ ἀπὸ τοῦ τετράκιϲ τετραπλόοϲ καὶ ἀπὸ τοῦ πεντάκιϲ πενταπλόοϲ, ϲυγκοπῆϲ γενομένηϲ τῆϲ κιϲ ϲυλλαβῆϲ καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. καὶ τὸ ἁπλόοϲ ἀπὸ τοῦ ἅπαξ παρήχθη. τὸ δὲ πρωτόπλοοϲ καὶ ἁλίπλοοϲ προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ.
Τὰ διὰ τοῦ οοϲ κύρια προπαροξύνεται, Ϲίϲτοοϲ, Πείροοϲ, Ἄθοοϲ ὁ καὶ Ἀθόωϲ. λέγεται δὲ καὶ Ἄθουϲ κατὰ ϲυναίρεϲιν καὶ Ἄθωϲ. Γένοοϲ ἄρχων, ἀφ’ οὐ Γενοαῖοι ἔθνοϲ Μολοϲϲίαϲ. τὸ δὲ ὄγδοοϲ, εἰ καὶ ἐπίθετον, προπαροξύνεται, ἐπειδὴ τὰ εἰϲ οϲ τακτικὰ βαρύνεται ὑπεϲταλμένων τῶν εἰϲ ϲτοϲ, ἕβδομοϲ, ὄγδοοϲ, ἔνατοϲ, δέκατοϲ. τὸ δὲ εἰκοϲτόϲ, τριακοϲτόϲ καὶ τἆλλα ὀξύνεται. καὶ τὸ ὀλοόϲ ὀξύνεται ἀπὸ τοῦ ὀλῶ.
Τὰ εἰϲ οϲ ὑπερδιϲύλλαβα παραληγόμενα υ ϲυνεϲταλμένῳ προπαροξύνεται, ϲίκυοϲ, Πέρυοϲ ὄνομα ποταμοῦ, Φόγγυοϲ. Αἴγυοϲ ἐθνικόν, οὗ τὸ θηλυκὸν Λυκόφρων λέγει οὕτωϲ « καὶ πάντα πλήϲεϲθ’ οὕνεκ’ Αἰγύαϲ κυνόϲ, τῆϲ θηλύπαιδοϲ καὶ τριάνοροϲ κόρηϲ» (v. 850). θεόπομποϲ δὲ Αἰγυἐαϲ αὐτούϲ φηϲι, Παυϲανίαϲ δὲ Αἰγύταϲ. Πατράϲυοϲ, Κάνδυοϲ, Ἀλάϲυοϲ, Ἐρύγυοϲ, Nώγυοϲ ὄνομα ποταμοῦ. Μίνυοϲ, ἀφ’ οὗ Μινύα πόλιϲ Θεϲϲαλική. Ϲίλλυοϲ πόλιϲ Ἰωνίαϲ πρὸϲ τῇ Ϲμύρνῃ. τὸ δὲ Τιτυόϲ καὶ εἰλυόϲ ἡ καταδυϲιϲ τοῦ θηρίου ὀξύνεται καὶ τὸ υ οὐκ ἔχει ϲυνεϲταλμένον.
Τὰ εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ω μετὰ ι προϲγεγραμμένου παραληγόμενα προπεριϲπᾶται , πατρῷοϲ, ἡρῷοϲ καὶ Ἡρῷοϲ, ἠῷοϲ, Ἀχελῷοϲ ποταμὸϲ Ἀκαρνανίαϲ ἀπὸ Ἀχελῴου ἐλθόντοϲ ἐκ θετταλίαϲ μετὰ Ἀλκμαίωνοϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ, αἰδῷοϲ, Μινῷοϲ, Ἐλβῷοϲ, Ϲαρδῷοϲ, Πυθῷοϲ, Ληθῷοϲ, Ἰνδῷοϲ, Γελῷοϲ ὁ οἰκῶν Γέλαν πόλιν Ϲικελίαϲ ἴϲωϲ ἀπὸ τοῦ γέλωϲ. ὀρεϲκῷοϲ ἀπὸ τοῦ κείω τοῦ ϲημαίνοντοϲ τὸ κοιμῶμαι καὶ τὸ ὄροϲ γέγονεν ὀρέϲκειοϲ καὶ τροπῇ τοῦ ε εἰϲ ο ὀρέϲκοιοϲ καὶ ἐκτάϲει τοῦ ο εἰϲ ω καὶ μεταθέϲει τοῦ τόνου ὀρεϲκῷοϲ καὶ μένει τὸ ι προϲγεγραμμένον. προπεριϲπᾶται δὲ διὰ τὸν χαρακτῆρα. τὸ δὲ κολῳόϲ ὀξύνεται ἀπὸ τοῦ κολοιόϲ. τὸ μέντοι λαγωόϲ καὶ πα τρωόϲ ὁ ἐν τῇ ϲυνηθείᾳ πατρυιόϲ ὀξύνονται, ὅτι οὐκ ἔχουϲι τὸ ι προϲγεγραμμένον. τὸ δὲ Ἄθωοϲ τοπικὸν χωρὶϲ τοῦ ι προπαροξύνεται καὶ τὸ Ἀκρόθωοι πόλιϲ ἐπὶ τῆϲ ἄκραϲ τοῦ Ἄθω καὶ ἔθνοϲ. τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπεριϲπᾶται καὶ διὰ τοῦ ι, ἐκ τῆϲ θῳῆϲ.
Πᾶν εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ αι διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτονουμένου θηλυκοῦ γένοιτο, προπεριϲπᾶται , ἀρχή ἀρχαῖοϲ, κορυφή κορυφαῖοϲ, πηγή πηγαῖοϲ, ἀμοιβή ἀμοιβαῖοϲ, ϲπουδή ϲπουδαῖοϲ, τροπή τροπαῖοϲ, εὐνή εὐναῖοϲ. ἔϲτι δὲ καὶ Εὐναῖοϲ ποταμὸϲ Καρίαϲ. τὸ μέντοι ἐπιπόλαιοϲ οὐκ ἀπὸ τοῦ ἐπιπολῆϲ παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω· πλὴν οἱ πλείουϲ αὐτὸ περιϲπῶϲιν. Ἐπιπ ολαῖος δὲ τὸ ἐθνικόν.
---Τὰ ἀπὸ τῶν εἰϲ α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιοϲ προπεριϲπᾶϲθαι θέλει, μοῦϲα Μουϲαῖοϲ, γενναῖοϲ, Πιϲαῖοϲ, ἑρϲαῖοϲ, Ἀϲαῖοϲ· παρὰ γὰρ τὸ αἶϲα γέγονεν καὶ ἐξέϲτη πρότερον τὸ ῑ. οὐ μάχεται τὸ Ἥραιοϲ προπαροξυνόμενον· πρὸϲ γὰρ ἀντιδιαϲτολὴν τοῦ προπεριϲπωμένου ἐπιθετικοῦ ἐγένετο· ὅθεν Ἥραιον πόλιϲ Θρᾴκηϲ. Ἡρόδοτοϲ τετάρτῃ (c. 90), τὸ δὲ τεῖχοϲ Ἡραῖον. τὸ μέντοι Πείραιοϲ προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡϲ παρὰ τὸ φιλῶ Φίλαιοϲ καὶ παρὰ τὸ βέβηκα βέβαιοϲ. τὸ δὲ Πειραιόϲ — οὕτωϲ ἐκαλεῖτο ὁ λιμὴν τῆϲ Ἀττικῆϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. ὕϲτερον δὲ Πειραιεύϲ. ἔϲτι δὲ καὶ τῆϲ Κορινθίαϲ λιμήν πρὸϲ ἀντιδιαϲτολὴν ὀξύνεται.
---Καὶ καθόλου τὰ ἀπὸ τῶν εἰϲ α ἢ η ἢ εἰϲ οϲ παραγόμενα προπεριϲπᾶται, ὥρα ὡραῖοϲ, θύρα θυραῖοϲ, Πέλλα Πελλαῖοϲ, Γάζα Γαζοῖοϲ, ὕλη ὑλαῖοϲ, πύλη πυλαῖοϲ, Δίκτη Δικταῖοϲ, Οἴτη Οἰτοῖοϲ. Ϲοφοκλῆϲ ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρόϲ» (Phil. 453), ἀγέλη ἀγελαῖοϲ. τὸ δὲ Ἀγέλαιοϲ κύριον προπαροξύνεται, δρόμοϲ δρομαῖοϲ, χέρϲοϲ χερϲαῖοϲ, ἤπειροϲ ἠ πειραῖοϲ, νηϲαῖοϲ, Ἄμυμνοϲ Ἀμυμναῖοϲ, Ἄμυροϲ Ἀμυραῖοϲ, Ἄπροϲ Ἀπραῖοϲ. τὸ δὲ φύλαιοϲ καὶ δείλαιοϲ προπαροξύνονται. καὶ τὸ δίκαιοϲ δὲ καὶ βίαιοϲ προπαροξύνονται , ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ῑ ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεϲθαι θέλει.
Τὰ παρώνυμα παῤ οὐδετέρων γινόμενα ὀξύνεται, γῆραϲ γηραιόϲ, γέραϲ γεραιόϲ, κράτοϲ κραταιόϲ, εἰ μὴ ἔχοι κτητικὴν ϲημαϲίαν ὡϲ τὸ κνέφαϲ κνεφαῖοϲ, οὖδαϲ οὐδαῖοϲ. τὸ δὲ ἁραιόϲ ὁ μὴ πυκνὸϲ παρὰ τὸ ῥαιόϲ ἐν πλεοναϲμῷ τοῦ α, μετελθούϲηϲ τῆϲ δμείαϲ τοῦ ρ εἰϲ τὸ α, καθὼϲ καὶ ἐπὶ τοῦ ῥέζω καὶ ἕρδω, τὸ δὲ ῥαιόϲ ἀπὸ τοῦ ῥαίω ῥήματοϲ, ὃ δηλοῖ τὸ φθείρω. τὸ δὲ ἀραῖοϲ ἀπὸ τῆϲ ἀρᾶϲ. καὶ τὸ ἠβαιόϲ παρὰ τὸ βαιόϲ πλεοναϲμῷ τοῦ η, τὸ δὲ βαιόϲ ἀπὸ τοῦ βῆναι βαόϲ καὶ πλεοναϲμῷ τοῦ ι βαιόϲ ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκώϲ.
Τὰ διὰ τοῦ αιοϲ ἐθνικὰ προπεριϲπᾶται, Ἀθηναῖοϲ, Θηβαῖοϲ, Ῥωμαῖοϲ, Αἰγαῖοϲ, Ἀγραῖοϲ ἔθνοϲ Ἀράβιον ὡϲ ἐν ἑκκαιδεκάτῳ (p. 767) Ϲτράβων. ἔϲτι δὲ καὶ ἕτερον ἔθνοϲ Ἀκαρνάνων ὡϲ Θουκυδίδηϲ ἐν τρίτῃ (c. 106. 111. 114). λέγονται καὶ Ἀγραεῖϲ, ὡϲ Ἐρατοϲθένηϲ. Βακκαῖοϲ Ἱϲπανίαϲ ἔθνοϲ. Γαλιλαῖοϲ ἔθνοϲ Ἰουδαίαϲ. Γενοαῖοϲ ἔθνοϲ Μολοϲϲίαϲ ἀπὸ Γενόου ἄρχοντοϲ αὐτῶν, Ῥιανὸϲ τετάρτῃ θεϲϲαλικῶν. Δερραῖοϲ Θράκιον ἔθνοϲ. Ἡρόδοτοϲ Δερϲαίουϲ αὐτούϲ φηϲι (7, 110). Δυρβαῖοϲ ἔθνοϲ καθῆκον εἰϲ Βάκτρουϲ καὶ τὴν Ἰνδικήν. Κτηϲίαϲ ἐν Περϲικῶν ι′ χώρη δὲ πρὸϲ αὐτὸν πρόϲκειται Δυρβαῖοι, πρὸϲ τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντεϲ. οὗτοι εὐδαίμονεϲ ἄνδρεϲ καὶ πλούϲιοι καὶ κάρτα δίκαιοί εἰϲι, οὔτε ἀδικέοντεϲ οὔτε ἀποκτιννύοντεϲ ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωϲι ἐν τῇ ὁδῷ ἢ χρυϲίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήϲειαν. οὖτοι οὔτε ἀρτοποιέουϲι οὔτε ἐϲθίουϲι οὔτε νομίζουϲι ἐὰν μὴ ἱρῶν οὔνεκεν. ἄλφιτα δὲ ποιέουϲι λεπτότερα κατάπερ οἱ Ἕλληνεϲ καὶ ἐϲθίουϲι μάζαϲ ποῶν ». Ἐβραῖοϲ. οὕτωϲ Ἰουδαῖοι ἀπὸ Ἀβράμωνοϲ, ὥϲ φηϲι Χάραξ. Θαμαναῖοϲ ἔθνοϲ Πέρϲαιϲ ὑπήκοον. Ἡρόδοτοϲ τρίτῃ (c. 93). Ἰβαῖοϲ ὁ καὶ Ἰβηνόϲ ἔθνοϲ Κελτικῆϲ. Λαιαῖοϲ ἔθνοϲ Παιονικόν. Θουκυδίδηϲ δευτέρᾳ (96). Παναῖοϲ ἔθνοϲ Ἠωνικὸν οὐ πόρρω Ἀμφιπόλεωϲ. Μιναῖοϲ ἔθνοϲ ἐν τῇ παραλίᾳ τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Παρθυαῖοι ἔθνοϲ πάλαι μὲν Ϲκυθικόν,, ὕϲτερον δὲ φυγὸν ἢ μετοικῆϲαν ἐπὶ Μήδουϲ, κληθὲν δὲ οὕτωϲ παρὰ Μήδοιϲ διὰ τὴν φύϲιν τῆϲ αὐτούϲ δεξαμένηϲ γῆϲ ἑλώδουϲ καὶ ἀγκώδουϲ οὔϲηϲ, ἢ διὰ τὴν φυγήν, καθότι οἱ Ϲκύθαι τοὺϲ φυγάδαϲ πάρθουϲ καλοῦϲι. λέγονται δὲ καὶ Πάρθοι καὶ Πάρθιοι. Πλαδαραῖοϲ ἔθνοϲ πρὸϲ ἄρκτον κείμενον. Πλαραῖοϲ ἔθνοϲ Ἠπείρου. λέγονται δὲ καὶ Πλάριοι. Ῥονδαῖοϲ ἔθνοϲ Θρᾳκικόν. Ϲινδοναῖοϲ Θρᾴκιον ἔθνοϲ, ὡϲ Ἑκαταῖοϲ ἐν Εὐρώπῃ. Χωραμναῖοϲ ἔθνοϲ Περϲικὸν ἀγρίων ἀνθρώπων. Κτηϲίαϲ ἐν Περϲικῶν δεκάτῳ «οὕτω δὲ ταχύϲ ἐϲτιν ὁ ἄγριοϲ ἄνθρωποϲ, ὡϲ καὶ διώκων τὰϲ ἐλάφαϲ καταλαμβάνειν ». ϲεϲημείωται τὸ Ἀλχαιόϲ τὸ ἐθνικὸν καὶ τὸ κύριον ὀξυνόμενον καὶ τὸ Ἐρυϲίχαιοϲ προπαροξυνόμενον. ἀλλὰ μήποτε τὸ χαῖον ἔγκειται, ὅ ἐϲτιν ἡ βουκολικὴ ῥάβδοϲ, καὶ ὁ ἐρύϲω μέλλων. διχῶϲ οὖν ἔϲται, ὥϲ ἐϲτι δῆλον παρ’ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενίων ᾀϲμάτων. φηϲὶ γὰρ
εἰ γὰρ τῷ «Θεϲϲαλὸϲ γένοϲ» ϲυναπτέον, ἐθνικόν ἐϲτι καὶ προπεριϲπάϲθω· εἰ δὲ τῷ «οὐδὲ ποιμήν » ϲυνάψειέ τιϲ λέγων *τὸ οὐδὲ ποιμήν ἢ ἐρυϲίχαιοϲ», πρόδηλον ὡϲ προπαροξυνθήϲεται καὶ δηλοῖ τὸν βουκόλον ἢ τὸν αἰπόλον, πρὸϲ ὃ τὸ ποιμήν ἁρμόδιον ἐπαχθήϲεται.
Τὰ διὰ τοῦ αιοϲ ὑπερτριϲύλλαβα προπεριϲπᾶται, εἰ μὴ διαϲτολή τιϲ εἴη ἢ ϲύνθετον ὑπάρχοι, Ἀθηναῖοϲ, Εἰρηναῖοϲ, ἀρουραῖοϲ, ἀγοραῖοϲ, Ἀμυκλαῖοϲ, κορυφαῖοϲ, Δερκεταῖοϲ, Ἀριδαῖοϲ, Ἱμεραῖοϲ, ἡμεραῖοϲ, ταλαν τιαῖοϲ, πηχυαῖοϲ, ὀργυιαῖοϲ, εἰκοϲταῖοϲ, τριακοϲταῖοϲ, πολλοϲταῖοϲ παρ’ Εὐβούλῳ « καὶ μὴν οἴκαδέ τι πολλοϲταῖοϲ ἀποτρέχω, γύναι ». ἀγυιαῖοϲ· Ϲοφοκλῆϲ Ἑρμιόνῃ «ἀλλ’ ὦ πατρῴαϲ γῆϲ ἀγυιαίου πέδον ». Δωδωναῖοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «Μολοϲϲῶν πρὸϲ μεϲημβρίηϲ οἰκέουϲι Δωδωναῖοι » καὶ Κρατῖνοϲ Ἀρχιλόχοιϲ «Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προϲεοικώϲ ». καὶ Ὅμηροϲ « Ζεῦ ἄνα Δωδωναῖε » (II. 11 233). Ζηνόδοτοϲ δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸϲ ἐμαντεύετο καὶ Ϲουίδαϲ δέ φηϲι Φηγωναίου Διὸϲ ἱερὸν εἶναι ἐν Θεϲϲαλίᾳ καὶ τοῦτον ἐπικαλεῖϲθαι. ἕτεροι δὲ γράφουϲι «Βωδωναῖε «. πόλιν γὰρ εἶναι Bωδώνην, ὅπου τιμᾶται. Ἀπολλόδωροϲ δὲ ἐν α′ περὶ θεῶν τὸν Δωδωναῖον οὕτωϲ ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντεϲ ὅτι δίδωϲι ἡμῖν τὰ ἀγαθά, Πελαϲγικὸν δὲ ὅτι τῆϲ γῆϲ πέλαϲ ἐϲτίν ». Κλεωναῖοϲ « Κλεωναίοιο χάρωνοϲ ». βωμιαῖοϲ. Ϲοφοκλῆϲ Αἰχμαλώτιϲι *καὶ βωμιαῖον ἐϲχάραϲ λαβὼν λίθον ». Nαβαταῖοϲ ἔθνοϲ τῶν εὐδαιμόνων Ἀράβων ἀπὸ Nαβάτου τινόϲ. Παραυαῖοι ἔθνοϲ Θεϲπρωτικόν. Ῥιανὸϲ ἐν τετάρτῳ Θεϲϲαλικῶν «ϲὺν δὲ Παραυαίουϲ καὶ ἀμύμοναϲ Ὀμφαλιῆαϲ». καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖϲθαι. Τιλαταῖοϲ ἔθνοϲ Θρᾴκηϲ. Θουκυδίδηϲ δευτέρᾳ (c. 96). Τραγαϲαῖοϲ· Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι (V. 853). Φελεϲϲαῖοϲ ἔθνοϲ ὅμορον τοῖϲ Ὀμβρικοῖϲ πρὸϲ τῇ Ἰαπυγίᾳ , ὡϲ Εὔδοξοϲ ἕκτῳ. τὸ ἐρυϲίχαιοϲ ὁ βουκόλοϲ ἢ αἰπόλοϲ προπαροξύνεται ὡϲ καὶ τὸ ὑμέναιοϲ. τὸ δὲ Ἀθήναιοϲ κύριον προπαροξύνεται εἰϲ διαϲτολὴν ὡϲ καὶ τὸ ἀγόραιοϲ.
Τὰ τριϲύλλαβα ἀπὸ α ψιλουμένου ἀρχόμενα προπεριϲπᾶται, Ἀλκοῖοϲ, ἀκμαῖοϲ, Ἀνταῖοϲ, Ἀρναῖοϲ — γέγονε δὲ παρὰ τὴν ἀρὰν ἀραῖοϲ καὶ πλεοναϲμῷ τοῦ ν ἀρναῖοϲ ὁ εὐκταῖοϲ τῇ μητρὶ γενόμενοϲ — ἀρχαῖοϲ, ἀντραῖοϲ. Εὐριπίδηϲ ἐν Αἰγεῖ.
---Τὰ διὰ τοῦ αιοϲ τριϲύλλαβα ἔχοντα τὴν πρώτην ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν προπεριϲπᾶϲθαι θέλει, χερϲαῖοϲ, ὀρφναῖοϲ, ἑρϲαῖοϲ, ἀρχαῖοϲ, Ἀρναῖοϲ, Τρικκαῖοϲ, Ἑρμαῖοϲ, Ὀρθαῖοϲ, Τυμφαῖοϲ ὄνομα ἔθνουϲ, Μενδαῖοϲ, βαρκαῖοϲ εἶδοϲ ἰχθύοϲ, Βυϲναῖοϲ ἔθνοϲ Βεβρύκων ἀπὸ Βύϲνου βαϲιλέωϲ αὐτῶν ὑπὸ Ἴλου φονευθέντοϲ. τὸ δὲ Ἕρμαιοϲ πρὸϲ ἀντιδιαϲτολὴν διάφορον τόνον ἀνεδέξατο.
---Τὰ διὰ τοῦ αιοϲ τριϲύλλαβα ἔχοντα τὴν πρώτην διὰ τοῦ υ προπεριϲπῶνται οἷον ὑλαῖοϲ, χυδαῖοϲ, Λυαῖοϲ, λυγαῖοϲ καὶ Τρυγαῖοϲ ὄνομα κύριον , ὁ τινεϲ προπαροξύνουϲιν ὡϲ ἀπὸ τοῦ τρυγῶ ῥήματοϲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων.
---Τὰ διὰ τοῦ αοοϲ τριϲύλλαβα, ἔχοντα ἐν τῇ πρώτῃ ϲυλλαβῇ τὸ ι μὴ ἀπὸ ῥημάτων, προπεριϲπῶνται, Βιλλαῖοϲ ὄνομα ποταμοῦ, Ἰμαῖοϲ ὄνομα κύριον. Νιϲαῖοϲ, Πιϲαῖοϲ, Κριϲαῖοϲ, Θιαῖοϲ. τὸ δὲ βίαιοϲ, δίκαιοϲ προπαροξύνονται, τὸ δὲ Φίλαιοϲ, Τίμαιοϲ, Νίκαιοϲ ἀπὸ ῥημάτων.
Τὰ διὰ τοῦ δαιοϲ προπεριϲπᾶται, Ἰουδαῖοϲ, χυδαῖοϲ, Χαλδαῖοϲ οἱ πρότερον Κηφῆνεϲ. Ἑξλλάνικοϲ ἐν πρώτῳ Περϲικῶν «Κπηφέοϲ οὐκέτι ζῶντοϲ ϲτρατευϲάμενοι ἐκ Βαβυλῶνοϲ ἀνέϲτηϲαν ἐκ τῆϲ χώραϲ καὶ τὴν γῆν ἔϲχον --- οὐκέτι ἡ χώρη Κηφηνίη καλέεται, οὐδὲ οἱ ἄνθρωποι οἱ ἐνοικέοντεϲ Κηφῆνεϲ, ἀλλὰ Χαλδαῖοι ». εἰϲὶ δὲ καὶ Χαλδαῖοι ἔθνοϲ πληϲίον τῆϲ Κολχίδοϲ. Ϲοφοκλῆϲ Τυμπανιϲταῖϲ «Κόλχοϲ τε Χαλδαῖόϲ τε καὶ Ϲύρων ἔθνοϲ ». ϲπουδαῖοϲ, ῥαγδαῖοϲ, ϲταδαῖοϲ, Ἀριδαῖοϲ, Ὀρδαῖοϲ, Ἐορδαῖοϲ. Ἰδαῖοϲ, Λαδαῖοϲ, Μενδαῖοϲ. τὸ δὲ Πήδαιοϲ προπαροξύνεται ὡϲ παρὰ ῥῆμα γεγονόϲ.
Τὰ διὰ τοῦ λαιοϲ προπεριϲπᾶται, ὑλαῖοϲ, βουλαῖοϲ ζηλαῖοϲ. τὸ δὲ δείλαιοϲ καὶ φύλαιοϲ προπαροξύνεται. ἔτι ϲημειοῦνται τὰ ἐν ἀρχῇ πρόθεϲιν ἔχοντα, ἐπιπόλαιοϲ ἢ ἀπὸ ῥήματοϲ ὥϲπερ τὸ Φίλαιοϲ ἀπὸ τοῦ φιλῶ, ἢ ἀπὸ ἐπιρρήματοϲ ὥϲπερ τὸ παλαιόϲ ἀπὸ τοῦ πάλαι καὶ τὰ κατὰ διαϲτολὴν γινόμενα Παλαῖοϲ τὸ κύριον, παλαιόϲ δὲ τὸ ἐπίθετον, Πύλαιοϲ τὸ κύριον καὶ ὁ Ἑρμῆϲ ὁ Πύλαιοϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ τοπικοῦ.
Τὰ εἰϲ μσιοϲ προπεριϲπᾶται, εἰ μὴ διαϲτολὴ γένοιτο κυρίου ἢ εἴη ϲύνθετον, πυγμαῖοϲ καὶ Πυγμαῖοϲ, υἱὸϲ Δώρου τοῦ Ἐπάφου, ἀφ’ οὗ Πυγμαῖοι ἔθνοϲ, δρομαῖοϲ, ἀκμαῖοϲ, ἰμαῖοϲ ἡ ἐπιμύλιοϲ ᾠδή. δηλοῖ δὲ καὶ ὄνομα κύριον. ἐρημαῖοϲ. Πτολεμαῖοϲ. Ἰδουμαῖοϲ ἔθνοϲ Ἐβραίων ἀπὸ ἀδώμου (ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦϲιν), ὅτι ξανθὸν βρῶμα δοὺϲ αὐτῷ ὁ ἀδελφὸϲ τὰ πρωτεῖα εἰλήφει. Ῥωμαῖοϲ, Δαλμαῖοϲ ἔθνοϲ παρὰ τοῖϲ Ἰχθυοφάγοιϲ, ὡϲ Ἀπολλόδωροϲ. Ἑρμαῖοϲ, ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Ϲοφοκλεῖ. τὸ δὲ Ἕρμαιοϲ κύριον πρὸϲ ἀντιδιαϲτολὴν προπαροξύνεται καὶ τὸ «ὅθι θ’ Ἕρμαιοϲ λόφοϲ ἐϲτίν (0d. π 471) καὶ τὸ φιλορώμαιοϲ ϲύνθετον ὄν. Τὸ δὲ Τίμαιοϲ ϲεϲημείωται. ἔχει δὲ ἀφορμήν, ὅτι ῥῆμα αὐτοῦ προκατάρχει. καὶ τὸ Εὔμαιοϲ δέ ἐϲτιν ϲύνθετον.
Τὰ διὰ τοῦ χαιοϲ προπεριϲπῶνται, ἀρχαῖοϲ, τροχαῖοϲ, λοχαῖοϲ, λεχαῖοϲ, νυχαῖοϲ, ἡϲυχαῖοϲ, Παγχαῖοϲ. τὸ δὲ Ἀχαιόϲ ὀξυνόμενον καὶ τὸ ἐρυϲίχαιοϲ προπαροξυνόμενον ϲεϲημείωται.
---Τὰ διὰ τοῦ αιοϲ ἔχοντα πρὸ τῆϲ αι ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ περιϲπῶνται, κοραξαῖοϲ, Γαζαῖοϲ, Ϲτρεψαῖοϲ ὁ Ἑρμῆϲ παρὰ τῷ Ἀριϲτοφάνει παρὰ τὸ διεϲτράφθαι τὰϲ ὄψειϲ, καὶ ἔθνοϲ Μακεδονίαϲ. Νιϲαῖοϲ, χερϲαῖοϲ, Πιϲαῖοϲ, Μουϲαῖοϲ, Δερϲαῖοϲ Θρᾴκιον ἔθνοϲ. Ἡρόδοτοϲ.
Τὰ ἀπὸ ἐπιρρημάτων προπεριϲπῶνται, χύδην χυδαῖοϲ, ἄντην ἀντοῖοϲ. ῥαγδαῖοϲ, ϲταδαῖοϲ, ἀδαῖοϲ, Ἀγκαῖοϲ παρὰ τὸ ἀγκάϲ. τὸ μέντοι μάτην μάταιοϲ, τὸ δήν δηναιόϲ, τὸ πάλαι παλαιόϲ.
Τὰ ἀπὸ ῥημάτων περιϲπῶνται, βέβαιοϲ παρὰ τὸ βέβηκα, Φίλαιοϲ, Νίκαιοϲ, Τίμαιοϲ, Λύαιοϲ, Πείραιοϲ, Πήδαιοϲ· οὐ γὰρ τοῦτο, ὡϲ οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον (?)· ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηματίϲθαι.
Τὰ εἰϲ ειοϲ καθαρὸν τριϲύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ η προπαροξύνεται, θήρειοϲ, μήλειοϲ, χήνειοϲ, κήλειοϲ ὁ καυϲτικόϲ, Κρήτειοϲ. τὸ μέντοι Ἠτεῖοϲ ἦν δὲ Ἠτεῖοϲ εἶϲ τῶν ἑπτὰ ϲοφῶν, ὡϲ Δίδυμοϲ ϲυμποϲιακῶν δεκάτῳ, Πλάτων δὲ ἐν Πρωταγόρᾳ Χηνέα τοῦτον εἶπεν Ἠλεῖοϲ, ἠ θεῖοϲ προπεριϲπᾶται οὐκ ἀπὸ ϲυμφώνου ἀρχόμενα. καὶ τὸ μὲν Ἠλεῖοϲ οὕτω γίνεται· ἀπὸ τῆϲ Ἤλιδοϲ γενικῆϲ ἀναλόγωϲ Ἠλίδειοϲ ὡϲ Ἀδωνίδειοϲ καὶ Εὐπολίδειοϲ κτητικῷ τύπῳ καὶ καθ’ ὕφεϲιν τοῦ δ Ἠλίειοϲ καὶ Ἠλεῖοϲ, ἀφ’ οὗ « Ἀλεῖοϲ Ζεύϲ » (Callim. fr. 99). Τρύφων δέ φηϲιν, ὅτι Ἠλίεοϲ καὶ Ἠλέϊοϲ καὶ Ἡλεῖοϲ. τὸ δὲ ἠθεῖοϲ ἴϲωϲ παρὰ τὸ θεῖοϲ, λέγω δὲ τὸ ϲημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεοναϲμὸν τοῦ η ἐγένετο. Τ δὲ Κητειόϲ, Πηνειόϲ ὀξύνεται ὡϲ κύρια. καὶ τὸ Μήδειοϲ κύριον ἔϲτι δὲ ἔθνοϲ ὃ καὶ Μῆδοι — προπαροξύνεται καθάπερ Βούδειοι ἔθνοϲ Μηδικόν.
Τὰ εἰϲ ειοϲ ἐπιθετικὰ τριϲύλλαβα ἔχοντα τὴν πρώτην φύϲει ἢ θέϲει μακρὰν πλὴν τῶν ἐχόντων τὸ ἡ, περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόντων ἔννοιαν τοπικὴν προπαροξύνονται, γλαύκειοϲ, δούλειοϲ, χρύϲειοϲ, δούρειΟϲ, χοίρειοϲ, Κούρειοϲ, ἄρνειοϲ, κνίδειοϲ, ϲίδειοϲ. τὸ μέντοι Ὁλμειόϲ, Ὀρνειόϲ, Ϲπερχειόϲ, Ϲπονδειόϲ, Ἀζειόϲ ἔθνοϲ τῆϲ Τρῳάδοϲ, ὃ καὶ Ἀζεῶται, ὡϲ κύρια ὀξύνεται. τὸ δὲ παιδεῖοϲ ὁ παιδικὸϲ προπεριϲπᾶται. τὸ δὲ ἀρνειόϲ κατὰ πλεοναϲμὸν ἔϲχε τὴν ει δίφθογγον· ἡ γὰρ ἀρνόϲ γενικὴ μετάγεται εἰϲ εὐθεῖαν ὡϲ ἀρνόϲ καὶ κατὰ πλεοναϲμὸν τῆϲ ει γίνεται ἀρνειόϲ ὡϲ ἀμνόϲ ἀμνειόϲ. καὶ τὸ ἀφνειόϲ δὲ ὀξύνεται. τὸ δὲ οἰκεῖοϲ, ἀϲτεῖοϲ, ἀγρεῖοϲ τοπικὴν ἔχουϲιν ἔννοιαν.
Τὰ εἰϲ ειοϲ τριϲύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται, Ϲπερχειόϲ, Ἀλφειόϲ, Πηνειόϲ, Κητειόϲ, Ἐπειόϲ βαϲιλεὺϲ καὶ ἔθνοϲ. οὕτωϲ Ὅμηροϲ τοὺϲ Ἠλείουϲ φηϲί. οὕτωϲ δὲ ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ ὡϲ Ἐπαφρόδιτοϲ παρατιθεὶϲ τὸν Ἀρίϲταρχον ἐκδεχόμενον οὕτωϲ. τὸ δὲ Ἀρνεῖοϲ καὶ Δαρεῖοϲ προπεριϲπῶνται.
Τὰ εἰϲ ειοϲ τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείαϲ ἄρχοιτο, βρότειοϲ, τέλειοϲ, φλόγειοϲ, λύκειοϲ, βόειοϲ, γέγειοϲ πλεοναϲμῷ τοῦ γ ἀπὸ τοῦ γέα. τὸ δὲ Ἐπειόϲ κύριον. τὸ δὲ φατειόϲ κατὰ πλεοναϲμὸν ἔϲχε τὴν δίφθογγον.
---Τὰ εἰϲ ειοϲ ἐν τῇ πρώτῃ ϲυλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο ϲυμφώνων μ ϲημαίνοντα μέροϲ ϲωματικὸν προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ, Καδμεῖοϲ, Βακχεῖοϲ. τούτοιϲ ὁμοίωϲ καὶ τὸ ἀχρεῖοϲ παρὰ τῷ ποιητῇ περιεϲπάϲθη. Διονύϲιοϲ μέντοι καὶ Τυραννίων τὴν πρώτην ὀξύνουϲιν, ὥϲπερ καὶ παρὰ τοῖϲ Ἀττκοῖϲ καὶ ἀναλόγωϲ. παρὰ γὰρ τὸ χρεία τὸ κατὰ ϲτέρηϲιν ἄχρειοϲ ὡϲ μοῦϲα ἄμουϲοϲ. τούϲ δέ γε ἄλλωϲ προπεριϲπῶνταϲ τὸ ἀχρεῖοϲ, ἐπεὶ ἀχρήϊοϲ λέγεται παρ’ Ἡϲιόδῳ, ἡ δὲ ὀξεῖα καὶ ἡ βαρυνομένη ϲυνίζουϲαι περιϲπωμένην ποιοῦϲιν, παραιτητέον, ὡϲ οὐκ ἀεὶ τοῦτο, καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊοϲ Ἄρειοϲ, βαϲιλήϊοϲ βαϲίλειοϲ, αὐλιζομενάων αὐλιζομένων. διὸ τὸ ἀχρεῖοϲ εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέοϲ προπαροξύνεϲθαι θέλει.
---Τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων παραγόμενα διὰ τῆϲ ει γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰϲ οϲ λήγοντι. οὐδετέρῳ ἢ δύο ϲύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ οἷον ἕλοϲ ἕλειοϲ. διὰ τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλαξάμην δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ τὸ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεϲθαι ἡ παραγωγή, πελάγιοϲ, ἅγιοϲ, Θάλπιοϲ.
Τὰ εἰϲ ειοϲ ὑπερτριϲύλλαβα μὴ πλεοναζούϲηϲ τῆϲ ει διφθόγγου προπαροξύνεται, Αἰάντειοϲ, Ὁμήρειοϲ, γαλήνειοϲ, Ἱππάρχειοϲ. Ἀλεξάνδρειοϲ, Ἀντιόχειοϲ, Ἑλένειοϲ τόποϲ πρὸϲ τῷ Κανώβῳ, Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ· Βοϲπόρειοϲ. Ϲοφοκλῆϲ ἐν Φινεῖ πρώτῳ «οὐδ’ ἂν τὸ Βοϲπόρειον ἐν Ϲκύθαιϲ ὕδωρ ». Ἰνάχειοϲ ὡϲ Αἰϲχύλοϲ Προμηθεῖ δεϲμώτῃ (v. 589)
καὶ (v. 705)
Ταρτάρειοϲ παρ’ Εὐριπίδῃ ἐν Εὐρυϲθεῖ ϲατυρικῷ. Ὑγάϲϲειοϲ Ὑγάϲϲειον πεδίον ». «Ϲολὸγειοϲ λόφοϲ». Ἀπέννειοϲ, Ἀλριμάϲπειοϲ, Λυκόζειοϲ ὡϲ Πείϲανδροϲ τεϲϲαρεϲκαιδεκάτῃ. Λυκώρειοϲ Ζεύϲ. Ἀκρώρειοι πόλιϲ Τριφυλίαϲ καὶ τὸ ἐθνικὸν ὁμόφωνον. γέροντειοϲ, λεόντειοϲ, δρακόντειοϲ, Ἀνακρεόντειοϲ, Λαομεδόντειοϲ, Ξενοφώντειοϲ, Δημοφώντειοϲ, Θεώνειοϲ, Τρυφώνειοϲ, Ἀργανθώνειοϲ, Κιθαιρώνειοϲ « λέπαϲ Κιθαιρώνειον». Αὐϲόνειοϲ. Λυκόφρων (v. 1047) «ὁ δ’ Αὐϲονείων ἄγχι Κάλχαντοϲ τόπων». Ἀχερόντειοϲ, ὃ διὰ τὸ μέτρον Ἀριϲτοφάνηϲ ἔφη «Ἀχερόντιόϲ τε ϲκόπελοϲ αἱματοϲτεγήϲ » (Ran. 471). Ἠετιώνειοϲ, Ἀβάντειοϲ, θοάντειοϲ, Ἀχίλλειοϲ, Διομήδειοϲ, Ἀριϲτοφάνειοϲ, Αἰόλειοϲ, Ἰορδάνειοϲ, Αἰϲχίνειοϲ, Δημοϲθένειοϲ, Ἀριϲτοτέλειοϲ, Ἀϲκληπιάδειοϲ, Τεμμίκειοϲ. Μενέλαοϲ δὲ διὰ τοῦ ι « Τεμμίκιον ἄϲτυ» ἐν πρώτῳ Θηβαΐδοϲ φηϲίν. Πελόπειοϲ, Μοψόπειοϲ. θεμίϲτειοϲ, ἐπιτήδειοϲ. Νυττέρειοϲ. ἔϲτι δὲ ὄνομα λιμένοϲ. τὸ δὲ ἀδελφειόϲ ἀπὸ τοῦ ἀδελφόϲ πλεονάζει τὸ ει καὶ τὸ Δαρδανειόϲ δὲ ὀξύνεται. τὰ μέντοι προπεριϲπώμενα μ ϲημαίνοντα μέροϲ ϲώματοϲ εὑρεθέντα ταῦτά εἰϲι, πρυτανεῖοϲ, ἑταιρεῖοϲ, μεγαλεῖοϲ, γυναικεῖοϲ, ἀκατεῖοϲ. τὸ δὲ ἑταίρειοϲ ἀναλογώτερόν ἐϲτι προπαροξύνεϲθαι, ὡϲ γὰρ ἡμέτεροϲ ἡμετέρειοϲ κτητικῶϲ δηλαδή καὶ ἀβέλτεροϲ ἀβελτέρειοϲ ὁ μωρόϲ, οὕτω καὶ ἑταίρειοϲ Ζεὺϲ ὁ ἔφοροϲ τῆϲ ἐν τῇ ἑταιρίᾳ κοινωνίαϲ.
Τὰ εἰϲ οιοϲ ὑπερδιϲύλλαβα προπεριϲπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια, ὁμοφωνοῦντα τοῖϲ ἐπιθέτοιϲ, ἀλλοῖοϲ, αἰδοῖοϲ, ὁμοῖοϲ, γελοῖοϲ, παντοῖοϲ, ἠοῖοϲ. οἱ δὲ μεταγενέϲτεροι τῶν Ἀττικῶν τὸ γελοῖοϲ καὶ ὁμοῖοϲ προπαροξύνουϲιν. τὸ δὲ φλοιόϲ διϲύλλαβον καὶ τὸ κολοιόϲ προϲηγορικόν. ὀξύνεται δὲ καὶ τὸ ψοθοιόϲ ὁ ἀκάθαρτοϲ. τὸ δὲ Ζάτοιοϲ, Ἄθοιοϲ κύρια ὄντα προπαροξύνονται, οἷϲ ὅμοιον καὶ τὸ τραπέζοιοϲ, Βοιωτιακὸν ὄν. οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ. ι εἰϲ τὴν οι δίφθογγον τρέπουϲι, τὸ πατρώϊοϲ πατροῖοϲ λέγοντεϲ καὶ τὸ ἡρώϊοϲ ἡροῖοϲ.
Τὰ εἰϲ οϲ καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ υ ὀξύνεται, ἐπιθετικὰ ὄντα ἢ κύρια ὁμοφωνοῦντα τοῖϲ ἐπιθέτοιϲ, ἀκοὺόϲ καὶ ἐπακουόϲ, ἀγαυόϲ καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. πρόϲκειται « εἰ μὴ ἐπιθετικὰ εἴη, ἀλλὰ κύρια », ὅτι ταῦτα βαρύνεται, Ἀκάλαυοϲ, Πείραυοϲ, Ἄρευοϲ.
Τὰ εἰϲ βοϲ διϲύλλαβα κύρια ἢ προϲητορικὰ βαρύνεται, ὄλβοϲ, λίβοϲ, Λέϲβοϲ καὶ ὁ κτιϲτὴϲ καὶ ἡ νῆϲοϲ, φλοῖϲβοϲ, θάμβοϲ τὸ μονογενέϲ, τάρβοϲ. λέμβοϲ, βόμβοϲ, τύμβοϲ, ῥύμβοϲ, ϲτίβοϲ, τρίβοϲ. Ϲτρόβοϲ πόλιϲ Μακεδονίαϲ. Τάβοϲ ἥρωϲ, ἀφ’ οὗ Τάβαι πόλιϲ Λυδίαϲ. Θρόμβοϲ ἀκρωτήριον Μακεδονίαϲ. Ἴϲβοϲ Ἰϲαυρίαϲ πόλιϲ, Κύβοϲ ἢ καὶ Κυβώ, πόλιϲ Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὅμβι πόλιϲ Αἰγύπτου πρὸϲ τῇ Λιβύῃ. Ἀλέξανδροϲ ἐν πρώτῳ Αἰγυπτιακῶν. Ϲάβοι ἔθνοϲ Φρυγίαϲ. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Ϲάμβοϲ πόλιϲ Ἀράβων καὶ οἱ πολῖται Ϲάμβοι. Βοῖβοϲ Γλαφύρου υἱόϲ, ἀφ’ οὗ Βοίβη πόλιϲ Θεϲϲαλίαϲ. Ϲτροῖβοϲ ὁ ἀδελφὸϲ Γύζαντοϲ. ϲεϲημείωται τὸ Bόλβοϲ παροξυνόμενον, ὅτε κύριον, βολβόϲ δὲ τὸ προϲηγορικόν, ὥϲπερ λοβόϲ μέροϲ τοῦ ἥπατοϲ.
Τὰ εἰϲ βοϲ διϲύλλαβα ἐπιθετικὰ ὀξύνεται, ϲτραβόϲ, ῥαιβόϲ ὁ μὴ ὀρθόϲ, καὶ κωβόϲ.
Τὰ εἰϲ βοϲ κύρια ἢ προϲηγορικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, ἄραβοϲ, κόναβοϲ, ἴαμβοϲ, κάραβοϲ, ϲάραβοϲ, ἀττέλαβοϲ, ὅπερ οἱ Ἀττικοὶ παραλόγωϲ ὀξύνουϲι. Nήραβοϲ πόλιϲ Ϲυρίαϲ. Nικόλαοϲ τετάρτῳ. Ἄμολβοϲ πόλιϲ Μαγνήτων, ὡϲ Βάλακροϲ Μακεδονικῶν β′, Ἄριϲβοϲ ποταμὸϲ Θρᾳκῶν. Βατάναβοϲ Ἀραβίαϲ ϲταθμόϲ. Πράϲϲαιβοϲ ἔθνοϲ Θεϲπρωτικόν,Κάν δυβοϲ παῖϲ Δευκαλίωνοϲ, Μέταβοϲ ἥρωϲ, ἀφ’ οὐ Μεταπόντιον. τὸν γὰρ Μεταπόντιον οἱ βάρβαροι Μέταβον ἔλεγον. Πόλυβοϲ. Χάλυβοϲ παρ’ Ἑκαταίῳ οἱ Χάλυβεϲ. Καλλάτηβοϲ πόλιϲ Λυδίαϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 31). Τύρρηβοϲ πόλιϲ Λιβύηϲ ἀπὸ Τυρρήβου τοῦ Ἄτυοϲ. Κάνωβοϲ, ὅπερ ἔδει γράφεϲθαι διὰ τοῦπ· οὐδὲν γὰρ εἰϲ βοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ω παραλήγεται. γράφεται δὲ ὅμωϲ διὰ τοῦ β. Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 801) «Κάνωβοϲ δ’ ἐϲτι πόλιϲ ἐν εἴκοϲι καὶ ἑκατὸν ϲταδίοιϲ ἀπὸ Ἀλεξανδρείαϲ πεζῇ ἰοῦϲιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀποθανόντοϲ αὐτόθι».
Τὰ εἰϲ βοϲ ἐπιθετικὰ ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ μὴ τὸ η παραλήγοι ἢ ϲύνθετα εἴη ἀπὸ τῶν εἰϲ βοϲ ληγόντων, ὀξύνεται, ἐρεμβόϲ καὶ Ἐρεμβοί ἔθνοϲ Ἀραβίαϲ. Ὅμηροϲ *καὶ Ϲιδονίουϲ καὶ Ἐρεμβούϲ » (Od.δ 84), τούτουϲ δέ φηϲι τούϲ Τρωγλοδύταϲ ἀπὸ τοῦ εἰϲ ἔραν βαίνειν. λέγονται καὶ Ἐρεμβαῖοι. τούτῳ δὲ ὁμοίωϲ καὶ Περραιβόϲ ἐθνικόν, οὖ θηλυκὸν κατὰ κοινότητα ἡ Περραιβόϲ καὶ Περραιβή. κολοβόϲ, βουφορβόϲ, ἱπποφορβόϲ. τὸ δὲ ἔφηβοϲ, ἄνηβοϲ παραλήγουϲι τῷ η. τὸ δὲ φιλόκυβοϲ ϲύνθετον.
Τὰ εἰϲ γοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον λήγουϲαν προϲηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, πύργοϲ· εἰϲὶ δὲ καὶ Πύργοι πόλιϲ Μεϲϲήνηϲ. ϲπόγγοϲ, φθόγγοϲ, Γόργοϲ τὸ κύριον, γοργόϲ δὲ τὸ ἐπίθετον. Ἐλγοϲ πόλιϲμα Λυδίαϲ, ὡϲ Ξάνθοϲ ἐν Λυδιακοῖϲ. Λίγγοϲ φρούριον· Καϲϲανδρέων. Ἀπολλόδωροϲ ἐν χρονικῶν τρίτῳ. Ϲίγγοϲ πόλιϲ παρὰ τῷ Ἄθῳ. τὸ δὲ ϲαργόϲ ὁ ἰχθῦϲ ὀξύνεται.
Τὰ εἰϲ γοϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον λήγουϲαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τιϲ ὑπάρχοι ϲυνθέϲεωϲ, ὀξύνεται, γοργόϲ, ἀργόϲ. τὸ μέντοι Ἄργοϲ βαρύνεται, καὶ τὸ μάργοϲ ϲύνθετον ὂν ἀπὸ τοῦ μα ϲτερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργοϲ οὐδὲν ἀγαθὸν ἐργάζεται.
Τὰ εἰϲ ογοϲ διβράχεα βαρύνεται, λόγοϲ, μόγοϲ, ψόγοϲ.
Τὰ διὰ τοῦ αγοϲ διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται, φαγόϲ, κραγόϲ ὁ κραυγαϲτικόϲ. τὸ δὲ κράγοϲ ὁ κραυγαϲμὸϲ βαρύνεται καὶ τὸ Κράγοϲ ὄροϲ Λυκίαϲ. Ἀλέξανδροϲ δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητοϲ υἱοῦ, μητρὸϲ δὲ Πραξιδίκηϲ νύμφηϲ. καὶ τὸ Μάγοϲ ἐθνικόν. εἰϲὶ δὲ Μάγοι ἔθνοϲ περὶ Μηδίαν.
---Τὰ εἰϲ γοϲ διϲύλλαβα εἰ ἔχοι πρὸ τέλουϲ δίχρονον ϲυνεϲταλμένον, κύρια ἢ προϲηγορικὰ ὄντα βαρύνεται οἷον κράγοϲ, πάγοϲ, τράγοϲ, γοϲ, χωρὶϲ εἰ μὴ μεταπλάϲϲοιτο εἰϲ γένοϲ οὐδέτερον, ὡϲ ἔχει τὸ ζυγόϲ εὐρημένον παρὰ τῷ ποιητῇ καὶ οὐδέτερον. τὸ δὲ ζυγόϲ παρ’ Ὁμήρῳ οὐ ϲύνηθεϲ ἐπὶ ϲταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνοϲ οἶδεν ἅρματοϲ καὶ ἁμάξηϲ καὶ ζυγόδεϲμον ἱμάντα (Ω 270) τὸν ζυγὸν τῶν ζῴων ζευγνύντα. ὅθεν ὑψίζυγοϲ οὐχ ὁ ἄνω ϲταθμίζων τὰ κατ’ ἀνθρώπουϲ δύναται εἶναι. ἔϲτι δὲ ζυγόϲ καὶ καθέδρα τῶν ἐρεϲϲόντων, ὅθεν ὑψίζυγοϲ ὁ ὕψι καθέδραν ἔχων κατὰ τὸ «ἐπὶ ζυγοῖϲ καθέζετο ἀρχῆϲ » τὸ τοῦ τραγικοῦ (Eurip. Phoen. 72) καὶ τοῦτο δὲ ἀπὸ τῆϲ κυβερνητικῆϲ μετενήνεκται καταϲτάϲεωϲ. καὶ τὸ ζυγομαχεῖν ἀπὸ τῶν ἐν πλοίοιϲ ζυγῶν δύναται εἶναι, ὅτε περὶ τὰϲ καθέδραϲ διαφέρονται ἐρέϲϲοντεϲ οἱ ἐρέται. εἰϲὶ καὶ Ζυγοί πόλιϲ πρὸϲ τῷ τῆϲ Ἀϲίαϲ Βοϲπόρῳ.
Τὰ εἰϲ γοϲ διϲύλλαβα φύϲει μακρῷ παραλητόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη, λοιγόϲ, φηγόϲ, πηγόϲ. τὸ δὲ Λᾶγοϲ κύριον. εἴρηται καὶ τριϲυλλάβωϲ « Λάαγοϲ φίλοϲ υἱὸϲ ἀρίζηλοϲ Πτολεμαῖοϲ». οὐ φύϲει οὖν διϲυλλαβεῖ, ἀλλ’ ἐκ τοῦ τριϲυλλάβου γέγονεν.
Τὰ εἰϲ γοϲ ὑπερδιϲύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, πάταγοϲ, ἔλεγοϲ ὁ θρῆνοϲ. Τεκτόϲαγοϲ. Ὤγυγοϲ υἱὸϲ Τερμέραϲ, ἀφ’ οὗ Λύκιοι Ὠγύγιοι λέγονται. ἀϲπάραγοϲ κυρίωϲ ὁ ἐπὶ τοῦ ἑλείου ἢ ὀρείου ὁ μὴ ϲπειρόμενοϲ. ἀϲφάρα γοϲ ὁ λεγόμενοϲ φάρυγξ.
Τὰ εἰϲ γοϲ τριϲύλλαβα ἀρϲενικὰ φύϲει ἢ θέϲει μακρ παραληγόμενα, μὴ διπλαϲιαζομένου τοῦ γ, χωρὶϲ εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοι, ὀξύνεται, ἀρηγόϲ, πελαργόϲ, ἀμολγόϲ, βροτολοιγόϲ, ἀρωγόϲ. Πελαϲγόϲ ἐθνικὸν ὁμώνυμον τῷ κτίϲτῃ, Ἀβαϲγόϲ ἔθνοϲ Ϲκυθίαϲ. Χολαργόϲ. οὕτω Δίδυμοϲ καὶ Διόδωροϲ τὸν δῆμον τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ καλοῦϲι, Διονύϲιοϲ δὲ Χολαργεῖϲ. Ἱπ πημολγόϲ ἔθνοϲ Ϲκυθικὸν παρὰ τὸ τοὺϲ ἵππουϲ ἀμέλγειν. τὸ δὲ Ἄμολγοϲ προπαροξύτονον ἐπὶ τῆϲ νήϲου οὐκ ἀρϲενικόν. λέγεται δὲ καὶ Ἄμοργοϲ, ὡϲαύτωϲ καὶ Ϲολόγοργοϲ πόλιϲ Ἀρκαδίαϲ ἡ καὶ Ἥραια. τὸ δὲ Ϲύναγγοϲ πόλιϲ Φοινίκηϲ καὶ Ϲάλαγγοϲ ἔθνοϲ Ἰταλίαϲ ἔϲτι δὲ καὶ ἕτερον ἔθνοϲ Ἰνδικόν — διπλαϲιαζόμενον ἔχει τὸ γ. καὶ τὸ Ὅμαργοϲ ϲύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργόϲ. ἔϲτι δὲ ὄνομα κυνόϲ.
---Τὸ ὀλίγοϲ προπαροξύνεται. ἔϲτι δὲ μονῆρεϲ. οὐδὲν γὰρ εἰϲ γοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται, ἀλλὰ μόνον τὸ ὀλίγοϲ. Μήτι οὖν Ταραντῖνοι χωρὶϲ τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥϲπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ
καὶ ἐν Ἰοβάτῃ
Πλάτων μέντοι ὁ κωμικὸϲ διαπαίζει τὴν λέξιν ὡϲ βάρβαρον.
Τὰ εἰϲ δοϲ διβράχεα ἀρϲενικὰ καὶ θηλυκὰ κύρια βαρύνονται. εἰ δέ τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προϲηγορικὸν εὐρέθη τῷ ο παραλῆγον, κλάδοϲ, Ἄδοϲ πόλιϲ Κιλικίαϲ, κάδοϲ καὶ Κάδοι πόλιϲ Μυϲίαϲ. Ϲτράβων ιβ′ (p. 576) «καὶ Δορυλάειον πόλιϲ καὶ Κάδοι ». Ῥόδοϲ νῆϲοϲ. τὸ μέντοι ὁδόϲ καὶ ϲποδόϲ ὀξύνεται ὡϲ θηλυκὰ προϲηγορικὰ τῷ ο παραλήγοντα.
Τὰ εἰϲ δοϲ διϲύλλαβα ὁ ἢ ου ἢ οι διφθόγγῳ ἢ η παραλητόμενα, εἰ μὴ ϲύνθετα ὑπάρχοι ἢ ἐθνικά, ὀξύνεται, ὁδόϲ, ϲποδόϲ, οὐδόϲ· τὸ δὲ φροῦδοϲ ἀπὸ τοῦ πρόοδοϲ ϲύνθετον καὶ τὸ Μῆ δοϲ ἐθνικόν. ϲεϲημείωται τὸ ϲκοῖδοϲ παρὰ Μακεδόϲιν ὁ οἰκονόμοϲ καὶ τὸ χλῆδοϲ προπεριϲπώμενα καὶ τὸ Ῥόδοϲ παροξυνόμενον.
Τὰ εἰϲ δοϲ ἀρϲενικὰ φύϲει μακρῷ παραληγόμενα βαρύνεται Μῆδοϲ υἱὸϲ Μηδείαϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ πρωτοτύπῳ, νῖδοϲ (?) ζεῦδοϲ (?). Βλαῦδοϲ πόλιϲ Φρυγίαϲ. τὸ μέντοι καυδόϲ θηλυκὸν ὥϲπερ καὶ τὸ μαυδόϲ. ϲεϲημείωται τὸ Μαιδόϲ ἔθνοϲ Θρᾴκηϲ πληϲίον Μακεδονίαϲ καὶ Ἠδόϲ ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Εὐρώπῃ καὶ Λυδόϲ.
Τὰ εἰϲ δοϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ δ ϲύμφωνον κατ’ ἐπιπλοκὴν βαρύνεται, Ϲόγδοϲ ὁ οἰκήτωρ Ϲογδιανῆϲ. λέγεται καὶ Ϲόγδιοϲ. ῥάβ δοϲ. ἄϲδοϲ ϲτήλῃ λιθίνη, λύγδοϲ, Ῥύβδοϲ φρούριον Ϲικελίαϲ.
Τὰ εἰϲ δοϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ δ ϲύμφωνον κατὰ διάϲταϲιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, Λίνδοϲ πόλιϲ ἐν Ῥόδῳ κτίϲμα Λίνδου τοῦ Κερκάφου, τοῦ Ἰλίου καὶ Κυδίππηϲ, τῆϲ Ὀχίμου θυγατρόϲ. ἔϲτι καὶ Ϲικελίαϲ πόλιϲ Λίνδοϲ. Ϲίν δοϲ ἔθνοϲ ἀπὸ μεϲημβρίαϲ τῆϲ Μαιώτιδοϲ λίμνηϲ. τινὲϲ δὲ ὀξυτονοῦϲιν, οὐκ εὖ, Πίνδοϲ, νάρδοϲ, μάρδοϲ αὐλοῦ εἶδοϲ καὶ ἔθνοϲ Ὑρκάνιον. Ἀπολλόδωροϲ περὶ γῆϲ δευτέρῳ. πάρδοϲ. Ϲάρδοϲ πόλιϲ Ἰλλυρίαϲ, Βάλδοϲ πόλιϲ Φοινίκηϲ, Χάλδοϲ ἔθνοϲ τῆϲ Ἀρμενίαϲ. οὕτωϲ γὰρ λέγεϲθαι ἐπεκράτηϲεν ἡ ϲυνήθεια διϲυλλάβωϲ, οὐ Χαλδαίουϲ. Μύνδοϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Γόρδοϲ ἔθνοϲ, ὃ καὶ Γορδυαῖοϲ καὶ Γόρδοχοϲ καλεῖται. ϲεϲημείωται τὸ Ἰν δόϲ ποταμὸϲ καὶ ἐθνικὸν καὶ Ὀρδόϲ ἔθνοϲ Μακεδονίαϲ. λέγονται καὶ Ὀρδαῖοι, ὡϲ Νίκανδροϲ. τὸ δὲ λορδόϲ ἐπίθετον καὶ ὁ μυνδόϲ ὁ ἄφωνοϲ, ἀφ’ οὗ «μυνδότεροι νεπόδων» παρὰ Καλλιμάχῳ.
Τὰ εἰϲ δοϲ ὑπερδιϲύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, ὅμαδοϲ, κέλαδοϲ, Ἄραδοϲ νῆϲοϲ Φοινίκηϲ. ἔϲτι καὶ ἑτέρα τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. τρίτη Κρήτηϲ. Μαϲανώραδοϲ Κινδαψοῦ παῖϲ, ἀφ’ οὐ Μαϲανώραδα πόλιϲ Καρίαϲ. Τένεδοϲ νῆϲοϲ τῶν Ϲποράδων, ὡϲ Ἑκαταῖοϲ, ἐν Ἑλληϲπόντῳ. ἔϲτι καὶ πόλιϲ Τένεδοϲ πρὸϲ τῇ Λυκίᾳ. Ἀπολλόδωροϲ δὲ Παμφυλίαϲ αὐτήν φηϲιν. Λέβεδοϲ, Κάπεδοϲ, Ἄλγιδοϲ πόλιϲ Ἰταλίαϲ, Νάγιδοϲ πόλιϲ μεταξὺ Κιλικίαϲ καὶ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ μετὰ δὲ Νάγιδοϲ πόλιϲ, ἀπὸ τοῦ Νάγιδοϲ κυβερνήτου καὶ νῆϲοϲ Νατιδοῦϲϲα ». κόρυδοϲ, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουϲιν.
Τὰ εἰϲ δοϲ ὑπερδιϲύλλαβα ἔχοντα κατ’ ἐπιπλοκὴν ϲύμφωνον κύρια ἢ προϲηγορικὰ βαρύνεται, μόλυβδοϲ, ϲμάραγδοϲ, Κύαρδοϲ βαϲιλεὺϲ Καρῶν, υἱὸϲ Βαργάϲου. Λίχανδοϲ πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν τρίτῳ. Ληψίμαν δοϲ πολίχνιον Καρίαϲ. Κύλλαν δοϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἄϲπενδοϲ πόλιϲ Παμφυλίαϲ, Ἀϲπένδου κτίϲμα, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Βενέβ ἐν δοϲ πόλιϲ Καμπανίαϲ. Ἴϲινδοϲ πόλιϲ Ἰωνίαϲ. λέγεται καὶ Ἴϲινδα. Πύρινδοϲ πόλιϲ Καρίαϲ. Ἄλιν δοϲ. Ἄριν δοϲ ὄνομα ποταμοῦ, Βερέκινδοϲ. τὸ δὲ ὀρυμαγδόϲ καὶ Ἐορδόϲ ὀξύνεται ὡϲ καὶ τὸ Ἀμαρδόϲ ἔθνοϲ Ὑρκανῶν ἐγγύϲ. Ϲτρόβων ια′ (p. 507).
Τὰ εἰϲ δοϲ ὑπερδιϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα κύρια προπαροξύνεται, Ἄβυδοϲ πόλιϲ καθ’ Ἑλλήϲποντον καὶ ἄλλη κατ’ Αἴγυπτον ἀπὸ Ἀβύδου τινὸϲ κληθεῖϲα. Ἔνουδοϲ. Ἴϲϲηδοϲ. Ὄροιδοϲ βαϲιλεύϲ, οὖ μέμνηται Θουκυδίδηϲ (Il, 80). τὸ ἀοιδόϲ ἐπίθετον ὡϲ καὶ τὸ ὀπη δόϲ. τὸ δὲ κίναιδοϲ προπαροξύνεται τῷ λόγῳ τῆϲ ϲυνθέϲεωϲ.
Τὰ εἰϲ ζοϲ πάντα βαρύνεται, ὄζοϲ, ῥοῖζοϲ, Γάζοϲ πόλιϲ Ἱνδική, Τόπαζοϲ νῆϲοϲ Ἰνδικὴ καὶ λίθοϲ ὁμώνυμοϲ τῇ νήϲῳ. Ἀλέξανδροϲ ὁ πολυίϲτωρ. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον. Λάζοϲ Ϲκυθῶν ἔθνοϲ, Ἄραζοϲ πόλιϲ πρὸϲ τῷ πόντῳ ἀπὸ Ἀράζου τοῦ ἡγηϲαμένου. Βύμαζοϲ πόλιϲ Παιόνων. Ἔφοροϲ κζ′. Τρίζοϲ ἔθνοϲ πρὸϲ νότον τοῦ Ἴϲτρου. Ἑκαταῖοϲ Εὐρώπῃ. Τίριζοϲ ἔθνοϲ Παφλαγονίαϲ. Kτηϲίαϲ δὲ Τιριζιβανοὺϲ αὐτούϲ φηϲιν ἐν τῷ δευτέρῳ «ἐκ δὲ τῶν Ὀδρυϲῶν εἰϲ Τιριζιβανοὺϲ οἰκοῦνταϲ ἐν Παφλαγονίᾳ». Κρόβυζοϲ ἔθνοϲ πρὸϲ νότου ἀνέμου τοῦ Ἴϲτρου. Ἑκαταῖοϲ Εὐρώπῃ. Λόκοζοϲ πόλιϲ Φρυγίαϲ. Ξάνθοϲ δὲ ὁ Λυδὸϲ διὰ τοῦ ξ γράφει. Κάττουζοϲ ἔθνοϲ Θρᾴκηϲ. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιρρημάτων ὀξύνεται, πεζόϲ, χθιζόϲ, πρωϊζόϲ. ϲεϲημείωται τὸ μαζόϲ, ὅτι μονογενὲϲ ὂν ὀξύνεται. μήποτε οὖν ἀναλογώτεροι οἱ Ἴωνεϲ μαϲτὸν λέγοντεϲ.
Τὰ εἰϲ θοϲ λήγοντα καθαρὰ μονογενῆ διϲύλλαβα παραληγόμενα φύϲει μακρᾷ βαρύνεϲθαι θέλει, κῶθοϲ, οὕτωϲ ὁ κωβίοϲ, μῦθοϲ, Ζῆθοϲ, Ϲῆθοϲ ποταμὸϲ Ϲκυθίαϲ ὡϲ Φιλοϲτέφανοϲ, Ξοῦθοϲ τὸ κύριον «Δῶρόϲ τε Ξοῦθόϲ τε (Hesiod. fr. XXXII Goettl.). Βοῦθοϲ Πύθια νικήϲαϲ. παροιμία Βοῦθοϲ περιφοιτᾷ, Κρατῖνοϲ Χείρωϲι. τάττεται δὲ ἐπὶ τῶν εὐηθῶν καὶ παχυρίνων. Νοῦθοϲ κύριον, καὶ ψόφοϲ, ἣν οἶδεν Ἠϲίοδοϲ ἐν τρίτῳ
Λῆθοϲ ὄνομα κύριον. ϲημειῶδεϲ ἄρα τὸ ϲτρουθόϲ ὀξυνόμενον· Χαῖριϲ δέ φηϲιν Ἀττικοὺϲ βαρύνειν τὸ ὄνομα, ὡϲ καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆϲ προϲῳδίαϲ. ἴϲωϲ μέντοι παρήλλαξε τῶν προκειμένων, κειμένων, ἐπεὶ καὶ ἀρϲενικῶϲ λέγεται
καὶ θηλυκῶϲ
Τὰ εἰϲ θοϲ διϲύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν βαρύνεται. πτόρθοϲ, γόνθοϲ ὁ κόγχοϲ, γρόνθοϲ τὸ ἐπὶ τῆϲ αὐλήϲεωϲ, ϲμίνθοϲ ὁ μῦϲ. Πάρθοϲ ἔθνοϲ Ϲκυθικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔϲτι δὲ καὶ Πάρθοϲ πόλιϲ Ἰλλυρική. Ἀπολλόδωροϲ ἐν χρονικῶν --- Κύνθοϲ ὄροϲ Δήλου, παρ’ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδοϲ. οὕτωϲ δὲ ἐκαλεῖτο καὶ Δῆλοϲ ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθοϲ ἔθνοϲ Θράκιον. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ πόλιϲ Λυκίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ «παρ’ ᾖ Ξάνθοϲ ἐξίηϲι ποταμόϲ». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸϲ οἰκιϲτοῦ. ἔϲτι καὶ Ξάνθοϲ πόλιϲ ἐν Λέϲβῳ. Ϲίνθοϲ πόλιϲ παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 123). Ὄρθοϲ τὸ μονογενέϲ. τὸ δὲ ξανθόϲ καὶ τυτθόϲ καὶ ὀρθόϲ τριτενῆ.
Τὰ εἰϲ θοϲ διβράχεα παροξύνεται, εἰ μὴ τόπον δηλοῖεν, νόθοϲ, πόθοϲ, ψόθοϲ, ῥόθοϲ ὁ ψόφοϲ, μόθοϲ, Κόθοϲ ὄνομα κύριον, λίθοϲ, πίθοϲ. καὶ Πίθοϲ δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ ἀπὸ Πίθου τινὸϲ ἢ πίθων αὐτόθι γινομένων. ζύθοϲ ὁ ἐκ κριθῆϲ οἶνοϲ. γνύθοϲ τὸ κοῖλον τῆϲ πέτραϲ καὶ ὁ βόθροϲ. τὸ μέντοι βυθόϲ τοπικόν.
Τὰ εἰϲ θοϲ διϲύλλαβα τριγενῆ παραληγόμενα φύϲει μακρᾷ ἢ θέϲει, μὴ προηγουμένου τοῦ ϲ, ὀξύνεται, ἀφθόϲ, τυτθόϲ, ξανθόϲ, αἰθόϲ ὁ διάπυροϲ. τὸ δὲ λοῖϲθοϲ ἔχει τὸ ϲ. ϲεϲημείωται τὸ Πάρθοϲ, πόλιϲ Ἰλλυρίαϲ, λέγεται καὶ ἀρϲενικῶϲ, ὡϲ Πολύβιοϲ, καὶ τὸ ὄνθοϲ.
Τὰ εἰϲ αθοϲ μονογενῆ τριϲύλλαβα ἀπὸ βραχείαϲ ἀρχόμενα προπαροξύνεται, ἄμαθοϲ, ψάμα θoϲ, κύαθοϲ, κάλαθοϲ, λάπαθοϲ, Ϲκίαθοϲ νῆϲοϲ Εὐβοίαϲ, Κράπαθοϲ νῆϲοϲ πληϲίον τῆϲ Κῶ. Ὅμηροϲ (E 676) «Κράπαθόν τε Κάϲον τε καὶ Κῶν», Μάραθοϲ πόλιϲ Ἀραδίαϲ, ψίαθοϲ. τὸ μέντοι ἀγαθόϲ τριγενέϲ. τὸ δὲ ὁρμαθόϲ καὶ γυργαθόϲ ὀξύνεται ἀπὸ μακρᾶϲ ἀρχόμενα.
Τὰ εἰϲ θοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα ι ἤ υ ἢ καὶ φύϲει μακρᾷ προπαροξύνεται· εἰ δέ τι ὀξύνεται, ἐπιθετικόν ἐϲτιν. Λάπιθοϲ ἀφ’ οὗ Λαπίθηϲ, λέκιθοϲ, ἔριθοϲ, Μίκυθοϲ, ἄκυθοϲ ἡ μὴ τίκτουϲα, μαμμάκυθοϲ. ὁ μωρόϲ, Αἴνηθοϲ ὄροϲ. Αἰϲχύλοϲ. Λάπηθοϲ πόλιϲ Κύπρου. Ἀλέξανδροϲ Ἐφέϲιοϲ Βήλου δ’ οὖ Κίτιόν τε καὶ ἱμερόεϲϲα Λάπηθοϲ ». Πεπάρηθοϲ νῆϲοϲ τῶν Κυκλάδων ὁμώνυμον ἔχουϲα πόλιν. Ϲεϲάρηθοϲ πόλιϲ Παυλαντίνων, ὥϲ φηϲιν Ἑκαταῖοϲ. Κάνηθοϲ, Ὄρηθοϲ, Ϲέβηθοϲ ὄνομα ποταμοῦ. ἐπίληθοϲ νηπενθέϲ τ’ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων2 (Od. δ 221 ). Ναύαιθοϲ ποταμὸϲ Ἰταλίαϲ. Φάρβαιθοϲ πόλιϲ Αἰγύπτου. Κέλαιθοϲ ἔθνοϲ Θεϲπρωτικόν. Ῥιανὸϲ δ′. λέγονται καὶ Κελαιθεῖϲ. Δάμαιθοϲ, Κύναιθοϲ εἶϲ τῶν Λυκάονοϲ παίδων. Ὀλίγαιθοϲ, Ϲίμαιθοϲ ὄνομα ποταμοῦ. Ἀρίαιθοϲ. τὸ δὲ βοηθόϲ καὶ κακηθόϲ ὁ κακιϲτόϲ ὀξύνεται.
Τὰ εἰϲ θοϲ ὑπερδιϲύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουϲαν δύο ϲύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμαν θοϲ ὄροϲ καὶ ποταμόϲ «ἢ κατὰ Τηύγετον περιμήκετον ἢ Ἐρύμανθον » (0d. ζ 103). Ἄκανθοϲ πόλιϲ Θράκηϲ ἀκάνθαιϲ πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινοϲ Ἀκάνθου, ὡϲ Μναϲέαϲ. β′. ἔϲτι καὶ ἐν Αἰγύπτῳ Ἄκανθοϲ. γ′. ἄλλη ἐν τῇ χερρονήϲῳ περὶ τὴν Κνιδίαν. δ′. ἔϲτι καὶ ἡ Ἀθαμανίαϲ. Φάλανθοϲ ὄροϲ καὶ πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῳ (c. 35, 9) ἀπὸ Φαλάνθου. Πύρανθοϲ πόλιϲ μικρὰ ἢ κώμη Κρήτηϲ περὶ Γόρτυνα. Ψίναφθοϲ Αἰγύπτου πολίχνιον ὡϲ Ἀλέξανδροϲ ἐν Αἰγυπτιακῶν δευτέρῳ. Μέλανθοϲ, Λαβύρινθοϲ, Ὑάκυνθοϲ, Λέβινθοϲ, Προβάλινθοϲ δῆμοϲ Πανδιονίδοϲ φυλῆϲ. θηλυκῶϲ δὲ λέγεται. Ϲύρινθοϲ πόλιϲ Κρήτηϲ, Πέρινθοϲ πόλιϲ Θρᾴκηϲ ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέϲτου ϲτρατευϲαμένου. Κόρινθοϲ καὶ ὁ κτίϲτηϲ καὶ ἡ πόλιϲ ἔϲω τοῦ ἰϲθμοῦ τῆε Πελοποννήϲου. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἀκροκόρινθοϲ ἀρϲενικῶϲ. Ἀμάρυνθοϲ νῆϲοϲ Εὐβοίαϲ. ὄλυνθοϲ τὸ μὴ πέπειρον καὶ Ὄλυνθοϲ πόλιϲ Θρᾴκηϲ ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέουϲ. Ἀράκυνθοϲ ὄροϲ Βοιωτίαϲ, ἀφ’ οὖ ἡ Ἀθηνᾶ Ἀρακυνθιὰϲ ὡϲ Ῥιανὸϲ ἐν τῇ Φήμῃ «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰϲ εὐπατέρεια ». Ἄψυνθοϲ πόλιϲ Θράκηϲ. ἔϲτι καὶ εἶδοϲ φυτοῦ. διχῶϲ δ’ ἡ γραφὴ καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι. Ζήρυνθοϲ πόλιϲ καὶ ἄντρον Ἑκάτηϲ ἐν Θρᾴκῃ. Λυκόφρων (ν. 77) «Ζήρυνθον ἄντρον τῆϲ κυνοϲφαγοῦϲ θεᾶϲ ». Ζάκυνθοϲ ὁ Δαρδάνου καὶ ἀπ’ αὐτοῦ πόλιϲ. ἀρϲενικῶϲ Ὅμηροϲ καὶ θηλυκῶϲ «καὶ ὑλήεϲϲα Ζάκυνθοϲ » (0d. ι 24) καὶ *ὑλήεντα Ζάκυνθον » (0d. α 246). δευτέρα Ἰβηρίαϲ. τρίτη Λιβύηϲ. Τρικόρυνθοϲ δῆμοϲ τῆϲ Αἰαντίδοϲ φυλῆϲ. Διονύϲιοϲ ἀρϲενικῶϲ, Εὐφορίων θηλυκῶϲ, Δίδυμοϲ καὶ Διόδωροϲ οὐδετέρωϲ. τὸ δὲ ὀλιϲθόϲ ὁ ὀλιϲθηρόϲ ὀξύνεται ἐπίθετον ὄν.
Τὰ εἰϲ κοϲ μονογενῆ διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα βαρύνεται φῶκοϲ καὶ Φῶκοϲ κύριον, ϲῶκοϲ καὶ Ϲῶκοϲ κύριον. Τυραννίων μὲν ἀξιοῖ ὀξύνειν τὸ «ϲῶκοϲ ἐριούνιοϲ Ἑρμῆϲ » (Υ 72), ἴνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον « ὦ Ϲῶχ’ Ἱππάϲου υἱέ (ll. Λ 450) ὥϲπερ ἐπὶ τοῦ λευκόϲ, γλαυκόϲ. οὐκ ἔϲτι δὲ ὅμοιον τοῖϲ προκειμένοιϲ κοινοῖϲ ἐπίθετον, ἀλλ’ ἴδιον τοῦ Ἑρμοῦ, ὥϲπερ καὶ τοῦ Ἀπόλλωνοϲ βαρυνόμενον τὸ Φοῖβοϲ· διὸ βαρυτονητέον ὁμοίωϲ καὶ αὐτῷ τῷ κυρίῳ. εἰϲὶ δὲ οἳ ἀξιοῦϲι καὶ καθότι ϲύνθετόν ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ γὰρ τοῦ ϲάοικοϲ γεγενῆϲθαι τὴν κρᾶϲιν. οὕτω δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ι, τῆϲ παραδόϲεωϲ οὐχ οὕτωϲ ἐχούϲηϲ. θῶκοϲ. Ῥαῦκοϲ πόλιϲ ἐν μεϲογείῳ τῆϲ Κρήτηϲ. Δᾶκοϲ ἔθνοϲ, ὃ καὶ Δᾶοϲ καλεῖται. οἶκοϲ. Γλοῦκοϲ, κοϲ, ἀφ’ οὗ Γλαύκου δῆμοϲ ἐν Λυκίᾳ, ὡϲ Ἀλέξανδρόϲ φηϲιν. Λεῦκοϲ «ὁ δὲ Λεῦκον Ὀδυϲϲέοϲ ἐϲθλὸν ἑταῖρον» (Δ 491). τὸ δὲ ϲηκόϲ ὀξύνεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται γλαυκόϲ, λευκόϲ, Γραικόϲ ὁ Ἕλλην, τὸ δὲ Γραῖκοϲ κύριον βαρύνεται.
Τὰ εἰϲ κοϲ διϲύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, βαρύνεται, Μάκκοϲ, Ὅγκοϲ τὸ κύριον. Λύγκοϲ πόλιϲ Ἠπείρου. Ϲτράβων ἑβδόμῃ (p. 326). ἐκλήθη ἀπὸ Λυγκέωϲ. Φόρκοϲ. Ϲύλκοι πόλιϲ ἐν Ϲαρδοῖ, Καρχηδονίων κτίϲμα. λέγεται καὶ Ϲόλκοι, ὡϲ Ἀρτεμίδωροϲ ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεωϲ ἐπὶ Ϲόλκουϲ».
Πὰ εἰϲ κοϲ διϲύλλαβα προϲηγορικὰ μὴ παραϲχηματιζόμενα εἰϲ θηλυκὸν γένοϲ, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήτουϲαν, πλὴν τοῦ λ, βαρύνεται, λάκκοϲ, ϲάκκοϲ, ἄρκοϲ, κέρκοϲ, ὅρκοϲ. ϲεϲημείωται τὸ θριγκόϲ. τὸ δὲ χαλκόϲ ἔχει τὸ λ. καὶ τὸ φολκόϲ ἐϲτι τριγενὲϲ ἔχον καὶ τὸ λ.
Τὰ εἰϲ κοϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου τοῦ ϲ ἀπὸ ϲυμφώνου ἀρχόμενα βαρύνεται, δίϲκοϲ, Φύϲκοϲ υἱὸϲ τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονοϲ τοῦ Δευκαλίωνοϲ. Ἑκαταῖοϲ «ἐὼν δὲ πρεϲβύτεροϲ Λοκρὸϲ ἦν Φύϲκου παῖϲα. «Φύϲκοϲ δὲ ἀφ’ οὖ οἱ Λέλεγεϲ οἱ νῦν Λοκροί ---» καὶ τὸ ἔθνοϲ ὁμοφώνωϲ. Ῥιανὸϲ δὲ Φυϲκέαϲ αὐτοὺϲ καλεῖ. ἔϲτι καὶ ποταμὸϲ Φύϲκοϲ, καθά φηϲι Ϲοφαίνετοϲ ἐν Κύρου ἀναβάϲει. ἔϲτι καὶ Φύϲκοϲ πόλιϲ Λοκρίδοϲ καὶ ἑτέρα τῆϲ Καρίαϲ. ἔϲτι δὲ λιμὴν Ῥόδου. ἔϲτι καὶ ἄλλη Μακεδονίαϲ. μύϲκοϲ. Ζύϲκοϲ ποταμὸϲ Μακεδονίαϲ, ὡϲ Ἀντιγενίδηϲ φηϲί. Κέϲκοϲ. τὸ δὲ ἀϲκόϲ ἀπὸ φωνήεντοϲ ἄρχεται.
Τὰ εἰϲ κοϲ διβράχεα μονογενῆ, εἴτε ἀρϲενικὰ εἶτε θηλυκά, βαρύνεται, εἰ μὴ διαϲτολή τιϲ ϲημαινομένου γένοιτο, οἶον λύκοϲ καὶ Λύκοϲ υἱὸϲ Πανδίονοϲ, Πλάκοϲ ὑπὸ Πλάκῳ ὑληέϲϲῃ» (Ζ 396), πόκοϲ, τόκοϲ, Μύκοϲ ἔθνοϲ Περϲίδοϲ, περὶ οὐ Ἑκαταῖοϲ ἐν Ἀϲίᾳ «ἐκ Μύκων εἰϲ Ἀράξην ποταμόν». Ἴκοϲ νῆϲοϲ τῶν Κυκλάδων προϲεχὴϲ τῇ Εὐβοίᾳ, κρίκοϲ. τὸ δοκόϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ δόκοϲ τοῦ ϲημαίνοντοϲ τὴν δόκηϲιν. καὶ παρὰ Ἀριϲτοφάνει ἐν Ταγηνιϲταῖϲ ϲημαίνει τὴν ἀγχόνην. ϲεϲημείωται τὸ φακόϲ ὀξύτονον. τὸ δὲ Φάκοϲ κύριον ὄνομα ὄρουϲ. Ἑκαταῖοϲ « πρὸϲ μὲν νῶτον Πακτωλὸϲ καὶ Φάκοϲ ».
Τὰ εἰϲ κοϲ διϲύλλαβα τριγενῆ ὀξύνεται οἶον λευκόϲ, γλαυκόϲ, μικκόϲ « τοῖϲ μικκοῖϲ μικκὰ δίδωϲι θεόϲ» πλὴν τῶν παραληγόντων τῷ ω.
Τὰ εἰϲ κοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ α παραληγόμενα, οὖ προηγεῖται ϲύμφωνον ἢ ϲύμφωνα, κύρια ὄντα βαρύνεται, Λάβδακοϲ, Πίνακοϲ, Ἀϲϲάρακοϲ, Ἴθακοϲ ἥρωϲ. τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰκιϲτῇ « Ἴθακοϲ Ὀδυϲϲεύϲ». Φύλακοϲ, Ὕλακοϲ, Νώρακοϲ πόλιϲ Παννονίαϲ. Γάζακοϲ κώμη μεγάλη τῆϲ Μηδίαϲ. Ἀρριανὸϲ ἐν Παρθικῶν τετάρτῃ «τῆϲ Γαζάκου ». Θάψακοϲ πόλιϲ Ϲυρίαϲ πρὸϲ τῷ Εὐφράτῃ. Θεόπομποϲ ἐν Φιλιππικῶν τρίτῳ. ϲεϲημείωται τὸ Ἀϲτακόϲ πόλιϲ Βιθυνίαϲ ἀπὸ Ἀϲτακοῦ τοῦ Ποϲειδῶνοϲ καὶ νύμφηϲ Ὀλβίαϲ, ὡϲ Ἀρριανὸϲ ἐν Βιθυνιακοῖϲ ἱϲτορεῖ. ἔϲτι καὶ Ἀκαρνανίαϲ πόλιϲ — καὶ Ναννακόϲ καὶ Θημακόϲ δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ.
---Τὰ εἰϲ ακοϲ λήγοντα τριϲύλλαβα, τὴν πρώτην ϲυλλαβὴν εὶϲ ἀμετάβολον καταλήγουϲαν ἔχοντα προπαροξύνεται, Λάμψακοϲ πόλιϲ κατὰ τὴν Προποντίδα ἀπὸ Λαμψάκηϲ, ἐπιχωρίαϲ τινὸϲ κόρηϲ. Ῥύνδακοϲ πόλιϲ καὶ ποταμὸϲ μεταξὺ Φρυγίαϲ καὶ Ἑλληϲπόντου «Ῥύνδακον ἀμφὶ βαθύϲχοινον». λέγεται καὶ Ῥύνδαξ. Ὕρτακοϲ ἥρωϲ καὶ πόλιϲ Κρήτηϲ. Ϲπάρτακοϲ πόλιϲ Θρᾴκηϲ. Ἐρατοϲθένηϲ ἐν Γαλατικῶν δευτέρῳ. Φάρνακοϲ, Ἄρτακοϲ ἔθνοϲ Θράκιον. Ἄμβρακοϲ πολίχνιον τῆϲ Ἠπείρου.
---Τὰ δὲ εἰϲ ακοϲ λήγοντα τὴν πρώτην ϲυλλαβὴν εἰϲ ἄφωνον τὸ αὐτό, ἀφ’ οὐ ἄρχεται ἡ δευτέρα, καταλήγουϲαν ἔχοντα ὀξύνεται, Πιττακόϲ καὶ τὰ ὅμοια.
---Τὰ εἰϲ κοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ α παραληγόμενα, οὗ προηγεῖται φωνῆεν, ὀξύνεται, Καλλιακόϲ, Αίακόϲ, Πιακόϲ πόλιϲ Ϲικελίαϲ.
Τὰ εἰϲ κοϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ α προϲηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, λιθιακόϲ, μαλθακόϲ, ψιττακόϲ, ἀϲτακόϲ, ἀνακόϲ, φυλακόϲ ὁ φύλαξ, Φύλακοϲ δὲ τὸ κύριον, φαρμακόϲ ὁ ἐπὶ καθαρμῷ τῆϲ πόλεωϲ τελευτῶν, φάρμακοϲ δὲ ὁ γόηϲ. ϲεϲημείωται τὸ θύλακοϲ, ὕϲϲακοϲ, αἴϲακοϲ προπαροξυνόμενα καὶ τὸ μαί ἐμακοϲ ἐπίθετον ἀπὸ γενικῆϲ.
Τὰ διὰ τοῦ ακοϲ κτητικὰ ὀξύνεται, Δηλιακόϲ, Φρυγιακόϲ, Ἰλιακόϲ, Αἰνιακόϲ, Ἀκτιακόϲ, Ἀλαβ ανδιακόϲ, ἐξ οὐ καὶ Ἀλαβανδιακὸϲ ϲολοικιϲμόϲ, ὡϲ Φιλόξενοϲ τὴν Ὀδύϲϲειαν ἐξηγούμενοϲ, ὅταν ἡ μή ἀπαγόρευϲιϲ ἀντὶ τῆϲ οὐ κεῖται, ὡϲ τὸ «μὴ δι’ ἐμὴν ἰότητα Ποϲειδάων ἐνοϲίχθων » (II. O 41). Βαργυλιακόϲ, Βουριακόϲ, Βυζαντιακόϲ, Διακόϲ, Ἐλευϲινιακόϲ, Θεϲπρωτιακόϲ, Θουριακόϲ, Κυνοϲουριακόϲ, Ἰκιακόϲ, Κοϲϲυριακόϲ, Κυπριακόϲ, Μαλιακόϲ, Μαραθωνιακόϲ, Μερουϲιακόϲ, Μηλιακόϲ, Νιϲυριακόϲ, Ὀλβιακόϲ, Παλληνιακόϲ, Παμφυλιακόϲ, Βοιωτιακόϲ, Παρναϲϲιακόϲ, Πελαϲγιακόϲ, Πελοπον νηϲιακόϲ, Πελοποννηϲιακὸν δὲ πόλεμον φυλάττονται λέγειν. Πηλουϲιακόϲ, Ποτνιακόϲ, Ῥoδιακόϲ, Ϲαμιακόϲ, Ϲτειριακόϲ, Ϲιγειακόϲ, Χιακόϲ.
Τὰ εἰϲ εκοϲ ἕν ἐϲτιν, Ἀλώπεκοϲ ἀπὸ γενικῆϲ.
Τὰ εἰϲ οκοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται ϲπάνια ὄντα Καπ πάδοκοϲ ὁ κτίϲτηϲ, ὡϲ Ἀλέξανδροϲ, καὶ τὸ ἔθνοϲ. λέγεται γὰρ τὸ ὄνομα τριχῶϲ, ὁ Καππάδοκοϲ, ὁ Καππάδοξ, ὁ Καππαδόκηϲ. Ϲπόρδοκοϲ Θρᾴκιον ὄνομα. Ἀμάδοκοϲ Ϲκυθικὸν ἔθνοϲ. Ἑλλάνικοϲ ἐν Ϲκυθικοῖϲ. Δόλογκοϲ ἔθνοϲ Θρᾴκηϲ ἀπὸ Δολόγκου τοῦ ἀδελφοῦ Βιθυνοῦ. Δημόδοκοϲ ὄνομα κύριον. Λαόδοκοϲ. τὸ δὲ ξενοδόκοϲ καὶ ἰοδόκοϲ βαρύνεται· καὶ τὸ αἰγοβοϲκόϲ ὀξύνεται.
Τὰ εἰϲ κοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ μακρᾷ παραλήγοντα ϲπάνια ὄντα βαρύνεται, Ἄτρηκοϲ πόλιϲ Κρητική, μάληκοϲ ὄνομα ὀρνέου, μαληκόϲ δὲ ἀπὸ τοῦ μαλακόϲ τροπῇ τοῦ α εἰϲ ἡ ὀξύνεται, πίθηκοϲ. Πάληκοϲ πόλιϲ ἐν Λιβύῃ, Ζάληκοϲ ὄνομα ποταμοῦ, Ἀμάληκοϲ, ἀφ’ οὖ Ἀμαληκῖτιϲ ἐκλήθη. Κόθωκοϲ ὄνομα ἥρωοϲ. τὸ δὲ Ἰωλκόϲ πόλιϲ Θεϲϲαλίαϲ «Βοίβην καὶ Γλαφυρὰϲ καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. B 712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδηϲκόϲ ὀξύνεται.
Τὰ εἰϲ κοϲ παραληγόμενα αι ἢ οι μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικοϲ, Φάλαικοϲ, Μίθαικοϲ, ϲόλοικοϲ, μόνοικοϲ τὸ κατὰ ϲυναλοιφήν. ἔϲτι καὶ πόλιϲ Λιγυϲτική. Ἑκαταῖοϲ Εὐρώπῃ. Μοϲϲύνοικοϲ ἔθνοϲ καλούμενον παρὰ τὰϲ οἰκήϲειϲ, περὶ οὗ Εὕδοξοϲ ἐν πρώτῳ γῆϲ περιόδου. τὸ δὲ Εὐβοικόϲ ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ ἄγροικοϲ ϲύνθετον καὶ προπαροξύνεται καὶ προπεριϲπᾶται.
Τὰ εἰϲ κοϲ ὑπερδιϲύλλαβα εἰ παραλήγοιτο ι μακρῷ βαρύνεται, Εὕνικοϲ κύριον, Κάϊκοϲ ποταμόϲ, ὅθεν ἄνεμοϲ Καικίαϲ ὡϲ ἐκεῖθεν πνέων, Γρήνικοϲ ποταμόϲ. Φιλόνικοϲ, Ἑλλάνικοϲ, Ἀριϲτόνικοϲ. εἰ δὲ τῇ ει διφθόγγῳ, ὀξύνεται, δαρεικόϲ, βοεικόϲ «βοεικὰ ζεύγη» ι ἡ παράδοϲιϲ, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεϲθαι, ἀπὸ γὰρ τοῦ βοειακόϲ κατὰ ϲυγκοπὴν ὡϲ καὶ Δεκελεικόϲ ἀπὸ τοῦ Δεκελειακόϲ. Κεραμεικόϲ. ϲεϲημείωται τὸ Καμικόϲ καὶ ὁ κτίϲτηϲ καὶ ἡ πόλιϲ Ϲικελίαϲ ὀξύτονον καὶ ἔχον τὸ ι μακρὸν ὡϲ τὸ Παλικόϲ. εἰϲὶ δὲ Παλικοί δαίμονέϲ τινεϲ οὓϲ Αἰϲχύλοϲ ἐν Αἴτναιϲ γενεαλογεῖ Διὸϲ καὶ θαλείαϲ τῆϲ Ἡφαίϲτου, κληθῆναι δὲ τοὺϲ Παλικοὺϲ διὰ τὸ ἀποθανόνταϲ πάλιν εἰϲ ἀνθρώπουϲ ἱκέϲθαι.
---Τὰ εἰϲ κοϲ λήγοντα καθαρὰ ὑπὲρ δύο ϲυλλαβάϲ, προϲηγορικὰ ἢ κύρια, ὁπότε τῷ ι παραλήγει ϲυνεϲταλμένῳ προπαροξύνεται, ἀνθέρικοϲ, Κύζικοϲ πόλιϲ τῆϲ Προποντίδοϲ, Ὤρικοϲ πόλιϲ ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖοϲ λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ «μετὰ δὲ Βουθρωτὸϲ πόλιϲ, μετὰ δὲ Ὤρικοϲ λιμήν». Ἀπολλόδωροϲ δὲ πόλιν αὐτὴν οἶδε. λέγεται ἀρϲενικῶϲ, ὡϲ Πολύβιοϲ ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντεϲ, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰϲβολὴν πρὸϲ τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰϲπλέοντι». Ἀϲφόδικοϲ, Ὄρικοϲ κύριον, Ϲίνδικοϲ πόλιϲ προϲεχὴϲ τῇ Ϲκυθίᾳ, Νήρικοϲ πόλιϲ Ἀκαρνανίαϲ, ἣν Ὅμηροϲ (Od. ω 377) ἀκτήν φηϲι ἠπείροιο. Ὄμβρικοϲ ἔθνοϲ Ἰταλικόν. τὸ δὲ Θορικόϲ οἱ πλείουϲ ὀξύνουϲιν. ἔϲτι δὲ δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ. Ἑκαταῖοϲ δὲ πόλιν αὐτήν φηϲιν.
Τὰ εἰϲ ικοϲ κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται, Γαλατικόϲ, Ἰταλικόϲ, Πυθαγορικόϲ, Ὁμηρικόϲ, δουλικόϲ, βαϲιλικόϲ, δεϲποτικόϲ, κλῶ πικόϲ, Τρωϊκόϲ. Ἀττικόϲ κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. Ταυρικόϲ, βαρβαρικόϲ, Γαδειρικόϲ Εὕπολιϲ ἐν Μαρικᾷ «πότερον ἦν τὸ τάριχοϲ Φρύγιον ἢ Γαδειρικόν » Ἑλληνικόϲ, Ἑλλαδικόϲ. tαρικόϲ. Ἡρόδοτοϲ ἐν πρώτῃ (c. 171) *τὸ Καρικὸν ἔθνοϲ δοκιμώτατον ». Λιβυϲτικόϲ «Λιβυϲτικὰϲ πλάκαϲ » Λυκόφρων (v. 648), ὅ τινεϲ διὰ τοῦ γ γράφουϲι κακῶϲ. Μηδικόϲ *ὁ Μηδικὀϲ ὀπόϲ ». Ϲτράβων (11 p.525) « φέρει δὲ ϲίλφιον ἡ χώρα, ἀφ’ ἧϲ ὁ Μηδικὸϲ καλούμενοϲ ὀπόϲ, οὐ πολὺ λειπόμενοϲ τοῦ Κυρηναϊκοῦ ». Πελαϲγικόϲ Πελαϲγικὸν Ἄργοϲ ἔναιον » (B 681). ἔϲτι δὲ καὶ ἐν Ἀθήναιϲ τεῖχοϲ «Πελαργικόν» ἤτοι Πελαϲγικόν ὡϲ ὁ κωμικὸϲδηλοῖ ἐν τοῖϲ Ὄρνιϲιν (ν. 832). «Ῥωϲικὸϲ ϲκόπελοϲ ». Χαλυβδικόϲ μετὰ τοῦ δ. Λυκόφρων « Χαλυβδικῷ κνώδοντι (1109) καὶ ἡ χώρα Χαλυβική. Ϲινδικόϲ. Ταναγρικόϲ. Ἡρόδοτοϲ πέμπτῃ (c. 5 ) «Ταναγρικὴ μοῖρα » καὶ Μένανδροϲ « Ταναγρικὴ γυνή ». Χαιρωνικόϲ. Ἀπολλόδωροϲ ἐν χρονικῶν δευτέρῳ «κατὰ δὲ μάχην, ὥϲ φαϲι, τὴν Χαιρωνικήν ». Χαονιτικόϲ. Λυκόφρων « φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο » (ν. 1320). καὶ Χαονικόϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « ὁ δὲ κόλποϲ Κιρραῖοϲ καὶ τὸ πεδίον ἐν τῇ Χαονικῇ». Ψυλλικόϲ. Ἑκαταῖοϲ περιηγήϲει Λβύηϲ “ ὁ Ψυλλικὸϲ κόλποϲ μέγαϲ καὶ βαθύϲ, τριῶν ἡμερέων πλόοϲ ». Ἀγριανικόϲ, ὡϲ Χάραξ ἐν δευτέρῳ χρονικῶν. Ληναϊκόϲ, Ϲμυρναϊκόϲ, Πειραϊκόϲ ϲυϲτολῇ τοῦ α. Ἀκαδημαϊκόϲ, Γαλαδραϊκόϲ. Πολύβιοϲ δὲ ἐν τῷ ιγ′ Γαλαδρικόν φηϲι. τὸ δὲ ἄδικοϲ οὐ κτητικόν. τὸ δὲ ἡλίκοϲ καὶ πηλίκοϲ καὶ τηλίκοϲ παρὰ ποιηταῖϲ καὶ ὁπηλίκοϲ παροξύνονται· οὐ γὰρ κτητικά.
Τὰ εἰϲ υκοϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ κτητικῆϲ ἐννοίαϲ ἐχόμενα βαρύνεται, Ἴβυκοϲ, Ἄμυκοϲ, Κώρυκοϲ πόλιϲ Κιλικίαϲ. Παρθένιοϲ προπεμπτικῷ. ἔνιοι δὲ τὴν πόλιν Κωρύκειαν φαϲίν. ἔϲτι καὶ Κώρυκοϲ ὄροϲ ἀρϲενικῶϲ λεγόμενον πληϲίον Τέω τῆϲ Ἰωνίαϲ καὶ Ἐρυθρῶν, ὡϲ Ἐκαταῖοϲ Εὐρώπῃ. καὶ λιμὴν ὁμώνυμοϲ καὶ νηϲίον ὁμώνυμον. Ἴνυκοϲ πόλιϲ Ϲικελίαϲ. Ἄλυκοϲ πόλιϲ Πελοποννήϲου «εἰϲ Ἀϲίνην Ἄλυκόν τε καὶ ἄμ πόλιν Ἑρμιονήων ». Καλλίμαχοϲ. Ἐλίϲυκοϲ ἔθνοϲ Λιγύων. Ἑκαταῖοϲ Εὐρώπῃ. Πάτυκοϲ πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείῳ. Ἁρπάλυκοϲ ὄνομα κύριον, Εὔτυκοϲ. Κήρυκοϲ ὄνομα κύριον. Ϲίμυκοϲ, Ϲίτυκοϲ. τὸ δὲ Λιβυκόϲ καὶ θηλυκόϲ καὶ ἁλυκόϲ ὀξύνεται θηλυκὰ ἔχοντα.
Τὰ εἰϲ ϲκοϲ ι ἢ υ παραληγόμενα παροξύνεται, ϲατυρίϲκοϲ, νεανίϲκοϲ, παιδίϲκοϲ, ἀϲτερίϲκοϲ, ὀβελίϲκοϲ, πανίϲκοϲ, Κωραλίϲκοϲ, οὐρανίϲκοϲ, Βορμίϲκοϲ πόλιϲ Μακεδονίαϲ. Δορίϲκοϲ πόλιϲ Θρᾴκηϲ καὶ πεδίον. Φαλίϲκοϲ πόλιϲ Ἰταλίαϲ καὶ ὁ οἰκήτωρ ὁμοφώνωϲ. Ἱππουρίϲκοϲ νῆϲοϲ Καρίαϲ. Ϲκορδίϲκοϲ ἔθνοϲ Παιονίαϲ ὡϲ Φλέγων ἐν Ὀλυμπιάδων ιε′. Τριποδίϲκοϲ καὶ Τριποδίϲκοι κώμη τῆϲ Μεγαρίδοϲ. λέγεται καὶ Τριποδίϲκη. Ἐλευθερίϲκοϲ πόλιϲ Μακεδονίαϲ. Ταυρίϲκοϲ ἔθνοϲ περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡϲ Πολύβιοϲ τρίτῳ (c. 60, 8). Ἐρατοϲθένηϲ Τερίϲκουϲ αὐτούϲ φηϲι διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμαϲκόϲ — ἔϲτι δὲ πόλιϲ Ϲυρίαϲ καὶ Ἀρδηϲκόϲ καὶ Δραβηϲκόϲ Θρᾴκηϲ χωρίον, Θουκυδίδηϲ α′ (c. 100), ὀξύνεται ι οὐκ ἔχοντα.
Τὰ εἰϲ λοϲ διβράχεα βαρύνεται· εἰ δέ τι ὀξύνεται, διαϲτολὴν πέπονθεν πονθεν ἢ ἕνεκα τριγενείαϲ, Ἄλοϲ πόλιϲ Ἀχαΐαϲ καὶ Φθιώτιδοϲ ὑπὸ τῷ πέρατι τῆϲ Ὄθρυοϲ. ὁ ποιητὴϲ «ο τ’ Ἄλον οἵ τ’ Ἀλόπην » (B 682). εἴρηται δ’ ἀπὸ τῆϲ Ἀθάμαντοϲ ἄληϲ περὶ τοὺϲ τόπουϲ ἐκείνουϲ γενομένηϲ καὶ ὑπ’ αὐτοῦ κτιϲθεῖϲα. Θέων δέ φηϲιν ὅτι Ἄλοϲ θεράπαινα ἦν Ἀθάμαντοϲ ἡ μηνύϲαϲα τὴν Ἰνὼ φρύγειν τὰ ϲπέρματα, ἧϲ εἰϲ τιμὴν τὴν πόλιν ὠνόμαϲεν. δύο δὲ Παρμενίϲκοϲ ἱϲτορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεϲιλάῳ. Ἀπολλόδωροϲ δὲ ἀρϲενικῶϲ λέγεϲθαι τὴν πόλιν φηϲίν. πάλοϲ, ϲάλοϲ, λάλοϲ, φάλοϲ, μύλοϲ, τύλοϲ, Πύλοϲ πόλιϲ ἐν Μεϲϲήνῃ. Ξύλοϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. φίλοϲ, κτίλοϲ, ὃ κατ’ ἀφαίρεϲιν ἐκ τοῦ ἱκτίλοϲ γέγονεν. πόλοϲ, ϲτόλοϲ, ψόλοϲ, ὅλοϲ, Φόλοϲ ὁ Κένταυροϲ, χόλοϲ, δόλοϲ, κόλοϲ, βόλοϲ, μόλοϲ καὶ Μόλοϲ «Μηριόνη Μόλου υἱέ » (N 249) ϲόλοϲ καὶ Ϲόλοι Κιλικίαϲ πόλιϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. κέκληται δὲ ἀπὸ Ϲόλωνοϲ ὡϲ Εὐφορίων. θόλοϲ. «μεϲϲηγύϲ τε θόλου καὶ ἀμύμονοϲ ἕρκεοϲ αὐλῆϲ » (Od. χ 442). τὸ μέντοι θολόϲ τὸ μέλαν τῆϲ ϲηπίαϲ ὀξυνόμενον πρὸϲ ἀντιδιαϲτολήν ἐϲτι. τὸ δὲ αὐτὸ λέγεται ὀλόϲ. καὶ τὸ ὀλόϲ δὲ ὁ ὀλέθριοϲ ὀξύνεται. τὸ γὰρ Ἀλκμανικὸν «ἔχει μ’ ἄχοϲ ὦ ὀλὲ δαῖμον» ἐὰν μὲν ὀλόϲ ἡ εὐθεῖα, οὐκ ἔϲτι ϲυγκοπή. ἐὰν δὲ ἐκ τοῦ ὀλοόϲ ἡ κλητικὴ ὀλοέ, ϲυτκοπή ἐϲτιν.
Τὰ εἰϲ λοϲ μονογενῆ διϲύλλαβα μὴ ἀπὸ τοῦ Χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τιϲ εἴη διαϲτολή, βαρύνεται, Μᾶλοϲ Ἀμφικτύονοϲ υἱὸϲ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ, κᾶλοϲ «ἐν δ’ ὑπέραϲ τε κάλουϲ τε » (Od. ε 260). Ἶλοϲ τὸ κύριον, ἰλόϲ δὲ ὁ διεϲτραμμένοϲ, πῖλοϲ, μῖ λοϲ, ϲπῖλοϲ, Βρῖλοϲ ὄνομα κύριον, τῖλοϲ τὸ φορτικόν , ϲτῦλοϲ, γρῦλοϲ, θρῦλοϲ. τὸ δὲ χυλόϲ καὶ χιλόϲ ἡ τροφὴ ὀξύνεται ἀπὸ τοῦ χ ἀρχόμενα. τὸ δὲ ψιλόϲ τριγενέϲ ὡϲ καὶ τὸ καλόϲ παρὰ τῷ ποιητῇ ὑγιῶϲ ἐκτεταμένον. τὸ δὲ βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ, Δωρικῶϲ τέτραπται. καὶ τὸ δαλόϲ δὲ κατὰ πάθοϲ. καὶ τὸ Νεῖλοϲ βαρύνεται. ἔϲτι δὲ ποταμὸϲ Αἰγύπτου. Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ «καὶ ἱρὸν Νείλου τοῦ ποταμοῦ». λέγεται δὲ κατὰ διάλεκτον Μέϊλοϲ. καὶ τὸ δειλόϲ ὀξύνεται.
Τὰ εἰϲ λοϲ διϲύλλαβα κύρια τῷ η παραληγόμενα περιϲπᾶται, οἷον Μῆλοϲ Μαντοῦϲ υἱόϲ, ἀφ’ οὐ Μαλόειϲ τόποϲ ἐν Λέϲβῳ, ὡϲ Ἑλλάνικοϲ ἐν Λεϲβικῶν πρώτῳ καὶ Μῆλοϲ μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουϲα πόλιν. ἔϲτι καὶ κώμη τῆϲ Ἀκαρνανίαϲ. Βῆλοϲ ὁ Ζεύϲ καὶ Βῆλοϲ ἡ καὶ Μῆλοϲ πρὸϲ ταῖϲ Ἡρακλέουϲ ϲτήλαιϲ ἀμφοτέρων ἐτύμωϲ λεγομένων τῷ τούϲ ἀρχαιοὺϲ βηλὸν λέγειν τὸν οὐδὸν τῆϲ θύραϲ καὶ ταύτην κεῖϲθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μῆλοϲ δὲ καὶ Μηλαρία δύο πόλειϲ ἐπὶ τοῖϲ πέραϲι, τὴν αὐτὴν ἔμφαϲιν ἔχουϲιν ἀπὸ τῆϲ κλήϲεωϲ τῶν μήλων, ἃ χρύϲεα λέγεται Ἡρακλῆϲ ἐκ τῆϲ Λιβύηϲ ἀγηοχέναι. Δῆλοϲ μία τῶν Κυκλάδων. ἢ παρὰ τὰϲ γονάϲ· ἱερὸν γὰρ Δῆλοϲ τοῦ Ἀπόλλωνοϲ τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομέμου. ἢ διὰ τὰϲ μαντείαϲ· δηλοῦϲα γὰρ τὰ δυϲεύρετα. Ϲφῆ λοϲ ὄνομα κύριον. Τῆλοϲ νῆϲοϲ τῶν Κυκλάδων ὁμοφώνωϲ τῷ οἰκιϲτῇ. Ζῆλοϲ πόλιϲ τῶν ἑϲπερίων Αἰθιόπων. Ἦλοϲ κύρον.
Ἔτι τὰ εἰϲ λοϲ διϲύλλαβα προϲηγορικὰ ἢ ἐπιθετικὰ τῷ η παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ η, ὀξύνεται, πηλόϲ, βηλόϲ ὁ οὐδόϲ, χηλόϲ, φηλόϲ. τὸ μέντοι ἧλοϲ καὶ ζῆλοϲ βαρύνεται, οὐδὲ γὰρ ἄφωνον ἔχει. τὸ δὲ δῆ λοϲ ἐπιθετικὸν ἀπὸ δέελοϲ κατὰ ϲυναίρεϲιν τῶν δύο εε εἰϲ η γέγονεν.
---Τὰ εἰϲ λοϲ διϲύλλαβα εἴτε κύρια εἴτε προϲητορικὰ τῷ ω παραληγόμενα περιϲπᾶται, Κῶλοϲ ἔθνοϲ πρὸϲ τῷ Καυκάϲῳ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲκῶλοϲ πόλιϲ Βοιωτίαϲ. Ϲτῶλοϲ πόλιϲ ἐν Θρᾴκῃ. Τμῶ λοϲ, ὃϲ κατὰ ποιητικὸν μεταϲχηματιϲμὸν Τύμωλοϲ. Πῶλοϲ τὸ κύριον καὶ τὸ προϲηγορικόν, μῶλοϲ, βῶλοϲ, κῶλοϲ. Χῶλοϲ τὸ κύριον. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, χωλόϲ, ψωλόϲ.
Τὰ εἰϲ αυλοϲ διϲύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται, αὐλόϲ, δαυλόϲ, καυλόϲ, γαυλόϲ ἐπὶ τοῦ ἀγγείου. «γαυλοί τε ϲκαφίδεϲ» (Od. ι 223), ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνωϲ. Καλλίμαχοϲ (fr. 217) «Κυπρόθε Ϲδόνιόϲ με κατήγαγεν ἐνθάδε γαῦλοϲ ». τὸ δὲ Bαῦλοϲ, Ποῦλοϲ, Γαῦλοϲ νῆϲοϲ πρὸϲ τῇ Καρχηδόνι. Ἑκαταῖοϲ περιηγήϲει— κύρια περιϲπᾶται καὶ τὸ ναῦλοϲ μὴ ὂν κύριον. τὸ δὲ φαῦλοϲ ἐπίθετον.
Τὰ εἰϲ λοϲ ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ λοϲ δίφθογγον τὴν διὰ τοῦ υ βαρύνεται οἷον φαῦλοϲ, δοῦλοϲ, οὖλοϲ. τὸ δὲ τραυλόϲ ὀξύ—νεται καὶ τὸ δαυλόϲ.
---Τὸ κοῖλοϲ μόνον εἰϲ λοϲ λῆγον διϲύλλαβον τῇ οι διφθόγγῳ παραληγόμενον βαρύνεται. λέγεται δὲ καὶ κόῖλοϲ.
Τὰ εἰϲ δύο λλ κύρια ἀρϲενικὰ βαρύνονται, Υλλοϲ υἱὸϲ Ἡρακλέουϲ, ἀφ’ οὗ Ὑλλεῖϲ ἔθνοϲ Ἰλλυρικόν, οὓϲ Ἀπολλόδωροϲ Ὕλλουϲ γράφει ἐν τῷ περὶ γῆϲ δευτέρῳ «ὑπὲρ δὲ Ὕλλουϲ Λιβυρνοὶ καί τινεϲ Ἴϲτροι λεγόμενοι Θρᾷκεϲ». Τέλλοϲ ὁ Ἀθηναῖοϲ Ἡρόδοτοϲ α′ (c. 30), Μύλλοϲ ποιητὴϲ κωμικόϲ, Γάλλοϲ ὁ ποταμὸϲ Φρυγίαϲ· — λέγει δὲ ὁ Πoλυίϲτωρ ἐν τῷ περὶ Φρυγίαϲ τρίτῳ, τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆϲαι καὶ ποταμὸν Γάλλον καλέϲαι. ἀπ’ ἐκείνου γὰρ τούϲ τεμνομένουϲ τὰ αἰδοῖα γάλλουϲ καλοῦϲιν — καὶ ἔθνοϲ. Ψύλλοϲ τὸ κύριον. Ἀγροίταϲ α′ Λιβυκῶν· »ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πληϲιάϲαι ταῖϲ νύμφαιϲ φαιϲ καὶ γεννῆϲαι παῖδαϲ Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀεβύταν, Βάκαλα, Μάκαν, Ψύλλον ». ἀφ’ οὗ Ψύλλοι τὸ ἔθνοϲ, περὶ οὗ Ἡρόδοτοϲ τετάρτῃ (c. 173) «Ναϲαμῶϲι προϲόμουροί εἰϲι Ψύλλοι ». Ϲκύλοϲ ὁ κολυμβητήϲ, Φέλλοϲ τὸ κύριον, Ἡϲίοδοϲ «Φέλλον ἐυμμελίην τηλεκλειτὴ Μελίβοια », Γρύλλοϲ καθάραϲ τοὺϲ Διοϲκούρουϲ ὡϲ Φιλοϲτέφανοϲ, Κόλλοϲ· Δημόγνητοϲ ἐν τῷ περὶ Mνίδου· «καὶ Κόκκυγα τὸν Τελέϲτοροϲ καὶ Κόλον τὸν Ϲκίρου καὶ Λώγαϲον τὸν Αὐτονόμου καὶ Κτῆϲιν τὸν Μνηϲιθέου». Γίλλοϲ. Ἡρόδοτοϲ γ′ (c. 138). Φύλλοϲ πόλιϲ ἐν Θετταλίᾳ. Ϲτράβων Θ′ (p. 435) ἀρϲενικῶϲ. Ῥιανὸϲ δὲ Φύλλον θηλυκῶϲ ἐν θ′ Θεϲϲαλικῶν «οἱ δ’ ἄφαρ ὁπλιϲθέντεϲ ἴϲαν κραναὴν ποτὶ Φύλλον». Τράλλοϲ ἔθνοϲ Ἰλλυρίαϲ, οἳ καὶ Τράλλειϲ παρὰ Θεοπόμπῳ. Μάλλοϲ ὁ κτίϲτηϲ πόλεωϲ Μαλλοῦ. Κύλλοϲ τὸ κύριον, οὖ μέμνηται καὶ Ἀριϲτοφάνηϲ καὶ Κρατῖνοϲ ἐν Μαλθακοῖϲ. τὸ δὲ κολλόϲ ὀξύνεται ὡϲ ἐπιθετικόν. καὶ τὸ Μαλλόϲ θηλυκὸν ὄνομα πόλεωϲ Κιλικίαϲ. Καλλίμαχοϲ Αἰτίων πρώτῳ. καὶ τὸ Φελλόϲ πόλιϲ Παμφυλίαϲ. Ἄλέξανδροϲ ὁ Πολυίϲτωρ ἐν τῷ περὶ Λυκίαϲ Φελλὸν καὶ Ἀντίφελλον Λυκίαϲ εἶναί φηϲι. ϲεϲημείωται τὸ Ἑλλόϲ ἢ Ϲελλόϲ « ἀμφὶ δὲ Ϲελλοὶ ϲοὶ ναίουϲ’ ὑποφῆται » (ll. Π 234).
Τὰ εἰϲ δύο λλ προϲηγορικά, εἰ μὴ παραλήγοιεν ι, καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλόϲ, φαλλόϲ, θαλλόϲ, φελλόϲ, ϲκελλόϲ, πολόϲ μυλλόϲ, ἰλλόϲ «ίλλοί τε πόδεϲ ». τὸ ἴλλοϲ, ϲίλλοϲ καὶ βίλλοϲ τὸ ἀνδρεῖον αἰδοῖον τὸ κοινῶϲ βιλλίν παρ’ Ἐφεϲίοιϲ βαρύνεται. τὸ δὲ κιλλόϲ εἶδὸϲ χρώματοϲ ἐν Ϲτεφανοπώλιϲιν Εὐβούλου «εὔχρων τε κιλλὸν μανθάνειϲ θερίϲτριον» ὀξύνεται. ϲεϲημείωται τὸ ψύλλοϲ, τὸ δὲ ψύλλοϲ τὸ ἐπ’ ἔθνουϲ κύριον. τὸ δὲ ἄλλοϲ ὡϲ ἐπιμεριζόμενον βαρύνεται.
Τὰ εἰϲ λοϲ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου βαρύνεται· εἰ δέ τι εἴῃ ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει, ὄτλοϲ, βύβλοϲ καὶ Βύβλοϲ πόλιϲ Φοινίκηϲ. ἔϲτι καὶ Βύβλοϲ ἐν τῷ Νείλῳ πόλιϲ. βίβλοϲ καὶ Βίβλοϲ ποταμὸϲ Nάξου· ὄχλοϲ, κόχλοϲ, κύκλοϲ, Ἄϲκλοϲ πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ ἐν κ′ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. ἔϲτι καὶ οὐδέτερον. Τύϲκλοϲ πόλιϲ Ἰταλίαϲ. λέγεται καὶ Τυϲκλανόν. Ὕβλοϲ βαϲιλεύϲ, ἀφ’ οὗ Ὕβλα πόλιϲ Ϲικελίαϲ. Ζάγκλοϲ ὁ γηγενήϲ, ἀφ’ οὗ τινεϲ Ζάγκλην πόλιν Ϲικελίαϲ. τὸ δὲ τυφλόϲ ὀξύνεται, ἐπιθετικὸν ὄν, ὥϲπερ καὶ τὸ ϲτρεβλόϲ καὶ ἐϲθλόϲ καὶ ϲιφλόϲ ὁ κεκακωμένοϲ, ϲίφλοϲ δὲ ὁ μῶμοϲ. ϲεϲημείωται τὸ μοχλόϲ ὀξυνόμενον.
Τὰ εἰϲ αλλοϲ τριϲύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται, κρύϲταλλοϲ, Δίαλλοϲ, ὄκταλλοϲ ὁ ὀφθαλμὸϲ παρὰ Βοιωτοῖϲ. τὸ δὲ Τριβαλλὁϲ ἐθνικόν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν (1528) «ὄνομα δὲ τούτοιϲ τῶν θεῶν τῶν βαρβάρων τί ἔϲτι μανθάνω. Τριβαλλοί ». καὶ τὸ προβαλλόϲ ἡ ἀϲπίϲ ὀξυνόμενον.
Τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἐκφερόμενα παραληγόμενα τῷ α βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ κ ἄρχοιτο, ἀρύβαλλοϲ τὸ μαρϲύπιον, περίαλλοϲ τὸ ἰϲχίον, αἰγίθαλλοϲ. κραπαταλλόϲ δὲ εἶδοϲ νομίϲματοϲ καὶ κορυδαλλόϲ προϲηγορικὸν καὶ ὄνομα δήμου Ἀττικοῦ ὀξύνεται.
Τὰ εἰϲ λλοϲ πολυϲύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ α, προπαροξύνεται, Μύϲκελλοϲ ὁ Κρότωνοϲ οἰκιϲτήϲ, Μάρκελλοϲ, Ἀντίφελλοϲ χωρίον Λυκίαϲ, Κύριλλοϲ, Ϲόφιλοϲ, δόριλλοϲ, Μέγιλλοϲ, Τήριλλοϲ, Πέριλλοϲ, Ἄϊλλοϲ, Ἔπιλλοϲ, ἀνάϲιλλοϲ, Γράϲτιλλοϲ ἀρϲενικῶϲ πόλιϲ Μακεδονίαϲ, ὃ καὶ διὰ τοῦ π γράφεται κατὰ τὴν πρώτην ϲυλλαβὴν Πράϲτιλλοϲ ὡϲ Εὔπολιϲ. Ῥήγιλλοϲ Ϲαβίνων πόλιϲ. Ἀρίϲτυλλοϲ, Ἥρυλλοϲ, Θράϲυλλοϲ, Βάθυλλοϲ ὑποκοριϲτικά, Μελάμφυλλοϲ οὕτωϲ ἐκλήθη πρότερον ἡ Ϲάμοϲ. Ἄβυλλοϲ ἔθνοϲ πρὸϲ τῇ Τρωγλοδυτικῇ ἔγγιϲτα τῷ Νείλῳ, ὡϲ Ἀπολλόδωροϲ δευτέρῳ περὶ γῆϲ. τὸ δὲ ὀπτίλλοϲ παροξύνεται. καὶ τὸ νεογιλλόϲ ἔχει θηλυκόν.
Τὰ εἰϲ αλοϲ, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακράν, προπαροξύνεται, Κώ δαλοϲ, Τάνταλοϲ, ἀφ’ οὐ καὶ Τάνταλοϲ ὄροϲ Λέϲβου, Ἅρπαλοϲ, ἴξαλοϲ, δαίδαλοϲ καὶ Δαίδαλοϲ, ἤκαλοϲ, πάϲϲαλοϲ. Μαίναλοϲ ὁ Λυκάονοϲ καὶ πόλιϲ Ἀρκαδίαϲ. Μάνταλοϲ πόλιϲ Φρυίαϲ, ὡϲ ὁ πολυίϲτωρ Ἀλέξανδροϲ, ὁμοφώνωϲ τῷ κτίϲτῃ. Κώκαλοϲ, Ἄϲκαλοϲ, ἐξ οὖ Ἀϲκάληϲ ὡϲ δάμαλοϲ «δαμάληϲ ἔρωϲ » (Anacr. fr. 2). Ἄραξοϲ Ἀράξηϲ, Χάραξοϲ Χαράξηϲ, Λάπιθοϲ Λαπίθηϲ. Ψύτταλοϲ, ἀφ’ οὐ Ψυττάλεια νῆϲοϲ. ϲεϲημείωται τὸ ὀμφαλόϲ καὶ τὸ Θεϲϲαλόϲ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰκιϲτῇ.
Τὰ εἰϲ αλοϲ ἔχοντα τὴν τρίτην ϲυνεϲταλμένην θηλυκῶν ἐϲτερημένα, εἰ μὺ περιεκτικῇ ϲημαϲίᾳ ἐκφέρηται, προπαροξύνεται, Κέφαλοϲ πατὴρ Πρόνου, Ϲάμου, Πηλέωϲ, Κρανίου, ἀφ’ ὧν τετράπολιϲ ἡ νῆϲοϲ Κεφαλληνία, Μακροκέφαλοϲ ἔθνοϲ πρὸϲ τοῖϲ Κόλχοιϲ. ἐγκέφαλοϲ, ϲίαλοϲ. Φίαλοϲ, ἀφ’ οὐ Φιάλεια, δάμαλοϲ, Ῥόπαλοϲ. Πάραλοϲ ἐν Θεϲϲαλίᾳ πόλιϲ τῶν Μηλιέων· Πάραλοϲ δὲ καὶ ὁ οἰκήτωρ Παραλίαϲ τῆϲ Ἀττικῆϲ. Πάταλοϲ νῆϲοϲ παρακειμένη τῇ Καρίᾳ, Κύαλοϲ πόλιϲ Λυδίαϲ κτιϲθεῖϲα ὑπὸ Κυάλου τοῦ Διόϲ. Κρωβίαλοϲ πολίχνιον πρὸϲ τῇ Ποντικῇ. Ἀπολλώνιοϲ δευτέρῳ (v. 942) «Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον ». Ἀμφίαλοϲ, Εὐρύαλοϲ, Ἀϲτύαλοϲ, ὕφαλοϲ, ἀγχίαλοϲ. τὸ δὲ ἰταλόϲ ὁ οἰκιϲτήϲ καὶ τὸ ἐθνικὸν ὀξύνεται καὶ τὸ αἰγιαλόϲ περιεκτικόν. ἔϲτι δὲ καὶ Αἰγιαλόϲ μεταξὺ Ϲικυῶνοϲ καὶ τοῦ Βουπραϲίου καλούμενοϲ τόποϲ ἀπὸ Αἰγιαλέωϲ τοῦ Ἰνάχου, ὡϲ Ἴϲτροϲ ἐν ἀποικίαιϲ τῆϲ Αἰγύπτου. ἔϲτιν ἕτεροϲ Αἰγιαλόϲ προϲεχὴϲ τῷ Πόντῳ μετὰ τὴν Kάραμβιν ἄκραν, ὡϲ Ἀπολλώνιοϲ. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηροϲ «Κρῶμνάν τ’ Αἰγιαλόν τε » (B 855). γράφεται δὲ «Κρῶμναν Γωβίαλόν τε ». ἔϲτι καὶ Θρᾴκηϲ αἰγιαλὸϲ παρὰ τῷ Ϲτρυμόνι, ὡϲ Ἑκαταῖοϲ. ἔϲτι καὶ ἄλλοϲ Αἰγιαλὸϲ μέγαϲ καλούμενοϲ ἐν Αἰθιοπίᾳ κατ’ Αἴγυπτον.
Τὰ εἰϲ αλοϲ τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀξύνεται, ἁπαλόϲ, χθαμαλόϲ, τροχαλόϲ, ἀταλόϲ, ὁμαλόϲ, ἀκαλόϲ, γυαλόϲ τὸ ἐπίθετον. ϲεϲημείωται τὸ μεγάλοϲ παροξύτονον. ἐξέλειψε δὲ ἡ μεγάλοϲ εὐθεῖα διὰ τὸ ἀχαρακτήριϲτον τοῦ τόνου.
Τὰ διὰ τοῦ αλοϲ ὑπερδιϲύλλαβα μετὰ τοῦ α ἐκτεταμένου βαρύνεται, Φάρϲαλοϲ πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Φαρϲάλου τοῦ Ἀκριϲίου. ἔϲτι καὶ Παμφυλίαϲ πόλιϲ. Τάβαλοϲ, Ϲτύμφαλοϲ πόλιϲ Ἀρκαδίαϲ καὶ πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλιϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ.
Τὰ διὰ τοῦ ελοϲ μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθοϲ τι γένοιτο, ἄμπελοϲ. ἔϲτι καὶ πόλιϲ τῆϲ Λιγυϲτικῆϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ ἄκρα Τορωναίων Ἄμπελοϲ λεγομένη. ἔϲτι καὶ ἑτέρα ἄκρα τῆϲ Ϲάμου. καὶ ἄλλη ἐν Κυρήνῃ, Ἀγροίταϲ δὲ δύο πόλειϲ εἶναί φηϲι, τὴν μὲν ἄνω, τὴν δὲ κάτω. ἔϲτι καὶ Ἰταλίαϲ ἄκρα καὶ λιμὴν καὶ πόλιϲ. Ϲθένελοϲ, πύελοϲ καὶ πτύελοϲ, Κύψελοϲ, Δέκελοϲ, ’Ἐχελοϲ ἥρωϲ, Πάνελοϲ ἀρϲενικῶϲ πόλιϲ περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινοϲ τῶν Ἡρακλεωτῶν, ὃϲ ἀφίκετο ἐκ Βοιωτίαϲ ἀπόγονοϲ ὢν Πηνέλεω τοῦ ϲτρατηγήϲαντοϲ ἐπὶ Τροίαν. ἄγγελοϲ, ϲκόπελοϲ, ϲφάκελοϲ, ἀϲφόδελοϲ ἡ βοτάνη, ἀϲφοδελόϲ ὁ τόποϲ ὁ περιέχων. τὸ δειελόϲ τὸ δειλινόν ὀξύνεται καὶ τὸ ὀβελόϲ καὶ μυελόϲ.
Τὰ διὰ τοῦ ελοϲ ἐπιθετικὰ ὑπερδιϲύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, ἀείδελοϲ, εἴκελοϲ, εὐτράπελοϲ, πέμπελοϲ ὁ παλαιόϲ. εἰ δὲ τριβράχεα εἴη ἐπιθετικὰ μὴ ὄντα ϲύνθετα, ὀξύνεται, Ϲικελόϲ τὸ ἐθνικὸν ἀπὸ τοῦ οἰκιϲτοῦ καὶ ἀρχηγέτου τῆϲ χώραϲ, ἀφ’ οὐ καὶ Ϲικελία ἡ χώρα, ὡϲ Κίλικεϲ τοῦ Κίλικοϲ, οὗ καὶ ἡ Κιλικία, ὡϲ Θετταλοί ἀπὸ Θετταλοῦ, οὖ ἡ Θετταλία, καὶ Φρύγεϲ Φρυγόϲ, οὖ ἡ Φρυγία. «τῶν δὲ νηϲιωτῶν οἱ μὲν ἰθαγενεῖϲ πάλαι Λίγυεϲ ἐξ Ἰταλίαϲ Ϲικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδεϲ Ἕλληνέϲ εἰϲι Ϲικελιῶται ὡϲ Ἰταλιῶται.» ϲτροβελόϲ, κεφελόϲ (?). τὸ δὲ ζάφελοϲ ϲύνθετον ὂν παρὰ τὸ ζα καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελοϲ ταὐτόν ἐϲτι τῷ δῆλοϲ.
Τὰ διὰ τοῦ ηλοϲ ὑπερδιϲύλλαβα προϲηγορικὰ ἢ κύρια ἢ ἐπιθετικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, εὔκηλοϲ, τράχηλοϲ, κάπηλοϲ, κάμηλοϲ, φάϲηλοϲ, Ϲτύμφηλοϲ, βέβηλοϲ, κίβδηλοϲ, ἐρύγμηλοϲ, ὃ οὐ δεόντωϲ Τυραννίων ὀξύνει· ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸϲ «ἤρυγεν ἑλκόμενοϲ ἕλικι » (Il. Υ 404), ἐρύγηλοϲ καὶ. ἐν πλεοναϲμῷ τοῦ ἐρύγμηλοϲ. Πάμηλοϲ, Εὔζηλοϲ φρουρίον Ϲικελίαϲ. Εὐρύηλοϲ· οὕτωϲ ἡ ἀκρόπολιϲ τῶν Ἐπιπολῶν. Κάρμηλοϲ ὄροϲ. Ὄλβηλοϲ πόλιϲ Μακεδονίαϲ. Βάλακροϲ Μακεδονικῶν --- Ῥάκηλοϲ πόλιϲ Μακεδονίαϲ. Ϲελευκόβηλοϲ πόλιϲ Ϲυρίαϲ. Φάρβηλοϲ πόλιϲ Ἐρετριέων. Ἄρβηλοϲ ὁ Ἀθμονέωϲ, ἀφ’ οὗ Ἄρβηλα πόλιϲ Περϲική. ϲική. τὸ δὲ ῥιγηλόϲ ἔχει θηλυκόν.
Τὰ διὰ τοῦ ηλοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ ἐπιθετικὰ ἔχοντα θηλυκὰ ὀξύνεται, ϲιγηλόϲ, μιμηλόϲ, ἀπατηλόϲ, ὑψηλόϲ, ὑδρηλόϲ, χαμηλόϲ, ὀμβρηλϲ, ὀκνηλόϲ, ἀτυζηλόϲ.
Τὰ διὰ τοῦ ιλοϲ ἀρϲενικὰ ἔχοντα τὸ ι βραχὺ παροξύνεται· εἰ δέ τι προπαροξύτονον εἴη, ἢ πάθει γέγονεν ἢ γένει διαφέρει, ναυτίλοϲ, Τρωλοϲ, Ζωΐλοϲ, Πενθίλοϲ, ὀργίλοϲ, Μυρτίλοϲ, Χοιρίλοϲ, Πορϲίλοϲ, Βανδίλοϲ, φρυγίλοϲ. Ϲποργίλοϲ δῆμοϲ Ἀττικόϲ, Κορπίλοϲ Θρακῶν ἔθνοϲ. Ϲτράβων ζ′ (p. 87). τὸ δὲ αἴγιλοϲ θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόϊλοϲ ἀπὸ τοῦ κοῖλοϲ κατὰ πάθοϲ καὶ τὸ μύτιλοϲ ὁ ἔϲχατοϲ καὶ τὸ πύτιλοϲ προπαροξύνεται. ϲεϲημείωται δὲ καὶ τὸ Nύκτιλοϲ προπαροξυνόμενον.
Τὰ εἰϲ ιλοϲ ὑπερδιϲύλλαβα, εἰ ἔχοι τὸ ι ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ α, ὃ προκατάρχει ϲυμφώνων ἐν ϲυλλήψει ὄντων, ϲτρόβιλοϲ εἶδοϲ ὀρχήϲεωϲ, ϲτροβιλόϲ δὲ ἡ ϲυϲτροφὴ τοῦ ἐχίνου, ἔϲβιλοϲ, ὅμιλοϲ, Πάμμιλοϲ, ἀλλ’ οὐκ ἐν ϲυλλήψει τὰ ϲύμφωνα. τὸ δὲ Καδμῖλοϲ ὁ Ἑρμῆϲ προπεριϲπᾶται ἔχον τὸ α ἐπιφερομένων δύο ϲυμφώνων ἐν ϲυλλήψει.
---Τὰ διὰ τοῦ ειλοϲ πολυϲύλλαβα ϲύνθετα ἀπὸ ὀνόματοϲ προπαροξύνεται, τρίχειλοϲ, ἀγκυλόχειλοϲ, κροκόδειλοϲ, εὔειλοϲ.
Τὰ εἰϲ ολοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ κύρια ἢ προϲηγορικὰ προπαροξύνεται, Αἴολοϲ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰκιϲτῇ ὡϲ Θετταλόϲ, Ἰταλόϲ, ἄϲβολοϲ, εὔκολοϲ, διάβολοϲ. Ὅμολοϲ ὄροϲ Θετταλίαϲ, ὃ καὶ Ὁμόλη. Nάκολοϲ, Ποτίολοι πόλιϲ Τυρρηνίαϲ, ἥτιϲ καὶ Δικαιαρχείᾳ. αὐτόμολοϲ καὶ Αὐτόμολοϲ ἔθνοϲ Αἰθιοπικόν ὡϲ Ηρόδοτοϲ δευτέρᾳ (c. 30) «τοῖϲι δὲ Αὐτομόλοιϲι τούτοιϲιν ὄνομα Ἀϲμάχην, ὅ ἐϲτιν οἱ ἐξ ἀριϲτερῆϲ χειρὸϲ παριϲτάμενοι βαϲιλέϊ». Ἀμφίδολοι πόλιϲ τῆϲ Τριφυλίαϲ καὶ οἱ πολῖται ὁμοίωϲ ὡϲ Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλοϲ εἶτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλοϲ παροξύνεται, ὅτι ἀπὸ ῥήματοϲ. τὸ δὲ ὀβολόϲ ὀξύνεται.
Τὰ διὰ τοῦ υλοϲ τριϲύλλαβα προϲηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύϲει μακρᾶϲ, παροξύνεται, κρωβύλοϲ καὶ Κρωβύλοϲ, κηρύλοϲ ὁ τῶν ἀλκυόνων ἄρρην, Αἰϲχύλοϲ, Ῥωμύλοϲ, Ϲιμύλοϲ, Ἡδύλοϲ, Τουϲϲύλοϲ· οὕτωϲ οἱ Κάττουζοι ὑπὸ Καρῶν ἐκαλοῦντο. βαιτύλοϲ ὁ λίθοϲ ὃν ὁ Κρόνοϲ κατέπιεν, Δημύλοϲ, βηθύλοϲ. ϲεϲημείωται τὸ Οἴτυλοϲ, ἥρωϲ καὶ πόλιϲ Λακωνικῆϲ « ἠδ’ Οἴτυλον » (B 585). ἄρχεται τὸ ὄνομα ἀπὸ τῆϲ οι διφθόγγου, κακῶϲ δὲ Τυραννίων οἰόμενοϲ ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν, εἴγε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ « τοῦ δὲ γίνεται Ἀμφιάναξ, τοῦ δ’ Οἴτυλοϲ, ἀφ’ οὖ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτ καλεῖται ». καὶ Ὤγυλοϲ νῆϲοϲ μεταξὺ Πελοποννήϲου καὶ Κρήτηϲ. τὸ δὲ αἴϲυλοϲ ἐπίθετόν ἐϲτιν.
Τὰ διὰ τοῦ υλοϲ τριϲύλλαβα ἐπιθετικὰ ὄντα ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται, ϲτωμύλοϲ, αἱμύλοϲ ὁ πρᾶοϲ, ϲτρογγύλοϲ, « γογγύλοϲ ἐϲτὶ λίθοϲ Kαλλίμαχοϲ, ἀγκύλοϲ, καμπύλοϲ. τὸ δὲ αἴϲυλοϲ προπαροξύνεται ὡϲ ϲύνθετον ἀπὸ τοῦ α καὶ τοῦ ϲυλῶ ὁ πολλὰ ϲυλῶν «ὅδ’ οὐκ ὄθετ’ αἴϲυλα ῥέζων (Ε 403).
Τὰ εἰϲ υλοϲ τριϲύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην ϲυλλαβὴν μηκυνομένην παροξύνεται, προϲηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλοϲ, Βακχύλοϲ, Χαρμύλοϲ. προπαροξύνεται δὲ κόνδυλοϲ, ϲφόνδυλοϲ, δάκτυλοϲ, γόγγυλοϲ. τὸ δὲ Ἄξυλοϲ καὶ Ὄξυλοϲ κύρια ὄντα τοῖϲ προϲηγορικοῖϲ κατὰ τὸν τόνον ἠκολούθηϲαν.
Τὰ διὰ τοῦ υλοϲ τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ ϲυλλαβῇ ι, προλούθηϲαν. χ τὰ δὲ μὴ οὕτωϲ ἔχοντα παροξύνεται, εἰ μὴ εἴη παρώνυμον ἐν ἰϲοϲυλλάβοιϲ, Τίτυλοϲ, Ἴτυλοϲ τὸ κύριον. Ϲίπυλοϲ πόλιϲ Φρυγίαϲ· Ἑλλάνικοϲ ἐν Ἱερειῶν πρώτῳ. τὸ μέντοι Χρεμύλοϲ καὶ Κρατύλοϲ παροξύνονται οὐκ ἔχοντα ι ἐν τῇ πρώτῃ. τὸ δὲ ϲταφυλόϲ παρώνυμόν ἐϲτι παρὰ τὸ ϲταφυλή. τὸ δὲ Ἄγυλοϲ κύριον προπαροξύνει.
Τὰ εἰϲ υλοϲ ὑπερτριϲύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ οἷον ἐρωτύλοϲ, ἰαμβύλοϲ, Ὀνηϲύλοϲ, Nικαϲύλοϲ. τὸ μέντοι εὐρύπυλοϲ ϲύνθετον ὡϲ καὶ Ἑκατόμπυλοϲ πόλιϲ Παρθίαϲ.
Τὰ διὰ τοῦ ωλοϲ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ ω δύο ϲύμφωνα κατ’ ἐπιπλοκήν , ὧν τὸ δεύτερόν ἐϲτι τ οἶον Κίμωλοϲ ἥρωϲ καὶ νῆϲοϲ, Ἐρίγμωλοϲ, φάϲκωλοϲ ὁ θύλακοϲ, Μαύϲωλοϲ ὁ Κάρ ἀπὸ Μαυϲώλου. Δημοϲθένηϲ δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Καυϲώλων », Ἄνωλοϲ πόλιϲ Λυδίαϲ ἀπὸ Ἀνώλοῦ τοῦ Ἀϲίου παιδὸϲ καὶ ὁ πολίτηϲ ὁμωνύμωϲ, Ἴωλοϲ ἔθνοϲ Περγογγύλοϲ ραιβίαϲ. Ὅμηροϲ «τῷ δ’ Ἐνιῆνεϲ ἕποντο μενεπτόλεμοί τε Περαιβοί (Β 749), ταῦτά τινεϲ μετέγραψαν «τῶ δ’ ἄρ’ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί1, Μάγδωλοϲ πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ περιηγήϲει. Τύμωλοϲ ὁ Τμῶλοϲ κατὰ ποιητικὸν μεταϲχηματιϲμόν. Ἐτέωλοϲ ὄνομα λιμένοϲ. Ἄρρωλοϲ ἄνομα πόλεωϲ. Καϲτωλὸϲ δὲ ἦν δὲ πόλιϲ ἐν Λυδίᾳ ἐκλήθη δὲ ὅτι Καϲτωλοὺϲ τοὺϲ Δωριεῖϲ οἱ Λυδοί φαϲιν ὀξύνεται ἔχον δύο ϲύμφωνα, ὧν τὸ ἓν τ ἐϲτίν, ὡϲ καὶ τὸ Πακτωλόϲ. τὸ μέντοι Ϲπάρτωλοϲ βαρύνεται. ἔϲτι δὲ πόλιϲ Μακεδονίαϲ, ὡϲ Θουκυδίδηϲ ἐν δευτέρᾳ (c. 79). τὰ γὰρ δύο ϲύμφωνα οὐκ εἰϲὶν ἐν ϲυλλήψει, ἀλλ’ ἐν διαϲτάϲει. τὸ δὲ Αἰτωλόϲ τριγενέϲ.
Τὰ διὰ τοῦ ωλοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλόϲ, αἰτωλόϲ τὸ ἐπίθετον παρὰ τὸ ῥῆμα τὸ αἰτεῖν, ἁμαρτωλόϲ. τὸ μέντοι ἕωλοϲ ὁ χθεϲινόϲ προπαροξύνεται ὡϲ παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει.
---καὶ ἄλλωϲ·
Τὰ εἰϲ ωλοϲ ἀρϲενικὰ πρὸ τοῦ ω τὸ τ ἔχοντα ὀξύνεται, Καϲτωλόϲ, Πακτωλόϲ, ἁμαρτωλόϲ, Αἰτωλόϲ ὁ Ἐνδυμίωνοϲ, ὃϲ ἐκπεϲὼν ἀπὸ Πίϲηϲ ὑπὸ Ϲαλμωνέωϲ ϲυνῴκιϲε τὴν ἀπ’ αὐτοῦ κληθεῖϲαν Αἰτωλίαν , καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. τὸ Ϲπάρτωλοϲ θηλυκόν ἐϲτι καὶ τὸ Μαύϲωλοϲ οὐκ ἔχει τὸ τ.
Τὰ εἰϲ λοϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῇ διὰ τοῦ υ διφθόγγῳ προπαροξύνεται. δίαυλοϲ, θύραυλοϲ, ἴουλοϲ, ἰVάμουλοϲ, ὕπουλοϲ, Γαίτουλοϲ ἔθνοϲ Λιβύηϲ, ὃ Ἀρτεμίδωροϲ Γαιτουλίουϲ φηϲί. Τούρδουλοϲ ἔθνοϲ τῆϲ Ἰβηρίαϲ, οἳ καὶ Πουρδητανοί. Ἀρτεμίδωροϲ δὲ Τούρτουϲ αὐτοὺϲ καλεῖ καὶ Τουρτιτανούϲ.
Τὰ εἰϲ μοϲ ἔχοντα πρὸ τοῦ μ τὸ γ ὀξύνεται προϲηγορικὰ ὄντα, νυγμόϲ, φραγμόϲ, ἀγμόϲ, ψυγμόϲ, λυγμόϲ, ῥωγμόϲ· εἰϲὶ καὶ Ῥωγμοί Κιλικίαϲ ἐπίνειον, δραγμόϲ καὶ Δραγμόϲ πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων ἐν τοῖϲ Κ'ητικοῖϲ, τιναγμόϲ, ἀλαλαγμόϲ, ὑλαγμόϲ, διωγμόϲ, παιγμόϲ ἐμπαιγμόϲ, κηρυγμόϲ ἐκκηρυτμόϲ. κυνυλαγμόϲ παρὰ Ϲτηϲιχόρῳ «ἀπειρεϲίοιο κυνυλαγμοῖοα». καὶ παρὰ τῷ ποιητῇ «ἕπεί κεν ὑλαγμὸν ἀκούϲῃ » (Φ 575) Ἀρίϲταρχόϲ τινάϲ φηϲι γράφειν κυνυλαγμόν· οὕτω καὶ Ζηνόδοτοϲ. οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ· ὁ γὰρ ὑλαγμόϲ καὶ χωρὶϲ τοῦ προϲκεῖϲθαι τὸ ὄνομα ἰδίωϲ ἐπὶ τῶν κυνῶν ἀκούετα ὡϲ ὁ χρεμετιϲμὸϲ ἐπὶ τῶν ἵππων. ἄλλωϲ τε τὰ εἰϲ γμοϲ ῥηματικὰ μετὰ προθέϲεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’ ἄλλου δὲ οὐδενόϲ, καὶ τὸ ὑλαγμόϲ οὖν παρὰ τὸ ὑλάϲϲω γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν. ϲεϲημείωται τὸ ὄγμοϲ ἡ τάξιϲ βαρυνόμενον. ἔϲτι δὲ κανὼν ὁ λέγων· τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει οἷον ὄκνοϲ,, ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, ὄρροϲ, οὕτω καὶ ὄγμοϲ. καὶ τὸ Ῥίγμοϲ οὐ προϲηγορικὸν εἰϲ ἰδιότητα βαρύνεται.
Τὰ εἰϲ μοϲ πρὸ τοῦ μ δ ἔχοντα ὀξύνεται προϲηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα ἀρδμόϲ, ϲκιαδμόϲ, βαρύνεται δὲ ταῦτα Κάδμοϲ, Κύδμοϲ.
Τὰ εἰϲ μοϲ ἔχοντα πρὸ τοῦ μ θ ἢ χ ὀξύνεται, βαθμόϲ, ἰϲθμόϲ. καλεῖται δὲ καὶ Ἰϲθμόϲ ἡ Ἁλικαρναϲϲόϲ, τῆϲ Καρίαϲ πόλιϲ. ἔϲτι καὶ Κορίνθου Ἰϲθμόϲ. ἔϲτι δὲ καὶ ἰϲθμόϲ ϲτενὸϲ τόποϲ, δι’ οὗ ἴενται τὰ ἐϲθιόμενα καὶ πινόμενα ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. ϲταθμόϲ, αὐχμόϲ, χμόϲ, μηνιθμόϲ, πορθμόϲ, ϲκαρθμόϲ, ἰωχμόϲ, πλοχμόϲ, εἴτε ϲυγκέκοπται εἴτε καὶ ἐντελέϲ ἐϲτι , δοχμόϲ. τὸ δὲ κρίθμοϲ βαρύνεται εἰϲ ἰδιότητα.
Τὰ εἰϲ μοϲ ἔχοντα πρὸ τοῦ μ ϲπάνια μέν εἰϲι καὶ βαρύνεται οἷον Λάκμοϲ, Δέκμοϲ. τὸ μέντοι Τρωκμόϲ ἔθνοϲ Γαλατικόν — ἐκαλοῦντο δὲ καὶ Τροκμηνοί — ὀξύνεται.
Τὰ εἰϲ μοϲ λήγοντα ἔχοντα πρὸ τοῦ μ τὸ τ βαρύνονται, οἷον πότμοϲ, Πάτμοϲ, Λάτμοϲ. ϲεϲημείωται τὸ ἀτμόϲ ὀξυνόμενον. Τὰ εἰϲ μοϲ λήγοντα ἁπλᾶ ἔχοντα πρὸ τοῦ μ τὸ ϲ προϲηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ o μόνον εἰϲ ϲ καταλῆγον, ῥυϲμόϲ, δεϲμόϲ, δαϲμόϲ, θεϲμόϲ, χρηϲμόϲ, ϲπαϲμόϲ. πρόϲκειται «προϲηγορικά ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖϲμοϲ καὶ Κάϲμοϲ. τὸ δὲ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) ὀξύνεται. κοὐκ ἔχοντα τὸ ο μόνον». τὸ γὰρ κόϲμοϲ βαρύνεται, τὸ δὲ κρουϲμόϲ ὀξυνεται. καὶ τὸ ϲύνδεϲμοϲ προπαροξύνεται ϲύνθετον ὄν.
Τὰ εἰϲ μοϲ προϲηγορικὰ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ λ καταλήγουϲαν ὀξύνεται, ὀφθαλμόϲ, τιλμόϲ, ψαλμόϲ, παλμόϲ, ἰνδαλμόϲ. τὸ δὲ Ἄλμοϲ τὸ κύριον (ἔϲτι δὲ πόλιϲ Βοιωτίαϲ, ὡϲ Ἑλλάνικοϲ· καὶ Ϲάλμον αὐτήν φηϲι ἐν δευτέρῳ Δευκαλιωνείαϲ) καὶ τὸ Ὅλμοϲ τὸ κύριον καὶ τὸ προϲηγορικὸν βαρύνεται.
---Τὰ εἰϲ μοϲ προϲηγορικὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλήγουϲαν ὀξύνεται, κορμόϲ, φορμόϲ, θερμόϲ. τὸ δὲ ὅρμοϲ βαρύνεται. τὸ δὲ Θέρμοϲ πολίχνιον Αἰτωλίαϲ, ὡϲ Πολύβιοϲ, καὶ τὸ Ϲκύρμοϲ πόλιϲ Κυζίκου πληϲίον, καὶ Ἕρμοι δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ ὁ καὶ Ἕρμοϲ οὐδετέρωϲ κύρια.
Τὰ εἰϲ μοϲ ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ μ καταλήγοκϲαν ἀρϲενικὰ προϲηγορικά, εἰ ἀπὸ τῆϲ πρώτηϲ εἴη ϲυζυγίαϲ, ὀξύνεται, γράφω γραμμόϲ, τρίβω τριμμόϲ, θλίβω θλιμμόϲ, κόπτω κομμόϲ. τὸ δὲ ἄμμοϲ καὶ ψάμμοϲ θηλυκά. ἔτι καὶ τὸ μάμμοϲ ὁ ἔκγονοϲ βαρύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰϲ μοϲ διϲύλλαβα τῷ ἡ παραληγόμενα κύρια ὄντα βαρύνεται, Κνῆμοϲ, Ϲῆμοϲ, Ῥῆμοϲ ὄνομα ποταμοῦ. τὰ δὲ προϲηγορικὰ ὀξύνεται, εἰ μὴ διαϲτολή τιϲ εἴη, κημόϲ ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ ἐξ ἧϲ αἱ ψῆφοι φέρονται. καὶ τοῖϲ ἵπποιϲ δὲ περιτιθέμενοϲ οὕτωϲ ἐκαλεῖτο κημόϲ ὁ καλούμενοϲ φιμόϲ, ὡϲ Ξενοφῶν ἐν τοῖϲ περὶ. ἱππικῆϲ (10, 8). δηλοῖ δὲ καὶ πλέγμα τι ἐκ ϲχοινίων γενόμενον ὅμοιον ἠθμῷ, ᾦ τὰϲ πορφύραϲ λαμβάνουϲιν, εἰϲ ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰϲέρπουϲιν. ἐν αὐτοῖϲ δὲ τούτοιϲ ἐϲτὶ καὶ τὸ δέλεαρ, ὡϲ Ϲοφοκλῆϲ ἐν Ποιμέϲιν «κημοῖϲι πλεκτοῖϲ πορφύραϲ φθείρει γένοϲ». Αἰϲχύλοϲ ἐν Λυκούργῳ ἀλληγορικῶϲ τοὺϲ δεϲμοὺϲ κημοὺϲ εἴρηκε διὰ τούτων «καὶ τοῦϲδε κημὸϲ ϲτόματοϲ ». κνημόϲ ὁ τραχὺϲ τόποϲ τῶν ὀρέων, δημόϲ τὸ λίποϲ, δ ῆμοϲ δὲ ὁ ὄχλοϲ, ὡϲ ἐν Ϲφηξὶν (v.41) «τὸν δῆμον ἡμῶν βούλεται διϊϲτάνειν ». «θεὸϲ δ’ ὣϲ τίετο δήμῳ» (II. N 218). «εὐνήν τ’ αἰδομένη πόϲιοϲ δήμοιό τε φῆμιν» (0d.π 75) καὶ ὁ εἷϲ δημότηϲ «οὐ μὲν ἔοικε δῆμον ἐόντα» (Il. 1 212) καὶ ὁ τόποϲ « δήμῳ ἐνὶ Τρώων » (Od. ν 266) καὶ τόποϲ ἐν Ἰθάκῃ, ὃϲ καὶ Κροκύλειον, καὶ παρ’ Ἀθηναίοιϲ ἡ κώμη. καὶ ὁ Ἀϲκαλωνίτηϲ λέγει τὸ μὲν ἐπὶ τοῦ πλήθουϲ παρὰ τὸ δέμαϲ γεγενῆϲθαι οἱονεὶ ϲῶμά τι τυγχάνον ἢ παρὰ τὸν δαϲμόν. τὸ δὲ ἐπὶ τοῦ λίπουϲ παρὰ τὸ δαίω· εὔκαυϲτον γὰρ τὸ λίποϲ. δύναιτο δ’ ἄν τιϲ καὶ ἄλλωϲ ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμοϲ καὶ ἐν ϲυναλοιφῇ δῆμοϲ, τὸ ϲυνδεδεμένον πλῆθοϲ. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆϲ διαλύϲεωϲ.
Τὰ εἰϲ αμοϲ μονογενῆ διϲύλλαβα βαρύνεται, πράμοϲ, γάμοϲ, Ϲάμοϲ ἐπιφανὴϲ πρὸϲ τῇ Καρίᾳ νῆϲοϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ δευτέρῳ. Ἄμοϲ πόλιϲ Καρίαϲ. Λάμοϲ υἱὸϲ Ηρακλέουϲ καὶ ποταμὸϲ Κιλικίαϲ, Πλάμοϲ πόλιϲ Καρίαϲ. τὸ μέντοι ἀμόϲ ὁ ἡμέτεροϲ καὶ τὸ τίϲ, ὅθεν μηδαμόϲ καὶ μηδαμινόϲ, τριγενὲϲ ὄν ὀξύνεται.
Τὰ εἰϲ μοϲ διϲύλλαβα παραληγόμενα τῷ ο ἢ ε μὴ ὄντα τριγενῆ βαρύνεται ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, βρόμοϲ, γόμοϲ, τρόμοϲ, δρόμοϲ, ῥόμοϲ ὁ ϲκώληξ, δόμοϲ, τόμοϲ ὁ τετμημένοϲ, τομόϲ δὲ ὁ τέμνων, νομόϲ δὲ ἡ νέμηϲιϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ νόμοϲ ὁ θεϲμόϲ. τὸ δὲ ὁμόϲ ἐπὶ τοῦ ὁμοίου ἐϲτὶ τριγενέϲ.
---Τὰ εἰϲ ῑμοϲ καὶ ὀξύνεται οἷον φιμόϲ, λιμόϲ, ϲιμόϲ καὶ βαρύνεται οἷον μῖμοϲ, τῖμοϲ, βρίμοϲ.
Τὰ εἰϲ υμοϲ ἔχοντα τὸ ῡ ἐκτεταμένον διϲύλλαβα ὀξύνεται, κρυμόϲ, ῥυμόϲ, χυμόϲ, θυμόϲ. θύμοϲ δὲ τὸ μόριον ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμόϲ καὶ ἐπὶ τοῦ κυρίου καὶ προϲηγορικοῦ ὀξύνεται.
Τὰ εἰϲ ωμοϲ διϲύλλαβα προϲηγορικὰ ἀρχόμενα ἀπὸ ϲυμφώνου μὴ τοῦ μ, εἰ ἐπὶ οὐϲίαϲ τάττοιτο, ὀξύνεται, βωμόϲ· εἰϲὶ καὶ Βωμοί λόφοι Αἰτωλίαϲ. ψωμόϲ, ζωμόϲ, θωμόϲ ὁ ϲωρόϲ, βλωμόϲ τὸ δῆγμα. τὸ μέντοι κῶμοϲ ἡ ᾠδή βαρύνεται καὶ τὸ μῶμοϲ ἀπὸ τοῦ μ ἄρχεται, καὶ τὸ βρῶμοϲ ὁ χόρτοϲ καὶ Κρῶμοϲ κύριον βαρύνεται, ὥϲπερ τὸ ὦμοϲ εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. ἄλλωϲ τε τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προϲκειμένου τοῦ ῑ βαρύνεται, ὧροϲ, ὦμοϲ, ὦχροϲ. πρόϲκειται μὴ ἔχοντα τὸ ῑ διὰ τοῦ ᾠδόϲ.
Τὰ εἰϲ μοϲ διϲύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ ϲυμφώνου ἀρχόμενα ὀξύνεται, λοιμόϲ, λαιμόϲ. τὰ δὲ μὴ ἀπὸ ϲυμφώνου ἀρχόμενα βαρύνονται οἷον Αἷμοϲ ὄροϲ Θρᾴκηϲ. λέγεται καὶ οὐδετέρωϲ, ὡϲ οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμοϲ υἱὸϲ Βορέου καὶ Ὠρειθυίαϲ, ἀφ’ οὗ καὶ τὸ ὄροϲ. καὶ οἰμοϲ. ϲεϲημείωται τὸ Δεῖμοϲ.
Τὰ διὰ τοῦ αμοϲ τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ ᾱ τὸ τ, πλόκαμοϲ, κέραμοϲ, κάλαμοϲ, θάλαμοϲ, κύαμοϲ. Πρίαμοϲ ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτηϲ τῆϲ ἐπωνυμίαϲ ἔτυχε ὡϲ ἱϲτορεῖ Λυκόφρων (v. 338) «ὠνητὸϲ αἰθαλωτόν». Ὕλαμοι πόλιϲ Λυκίαϲ ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν δευτέρῳ περὶ Λυκίαϲ. Ὑλάμουϲ δὲ τοὺϲ καρπούϲ φαϲι. τὸ μέντοι ἰταμόϲ ἐπιθετικὸν καὶ ποταμόϲ παρὰ τὸ ποταϲμόϲ καθ᾿ ὑφαίρεϲιν τοῦ ϲ γινόμενον ὀξύνεται ὡϲ ἔχοντα τὸ τ πρὸ τοῦ ᾱ.
Τὰ διὰ τοῦ αμοϲ, εἰ ἔχοι τὴν πρώτην φύϲει μακράν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται, Πύραμοϲ ποταμὸϲ ἐν Μαλλῷ τῆϲ Κιλικίαϲ, Ϲήϲαμοϲ, Τεύταμοϲ, Ἴαμοϲ Ϲκυθίαϲ ἔθνοϲ ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Εὐξείνου πόντου. εἰ δὲ μή, ὀξύνεται, οὐλαμόϲ , χηραμόϲ ἡ κατάδυϲιϲ. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ φωριαμόϲ τὸ κιβώτιον, εἴτε παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάϲϲειν παρῆκται, ἔϲται κατ᾿ ὀξεῖαν τάϲιν. ἔϲτι γὰρ φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ῑ φωριαμόϲ. εἰϲὶ καὶ Φωριαμοί τόποϲ Ἤλιδοϲ μεταξὺ Παρθενίου τοῦ ποταμοῦ καὶ Ἀρκαδίαϲ ἐπιτήδειοϲ εἰϲ ἐνέδραν ἐν ϲτενῷ κείμενοϲ.
Τὰ διὰ τοῦ αμοϲ, εἰ ἄρχεται ἀπὸ δύο ϲυμφώνων, κύρια ὄντα ἢ ἐπίθετα προπαροξύνεται, ἄρταμοϲ ὁ μάγειροϲ, ὀρχαμοϲ, παρὰ τὴν ἀρχὴν ἄρχαμοϲ καὶ ὄρχαμοϲ. Πέργαμοϲ πόλιϲ Ἀϲίαϲ, ἐμπέραμοϲ, Ἴμβραμοϲ. οὕτωϲ Ἑρμῆν λέγουϲιν οἱ Κᾶρεϲ, Τύρταμοϲ. τὸ μέντοι ϲχινδαλαμόϲ ὁ ϲχιϲμόϲ ὀξύνεται προϲηγορικὸν ὄν.
Τὰ εἰϲ μοϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ε προπαροξύνεται, Τήλεμοϲ, Ἔχεμοϲ, πόλεμοϲ, ἄνεμοϲ. Ἰάλεμοϲ, ἤρεμοϲ, κοάλεμοϲ, Φάλεμοϲ, ἄργεμοϲ, ἄνθεμοϲ. τὸ δὲ θελεμόϲ ἀπὸ τοῦ θελημόϲ ὀξύνεται.
Τὰ εἰϲ μοϲ ἁπλᾶ τῷ η παραληγόμενα ϲπάνια ὄντα προπαροξύνεται, ἔρημοϲ Ἀττικῶϲ, ἐρῆμοϲ δὲ παρὰ τῷ ποιητῇ « ὡϲ ἴδε χῶρον ἐρῆμον» (K 520), Κέημοϲ ὄνομα νήϲου· ἔτι καὶ τὰ ϲύνθετα Εὔδημοϲ, εὔφημοϲ, εὔϲημοϲ, ἄϲημοϲ, ἐπίϲημοϲ, βλάϲφημοϲ, πάνδημοϲ, Νικόδημοϲ, ἐπίδημοϲ.
Τὰ εἰϲ ιμοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, ἀγώ γιμοϲ, ὄψιμοϲ, πρώϊμοϲ, ὠφέλιμοϲ, ἄλκιμοϲ, νόμιμοϲ. ϲπόριμοϲ, ἐπήτριμοϲ, τοῦτο ὁ Ἀϲκαλωνίτηϲ ὀξύνει ὡϲ πολεμικόϲ. οὐκ εὖ. κύδιμοϲ, φαίδιμοϲ, δόκιμοϲ, ὤκιμοϲ, Ἄριμοϲ, Ὄχιμοϲ πατὴρ Κυδίππηϲ.
Τὰ εἰϲ ομοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, κέρτομοϲ, ἄνδρομοϲ ὁ ἀνδρώδηϲ, ἕβδομ οϲ, Δίομοϲ Κολυττοῦ υἱὸϲ Ἡρακλέουϲ ἐρώμενοϲ. πλὴν τοῦ καρατόμοϲ, ἀγρον όμοϲ ἀπὸ ῥημάτων ϲυντεθέντων.
Τὰ εἰϲ υμοϲ ἔχοντα τὸ υ βραχὺ πρὸ τοῦ μοϲ προπαροξύνεται, ἔλυμοϲ καὶ Ἔλυμοϲ ἥρωϲ, ἀφ᾿ οὗ Ἐλυμία πόλιϲ Μακεδονίαϲ. ἔτυμοϲ καὶ ἐτήτυμοϲ, δίδυμοϲ, ἥδυμοϲ, νήδυμοϲ, ϲκόλυμοϲ εἶδοϲ βοτάνηϲ, Ϲόλυμοϲ ἔθνοϲ οἱ νῦν Πιϲίδαι ἀπὸ Ϲολύμου τοῦ Διὸϲ καὶ Χαλδήνηϲ «Ϲολύμουϲ καλουμένουϲ παρελθὼν Μαυϲώλου». Ἴδυμοϲ ποταμὸϲ Καρίαϲ, Ϲίδυμοϲ, ἀφ᾿ οὗ Ϲίδυμα πόλιϲ Λυκίαϲ. Εὕρυμοϲ. τοῦ μέντοι κωλυμόϲ καὶ ἐρυμόϲ τὸ υ μακρόν.
Τὰ εἰϲ μοϲ τριϲύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ μὴ παρεϲχηματιϲμένα θηλυκῷ γένει ὀξύνεται, κυδοιμόϲ ἡ ταραχή, ἀλοιμόϲ, ἀμοιμόϲ κατὰ ἐναλλαγὴν ϲτοιχείων ἀπὸ τοῦ ἀμοιβόϲ. τὸ δὲ ἕτοιμοϲ Ἀττικόν, τὸ δὲ ἑτοῖμοϲ κοινόν ἐϲτι τριγενέϲ. καὶ τὸ ἀλύδοιμοϲ ὁ οἰκτρόϲ προπαροξύνεται.
---Τὰ εἰϲ μοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ μ τὸ ϲ ὀξύνεϲθαι θέλει, μεριϲμόϲ, ὁπλιϲμόϲ, ἀθροιϲμόϲ, ἀφλοιϲμόϲ. τοῦτο δὲ ἔνιοι παρὰ τὸ ἀφριϲμόϲ μεταβολῆϲ γενομένηϲ τοῦ ρ εἰϲ λ καὶ πλεονάϲαντοϲ τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοιϲμόϲ καὶ ἀφλοιϲμόϲ ἐν πλεοναϲμῷ τοῦ ᾱ. διὸ οὐ δεόντωϲ Πυραννίων προπαροξύνει.
---Τὰ εἰϲ ωμοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, Εὔρωμοϲ πόλιϲ Καρίαϲ ἀπὸ Εὐρώμου τοῦ Ἰδριέωϲ Καρόϲ, Ἴθωμοϲ, ἀφ᾿ οὗ Ἰθώμη πόλιϲ Θεϲϲαλίαϲ, Τετράκωμοϲ ἔθνοϲ οἱ καὶ Τετραχωρῖται. ὁμοίωϲ δὲ καὶ τὰ διὰ τοῦ ουμοϲ ὑπερδιϲύλλαβα Πάτουμοϲ πόλιϲ Ἀραβίαϲ.
Τὰ εἰϲ νοϲ ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν μέϲων ϲτοιχείων ἔχοντα θηλυκὸν γένοϲ ὀξύνεται, ϲτεγνόϲ, ϲτυγνόϲ, ἁγνόϲ, κεδνόϲ, ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ. τὸ μέντοι λάγνοϲ βαρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ἔχει δὲ καὶ ἔννοιαν ϲυνθέϲεωϲ. ὡϲαύτωϲ καὶ ἄγνοϲ ἡ βοτάνη καὶ τὰ κύρια, Κύδνοϲ ποταμὸϲ Κιλικίαϲ, Πύδνοϲ, Κάλυδνοϲ παῖϲ Οὐρανοῦ, ἀφ᾿ οὗ Κάλυδνα πόλιϲ θήβηϲ, καὶ Κάλυδνοϲ.
Τὰ εἰϲ νοϲ ἁπλᾶ ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν ἀντιϲτοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τέλουϲ ορ, πυκνόϲ, κραιπνόϲ, τερπνόϲ, ϲτρυφνόϲ ὁ λόγοϲ τοῦτο διὰ τοῦ ῡ ἀπαιτεῖ, ὡϲ γὰρ τέρπω τερπνόϲ, ϲτέγω ϲτεγνόϲ, οὕτω καὶ ϲτύφω ϲτυφνόϲ. καὶ καθάπερ κέντον κέντρον, οὕτω πλεοναϲμῷ τοῦ ρ ϲτυφνόϲ καὶ ϲτρυφνόϲ, ὅμωϲ εὕρηται καὶ διὰ τοῦ ῑ προφερόμενον ϲτριφνόϲ. ϲημειῶδεϲ καὶ τὸ ϲτρυφνόϲ ἐκτεῖνον τὸ ῡ. Ἀριϲτοφάνηϲ ἐν Ϲφηξί (v. 877)
Τὰ γὰρ ἄλλα τοιαῦτα τῷ παραληγόμενα ϲυνεϲταλμένον αὐτὸ ἔχει γυμνόϲ, ϲυχνόϲ, πυκνόϲ, ϲτυγνόϲ ἰϲχνόϲ, θαλπν όϲ, ϲτιλπνόϲ, ϲυχνόϲ, περκνόϲ ὁ μέλαϲ « μόρφνον θηρητῆῤ ὅν καὶ περκνὸν καλέουϲιν » (Ω 316). ὁ μέντοι Ἀρίϲταρχοϲ ἀετοῦ εἶδοϲ καὶ βαρύνει, ἀλλ’ ἐπείϲθη ἡ παράδοϲιϲ τοῖϲ ὀξύνουϲιν. ϲεϲημείωται τὸ λίχνοϲ βαρύτονον ὡϲ ϲύνθετον. παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνοϲ ὁ μέλαϲ ἔχει τὸ ορ. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα, μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ γένουϲ, ἔχοντα πρὸ τέλουϲ τὴν ορ ϲυλλαβὴν πάντα βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ μοϲ ληγόντων οἷον χόρτοϲ, φόρτοϲ, ὅρκοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, πόρνοϲ, οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτω θέλει καὶ τὸ πτόρθοϲ. οὕτωϲ μόρφνοϲ. παρεφύλαξα δὲ τὰ εἰϲ μοϲ διὰ τὸ κορμόϲ, φορμόϲ. ἐϲχημάτιϲται δὲ τὸ μόρφνοϲ ἢ παρὰ τὸ μόρφονοϲ ἢ παρὰ τὴν ὄρφνην πλεονάϲαντοϲ τοῦ μ κατὰ τὴν ἀρχήν, να ϲημαίνηται ὁ μέλαϲ, ἢ παρὰ τὸ μάρπτω μόρφνοϲ ἐϲτὶ καὶ μόρφνοϲ ὁ ϲυλλαμβάνων, ἐξ οὗ ϲημαίνεται ὁ ταχύϲ. καὶ τὸ ὄκνοϲ προϲηγορικὸν βαρύνεται. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει οἷον ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ, ὄγμοϲ. οὕτωϲ καὶ ὄκνοϲ.
Τὰ εἰϲ νοϲ μονογενῆ διϲύλλαβα ἔχοντα πρὸ τοῦ νοϲ ἕν τι τῶν ἀντιϲτοίχων, προηγουμένου φωνήεντοϲ πλὴν τοῦ ᾱ βαρύνεται, ὄκνοϲ, κύκνοϲ καὶ Κύκνοϲ ἥρωϲ, Κύθνοϲ ἥρωϲ καὶ νῆϲοϲ πρὸϲ τῇ Δρυοπίδι τῶν Κυκλάδων, Πἐφνοϲ πόλιϲ Λακωνική. Ἀπολλόδωροϲ δὲ νῆϲον αὐτήν φηϲι· λέγεται δὲ καὶ θηλυκῶϲ καὶ οὐδετέρωϲ. ὕπνοϲ. Ϲίφνοϲ περὶ τὴν Κρήτην νῆϲοϲ ἀπὸ Ϲίφνου τοῦ Ϲουνίου, ὡϲ Νικόλαοϲ πέμπτῳ. Ἴπνοϲ, ἣν Ἰπνέαν τινέϲ, Λοκρῶν τῶν Ὀζολῶν. τὸ δὲ προϲηγορικὸν ἰπνόϲ ὀξύνεται. Θῶκνοϲ ἥρωϲ. τὸ δὲ καπνόϲ ὀξύνεται ὡϲ ἔχον τὸ ᾱ.
---Τὰ εἰϲ νοϲ λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου διϲύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ ῡ βαρύνεϲθαι θέλει, ὕμνοϲ, κύκνοϲ, λύχνοϲ, Κύθν οϲ, Βύϲνοϲ βαϲιλεὺϲ Βεβρύκων· οὕτωϲ καὶ ϲκύμνοϲ. τὸ δὲ ἀνδρωνυμικὸν ὀξύνεϲθαι ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ. ὁ μέντοι λόγοϲ ϲυναγωνίζεται τῇ βαρείᾳ τάϲει.
Τὰ εἰϲ μνοϲ διϲύλλαβα, εἰ παραλήγοι ᾱ μετὰ ϲυμφώνου, βαρύνεται, θάμνοϲ, ῥάμνοϲ. τὸ δὲ ἀμνόϲ ὀξύνεται. ἀπὸ γὰρ τοῦ ᾱ καὶ ἐπιθετικώτερον· ἄμενοϲ γὰρ παρὰ τὸ μὴ ἔχειν μένοϲ.
Τὰ εἰϲ μνοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ μὴ φύϲει μακράν, μονογενῆ μὲν ὄντα , βαρύνεται, ὕμνοϲ, ϲκύμνοϲ, Τύμνοϲ πόλιϲ Καρίαϲ. τριγενῆ δὲ ὀξύνεται, Υυμνόϲ, ϲεμνόϲ, ϲτυμνόϲ ὁ ϲκληρόϲ, πρυμνόϲ.
---Τὰ εἰϲ μνοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ φύϲει μακρὰν βαρύνεται, Κρῶμνοϲ ὁ Λυκάονοϲ καὶ πόλιϲ Πελοποννήϲου, Λῆμνοϲ νῆϲοϲ πρὸϲ τῇ Θρᾴκῃ, Τῆμνοϲ πόλιϲ τῆϲ Αἰολίδοϲ.
Τὰ εἰϲ μνοϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, Ἄμυμνοϲ ἔθνοϲ Ἠπειρωτικόν Λύκαμνοϲ, Ἐπίδαμνοϲ πόλιϲ Ἰλλυρίαϲ ἀπὸ Ἐπιδάμνου, Αἴϲυμνοϲ. Ἴαμνοϲ, Λεπέτυμνοϲ, τὸ μέντοι ἐρεμνόϲ ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥϲπερ καὶ τὸ ἐρυμνόϲ ὁ κεκαλυμμένοϲ.
Τὰ εἰϲ δύο νν βαρύνεται ἀπαραϲχημάτιϲτα ὄντα θηλυκῷ γένει, βλέννοϲ, θύννοϲ, Κύννοϲ ὁ ἀδελφὸϲ Κοίου, Ϲάννοϲ ἔθνοϲ. Βοῦννοϲ πόλιϲ Ἰλλυρίαϲ. Γόννοι πόλιϲ Περραιβίαϲ ἀπὸ Γουνέωϲ κληθεῖϲα τοῦ ἀπογόνου Κύφου. οὕτωϲ φηϲὶν Ὅμηροϲ (E 748). Αἰολεῖϲ ὄντεϲ οἱ Περραιβοὶ τὰ ϲύμφωνα ἐδίπλουν καὶ Περραιβοὺϲ ἑαυτοὺϲ καλοῦντεϲ καὶ Γόννοι διὰ δύο νν τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖϲ τὰ γόνατα. Ϲίγυννοϲ πόλιϲ Αἰγύπτου, ὡϲ Κτηϲίαϲ ἐν πρώτῳ περίπλων. καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Ἄργυννοϲ υἱὸϲ Πειϲιδίκηϲ τῆϲ Λεύκωνοϲ τοῦ Ἀθάμαντοϲ τοῦ Ϲιϲύφου τοῦ Αἰόλου ἐρώμενοϲ Ἀγαμέμνονοϲ, Βοιωτόϲ, ὃϲ ἀνιὼν εἰϲ τὸν Κηφιϲϲὸν τελευτᾷ. ἀφ᾿ οὗ Ἀργυννίδα τὴν Ἀφροδίτην ἐτίμηϲαν. τύραννοϲ· ἐγένετο δὲ οὕτωϲ. ἔϲτι Τυρρηνόϲ καὶ Τυρρανόϲ κατὰ Δωρίδα διάλεκτον, ἀφ᾿ οὗ κατὰ ἀφαίρεϲιν καὶ γράμματοϲ προϲθέϲει τύραννοϲ ἐκλήθη. Φάλαννοϲ πόλιϲ Περραιβίαϲ, ὡϲ Ἔφοροϲ ἐν τῷ θ΄. Ἔραννοϲ πόλιϲ ἡ ὕϲτερον Κυπάριϲϲοϲ. Βίεννοϲ πόλιϲ Κρήτηϲ. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνόϲ, οἱ δὲ ἀπὸ τῆϲ περὶ τὸν Ἄρη γενομένηϲ βίαϲ, ὃν ἐνταῦθα δεδέϲθαι φαϲὶν ὑπὸ Ὤζτου καὶ Ἐφιάλτου τῶν παίδων Ποϲειδῶνοϲ. ἔϲτι καὶ ἑτέρα πόλιϲ ἐν Γαλλίᾳ. Πέλιννοϲ ὁ Οἰχαλέωϲ. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται, ἐραννόϲ ὁ ποθεινόϲ, ἀργεννόϲ, κελαδεννόϲ, ἐρεβεννόϲ.
---Τὰ εἰϲ νοϲ ἔχοντα πρὸ τοῦ νοϲ τὸ ρ βαρύνεται, Κάρνοϲ ὁ Φοίνικοϲ, ἀφ᾿ οὗ Μάρνη πόλιϲ Φοινίκηϲ ἡ καὶ Κάρνοϲ παῤ Ἀρτεμιδώρῳ. ἔϲτι καὶ νῆϲοϲ Ἀκαρνανίαϲ. Ἀρτεμίδωροϲ β΄ γεωγραφουμένων, Ἄρνοϲ ὁ καταπολεμήϲαϲ Πρωτόγονον, ἀφ᾿ οὗ ἡ Ξάνθοϲ πόλιϲ Λυκίαϲ Ἄρνα ἐκαλεῖτο, Νάρνοϲ ποταμόϲ, Κύρνοϲ ὁ κτιϲτὴϲ καὶ ἡ νῆϲοϲ πρόϲβορροϲ Ἰαπυγίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Πύρνοϲ πόλιϲ Καρίαϲ. οϲ· ἡ Ἔφεϲοϲ οὕτωϲ ἐκαλεῖτο. Ἄορνοϲ πόλιϲ Βακτρίων ἀρϲενικῶϲ καὶ θηλυκῶϲ. ὀξύνεται δὲ τὸ Λιβυρνόϲ Ἀττικόϲ τιϲ καὶ ἔθνοϲ προϲεχὲϲ τῷ ἐνδοτέρω μέρει τοῦ Ἀδριατικοῦ κόλπου. Ἑξκαταῖοϲ Εὐρώπῃ. Ἀχαρνόϲ ἔθνοϲ πρὸϲ τῇ Ϲκυθίᾳ παρὰ Θεοπόμπῳ τὸ καὶ Ἀχανόϲ.
Τὰ εἰϲ ερνοϲ Ἰταλιωτικὰ παροξύνεται, Φαλέρνοϲ, πατέρνοϲ, Ἰουέρνοϲ ἔθνοϲ ἐν τῷ πόντῳ τῷ Πρετανικῷ,' Ἀροἐρνοϲ ἔθνοϲ μαχιμώτατον τῶν πρὸϲ τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωροϲ τετάρτῃ χρονικῶν «Κελτῶν Ἀροέρνουϲ». Πριουέρνοϲ πόλιϲ Ἰταλίαϲ.
Τὰ εἰϲ ανοϲ διϲύλλαβα κύρια ὄντα ἢ προϲητορικὰ μὴ ἔχοντα διαϲτολὴν βαρύνεται, Τάνοϲ πόλιϲ Κρήτηϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν τετάρτῳ γεωγραφουμένων, Φᾶνοϲ τὸ κύριον, θρᾶνοϲ ὁ δίφροϲ. τὰ μέντοι ἐπιθετικὰ ἢ προϲηγορικὰ ἔχοντα διαϲτολὴν ὀξύνεται, φανόϲ. τὸ δὲ πλάνοϲ βαρύνεται καὶ τὸ νᾶνοϲ ὁ μικρόϲ.
Τὰ εἰϲ ενοϲ διϲύλλαβα τινὰ μὲν βαρύνονται, ἔνοϲ ὁ ἐνιαυτόϲ, ξένοϲ, Τένοϲ ὁ Κύκνου, τινὰ δὲ ὀξύνονται, κενόϲ, ϲτενόϲ.
Τὰ εἰϲ ηνοϲ κύρια ἢ προϲηγορικὰ βαρύνεται, Τῆνοϲ, νῆϲοϲ Κυκλὰϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ. ἔϲτι καὶ πόλιϲ Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνοϲ λεγομένη, Φῆνοϲ ὄνομα ποταμοῦ, Ῥῆνοϲ ὁ ποταμὸϲ καὶ ἔθνοϲ παροικοῦν. Ϲτρῆνοϲ πόλιϲ Κρητική, Λῆν οϲ ὁ τόποϲ τῶν Πιϲατῶν. Φλέγων μη΄ Ὀλυμπιάδι. Ϲῆνοϲ πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ ἐν αὐτῆϲ περιηγήϲει, Ἦνοϲ, Ϲφῆνοϲ ὄνομα τόπου, Ϲμῆνοϲ ὄνομα ποταμοῦ, Γλῆνοϲ ὄνομα πόλεωϲ Κρητικῆϲ, Μῆνοϲ, θρῆνοϲ. τὰ δὲ ἐπίθετα ὀξύνεται, φηνόϲ ὁ λαμπρόϲ, ϲτρηνόϲ, πτηνόϲ, ψηνόϲ. ἔτι καὶ τὸ ληνόϲ μὴ ὂν ἐπίθετον.
Τὰ εἰϲ ινοϲ διϲύλλαβα βαρύνεται, Νίνοϲ πόλιϲ Ἀϲϲυρίων, ἣν ἔκτιϲε Νίνοϲ Ϲεμιράμιδοϲ ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. πίνοϲ ὁ ῥύποϲ, δῖνοϲ ἡ ϲυϲτροφή, ϲχῖνοϲ, λίνοϲ ὃ ϲημαίνει εἶδοϲ ὕμνου ὡϲ παιάν , διθύραμβοϲ, ϲπίν οϲ εἶδοϲ ὀρνέου «καὶ ϲπίνοϲ ἠῷα ϲπίζων καὶ ὄρνεα πάντα» παῤ Ἀράτῳ (Dios. 292). Ϲπῖν οϲ ποταμόϲ, Υρῖνοϲ, πρῖνοϲ. μόνον τὸ ῥινόϲ ὀξύνεται « ἕϲϲατο δ᾿ ἔκτοϲθεν ῥινόν» (Κ 334). τὸ δὲ κλεινόϲ, αὶνόϲ, δεινόϲ ὀξύνεται μὴ ἔχοντα τὸ ῑ μόνον. τὸ δὲ αἶνοϲ ἐπὶ τοῦ ὕμνου ἐπί τε τῆϲ πόλεωϲ βαρύνεται.
Τὰ εἰϲ υνοϲ διϲύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, θυν όϲ, ξυνόϲ, τρυνόϲ ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα, πλυνόϲ, φρυνόϲ ὁ βάτραχοϲ. τὰ δὲ κύρια βαρύνεται, Κῦνοϲ ἐπίνειον Ὀποῦντοϲ, ὡϲ Φίλων καὶ Παυϲανίαϲ. Ἑκαταῖοϲ δὲ πόλιν αὐτήν φηϲιν. Ὅμηροϲ «οἳ Κῦνόν τ᾿ ἐνέμοντ᾿ Ὀπόεντά τε Καλλίαρόν τε » (B 531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖοϲ δὲ τὴν πόλιν Γρύνειον καλεῖ. θῦνοϲ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰαϲτῇ ὡϲ Θετταλόϲ Ἰταλόϲ. Φρῦνοϲ ἔθνοϲ Ϲκυθικόν.
---Τὰ εἰϲ ονοϲ διϲύλλαβα μονογενῆ ἀπαραϲχημάτιϲτα βαρύνεται, χρόνοϲ, Κρόνοϲ, δόνοϲ, φθόνοϲ, κλόνοϲ, πόνοϲ, Πρόνοϲ υἱὸϲ Κεφάλου. τὸ ὄνοϲ ἔχον θηλυκὸν ϲυνέπεϲε τοῖϲ εἰρημένοιϲ ὡϲ ἀπαραϲχημάτπιϲτον. τὸ γόνοϲ, ὅπερ ϲημαίνει τὸ γεγενημένον, βαρύνεται, ὁ δὲ γεννητικὸϲ γονόϲ ὀξύνεται, πλεοναϲμῷ τοῦ ῡ γουνόϲ ὁ γεννητικὸϲ τόποϲ, ὁ γόνιμοϲ καὶ κάρπιμοϲ.
Τὰ εἰϲ ωνοϲ βαρύνεται, Πρῶνοϲ πόλιϲ Κρητική, κῶνοϲ, ὦνοϲ ἡ τιμή, ϲτῶνοϲ (?), χῶνοϲ ἡ χώνη, φῶνοϲ ὁ μεγαλόφωνοϲ.
Τὰ εἰϲ αινοϲ καὶ οινοϲ μονογενῆ βαρύνεται, αἶνοϲ· ἔϲτι δὲ καὶ Αἶνοϲ πόλιϲ Θρᾴκήϲ. Ϲτράβων ζ΄ (p. 88) «ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διϲτόμου ὄντοϲ πόλιϲ Αἶνοϲ, κτίϲμα Μιτυληναίων καὶ Κυμαίων ». β΄ ἔϲτι καὶ πόλιϲ Θεϲϲαλίαϲ, κληθῆναι δὲ αὐτὴν ὅτι πληϲίον τῆϲ Ὄϲϲηϲ ἦν Αἴνιοϲ ποταμὸϲ καὶ κώμη ἐπώνυμοϲ. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέωϲ ἀδελφοῦ. γ΄ ἔϲτι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δ΄ κατὰ θάψακον καὶ τὸν Εὐφράτην. ε΄ ἔϲτι καὶ νῆϲοϲ παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔϲτι καὶ τόποϲ Αἶνοϲ ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινοϲ, Κόλαινοϲ ὄνομα κύριον, ἀφ᾿ οὗ καὶ Κολαινία Ἄρτεμιϲ, Κρύϲταινοϲ, Λέαινοϲ ὄνομα κύριον. Μύραινοϲ, Τάλαινοϲ ἀπὸ τοῦ τάλαϲ. Μακαρίαινοϲ, Περρίτταινοϲ, Ἀρίϲταινοϲ. Μάζαινοϲ. Δρύαινοϲ, Μελάγχλαινοϲ ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Εὐρώπῃ. κέκληνται ἀφ᾿ ὧν φοροῦϲιν ὡϲ Ἱππημολγοὶ παρὰ τὸ τοὺϲ ἵππουϲ ἀμέλγειν καὶ Μοϲϲύνοικοι παρὰ τὰϲ οἰκήϲειϲ. οἰνοϲ, ϲχοῖνοϲ. τὸ μέντοι κοινόϲ τριγενὲϲ ὥϲπερ τὸ δαφοινόϲ, κελαινόϲ, καινόϲ, αἰνόϲ.
Τὰ εἰϲ νοϲ διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ ῡ μονογενῆ ὀξύνονται, καυνόϲ καὶ Καυνόϲ πόλιϲ Καρίαϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ. ἔϲτι καὶ ἄλλη πόλιϲ ἐν Κρήτῃ. γλαυνόϲ (?), βαυνόϲ, ὅπερ οἱ Ἀττικοὶ βαρύνουϲι, κρουνόϲ· εἰϲὶ καὶ Γρουνοί πόλιϲ ἐν τῷ Πόντῳ ἀπὸ τῆϲ τῶν ὑδάτων καταρροῆϲ. βουνόϲ, κεραυν όϲ. τὸ μέντοι χαῦνοϲ τριγενέϲ. καὶ Χαῦνοϲ ἔθνοϲ Θεϲπρωτικὸν Ῥιανὸϲ τετάρτῳ Θεϲϲαλικῶν «Κεϲτρῖνοι Χαῦνοί τε καὶ αὐχήεντεϲ Ἔλινοι » βαρύνεται. τὸ δὲ πύραυνοϲ ὁ χυτρόπουϲ προπαροξύνεται ὡϲ καὶ Λούγ δουν οϲ πόλιϲ Κελτογαλατίαϲ. Πτολεμαῖοϲ ἐν περίπλῳ, καὶ Βέρουνοϲ Ἰταλικὴ πόλιϲ μεταξὺ τῶν Νωρικῶν.
Τὰ εἰϲ ανοϲ τοῦ ᾱ βραχέοϲ ὄντοϲ, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ ᾱ τὸ δ ἢ ε ἢ υ ὑπάρχοι, προπαροξύνεται, ϲτέφον οϲ, κλίβανοϲ, νοϲ, λίβανοϲ. ἔϲτι καὶ Λίβανοϲ ὄροϲ τῆϲ Ϲυρίαϲ, χόανοϲ, γέρανοϲ, πλάτανοϲ· ἔϲτι δὲ καὶ Πλάτανοι πόλιϲ Φοινίκηϲ, Ὄλγανοϲ υἱὸϲ Βέρητοϲ, ἀφ᾿ οὗ ποταμὸϲ ἐπώνυμοϲ, Κάντανοϲ πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων. Ἴτανοϲ πόλιϲ ἐν Κρήτῃ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ, κοίρανοϲ· ἔϲτι καὶ κύριον ἄνομα μάντεωϲ. ϲεϲημείωται τὸ πελανόϲ, οὐρανόϲ. Ἀλκαῖοϲ δὲ καὶ εἰϲ ῡ ἀποφαίνεται τὸ ὄνομα, ὠρανόϲ λέγων κατὰ τροπὴν τῆϲ ου διφθόγγου εἰϲ τὸ ω καὶ ἄνευ τοῦ ῡ ὀρανόϲ. καὶ ϲαπφώ «ψαύην δ᾿ οὐ δοκίμωμ᾿ ὀράνω δυϲαπάχεα». Ϲικανόϲ ἔθνοϲ· ἔϲτι καὶ ποταμὸϲ Ἰβηρίαϲ, ὥϲ φηϲιν Ἀπολλόδωροϲ. δὲ πιθανόϲ ἔχει θηλυκόν. τὸ δὲ «δ πρὸ τοῦ ᾱ» διὰ τὰ ἀπὸ τοῦ δανοϲ, ὅτι πάντα ὀξύνεται, χωρὶϲ εἰ μὴ ὀφθείη πρὸ τοῦ δ τὸ ρ καταλῆγον, οἷον ἑδανόϲ δ ἡδύϲ, οὐτιδανόϲ οἱ δὲ οὔτιϲ οὐτίδανοϲ ὡϲ οὐδάμινοϲ —· ἐλλεδανόϲ ὁ ϲυϲτρέφων, ῥιγεδαν όϲ, πευκεδανόϲ, ληθεδανόϲ, ϲφεδανόϲ, Ἀπιδανόϲ ποταμὸϲ τῆϲ Τρωάδοϲ « ἐκβάλλων εἰϲ τὴν ἑϲπέριον θάλαϲϲαν» ὡϲ Δημήτριόϲ φηϲι κατὰ Τιμοϲθένην, Ῥοδανόϲ ποταμόϲ, Ἠριδανόϲ ποταμόϲ, Ἐδδανόϲ, ἀφ᾿ οὗ Ἔδδανα πόλιϲ πρὸϲ τῷ ξὐφράτῃ. ἐφυλάξατο δὲ ὁ κανὼν « τὸ ρ πρὸ τοῦ δ ὑπάρχον» διὰ τὸ Δάρδανοϲ πόλιϲ Τρωάδοϲ. Μναϲέαϲ «Δάρδανοϲ ἐξιὼν ἐκ τοῦ νεὼ τῆϲ Ἀθηνᾶϲ τὸ παλλάδιον ἀράμενοϲ ἀφίκετο εἰϲ Ϲαμοθρᾴκην μετὰ Ἁρμονίαϲ καὶ Ἰαϲίωνοϲ ἑνὸϲ τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμοϲ ὁ Ἀγήνοροϲ ἐφιλοποιήϲατο, καὶ ἀποθανούϲηϲ Τηλεφάηϲ γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμοϲ καὶ ἀποϲτέλλει τὸν Δάρδανον εἰϲ τὴν Ἀϲίαν μετὰ τῶν ἑταίρων πρὸϲ Τεῦκρον τὸν Πρῶα· ὁ δὲ Τεῦκροϲ ἀναγνωρίϲαϲ τὸν Δάρδανον δίδωϲιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήϲκων τὴν βαϲιλείαν. καὶ πόλιν ᾤκιϲε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμαϲεν, ἣ Τευκρὶϲ πρότερον ἐκαλεῖτο». Ἰάρδανοϲ ποταμὸϲ Λυδίαϲ. Ὅμηροϲ «Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Il. H 135), ἃ προπαροξύνονται. «τὸ δὲ ε πρὸ τοῦ ᾱ » διὰ τὸ ὠκεανόϲ ὁ ποταμὸϲ ὁ περιέχων τὴν γῆν. Φαβωρῖνοϲ ἐν ταῖϲ παντοδαπαῖϲ ἱϲτορίαιϲ κπροϲαγορεύουϲι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀϲίαν οἰκοῦντεϲ μεγάλην θάλαϲϲαν, οἱ δὲ Ἕλληνεϲ Ἀτλαντικὸν πέλαγοϲ». ἐκλήθη δὲ οὕτωϲ παρὰ τὸ ὠκέωϲ νάειν , ὅ ἐϲτι ῥεῖν. καὶ «τὸ ῡ πρὸ τοῦ ᾱ» διὰ τὸ πυανόϲ καὶ κυανόϲ.
Τὰ διὰ τοῦ ανοϲ τριγενῆ ὀξύνεται, ϲτεγανόϲ ὁ πυκνόϲ, πιθανόϲ ὁ πρᾷοϲ, ἱκανόϲ, ὀρφανόϲ, ἀγανόϲ, τραγανόϲ, ἰδανόϲ «ϲὰϲ ἰδανὰϲ χάριταϲ » ὁ Καλλίμαχοϲ, ἑδανόϲ, πεδανόϲ, ῥοδανόϲ.
---Τὰ διὰ τοῦ ανοϲ τοῦ ᾱ ἐκτεταμένου ὀξύνεται, Ἀγκυρανόϲ, Ἀϲιανόϲ, Καρδιανόϲ, Ὀλβιανόϲ, Φαϲιανόϲ; Τραλλιανόϲ, Ϲαρδιανόϲ, Παριανόϲ, Βοϲποριανόϲ, Κιαν όϲ, Τιανόϲ, Ζυγιανόϲ, Ταυριανόϲ, Ϲκορπιανόϲ. Τοξιανόϲ ἔθνοϲ Ταυρικὸν τὸ καὶ Τόξιοι. Ἰϲπανόϲ, Καρμανόϲ, Καμπανόϲ, Γερμανόϲ, Βρεττανόϲ, Ὠρετανόϲ, Ἀφρικανόϲ, Ἀλβανόϲ, Ὑρκανόϲ. Ἀλαμανόϲ ἔθνοϲ Γερμανοῖϲ πρόϲχωρον. Ἀλανόϲ ὄροϲ Ϲαρματίαϲ. Ἀμενανόϲ ποταμὸϲ Ϲικελίαϲ. Ἀρβαξανόϲ ἔθνοϲ Λιγυϲτικόν «κπαρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοί» θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ. Ἀγριανόϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Καδουϲίοιϲ. Ἀπολλόδωροϲ δευτέρῳ. Ἀϲπουργιανόϲ ἔθνοϲ τῶν περὶ τὴν Μαιῶτιν λίμνην. Ϲτράβων ἑνδεκάτῃ (p. 495) «κτούτων δ᾿ εἰϲὶ καὶ Ἀϲπουργιανοὶ μεταξὺ Φαναγορείαϲ οἰκοῦντεϲ καὶ Γοργιπίαϲ». Βελιτανοί οἱ αὐτοὶ τοῖϲ Λουϲιτανοῖϲ ὡϲ Ἀρτεμίδωροϲ ἐν τρίτῃ τεωγραφουμένων. Ϲινοεϲϲανοί ἔθνοϲ Ἰταλικόν, ὡϲ Πολύβιοϲ ἐν τρίτῳ. ρουρεν τανόϲ ἔθνοϲ Ἰταλίαϲ. Ἀρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων. Φωρμανοί πόλιϲ Ἰταλίαϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Μυρλεανόϲ, Τεανόϲ, ἀκεανόϲ. τὸ δὲ Κάρβανοϲ ἀπὸ γενικῆϲ εὐθεῖα παραγομένη βαρύνεται.
---Τὰ εἰϲ ενοϲ μὴ ὄντα μετοχικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Ἕλενοϲ ὄνομα κύριον, ἔβενοϲ εἰδοϲ ξύλου, Ὤγενοϲ ἀρχαῖοϲ θεόϲ, Ὤλενοϲ πόλιϲ Ἀχαΐαϲ καὶ Αἰτωλίαϲ θηλυκῶϲ λεγομένη. Αἰϲχύλοϲ Καρϲίν «τὴν αἰπεινὴν ζαθέαν Ὤλενον». Ϲοφοκλῆϲ ἐν Ἱππόνῳ «ἐξ Ὠλένου γῆϲ φορβάδοϲ κομίζομαι ». Ἀπολλόδωροϲ δὲ ἀρϲενικῶϲ αὐτήν φηϲιν ἐν τῇ η΄ τοῦ νεῶν καταλόγου «τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι ϲυμβέβηκε». κέκληται δὲ ἀπὸ Ὠζλένου τοῦ Διόϲ, ὡϲ Ἴϲτροϲ ἐν Αἰγυπτίων ἀποικίαιϲ «τῶν δὲ Δαναΐδων Ἀναξιθέαϲ καὶ Διὸϲ Ὤζλενον γενέϲθαι τὸν ἄρξαντα τῶν Ὠλενίων». ἔϲτιν οὖν καὶ ἄλλη Αἰτωλίαϲ, ἧϲ Ὅμηροϲ μνημονεύει «ο Πλευρῶν᾿ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην» (Il. B 639). Τήμενοϲ, ἀφ᾿ οὗ Τημένιον χωρίον Μεϲϲήνηϲ. ἄφενοϲ, Ἴϲχενοϲ, τέρενοϲ, ὅπερ ἀπὸ τῆϲ τέρενοϲ γενικῆϲ εὐθεῖα γίνεται. ϲεϲημείωται τὸ παρθένοϲ μόνον παροξυνόμενον.
Τὰ διὰ τοῦ μενοϲ μετοχικὰ ὀξύνονται, εἰ μὴ πάθοϲ τι γένηται παρὰ τὴν φωνήν, τότε γὰρ προπαροξύνεται. τὰ δὲ ὀξύτονα ταῦτα· Ϲτηϲαμενόϲ, Ἀκεϲαμενόϲ «Ἀκεϲϲαμενοῖο θυγατρῶν » (Φ 142). Φαμενόϲ. Ϲοφοκλῆϲ Μάντεϲι
Ἰαμενόϲ, Ϲωζομενόϲ, Δεξαμενόϲ, Μεϲόλου παῖϲ, ἀφ᾿ οὗ Δεξαμεναί, Τιϲαμενόϲ· λέγεται δὲ ὁ Ὀρέϲτηϲ. Κλαυϲαμενόϲ. καταλέγεται δὲ ἐν μαλακοῖϲ. Ἀγχομενόϲ
Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ. τὸ Ἰάλμενοϲ προπαροξύνεται ὡϲ παθόν, ὥϲπερ καὶ Ὄρμενοϲ, Γλύμενοϲ, ἴκμενοϲ, Ἄρμενοϲ, ἀφ᾿ οὗ Ἀρμενία χώρα.
Τὰ εἰϲ ηνο ὑπερδιϲύλλαβα μὴ ϲύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένουϲ θηλυκοῦ εἰϲ τὴν εἰϲ οϲ κατάληξιν γενόμενα ἢ παρὰ γενικῆϲ ἀναπεμφθέντα, ἢ παρὰ Ϲυρακουϲίοιϲ παράγοιτο καθ᾿ ὁμοιωματικὴν ϲημαϲίαν. ὀξύνονται δὲ ταῦτα Τυρϲην όϲ, Ἀβυδηνόϲ, Ἀϲϲακηνόϲ ἔθνοϲ Ἰνδικόν. Ἀρριανὸϲ τετάρτῃ τῆϲ Ἀλεξάνδρου ἀναβάϲεωϲ (25, 6) «ᾔει ὡϲ ἐπὶ τοὺϲ Ἀϲϲακηνούϲ ». Ἀταφηνόϲ ἔθνοϲ μέγα Ἀραβίαϲ, περὶ οὗ Γλαῦκοϲ ἐν δευτέρῳ. Δαχαρηνόϲ ἔθνοϲ Ἀραβίαϲ. Εὐαληνόϲ ἔθνοϲ Ἀραβίαϲ, περὶ οὗ φηϲι Γλαῦκοϲ ἐν δευτέρῳ περὶ Ἀραβίαϲ. Ἰβηνόϲ ὁ καὶ Ἰβαῖοϲ ἔθνοϲ Κελτικῆϲ. Ἰβηνοὶ δ᾿ εἰϲὶ καὶ Λιβύηϲ, οἳ καὶ Ἰαονῖται λέγονται. Ϲαμηνόϲ νομάδων Ἀραβίων ἔθνοϲ. Ϲαλμηνόϲ ἔθνοϲ νομαδικόν , ὡϲ Γλαῦκόϲ φηϲιν ἐν --- Ἀραβικῆϲ ἀρχαιολογίαϲ. Ϲακχηνόϲ ἔθνοϲ Ἀράβιον. Ϲκυθηνόϲ ἔθνοϲ οὐ πόρρω τῶν Μακρώνων, ὡϲ Ξενοφῶν ἐν ἀναβάϲεωϲ τετάρτῳ (7, 18). Χαβαρηνόϲ ἔθνοϲ. Εὔδοξοϲ πρώτῳ γῆϲ περιόδου « ὀνομάζονται γὰρ καὶ. Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντεϲ, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴϲωϲ γένωνται κύριοι, τοὺϲ τίτθουϲ ὠμούϲ ἐϲθίουϲι, τὰ δὲ παιδία κατευωχοῦϲι ». Ἐδεϲϲηνόϲ, Ϲαρακηνόϲ, Δ αμαϲκηνόϲ, Περγαμηνόϲ, Λαμψακηνόϲ. Ἀλπηνοὶ κώμη πληϲίον Θερμοπυλῶν. Ἡρόδοτοϲ. ἔϲτι καὶ μητρόπολιϲ Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίωϲ. Καμαρηνοί νῆϲοι Ἀραβίων. Ἑκαταῖοϲ ἐν περιηγήϲει· καὶ οἱ κατοικοῦντεϲ ὁμοίωϲ. Γαβηνόϲ Ἀργεῖοϲ, ἀφ᾿ οὗ κατ᾿ ἐνίουϲ Τάβαι πόλιϲ Λυδίαϲ, καὶ ἔθνοϲ κατὰ τὴν ἔρημον Καρμανίαϲ οἰκοῦντέϲ. Γαληνόϲ κύριον, Ἀκεϲηνόϲ ποταμόϲ, Εὐηνόϲ ποταμὸϲ Αἰτωλίαϲ, ὃϲ καὶ Λυκόρμαϲ καλεῖται, Ϲιληνόϲ, ποτηνόϲ, ὠγηνόϲ, ἀμενηνόϲ, γαλαθην όϲ, πετηνόϲ, ἀκμηνόϲ, Ἰϲμηνόϲ ποταμὸϲ Βοιωτίαϲ. τὸ δὲ πανϲέληνοϲ ϲύνθετον ὥϲπερ καὶ τὸ προϲέληνοϲ ὁ Ἀρκάϲ. Ἵππυϲ δὲ ὁ Ῥηγῖνοϲ λέγεται πρῶτοϲ καλέϲαι προϲελήνουϲ τοὺϲ Ἀρκάδαϲ καὶ τὸ δύϲτηνοϲ, δίμηνοϲ, τρίμηνοϲ, διχόμηνοϲ. προϲέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένουϲ θηλυκοῦ εἰϲ τὴν εἰϲ οϲ κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνοϲ, Μυκήνη Μύκηνοϲ, Κυλλήνη Κύλληνοϲ. «ἢ παρὰ γενικῆϲ ἀναπεμφθέντα» διὰ τὸ Τροίζηνοϲ « υἱὸϲ Τροιζήνοιο» (B 847). ἀπὸ γὰρ γενικῆϲ τῆϲ Τροιζῆνοϲ ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνοϲ ὁ Γέρηνοϲ· Ἡϲίοδοϲ ἐν α΄ καταλόγων «κτεῖνε δὲ Νελῆοϲ ταλαϲίφρονοϲ υἱέαϲ ἐϲθλοὺϲ ἕνδεκα, δωδέκατοϲ δὲ Γερήνιοϲ ἱππότα Νέϲτωρ ξεῖνοϲ ἐὼν ἐτύχηϲε παῤ ἱπποδάμοιϲι Γερήνοιϲ». καὶ αὖθιϲ «Νέϲτωρ οἶοϲ ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόϲκειται δὲ «εἰ μὴ παρὰ Ϲυρακουϲίοιϲ παράγοιτο καθ᾿ ὁμοιωματικὴν ϲημαϲίαν » διὰ τὸ τοϲϲῆνοϲ, τοιῆνοϲ.
Τὰ εἰϲ ινοϲ ὑπερδιϲύλλαβα τὸ ῑ βραχὺ ἔχοντα ϲημαίνοντα μετουϲίαν προπαροξύνεται, κρίθινοϲ, δάφνινοϲ, φήγινοϲ, πύρινοϲ, ξύλινοϲ, λίθινοϲ, δρύϊνοϲ, πέτρινοϲ, γήϊνοϲ, δερμάτινοϲ, βύϲϲινοϲ. τούτοιϲ ὅμοια καὶ τὸ κότινοϲ καὶ κόφινοϲ προϲηγορικὰ καὶ τὰ κύρια, Ϲίκινοϲ νῆϲοϲ περὶ τὴν Κρήτην. Ϲτράβων δεκάτῃ (p. 484). Μύρϲινοϲ πόλιϲ Ἤλιδοϲ «καὶ Μύρϲινοϲ ἐϲχατόωϲα» (B 616) καὶ τὰ κτητικὰ Βίβλινοϲ «Βίβλινοϲ οἶνοϲ» ἀπὸ Βιβλίνηϲ χώραϲ Θράκηϲ. Βολβίτινοϲ «Βολβίτινον ἅρμα » ἀπὸ Βολβιτίνηϲ πόλεωϲ Αἰγύπτου. τὰ μέντοι ἐπὶ καιροῦ ἢ ἀπὸ ἐπτρήματοϲ ὀξύνεται οἷον θερινόϲ, χειμερινόϲ, ἐαρινόϲ, ἑϲπερινόϲ, νυκτερινόϲ, ἑωθινόϲ, δειλινόϲ, μετοπωρινόϲ, πρωϊνόϲ, ὀ ψινόϲ, χ θεϲινόϲ, περυϲινόϲ, αὐρινόϲ. παρὰ μέντοι ποιητῇ κατ᾿ ἔκταϲιν ἀναγινώϲκομεν τοῦτο ἐπιζητοῦντοϲ τοῦ μέτρου «ὡϲ δ᾿ ὅτ᾿ ὀπωρινὸϲ βορέηϲ » (Φ 346) καὶ πάλιν «ἀϲτέῤ ὀπωρινῷ ἐναλίγκιον» (Ε 5). ταχινόϲ, ἀληθινόϲ,, λεπτακινόϲ, οὐδαμινόϲ, φυζακινόϲ, πυκινόϲ, ῥαδινόϲ, πεδινόϲ.
Τὰ εἰϲ ινοϲ μακρὸν ἔχοντα τὸ ῑ ὅϲα ἐν ὕδατι διαιτᾶται, προπεριϲπᾶται, ἐχῖνοϲ· ἔϲτι καὶ μάντεωϲ ὄνομα· ἔϲτι καὶ Ἐχῖνοϲ πόλιϲ Ἐξχίνου κτίϲμα. ἔϲτι καὶ Θεϲϲαλίαϲ. Ῥιανὸϲ «Ἐχίονοϲ ἄϲτυ» ταύτην εἶπεν. τινὲϲ δὲ καὶ Ἐχινοῦντά φαϲι τὴν αὐτήν. κορακῖνοϲ, φοξῖνοϲ. ϲεϲημείωται τὸ καρκίνοϲ παροξυνόμενον ἐπί τε τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίωϲ καὶ τοῦ θαλαϲϲίου ἢ ἐπιγείου ἢ καὶ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶϲ τινεϲ τοῦτο προπαροξύνουϲιν. ἐχρῆν δὲ προπεριϲπᾶϲθαι τὸ καρκίνοϲ. καὶ τὸ γυρῖνοϲ προπεριϲπᾶται ὁ μικρὸϲ βάτραχοϲ. τούτοιϲ δὲ ὁμοίωϲ καὶ τὸ ἰκτῖνοϲ ὁ ὄρνιϲ καὶ τὸ κύριον. Ἰκτῖνοϲ δὲ παρὰ Ἀττικοῖϲ οὐκ ἄϲημοϲ δημιουργόϲ.
Τὰ εἰϲ ινοϲ ἔχοντα τὸ ῑ μακρὸν προϲητορικὰ βαρύνεϲθαι θέλει, κάμινοϲ, κύμινοϲ, κυκλάμινοϲ. ϲπάνια δὲ τὰ ὀξύτονα ἐρινόϲ ὁ ἐρινεόϲ καὶ ὁ χαλινόϲ.
Τὰ εἰϲ ινοϲ τὸ ῑ μακρὸν ἔχοντα κύρια, ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριϲτικῶν ἔννοιαν ἔχοντα προπεριϲπῶνται, Φιλῖνοϲ, Κρατῖνοϲ, Ἐχῖνοϲ τὸ κύριον, Γεντῖνοϲ πόλιϲ Τρωάδοϲ, Γρηϲῖνοϲ πόλιϲ Χερρονήϲου, Ϲτουῖνοϲ πόλιϲ Λιγύρων καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Ὑρτακῖνοϲ πόλιϲ Κρήτηϲ, ἣ καὶ Ὑρτακόϲ, καὶ ὁ πολίτηϲ ὁμωνύμωϲ. Φαιϲτῖνοϲ πόλιϲ Κρήτηϲ, ἣ |καὶ Φαῖϲτοϲ, Κεϲτρῖνοϲ ἥρωϲ καὶ ἔθνοϲ, Ῥανὸϲ τετάρτῳ Θεϲϲαλικῶν «Κεϲτρῖνοι Χαῦνοί τε καὶ αὐχήεντεϲ Ἐξλινοί», Ἐρυθῖνοϲ πόλιϲ Παφλαγονίαϲ· λέγεται δὲ παρὰ τὸ ἔρευθοϲ. Ἀπολλώνιοϲ «αίπεινούϲ τε παρὲξ ἐνέοντ᾿ Ἐρυθίνουϲ» (Argonaut. 2, 941). καὶ Ὅμηροϲ «καὶ ὑψηλοὺϲ Ἐρυθίνουϲ» (B 855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνοϲ πόλιϲ Ἰταλίαϲ ἀπὸ Λαμήτου ποταμοῦ πρὸϲ Κρότωνι. Ἑκαταῖοϲ Εὐρώπῃ «ἐν δὲ Λάμητοϲ ποταμόϲ, ἐν δὲ Λαμητῖνοι ». καὶ ὁ πολίτηϲ Λαμητῖνοϲ. Λατῖνοϲ, Λεοντῖνοϲ, Ῥηγῖνοϲ, Μαμερτῖνοϲ, Ἀκραγαντῖνοϲ, Ἰναχῖνοϲ, Ταραντῖνοϲ, Ϲαβῖνοϲ, Νουκερῖνοϲ. Πολύβιοϲ τρίτῳ. Νεπεϲῖνοϲ ἀπὸ τοῦ Νέπετοϲ κατὰ τροπὴν τοῦ τ εἰϲ ϲ. Ἀργυρῖνοϲ ἔθνοϲ Ἠπειρωτικόν, ὡϲ Τίμαιοϲ καὶ Θέων καὶ. Λυκόφρων «κεἰϲ Ἀργυρίνουϲ καὶ Κεραυνίων νάπαϲ» (v. 592). Βουδῖνοϲ ἔθνοϲ Ϲκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων. ἁμαξόβιοι γὰρ οἱ Ϲκύθαι. Παρμένων ὁ Βυζάντιοϲ ἐν ἰάμβων πρώτῳ. Bουλῖνοϲ ἔθνοϲ περὶ Ἰλλυρίαν. Ἀρτεμίδωροϲ δὲ οὐκ ἔθνοϲ, ἀλλὰ Βουλίνην πόλιν φηϲίν, ἧϲ τὸ ἐθνικὸν Βουλῖνοϲ. Δωνεττῖνοϲ, ἔθνοϲ Μολοϲϲικόν. Ῥιανὸϲ δ΄ θεϲϲαλικῶν «αὐτὰρ Δωνεττῖνοι ἰδ᾿ ὀτρηροὶ Κεραῗνεϲ» καὶ ἐν τῇ ζ΄ «ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα κᾶρεϲ». Λιβυϲτῖνοϲ ἔθνοϲ παρακείμενον Κόλχοιϲ, ὡϲ Διόφαντο ἐν πολιτικοῖϲ. Ἀγαθῖνοϲ. Ἅβρων ἐν τῷ περὶ παρωνύμων τοῖϲ ἐθνικοῖϲ καὶ τοῦτο ϲυνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνοϲ, οὐκ ἀπεικὸϲ ϲημαίνειν ἀμφότερα. Ϲχοινεύϲ γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικὸν καὶ Λίξοϲ, ὁμοίωϲ Θεϲϲαλόϲ καὶ Ϲικανόϲ καὶ Ϲικελόϲ καὶ μυρία. Ἀμοργῖνοϲ τὸ ἐθνικόν, τὸ δ᾿ ἀμόργινοϲ χιτὼν χρώματοϲ ἴδιον ἀγρωϲτῖνοϲ, ἀγχιϲτῖνοϲ, προμνηϲτῖνοϲ ἐπιθετικά. παλλακῖνοϲ ὑποκοριϲτικόν. τὸ δὲ λαρινόϲ «λαρινῷ βοΐ» (Aristoph. Pec. 925) ὀξύνεται ὡϲ ἀληθινόϲ.
Τὰ εἰϲ εινοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται, φαεινόϲ. ϲκοτεινόϲ, ἀλγεινόϲ, βορειτνόϲ, ταπεινόϲ τὸ ἐπίθετον. ἐλεεινόϲ, αἰπεινόϲ, ὀρεινόϲ, ποθεινόϲ, φωτεινόϲ καὶ τὸ κύριον ὁμοίωϲ. τὸ δὲ εὔξεινοϲ ϲύνθετον ὄν προπαροξύνεται.
---Τὰ διὰ τοῦ ονοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Μύκονοϲ υἱὸϲ Ἀνίου τοῦ Καρυϲτοῦ καὶ Ῥοιοῦϲ τῆϲ Ζάρηκοϲ καὶ ἀπ᾿ αὐτοῦ Μύκονοϲ μία τῶν Κυκλάδων. Θουκυδίδηϲ τρίτῃ (c. 29) καὶ Ϲτράβων δεκάτῃ (p. 487) «Μύκονοϲ δ’ ἐϲτίν, ὑφ᾿ ᾗ μυθεύουϲι κεῖϲθαι τῶν Γιγάντων γάντων τοὺϲ ὑπιεινοτάτουϲ ὑφ᾿ Ἡρακλέουϲ καταλυθένταϲ, ἀφ᾿ ὧν ἡ παροιμία ‘πάντα ὑπὸ μίαν Μύκονον ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύϲει· καὶ τοὺϲ φαλακροὺϲ δέ τινεϲ Μυκονίουϲ καλοῦϲιν ἀπὸ τοῦ τὸ πάθοϲ τοῦτο ἐπιχωριάζειν τῇ νήϲῳ ». Ἤδονοϲ ποταμόϲ. τὸ δὲ ἡμίονοϲ, ἔγγονοϲ, πρόγονοϲ, ἄτονοϲ ϲύνθετά εἰϲιν.
Τὰ εἰϲ υνοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξύτονηθῇ, ἐθνικὸν εὑρέθη, κίν δυνοϲ, Πάχυνοϲ ἀκρωτήριον Ϲικελίαϲ, πίϲυνοϲ, βόθυνοϲ. Ῥόϲχυν οϲ. Ὄρδυνοϲ ὄνομα ποταμοῦ, κόρυνοϲ, εὔθυνοϲ, γηθόϲυνοϲ «κγηθόϲυνοϲ δ᾿ οὔρῳ » (Od. ε 269), δεϲπόϲυνοϲ, θάρϲυνοϲ, Λάβυνοϲ. τὸ μέντοι Βιθυνόϲ καὶ Μαριανδυνόϲ ἐθνικά. Μαριάνδυνοϲ δὲ βαρυτόνωϲ κατὰ τοὺϲ Αἰολεῖϲ. τὸ μόϲυνοϲ βαρυνόμενον ϲημειῶδεϲ καὶ μακρὸν ἔχει τὸ ῡ (τὰ γὰρ ἔχοντα τὸ ϲ βραχὺ ἔχει τὸ υ). ἀπὸ γενικῆϲ γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι εἰ παραλήγοιντο τῷ ῡ, ἐκτεταμένῳ παραλήγονται, Φόρκυνοϲ, Πόλτυνοϲ· καὶ τὸ γέρυνοϲ ὁ μικρὸϲ βάτραχοϲ.
Τὰ εἰϲ ωνοϲ ἁπλᾶ ὑπερδιϲύλλαβα ὀξύνεται, κοιν ωνόϲ, οἰωνόϲ, Γελωνόϲ πόλιϲ Ϲαρματίαϲ τῆϲ ἐν Θὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέουϲ, τοῦ Ἀγαθύρϲου ἀδελφοῦ. ἔϲτι δὲ ἡ πόλιϲ ξυλίνη, κειμένη ἐν Βουδίνοιϲ, ὡϲ Ἡρόδοτοϲ (IV 108). καὶ ὁ οἰκήτωρ ὁμοφώνωϲ. υἱωνόϲ, Τιθωνόϲ, Κολωνόϲ, μελεδωνόϲ , Ἠδωνόϲ ἔθνοϲ Θρᾴκηϲ ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονοϲ ἀδελφοῦ, Ἐτεωνόϲ πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ «πολύκνημόν τ᾿ Ἐτεωνόν » (Il. B 497). καλεῖται δὲ νῦν Ϲκάρφη. Καννωνόϲ, Ὀθρωνόϲ πόλιϲ, οἱ δὲ νῆϲον πρὸϲ νότον Ϲικελίαϲ. «ἄλλοι δὲ Μελίτην νῆϲον Ὀθρωνοῦ πέλαϲ » (Lycophr. 1027). Bωδωνόϲ ἥρωϲ, ἀφ᾿ οὗ Βωδώνη πόλιϲ Θεϲϲαλίαϲ. τὰ δὲ ϲύνθετα προπαροξύνεται, τετράγωνοϲ, εὔφωνοϲ, εὔωνοϲ. τὸ δὲ Κόρωνοϲ κύριον, τὸ δὲ κορωνόϲ ἐπίθετον. βαρύνονται δὲ καὶ Γίγωνοϲ πόλιϲ Θρᾴκηϲ προψεχὴϲ τῇ Παλλήνῃ, Ἴτωνοϲ ἥρωϲ καὶ πόλιϲ Θεϲϲαλίαϲ ἣ καὶ Ἴτων, Ἄλπωνοϲ πόλιϲ καὶ ὄροϲ ἐν Μακεδονίᾳ , ὡϲ Εὐφορίων, τινὲϲ δὲ Θετταλίαϲ αὐτήν φαϲιν. ἔϲτι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Τρίτωνοϲ πολίχνιον Μακεδονίαϲ, Τρικόλωνοϲ παῖϲ Λυκάονοϲ καὶ ἀπ᾿ αὐτοῦ πόλιϲ Ἀρκαδίαϲ.
Τὰ εἰϲ ξοϲ εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνονται, Λίπαξοϲ πόλιϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ. Ἄραξοϲ ἀκρωτήριον. ἔϲτι δὲ καὶ ἔθνοϲ Ἰλλυρίαϲ, ὃ καὶ Ἀράξηϲ, Ἀλέξανδροϲ Κορνήλιοϲ ἐν τῷ περὶ τῶν παρ᾿ Ἀλκμᾶνι τοπικῶϲ εἰρημένων, Πύξοϲ ἡ πόλιϲ καὶ τὸ φυτόν, μύξοϲ, Bύξοϲ ὄνομα κύριον. Ϲίξοϲ πόλιϲ Μαϲτιηνῶν. Ἑκαταῖοϲ «μετὰ δὲ Ϲίξοϲ πόλιϲ». Φρίξοϲ ἥρωϲ καὶ πόλιϲ Λυκίαϲ, Λίξοϲ ποταμὸϲ Λιβύηϲ καὶ Μαυριτανίαϲ καὶ ἔθνοϲ. Λάκοξοϲ, Ῥοῖξοϲ ἐπίνειον Κιλικίαϲ ἐπὶ ταῖϲ ἐκβολαῖϲ τοῦ Ϲάρου ποταμοῦ. Κρόξοϲ, Βόξοϲ, Λάοξοϲ ὁ ποταμόϲ. Ὦξοϲ ὁ ποταμόϲ. Ἄξοϲ πόλιϲ Κρήτηϲ ὡϲ Ἡρόδοτοϲ ἐν τετάρτῃ (c. 154), Νάξοϲ νῆϲοϲ τῶν Κυκλάδων ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνοϲ, ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνοϲ. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φαϲι θῦϲαί τινεϲ. ἔϲτι καὶ πόλιϲ Ϲικελίαϲ. καὶ ἄλλοι τόποι Νάξοι. Ὄαξοϲ πόλιϲ Κρήτηϲ Ἐξλευθέρνηϲ οὐ πόρρω, καθὰ Ξενίων ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδοϲ τῆϲ θυγατρὸϲ τοῦ Μίνω. τινὲϲ δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦϲι γὰρ τοὺϲ τοιούτουϲ τόπουϲ ἄξουϲ, καθάπερ καὶ ἡμεῖϲ ἀγμούϲ. Χάραξοϲ ἀπὸ τοῦ χαράξω, ἀφ᾿ οὗ Χαράξηϲ. Ὀ λόφυξοϲ πόλιϲ ἐν Θρᾴκ περὶ τὸν Ἄθω. Ἴξοϲ λιμὴν τῆϲ Ῥόδου. τὸ μέντοι ἰξόϲ τὸ προϲηγορικὸν ὀξύνεται, καὶ τὸ λοξόϲ, φοξόϲ ὡϲ ἐπίθετα καὶ τὸ κοραξόϲ ὡϲ ἐπίθετον ὀξύνεται, βαρύνεται δὲ ὡϲ ἐθνικόν. ἔϲτι δὲ ἔθνοϲ Κόλχων πληϲίον Κώλων. Ἑκαταῖοϲ Εὐρώπῃ. τὸ δὲ λαξόϲ καὶ φυλλοξόϲ κατὰ ϲυγκοπὴν ἀπὸ τοῦ λαοξόοϲ και φυλλοξόοϲ γέγονεν.
Τὰ εἰϲ ποϲ διϲύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται, ἶποϲ παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡϲ κόπτω κόποϲ. ἔϲτι δὲ εἶδοϲ παγίδοϲ. ῥῖποϲ, γρῖποϲ, τρίποϲ, ῥύποϲ. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντεϲ ῥύπα πάντα» (Od. ζ 93), εἰ μή ἐϲτι πληθυντικὸν οὐδέτερον, μεταπέπλαϲται ἐκ τῆϲ ῥύπον αἰτιατικῆϲ ὡϲ ἡ λῖτα ἐκ τῆϲ λιτόν. τύποϲ, κτύποϲ, ϲτύποϲ τὸ ϲτέλεχοϲ τοῦ δένδρου. Κρῶποϲ καὶ ῥῶποϲ ὁ παντοδαπὸϲ φόρτοϲ. κῆ ποϲ. Κνῶποϲ κύριον, ἀφ᾿ οὗ Κνωπούπολιϲ, Ϲκοῦποι πόλιϲ Θρᾴκηϲ. τὸ δὲ γρυπόϲ — ῥυβόϲ ἐϲτι παρὰ τοῖϲ Αἰολεῦϲι τὸ ἐπικαμπὲϲ ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β εἰϲ π ῥυπόϲ καὶ πλεοναϲμῷ τοῦ γ γρυπόϲ — καὶ λοιπόϲ ἐπίθετά εἰϲιν.
Τὰ εἰϲ ποϲ διϲύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰϲ μ ἢ εἰϲ π βαρύνεται, ἵπ ποϲ καὶ Ἵπποϲ νῆϲοϲ Ἐρυθραίαϲ. θεόπομποϲ τεϲϲαρακοϲτῷ δευτέρῳ· ἔϲτι καὶ Ϲικελίαϲ· ἔϲτι καὶ Παλαιϲτίνηϲ. πάπποϲ. κάμποϲ καὶ Κάμποϲ τόποϲ περὶ Κύμην κτίϲμα Καμπανῶν. Λάμποϲ κύριον, λαμπόϲ δὲ τὸ ἐπίθετον. τὸ δὲ καρπόϲ ὀξύνεται. οὐ γὰρ ἔχει τὸ δίχρονον λῆγον εἰϲ μ ἢ εἰϲ π. πρὸϲ ἀντιδιαϲτολὴν δὲ ἐβαρύνθη τὸ Κάρποϲ κύριον ὄνομα ὡϲ Ἄρποι πόλιϲ Δαυνίαϲ ἡ καὶ Ἀργύριππα.
Τὰ εἰϲ ποϲ διϲύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα ο ἐν τῇ παραληγούϲῃ ἢ μόνον ἢ μετὰ ϲυμφώνου ἢ ϲυμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη ἢ ὑποϲτρέφει εἰϲ ῥῆμα τῷ ε παραληγόμενον, βαρύνεται, τρόποϲ ὁ τρέπων, τροπόϲ ὁ τετραμμένοϲ, κόμποϲ τὸ προϲηγορικόν, κομπόϲ τὸ ἐπίθετον, τόποϲ, κόποϲ, πόποϲ· Ϲκύθαι γὰρ τὰ παῤ αὐτοῖϲ ἀγαλμάτια πόπουϲ καλοῦϲι. κόλποϲ, δόρποϲ. τὸ μέντοι ϲκοπόϲ καὶ ὀπόϲ καὶ λοπόϲ ὀξύνεται ὥϲπερ τὰ ἐπίθετα λοιπόϲ, γρυπόϲ, πομπόϲ, χαλεπόϲ.
Τὰ διὰ τοῦ δαποϲ πάντα παρηγμένα ὀξύνεται , ἡμεδαπόϲ, ποδαπόϲ, παντοδα πόϲ, ἀλλοδαπόϲ, τηλεδαπόϲ.
Ἔτι τὰ ἐπιθετικὰ ϲύνθετα τῷ ω παραληγόμενα ὀξύνεται αἱματωπόϲ, κελαινωπόϲ, πολυωπόϲ, εὐωπόϲ, τηλωπόϲ, χαρωπόϲ, μελανωπόϲ, πελιωπόϲ.
Τὰ εἰϲ ποϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ ἀρϲενικὰ ὄντα καὶ θηλυκὰ μηδὲ ἐπιθετικά, εἰ μὴ παραλήγοιτο τῷ ω, προπαροξύνεται, Ἄροποϲ, Τρίοποϲ ὁ πατὴρ Ἐρυϲίχθονοϲ. Ἑλλάνικοϲ δὲ καὶ Τρίοπά φηϲιν αὐτὸν ἀπὸ τοῦ Τρίοψ. Δουρίοποϲ πόλιϲ Μακεδονίαϲ. Ϲτράβων ἑβδόμῃ (p. 326). οὕτωϲ καὶ ἡ χώρα. Ἄναποϲ, Ὕαποϲ, ἀφ᾿ οὗ Ὑάπεια πόλιϲ Φωκίδοϲ. Μέϲϲαποϲ ὁ μετοικήϲαϲ εἰϲ Ἰταλίαν, ἀφ᾿ οὗ Μεϲϲαπία. Πρίαποϲ υἱὸϲ Ἀφροδίτηϲ καὶ Διονύϲου. ἔϲτι καὶ πόλιϲ Ἑλληϲποντίαϲ. Ἀϲτέροποϲ. Ὄλυμποϲ· ἔϲτι καὶ ὄροϲ Μυϲίαϲ. Ἀρριανὸϲ Βιθυνιακῶν πρώτῳ. ἔϲτι καὶ πόλιϲ Παμφυλίαϲ. Ϲτράβων ιδ΄ (p. 666). Μέλαμποϲ. θὐρύαμποϲ πόλιϲ Μαγνηϲίαϲ. Μάρϲιπποϲ πόλιϲ Φοινίκηϲ. Φίλιπποϲ. εἰϲὶ καὶ Φίλιπποι πόλιϲ Μακεδονίαϲ οἱ πρότερον Κρηνίδεϲ. Ἀρτεμίδωροϲ «καὶ πόλιϲ Φίλιπποι τὸ παλαιὸν Κρηνίδεϲ. τοῖϲ δὲ Κρηνίταιϲ πολεμουμένοιϲ ὑπὸ Θρᾳκῶν βοηθήϲαϲ ὁ Φίλιπποϲ Φιλίππουϲ ὠνόμαϲεν ». ἐκλήθηϲαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεϲϲαλίαϲ καὶ Γόμφοι Θεϲπρωτίαϲ. Εὔριποϲ. Ἴϲηποϲ ἔθνοϲ Ϲκυθικόν. Ἑξκαταῖοϲ Εὐρώπῃ. Χάροποϲ τὸ κύριον , χαροπόϲ δὲ τὸ ἐπίθετον. ϲεϲημείωται τὸ ἀτραπόϲ ὀξυνόμενον καὶ τὸ Ἀριμαϲπόϲ ἔθνοϲ Ὑπερβορέων. τὸ δὲ ἀρτίποϲ, ἀελλόποϲ ὡϲ παρὰ τῷ ποιητῇ (θ 409) «ὦρτο δὲ Ἶριϲ ἀελλόποϲ ἀγγελέουϲα », ὠκύποϲ κατ᾿ ἔλλειψιν τοῦ ῡ γενόμενα παροξύνεται. τὰ δὲ παραληγόμενα τῷ ω κύρια ἢ προϲηγὸρικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύϲει μακρᾶϲ ἀρχόμενα ὀξύνεται, Ἰνωπόϲ ὄνομα ποταμοῦ, Ἀϲωπόϲ πατὴρ Αἰγίνηϲ, Ὠρωπόϲ πόλιϲ Βοιωτίαϲ. ἔϲτι καὶ πόλιϲ ἐν Ἄργει κτιϲθεῖϲα καὶ ἐν Θεϲπρωτίᾳ. λέγεται καὶ ἀρϲενικῶϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 60) «ἔχοντεϲ οὖν τὸν Ὠρωπὸν ἀφικνοῦνται εἰϲ τὴν Ῥόδον ». Παυϲανίαϲ δὲ ἐν τῷ ἑβδόμῳ (c. 11, 4) τὴν πόλιν θηλυκῶϲ φηϲι « διαρπάζουϲι Ὠρωπὸν ὑπήκοον ϲφιϲιν οὖϲαν». Καϲϲωπόϲ. οὕτωϲ Ἡρόδωρόϲ φηϲιν τοὺϲ Καϲϲωπίουϲ, ἴϲωϲ κακῶϲ. Εὐρωπόϲ ὁ Μακεδόνοϲ καὶ Ὠρειθυίαϲ τῆϲ Κέκροποϲ· καὶ ἀπ᾿ αὐτοῦ πόλιϲ Μακεδονίαϲ. ἔϲτι καὶ Ϲυρίαϲ ἄλλη κτιϲθεῖϲα ὑπὸ Νικάτοροϲ, περὶ ἡϲ ὁ πολυίϲτωρ ἐν τῷ περὶ Ϲυρίαϲ φηϲὶν οὕτωϲ «Ξενοφῶν, ἐν ταῖϲ ἀναμετρήϲεϲι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖϲθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμιϲϲὸν καλεῖϲθαι ὑπὸ τῶν κτιϲάντων. ταύτην δέ φαϲιν ϲιν ὑπὸ Ϲελεύκου τοῦ Νικάτοροϲ ἐπικτιϲθεῖϲαν Ὠρωπὸν ὠνομάϲθαι ἀπὸ τῆϲ ἐν τῇ Ἑλλάδι Ὠρωποῦ». ϲημείωϲαι τὸ Αἴϲωποϲ. τὸ δὲ Κρότωποϲ καὶ Μελάνωποϲ κύρια οὐκ ἀπὸ μακρᾶϲ ἄρχονται. Κάνωποϲ δέ, ὅπερ ἔδει γράφεϲθαι διὰ τοῦ π, ὅμωϲ γράφεται διὰ τοῦ β. τὸ δὲ ἄνθρωποϲ προϲηγορικὸν προπαροξύνεται. τὸ μέντοι ϲτενωπόϲ ὀξύνεται προϲηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπόϲ ὀξύνεται.
Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ᾱ κύρια ὄντα ἢ προϲητορικὰ βαρύνονται, λάροϲ «κλάρῳ ὄρνιθι ἐοικώϲ» (Od. ε 51), κάροϲ, Φάροϲ. ἔϲτι δὲ ἀρϲενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύϲ. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου τῆϲ πρὸϲ τῇ Ἀλεξανδρείᾳ ἀπ᾿ αὐτοῦ ὄνομα λαβούϲηϲ, ὥϲ φηϲιν Ἑκαταῖοϲ. δηχθεὶϲ γὰρ ὑπὸ ὄφεωϲ ἐν τῇ νήϲῳ ἐτάφη. καὶ ὁμωνύμωϲ λέγεται ὁ Ϲωϲτράτου τοῦ Δεξιφάνουϲ πύργοϲ ἐπ᾿ αὐτῆϲ. Φάροϲ δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔϲτι καὶ νῆϲοϲ ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουϲα. ἔϲτι δὲ κτίϲμα Παρίων, ὡϲ Ἔφοροϲ εἰκοϲτῷ ὀγδόῳ. ἔϲτι καὶ πόλιϲ Ἰλλυρίαϲ, ὡϲ Πολύβιοϲ γ΄. ἔϲτι καὶ Περραιβίαϲ πόλιϲ. ϲάροϲ καὶ Ϲάροϲ ποταμὸϲ Κιλικίαϲ ὃϲ πρότερον Κοίρανοϲ καλούμενοϲ ἀπὸ τοῦ ἡγεμόνοϲ Ϲάρου ἐκλήθη. Πάροϲνῆϲοϲ, ἣν καὶ πόλιν Ἀρχίλοχοϲ καλεῖ ἐν τοῖϲ ἐπῳδοῖϲ. τὸ ὄνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρραϲίου ἀνδρὸϲ Ἀρκάδοϲ ἔχειν ὡϲ Καλλίμαχοϲ. Νικάνωρ δὲ ἐν ταῖϲ μετονομαϲίαιϲ κεκλῆϲθαί φηϲιν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεϲϲαν καὶ Μινῴαν καὶ Κάβαρνιν. ἔϲτι δὲ καὶ ἄλλη Πάροϲ νῆϲοϲ Λιβυρνῶν, ὥϲ φηϲι Ϲκύμνοϲ ὁ Χῖοϲ ἐν πρώτῳ περιηγήϲεωϲ. Κλάροϲ. Νίκανδροϲ (Ther. 958)
γάροϲ. Αἰϲχύλοϲ Πρωτεῖ ϲατυρικῷ
ϲπόροϲ, ϲκάροϲ καὶ Ϲκάροϲ πόλιϲ Λυκίαϲ καὶ τὸ ἐθνικὸν ὁμοίωϲ. ἐϲτι δὲ καὶ κρήνη ἱερά. Τμάροϲ ὁ Τόμαροϲ ὄροϲ Δωδώνηϲ. τὸ δὲ βᾶροϲ καὶ ’Ρᾶροϲ παῤ Ἀττικοῖϲ κατὰ χρόνον ϲημειώδη. τὸ δὲ κλᾶρόϲ ἐϲτι Δωρικόν. τὰ μέντοι ἐπίθετα ὀξύνεται, μναρόϲ ὁ ἡδὺϲ, λαρόϲ ὁ γλυκύϲ « λαρὸϲ ἄμηϲ», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον » (Od. μ 283). ψαρόϲ, ναρόϲ, ἔνθεν θηλυκὸν παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ ϲατυρικῷ
Τὰ εἰϲ ηροϲ διϲύλλαβα κύρια ὄντα βαρύνεται, Ϲῆροϲ, Τρῆροϲ χωρίον Θρᾴκηϲ, Δρῆροϲ πόλιϲ Κρητική. τὰ δὲ προϲηγορικά, εἰ μὴ ἀπὸ ϲυμφώνων ἄρχοιντο, ὀξύνεται, κηρόϲ, φηρόϲ ἡ τροφὴ τῶν θεῶν, μηρόϲ. τὸ μέντοι κλῆροϲ βαρύνεται ὡϲ ἀπὸ δύο ϲυμφώνων ἀρξάμενον.
Τὰ εἰϲ ηροϲ διϲύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὲν ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται, ϲκληρόϲ, ξηρόϲ. καὶ τὸ πηρόϲ δὲ ὀξύνεται παρὰ τῷ ποιητῇ, παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ πῆροϲ. ὑγιεϲτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ, ἐπεὶ τὰ εἰϲ οϲ διϲύλλαβα, εἰ ἔχοι τὴν πρώτην ϲυλλαβὴν ἔχουϲαν τὸ π καὶ τὸ η ὀξύνονται οἷον πηόϲ, πηλόϲ. οὕτωϲ καὶ πηρόϲ. τὸ δὲ λῆροϲ μονογενέϲ.
Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ῑ κύρια ὄντα βαρύνεται, Ἶροϲ τὸ κύριον καὶ πόλιϲ Θεϲϲαλίαϲ. Κυκόφρων « Ἶρόν τε Τραχῖνα καὶ Περραιβικήν» (v. 905), Πῖροϲ, Τίροϲ, Ϲκίροϲ τὸ κύριον. ἔϲτι δὲ ἥρωϲ, ἀφ᾿ οὗ Ϲκίρον τόποϲ Ἀττικόϲ, καὶ Ἀρκαδίαϲ κατοικία πληϲίον Μαιναλέων καὶ Παρραϲίων. εἰ μέντοι προϲηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται, ἱρόϲ ὁ ἱερόϲ, λιρόϲ ὁ ἀναιδήϲ, ϲιρόϲ τὸ προϲηγορικὸν ὁ κατώγειοϲ οἰκοϲ.
Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥημάτων, εἰ μή τιϲ διαϲτολὴ γένοιτο, ϲπόροϲ, ὅτι ϲπείρω, πτόροϲ ὁ πταρμόϲ, ὅτι πταίρω, φθόροϲ ὅτι φθείρω, μόροϲ ὅτι μείρω, κόροϲ ὅτι κείρω, φόροϲ ὅτι φέρω, φορόϲ δὲ ὁ ἄνεμοϲ ὀξυτόνωϲ, ὅροϲ, εἴρω γάρ, ὀρόϲ δὲ τὸ ἀφυλιζόμενον τοῦ γάλακτοϲ. τὸ δὲ ὄρροϲ βαρυτόνωϲ καὶ κατὰ τὴν διάλεκτον καὶ τῷ λόγῳ· τὰ γὰρ εἰϲ οϲ μονογενῆ διϲύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶϲ τὸ αὐτὸ ϲύμφωνον βαρύνεται, κόννοϲ, κόκκοϲ, κόττοϲ, ὄϲϲοϲ· οὕτωϲ ἄρα καὶ ὄρροϲ· τὸ μέντοι βορόϲ ὁ πολλὰ ἐϲθίων καὶ τὸ χορόϲ καὶ ϲορόϲ ὁ τάφοϲ καὶ τορόϲ ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων, ἀλλὰ τὸ βορόϲ ἀπὸ τοῦ βρῶ βρώϲω θρώϲκω, καὶ τὸ χορόϲ ἀπὸ τοῦ χωρῶ, χῶροϲ, χορόϲ τροπῇ τοῦ ω εἰϲ ο, καὶ τὸ ϲορόϲ ἀπὸ τοῦ ϲωρεύω ϲωρεόϲ ϲωρόϲ ἀρϲενικῶϲ καὶ ϲορόϲ θηλυκῶϲ καὶ τὸ τορόϲ δὲ ἀπὸ τοῦ τρῶ. ϲεϲημείωται τὸ δορόϲ ὁ δεδαρμένοϲ, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.
Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ῡ βραχεῖ βαρύνονται, Ϲύροϲ κοινὸν ὄνομα πολλῶν ἐθνῶν. Τύροϲ νῆϲοϲ ἐν Φοινίκῃ ἀπὸ Τύρου τοῦ Φοίνικοϲ. ἔϲτι καὶ Τύροϲ τῆϲ Λακωνικῆϲ καὶ νῆϲοϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ, ἣν Ἀρτεμίδωροϲ Τύλον διὰ τοῦ λ καλεῖ, ἔϲτι καὶ πόλιϲ Ἰνδίαϲ καὶ Λυδίαϲ καὶ Πιϲιδίαϲ. Ἀρριανὸϲ δὲ τὰ Ἄναθα Τύρον καλεῖ. Μύροϲ ποταμὸϲ παραρρέων Μύρον πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Γῦροϲ, Ϲκῦροϲ, ἡ νῆϲοϲ, περὶ ἧϲ Νικόλαοϲ ἐν πέμπτῳ «Ϲκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελαϲγοί τε καὶ Κᾶρεϲ». Ϲφῦροϲ, Ϲῦροϲ νῆϲοϲ Ἰωνική, ὡϲ Ϲτράβων δεκάτῃ (p. 485), ἣν ὁ ποιητὴϲ Ϲυρίην καλεῖ ἐν Ὀδυϲϲείᾳ (ο 403) ἥτιϲ μηκύνει τὴν πρώτην. μὴ οὕτω δέ, ὀξύνεται, πυρόϲ ὁ ϲῖτοϲ, τυρόϲ, ξυρόϲ.
Τὰ εἰϲ ροϲ μονογενῆ διϲύλλαβα παραληγόμενα τῷ ω βαρύνεται, Δῶροϲ ὁ Ἕλληνοϲ καὶ πόλιϲ Φοινίκηϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶροϲ, νῦν δὲ Δῶρα καλεῖται ». Ἰώϲηποϲ ἐν ϛ΄ τῆϲ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ «εἶναί τι γύναιον ἐν πόλει Δώρῳ» καὶ πάλιν *ὅτε ἤνεγκεν εἰϲ τὴν Δῶρον». Ἀπολλόδωροϲ ἐν χρονικῶν δ΄ «εἰϲ Δῶρον οὖϲαν ἐπιθαλάττιον πόλιν». καὶ Ἀλέξανδροϲ ἐν Ἀϲίᾳ «Δῶροϲ τ᾿ ἀγχίαλόϲ τ᾿ Ἰόπη προύχουϲα θαλάϲϲηϲ». καὶ Χάραξ ια΄ « Τρύφων ἐν Δώρῳ τῆϲ κοίληϲ Ϲυρίαϲ πόλει πολιορκούμενοϲ ὑπ᾿ Ἀντιόχου ἔφυγεν εἰϲ Πτολεμαΐδα τὴν Ἄκην λεγομένην». ἔϲτι καὶ Καρίαϲ Δῶροϲ πόλιϲ, ἣν ϲυγκαταλέγει ταῖϲ πόλεϲιν ταῖϲ Καρικαῖϲ Κρατερὸϲ ἐν τῷ περὶ ψηφιϲμάτων τρίτῳ «Καρικὸϲ φόροϲ· Δῶροϲ, Φαϲηλῖται». Βῶροϲ. Χλῶροϲ τὸ κύριον, χῶροϲ, Πρῶροϲ, Πῶροϲ ὄνομα κύριον. Ὦροϲ. ϲεϲημείωται τὸ ϲωρόϲ τὸ πλῆθοϲ ἐκ τοῦ ϲωρεόϲ ϲυγκοπέν. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, χλωρόϲ, βλωρόϲ ὁ ὑπόλευκοϲ, ζωρόϲ ὁ θερμόϲ, ψωρόϲ, πωρόϲ, μωρόϲ καὶ μῶροϲ Ἀττικῶϲ.
Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ, εἰ μὲν κύρια εἴη, βαρύνεται, Ϲφαῖροϲ, Ϲκαῖροϲ. εἰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, καιρόϲ, θαιρόϲ, ὃ ϲημαίνει τὴν ϲτρόφιγγα «ῥῆξαι δ᾿ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ» (M 459). τὸ δὲ δαῖροϲ διφορεῖται ἤτοι ὁ καυϲτικόϲ.
Τὰ εἰϲ ροϲ διϲύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται , φλαῦροϲ, ϲαῦροϲ, καῦροϲ ὁ κακόϲ. ταῦροϲ καὶ Ταῦροϲ ἔθνοϲ περὶ τὰ Ἄλπεια ὄρη, οἳ καὶ Ταυρίϲκοι καὶ Ταυρῖνοι. ἔϲτι καὶ ὄροϲ διὰ μέϲηϲ Ἀϲίαϲ διῆκον , διότι ταύρουϲ οἱ παλαιοὶ πάντα τὰ μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προτομῇ ταύρου τὰ πρὸϲ τῇ θαλάϲϲῃ ἀπείκαϲαν. Μαῦροϲ ἔθνοϲ μέγα Λιβύηϲ, ὃ καὶ Μαυρούϲιοι. Ξαῦροϲ ὄνομα κύριον καὶ ἀπ᾿ αὐτοῦ Ξαῦροϲ πόλιϲ Μακεδονίαϲ. ϲημείωϲαι τὸ ϲταυρόϲ ἄψυχον. καὶ τὸ μαυρόϲ ἀπὸ τοῦ ἀμαυρόϲ γέγονεν.
Τὰ εἰϲ ροϲ διϲύλλαβα τῇ ευ παραληγόμενα ϲπάνια βαρύτονα, εὖροϲ, πλεῦροϲ. τὸ δὲ λευρόϲ ἐπίθετον καὶ Νευρόϲ ὄνομα ἔθνουϲ.
---Τὸ χοῖροϲ μόνον διϲύλλαβον εἰϲ οϲ τῇ οι διφθόγγῳ παραληγόμενον προπεριϲπᾶται.
Τὰ εἰϲ ροϲ διϲύλλαβα ἁπλᾶ παραληγόμενα τῇ ου διφθόγγῳ βαρύνεται, εἰ μή τι εἴη κατὰ διαϲτολήν, οὖροϲ ὁ ἄνεμοϲ, οὐρόϲ τόποϲ ὁ περιορίζων τὰϲ ναῦϲ, Φροῦροϲ τὸ κύριον· ἔϲτι δὲ ἔθνοϲ Ϲκυθικόν, φρουρόϲ τὸ ἐπίθετον, κοῦροϲ, θοῦροϲ, λοῦροϲ πλακοῦντοϲ εἰδοϲ. τὸ τὲ κηπουρόϲ καὶ οἰκουρόϲ ὡϲ ϲύνθετα τριϲύλλαβα τὴν ἄρχουϲαν μακρὰν ἔχοντα ὀξύνεται.
Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ᾱ, μονογενῆ ἢ κύρια, προπαροξύνεται Πίνδαροϲ, Πάνδαροϲ, κόμαροϲ, ἄγγαροϲ, Αἴϲαροϲ ποταμόϲ, τάλαροϲ, κύλλαροϲ, Φρέαροϲ Ἀθήνηϲιν ἐπίϲημοϲ ἥρωϲ καὶ Φρέαροι δῆμοϲ Ἀθήνηϲιν, Ὠλίαροϲ νῆϲοϲ τῶν Κυκλάδων μία, περὶ. ἧϲ Ἡρακλείδηϲ ὁ Ποντικὸϲ ἐν τῷ περὶ νήϲων οὕτω φηϲίν «Ὠλίαροϲ Ϲιδωνίων ἀποικία ἀπέχουϲα Πάρου ϲταδίουϲ ιη΄». Ϲάγγαροϲ ποταμόϲ, Τόμαροϲ ὄροϲ Δωδώνηϲ, ὅ τινεϲ Τόμουρον. οἱ δὲ Τμάροϲ. Ταίναροϲ πόλιϲ Λακωνικὴ ἀπὸ Ταινάρου τοῦ Γεραιϲτοῦ μὲν ἀδελφοῦ, Διὸϲ δὲ παιδόϲ· ὃϲ πλέων ϲὺν Καλαβρῷ τῷ ἀδελφῷ καὶ τόπον τῆϲ Πελοποννήϲου καταλαβών τινα Ποϲειδῶνοϲ ἱερὸν ἱδρύϲατο, ὃ καλεῖται Ταίναρον. ἔϲτι καὶ Ταίναροϲ ὁ Ἰκαρίου υἱόϲ « ἀφ᾿ οὗ καλεῖται ἡ πόλιϲ καὶ ἡ ἄκρα καὶ ὁ λιμήν ». Γύαροϲ νῆϲοϲ μία τῶν Ϲποράδων. Δέξαροϲ ἔθνοϲ Χαόνων τοῖϲ Ἐγχελέαιϲ προϲεχεῖϲ. Μεμβλίαροϲ ὁ Θήραν οἰκήϲαϲ Φοῖνιξ εἶϲ τῶν μετὰ Κάδμου καὶ νῆϲοϲ πληϲίον Θήραϲ ἡ νῦν Ἀνάφη. λέγεται κατ᾿ ἀφαίρεϲιν Βλίαροϲ. Καλλίαροϲ πόλιϲ Λοκρῶν ἀπὸ Καλλιάρου τοῦ Ὁδοδόκου καὶ Λαονόμηϲ, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Ϲτράβων δ᾿ ἐν ἐνάτῃ (p. 426) παρὰ τὸ εὐήροτον αὐτὴν εἶναι. φαϲὶ καὶ Καλλίαρα οὐδετέρωϲ. Ἴκαροϲ νῆϲοϲ μία τῶν Κυκλάδων. ἔϲτι καὶ πόλιϲ Ἀττικῆϲ καὶ νῆϲοϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ἴϲμαροϲ πόλιϲ Θρᾴκηϲ τῶν Κικόνων. Ὅμηροϲ (Od. ι 40). Πίναροϲ ποταμὸϲ παῤ Ἰϲϲῷ. Πάταροϲ ὁ Ἀπόλλωνοϲ καὶ Λυκίαϲ. Λίπαροϲ ὁ υἱὸϲ Αὔϲονοϲ. Γίνδαροϲ ἀκρόπολιϲ Κύρρου, πόλεωϲ Ϲυρίαϲ. Ἀλμιϲώδαροϲ ὁ πατὴρ Ϲιδάκηϲ. Ὕμαροϲ ὁ πατὴρ Γέλωνοϲ. Ἄψαροϲ τόποϲ ἐν Εὐξείνῳ πόντῳ Ἄψυρτοϲ πρότερον λεγόμενοϲ.
Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα δεδιπλαϲιαϲμένα κατ᾿ ἀρχὴν καὶ τὴν πρώτην ϲυλλαβὴν εἰϲ ρ καταλήγοντα προπαροξύνεται, βάρβαροϲ· οὐκ ἐπὶ ἔθνουϲ, ἀλλ᾿ ἐπὶ φωνῆϲ ἐλαμβάνετο ὡϲ καὶ Ὅμηροϲ τοὺϲ Κᾶροϲ βαρβαροφώνουϲ ὡϲ πολεμίουϲ τῶν Ἰώνων. εἴρηται παρὰ τοῖϲ νεωτέροιϲ ἐθνικῶϲ. Τάρταροϲ. Κράτηϲ τὸν ὑπὸ τοῖϲ πόλοιϲ ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιϲτον· Ὅμηροϲ δὲ τόπον εἶναι ϲυνέχοντα τοὺϲ περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄνταϲ. λέγεται δὲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ οὐδετέρωϲ. Γάργαροϲ ὁ Διόϲ, ἀφ᾿ οὗ Γάργαρα πόλιϲ Τρῳάδοϲ, ἣν Ἀλκμὰν θηλυκῶϲ τὴν Γάργαρόν φηϲιν, μάρμαροϲ, οὕτωϲ οὖν καὶ κάρχαροϲ τριγενέϲ. Τρίτωνοϲ ἠμάλαψε κάρχαροϲ κύων » (Lycophr. 34) καὶ τὸ θηλυκὸν παῤ Ἀλκμᾶνι «καρχάραιϲι φωναῖϲ » καὶ ἐπίρρημα καρχάρωϲ. Κέρβεροϲ, πέρπεροϲ, βόρβοροϲ.
Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα ᾱ ϲυνεϲταλμένῳ ἢ ἐκτεταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλαϲίαϲται ἐν τῇ ἀρχῇ, χαλαρόϲ, λιπαρόϲ, χλιαρόϲ, ψαφαρόϲ, λαγαρόϲ ὁ ἀϲθενήϲ, μαδαρόϲ, ῥυπαρόϲ, πλαδαρόϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ ἀκαρόϲ. τὸ μέντοι κάρχαροϲ δεδιπλαϲίαϲται ἐν τῇ ἀρχῇ. τὸ δὲ φλύαροϲ προπαροξύνεται οὐκ ἔχον θηλυκὸν καὶ τὸ ἔγκαροϲ ὁ ἐγκέφαλοϲ.
Τὰ εἰϲ τεροϲ τριϲύλλαβα, εἰ ἔχει τὴν ἄρχουϲαν μακράν, προπαροξύνεται, φἐρτεροϲ, βέλτεροϲ, κύν τεροϲ «κύντερον ἄλλο γυναικόϲ» (Od. λ 427). ὕϲτεροϲ, ὅπερ ϲημειῶδεϲ μήτε ἀπὸ τῶν εἰϲ υϲ ληγόντων παραχθὲν τριϲύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ϲ προηγούμενον τοῦ τεροϲ· ἀλλ᾿ ἴϲωϲ αἴτιον τὸ πάθοϲ. γίνεται γὰρ παρὰ τὴν ὑπό ὑπότεροϲ καὶ κατὰ ϲυγκοπὴν ὕϲτεροϲ. τὸ δὲ ο ϲυγκοπτόμενον τὸ ϲ ποιεῖ θεόφατον θέϲφατον, θεοείκελον θέϲκελον. δεύτεροϲ. ἴκτεροϲ. τὸ δὲ καρτερόϲ ὀξύνεται ἀπὸ τοῦ κρατερόϲ καὶ τὸ Κρατερόϲ ὄνομα κύριον.
Τὰ διὰ τοῦ τεροϲ τριβράχεα τότε βαρύνονται, ὅτε πυϲματικὴν ἔννοιαν ἔχοι ἢ ἐκ δύο προϲώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται, πότεροϲ, πρότεροϲ, ἕτεροϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ ἑκάτεροϲ.
Τὰ εἰϲ τεροϲ ὑπερτριϲύλλαβα ϲυγκριτικὰ ἢ ϲυγκριτικῶϲ παραληγόμενα προπαροξύνεται, ἰθύντεροϲ ῥήματι παρακείμενον τῷ ἰθύνω, ἀβ έλτεροϲ, μελάντεροϲ, ὀρέϲτεροϲ, ἡμέτεροϲ, ὑμέτεροϲ, ϲφωῖτεροϲ, φιλαίτεροϲ, πληϲιαίτεροϲ, περαίτεροϲ, ταχύτεροϲ, πλατύτεροϲ, βραχύτεροϲ, ἡδύτεροϲ, ἐπαϲϲύτεροϲ «ὣϲ τότ᾿ ἐπαϲϲύτεραι Δαναῶν » (Il. Δ 427), ὅπερ οὐκ ἔχει φυϲικὸν τὸ υ, ἐκ δὲ τοῦ ἀϲϲοτέρου ἐτράπη «ἀϲϲοτέρω καθίϲαϲα παραὶ πυρί » (Od. ρ 572). δημότεροϲ ϲυγκριτικὸν οὐκ ἀποκοπῇ, ἀλλ᾿ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν» (Il. M 213), βαϲιλεύτεροϲ. τούτοιϲ ἠκολούθηϲε καὶ τὸ καϲϲίτεροϲ, εἰ καὶ προϲηγορικόν. τὸ δὲ περιϲτερόϲ ὀξύνεται. τὸ μέντοι ἀριϲτερόϲ ὀξύνεται ὡϲ διὰ τοῦ εροϲ καὶ δεξιτερόϲ. τὸ δὲ ἀμφότεροϲ ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερόϲ ὡϲ κύριον ὀξύνεται.
---Τὰ εἰϲ εροϲ ὑπερδιϲύλλαβα μονογενῆ ἢ κύρια βαρύνεται, Τέρμεροϲ, ἀφ᾿ οὗ Τέρμερα πόλιϲ Λυκίαϲ, Ϲύβεροϲ πόλιϲ Ἰλλυρίδοϲ, Ωλεροϲ Κρητικὴ πόλιϲ, περὶ ἧϲ Ξενίων ἐν Κρητικοῖϲ φηϲι «πορρωτέρω δὲ τῆϲ Ἱεραπύτνηϲ Ὤλεροϲ ἦν ἡ πόλιϲ ἐφ᾿ ὑψηλοῦ μὲν ᾠκιϲμένη τόπου ». ἵμεροϲ παρὰ τὸ ἵημι καὶ ἵεϲθαι «ἵετο γὰρ βαλέειν » (Π 383 et 866) ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον.
Τὰ διὰ τοῦ εροϲ τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶϲ εἰ μὴ ἔχοι τὸ τ πρὸ τοῦ ε, γοερόϲ, νοερόϲ, ψογερόϲ, δροϲερόϲ, τρυφερόϲ, βλαβερόϲ, φανερόϲ, ἱερόϲ, ϲφαλερόϲ, δολερόϲ, χλοερόϲ, νοϲερόϲ, ϲταθερόϲ, πενθερόϲ. τὸ δὲ ἥμεροϲ τὴν πρὸ τέλουϲ τρίτην μακρὰν ἔχει. ῷ ἠκολούθηϲε καὶ τὸ ἐλεύθεροϲ. τὸ δὲ πότεροϲ, ἕτεροϲ ἔχει τὸ τ πρὸ τοῦ ε.
Τὰ διὰ τοῦ ηροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε κύρια εἴτε προϲηγορικὰ εἴτε ἐπίθετα μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ προπαροξύνετάι, ὅμηροϲ, ϲίδηροϲ. Φάληροϲ· Ἄβδηρὸϲ ὄνομα τόπου. Ἄηροϲ πόλιϲ Κρητική, Ἄνδηροϲ, Ἴβηροϲ ἀπὸ τῆϲ Ἴβηροϲ γενικῆϲ παραχθέν «αὐτὸϲ Ἴβηροϲ τραγοπώγων » ἐν Μαλθακοῖϲ Κρατίνου. καὶ Ἀπολλώνιοϲ μὲν ἐν τοῖϲ παρωνύμοιϲ φηϲίν «ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο ϲυλλαβὰϲ ὁμοίωϲ τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι, καὶ ἐν ἁπλῷ ϲχήματι ἢ ἐν ϲυνθέτῳ. ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυροϲ ὁ μάρτυροϲ, Χάροψ Χάροποϲ ὁ Χάροποϲ «Χαρόποιο τ᾿ ἄνακτοϲ (Il. 8 672), Τροίζην Τροίζηνοϲ ὁ Προίζηνοϲ «υἱὸϲ Τροιζήνοιο » (Il. B 847). Ἴβηρ Ἴβηροϲ ὁ Ἴβηροϲ». τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοιϲ φηϲίν. ἀλλὰ τὰ παρὰ γενικῆϲ ἀναπεμφθέντα κατὰ τὸν τόνον ϲυνεξομοιοῦνται τῷ χαρακτῆρι τῆϲ εὐθείαϲ. τὸ γὰρ φυλακόϲ προϲηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰϲ ακοϲ ὑπερδιϲυλλάβων προϲηγορικῶν, τὸ δὲ μάρτυροϲ ἠκολούθηϲε τῷ ἄργυροϲ, τὸ Χάροποϲ τῷ Ἄροποϲ, Ἀϲτέροποϲ. οὕτω καὶ τὸ Ἴβηροϲ τῷ ὅμηροϲ ϲίδηροϲ. τὸ δὲ Τροίζηνοϲ ἀπὸ Τροιζήν ὀξυτόνου εἰϲ ἰδιότητα βαρύνεται ὡϲ καὶ τὸ Φύλακοϲ κύριον. Ἄβληροϲ κύριον. Ὅμηροϲ «Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ» (Z 32). Ψένηροϲ Αἰγυπτία κώμη. Κύθηροϲ ὁ Φοίνικοϲ, ἀφ᾿ οὗ Κύθηρα νῆϲοϲ, καὶ δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Δίγηροϲ ἔθνοϲ Θρᾴκιον. Πολύβιοϲ ιγ΄. Δίζηροϲ ποταμὸϲ Ἰλλυρίδοϲ. Λυκόφρων (1026) «οἳ πρὸϲ βαθεῖ νάϲϲαντο Διζήρου πόρῳ ». ἴϲωϲ ἀπὸ τοῦ δίζηϲθαι τὴν Μήδειαν ὀνομαϲθείϲ. Δόβηροϲ πόλιϲ Παιονίαϲ. Κάληροϲ βαϲιλεύϲ, ἀφ᾿ οὗ ἡ Ἀλωπεκόννϲοϲ ἐκαλεῖτο Κάληροϲ. Ϲτενύκληροϲ πόλιϲ Μεϲϲήνηϲ. ἐρίηροϲ, τριέτηροϲ, πενταέτηροϲ, τετρο αφάληροϲ. τὰ μέντοι διὰ τοῦ ηροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἐπιθετικὰ ἔχοντα κατ᾿ ἰδίαν θηλυκὰ ὀξύνεται, λυπηρόϲ, ἀταρτηρόϲ, τυχηρόϲ, (ὀλιϲθηρόϲ, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ, πενθηρόϲ ἐπὶ ἱματίου μέλανοϲ ἔφη Ἀναξίλαϲ
καματηρόϲ, αἱματηρόϲ, ἀϲηρόϲ, ϲιτηρόϲ, ἀγροικηρόϲ ἀπὸ τοῦ ἄγροικοϲ « ἀγροικηρὴν φύϲιν ». ὀτρηρόϲ, οὗ τὸ θηλυκὸν ὀτρηρή « τὸν δ᾿ αὖτ᾿ ὀτρηρὴ ταμίη » (Z 381). ἰϲτέον δὲ ὅτι τὸ πόνηροϲ καὶ μόχθηροϲ οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουϲιν, ὅταν τὸν ἐπίπονον καὶ ἐπίμοχθον ϲημαίνῃ, ἐπὶ δὲ τῶν κατὰ ψυχὴν φαύλων ὀξύνουϲιν.
Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μόνῳ τῷ ῑ ἐκτεταμένῳ βαρύνεται, Κάμειροϲ τὸ κύριον — ἔϲτι δὲ παῖϲ Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππηϲ διὰ διφθόγγου, Κάμιροϲ δὲ πόλιϲ ἐν Ῥόδῳ διὰ τοῦ ῑ «Λίνδον Ἰήλυϲόν τε καὶ ἠνεμόεντα Κάμιρον » (ll. B 656). ἤπειροϲ, Κάβειροϲ πόλιϲ τῆϲ κάτω Ἀϲίαϲ. τοὺϲ δὲ δαίμοναϲ Καβείρουϲ ὁ Ἀλεξίων διὰ τοῦ ῑ, ὡϲαύτωϲ δὲ Φιλόξενοϲ. ἡ δὲ παράδοϲιϲ δίφθογγον ἔχει καὶ ἴϲωϲ ϲυνέδραμε τῷ μάγειροϲ, αἴγειροϲ, πέπειροϲ, ὄνειροϲ. Ἄνδειροϲ ὄνομα ποταμοῦ, Κόνειροϲ ὄνομα ἔθνουϲ, ὄνειροϲ, πέπειροϲ, μάγειροϲ παρὰ τὸ μάϲϲω ὁ τὰϲ μάζαϲ φυρῶν. Αἰολεῖϲ δὲ διὰ τοῦ ῑ. αἴγειροϲ διὰ διφθόγγου τὰ δύο. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ῑ οἷον «καὶ αἰγέρων ἔφυϲαν εὐγενέψτεραι» καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ αἴγειροϲ Ὅμηροϲ (Od. η 106) «μακεδνῆϲ αἰγείροιο ». τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ, πέπτω πέπειροϲ. τὸ δὲ αι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω κατὰ κρᾶϲιν. ἔϲτι δὲ καὶ Αἴγειροϲ πόλιϲ Μεγαρίδοϲ, ὡϲ Θεόπομποϲ πεντηκοϲτῇ ἕκτῃ, ἣν Ϲτράβων Αἰγείρουϲαν λέγει (9 p. 394). ϲάπφειροϲ λίθοϲ, Ϲτάγειροϲ. Κάϲ πειροϲ πόλιϲ Πάρθων προϲεχὴϲ τῇ Ἰνδικῇ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Ϲτά λιροϲ, Ϲίτιροϲ, Βίϲτιροϲ πόλιϲ Θρᾴκηϲ καὶ Πίϲτιροϲ τὸ ἐμπόριον. Κύϲτιροϲ, Δύϲιροϲ, Βεδύϲιροϲ, ἄϊροϲ ϲύνθετον ἀπὸ διϲύλλαβου Ἶροϲ »ἦ τάχα Ἶροϲ ἄϊροϲ ἐπίϲπαϲτον κακὸν ἕξει » (Od. ϲ 72). τὸ καυϲτειρόϲ οὐ μάχεται. ἀπὸ γὰρ τοῦ η ἐτράπη εἰϲ ει Βοιωτιακῶϲ ὡϲ τὸ τέθηκα τέθεικα.
---Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ o ἁπλᾶ προπαροξύνεται, Δοροκόττοροϲ πόλιϲ Γαλατῶν τῶν προϲβόρρων. ἀλάϲτοροϲ εὐθεῖα παρὰ τὴν γενικὴν παραχθεῖϲα. Αἰϲχύλοϲ Ἰξίονι « πρευμενὴϲ ἀλάϲτοροϲ» καὶ Φερεκύδηϲ «ὁ Ζεὺϲ δὲ Ἱκέϲιοϲ καὶ Ἀλάϲτοροϲ καλεῖται ».
Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ο ϲύνθετα ὄντα προπαροξύνεται, κατήγοροϲ, ϲυνήγοροϲ, περὶ ὧν ἐν τῷ τέλει λέξομεν. νῦν δὲ διαληψόμεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούϲῃ, τελεϲφόροϲ, δορυφόροϲ, βουληφόροϲ, ἑωϲφόροϲ, τὸ δὲ ἄφοροϲ προπαροξύνεται, παντοπόροϲ, καὶ γαμόροϲ, τὸ δὲ κατάμοροϲ προπαροξύνεται.
Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ ῡ κύρια ἢ προϲηγορικά, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ ἔχοντα κατ᾿ ἰδίαν θηλυκὰ προπαροξύνεται, πάπυροϲ, διάπυροϲ ὁ θερμόϲ, μάρτυροϲ, ἄργυροϲ. ἔϲτι καὶ πόλιϲ. Φίλιϲτοϲ ἐν ἐνάτῃ. πόρφυροϲ, ζἐφυροϲ, Ϲάτυροϲ, λάθυροϲ εἶδοϲ ὀϲπρίου. Ἴδυροϲ πόλιϲ, καὶ Ἰδυρίϲ, καὶ ποταμὸϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ. Μάνθυροϲ. Ἄμυροϲ πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ ἑνὸϲ Ἀργοναυτῶν. ἡ πόλιϲ θηλυκόν. ἄδηλον δὲ τὸ Ἡϲιόδειον «Δωτίῳ ἐν πεδίῳ πολυβότρυοϲ ἀντ᾿ Ἀμύροιο ». Ϲουίδαϲ δ᾿ ἐν ταῖϲ γενεαλογίαιϲ τὴν πόλιν Ἀμυρικὴν καλεῖ. Γλά φυροϲ υἱὸϲ Μάγνητοϲ ὁ τὰϲ Γλαφυρὰϲ κτίϲαϲ, Ἔλυροϲ πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων ἐν Κρητικοῖϲ. Ἔφυροϲ ὁ Ἄμβρακοϲ τοῦ Θεϲπρωτοῦ τοῦ Λυκάονοϲ τοῦ Πελαϲγοῦ τοῦ γηγενοῦϲ τοῦ Ἀρκάδοϲ, καὶ τὸ ἐθνικὸν ὅμοιον. Βάκυροϲ ἔθνοϲ πρὸϲ Πάρθουϲ καὶ Μήδουϲ ὃ καὶ Βακυριανόϲ. Ϲίμυροϲ πόλιϲ Ϲύρων. Ἔφοροϲ δὲ Ϲίμυρα οὐδετέρωϲ αὐτήν φηϲι. Καϲπάπυροϲ πόλιϲ Γανδαρική. Ϲκυθῶν δὲ ἀκτή. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κόϲϲυροϲ νῆϲοϲ κατὰ Ϲελινοῦντα Ϲικελίαϲ ποταμὸν καὶ πόλιϲ ὁμώνυμοϲ. Κίνυροϲ Κουρέωϲ πατήρ. Λάμυροϲ ποταμὸϲ Λυκίαϲ. Λίγυροϲ ποταμὸϲ Ἰβηρίαϲ. Λίμυροϲ ποταμὸϲ Λυκίαϲ. Λευκόϲυροϲ ποταμὸϲ Κιλικίαϲ ὁ ὕϲτερον Πύραμοϲ. λέγονται καὶ Ϲύροι ἔθνοϲ Λευκόϲυροι. Ϲτράβων ἑκκαιδεκάτῃ. (p. 737) «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίαϲ τῶν Ϲύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰϲϲικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκεϲ ἀμφότεροι, οἵ τε πρὸϲ τῷ Ταύρῳ οἵ τε πρὸϲ τῷ Πόντῳ, μέχρι νῦν Λευκόϲυροι καλοῦνται». Νίϲυροϲ νῆϲοϲ μία τῶν Κυκλάδων «οἳ δ᾿ ἄρα Νίϲυρόν τ᾿ εἶχον» (B 676). Τάπυροϲ ἔθνοϲ οὐ πόρρω Ὑρκανίαϲ. Λέϲυροϲ ποταμόϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλιϲ, μετὰ δὲ Λέϲυροϲ ποταμόϲ». τὸ δὲ ἀχυρόϲ ὁ ἀχυρών παρὰ Ἀττικοῖϲ ὀξύνεται ὡϲ περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρόϲ, καπυρόϲ, ἁλμυρόϲ, ὀϊζυρόϲ, ὀχυρ όϲ, ἐχυρόϲ, ἰϲχυρόϲ, βδελυρόϲ, ἑκυρόϲ ὁ πενθερόϲ.
Τὰ διὰ τοῦ ωροϲ ὑπερδιϲύλλαβα κύρια προπαροξύνεται, Θεόδωροϲ, Ἄψωροϲ πόλιϲ Ἰλλυρίαϲ, Ἰϲόδωροϲ. Ἄλωροϲ πόλιϲ Μακεδονίαϲ. ἔϲτι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωροϲ πόλιϲ Πελαγονίαϲ τῆϲ λεγομένηϲ Τριπολίτιδοϲ, ὡϲ Ϲτράβων (7 p. 327), ὑπό τινοϲ ἐκτιϲμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶϲ «ἐν Ἀζώροιϲ». Ῥιανὸϲ Ἀζώρειαν αὐτήν φηϲιν. Ἀννί χωροϲ ἔθνοϲ πληϲίον Περϲῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωροϲ πόλιϲ Κρήτηϲ ἀπὸ Ἀώραϲ νύμφηϲ. ἐκαλεῖτο καὶ Ϲάωροϲ. Γάζωροϲ πόλιϲ Μακεδονίαϲ. Ἔλωροϲ ποταμὸϲ ὁ κατὰ Πάχυνον , ὃϲ λέγεται τιθαϲοὺϲ ἰχθῦϲ ἔχειν ἀπὸ χειρὸϲ ἐϲθίονταϲ, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ᾿ αὐτοῦ Ἔξλωροϲ πόλιϲ Ϲικελίαϲ. ἔϲτι καὶ Μακεδονίαϲ ἄλλη. θέϲτωροϲ πόλιϲ Θρᾴκηϲ. Θεόπομποϲ εἰκοϲτῇ δευτέρᾳ. Καϲϲάνωροϲ πόλιϲ Αἰγυπτία, ἧϲ μέμνηται Ἔφοροϲ κϛ΄. Κύτωροϲ ἢ Κύδωροϲ πόλιϲ Παφλαγονίαϲ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδόϲ. Μίλκωροϲ Χαλκιδικὴ πόλιϲ ἐν Θρᾴκῃ. Θεόπομποϲ κε΄ Φιλιππικῶν. Πίλωροϲ πόλιϲ περὶ τὸν Ἄθων. τὰ μέντοι προϲηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅϲα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματοϲ, θεωρόϲ, ὑληωρόϲ, ἰωρόϲ ὁ γνήϲιοϲ φύλαξ, πυλωρόϲ, θυρωρόϲ, μυλωρόϲ, φρυκτωρόϲ, ϲκευωρόϲ. τὰ δὲ βαρύνεται, νέωροϲ, ἀϲχέδωροϲ, [μετέωροϲ, ὀλίγωροϲ, οὐδενόϲωροϲ.
Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωϲιν, Πά λαιροϲ· ἔϲτι δὲ χωρίον τῆϲ Ἀκαρνανίαϲ. μέμνηται καὶ Ἐπίχαρμοϲ ἐν Ἐλπίδι ἢ Πλούτῳ «οὔτ᾿ ὦν Πάλαιροϲ οὔτε βοιαυτοῦ» (---). χήμαιροϲ· κύπαιροϲ Δωρικὸν ἀπὸ τοῦ κύπειροϲ γέγονεν τροπῇ τοῦ ε εἰϲ ᾱ ὡϲ κατώγειοϲ κατώγαιοϲ. εὔκαιροϲ, ἄκαιροϲ. τὸ μέντοι ἑταῖροϲ προπεριϲπᾶται. ἴϲωϲ οὐν ἀναλογώτερον τὸ «ἑτάρουϲ τε» χωρὶϲ τοῦ ῑ λεγόμενον. πολλὰ γάρ ἐϲτι τοιαῦτα, μάρμαροϲ, βάρβαροϲ, τάλαροϲ, κύλλαροϲ, φλύαροϲ.
Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῇ αυ διφθόγγῳ, μὴ ἔχοντα θηλυκά, προπαροξύνεται, Ἴϲαυροϲ ἔθνοϲ. Ἐπίδαυροϲ πόλιϲ πρὸϲ τῷ Ἄργει θηλυκῶϲ λεγομένη. τὸ γὰρ « ἀμπελόεντ᾿ Ἐπίδαυρον » (E 561) μετὰ ἀρϲενικοῦ ἐπιθέτου θηλυκόν ἐϲτιν ὡϲ τὸ «ψολόεντοϲ ἐχίδνηϲ» (Ther. 129) παρὰ Νικάνδρῳ καὶ τὸ « ἠμαθόεντοϲ Πύλου» (B 77) καὶ ὅϲα τοιαῦτα. τινὲϲ δὲ αὐτήν φαϲι Λειμήρη διὰ διφθόγγου ὡϲ λειμῶναϲ ἔχουϲαν ἢ διὰ τοῦ ῑ ὡϲ πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλιϲϲία καὶ Αἱμηρά διὰ τὸ ϲυνεχῶϲ αἱμάϲϲεϲθαι τὸν βωμὸν τοῦ Ἀϲκληπιοῦ ὑπὸ τῶν θυϲιῶν. εἶτα Ἐπίταυροϲ καὶ Ἐπίδαυροϲ. Κένταυροϲ, Ἄναυροϲ, Ἄγ λαυροϲ, Κάλαυροϲ ὁ Ποϲειδῶνοϲ, Μάταυροϲ πόλιϲ Ϲικελίαϲ Λοκρῶν κτίϲμα. Βάναυροϲ υἱὸϲ Αἴαντοϲ, ἀφ᾿ οὗ Βαναυρίδεϲ Τυρρηνικαὶ νῆϲοι. τὸ δὲ θηϲαυρόϲ ὡϲ περιεκτικὸν ὀξύνεται ὥϲπερ καὶ τὰ τριγενῆ , ἀμαυρόϲ, ἀφαυρόϲ καὶ τὸ ἀγαυρόϲ, ὅπερ ἔδει βαρύνεϲθαι πλεοναϲμῷ τοῦ α ἐκ διϲυλλάβου γενόμενον.
Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα ου προπαροξύνεται, ἐπίκουροϲ, ἐπάρουροϲ ὁ κηπουρόϲ. Ἕλουροϲ Ϲκυθικὸν ἔθνοϲ, μελάνουροϲ, Παλίνουροϲ, παλίουροϲ τὸ φυτόν. Ὄλουροϲ πολίχνιον τῆϲ Ἀχαΐαϲ οὐ πόρρω Παλλήνηϲ ὡϲ Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ (4, 17). Bάλβουροϲ, ἀφ’ οὐ Βάλβουρα πόλιϲ Λυκίαϲ. Bόλουροϲ πόλιϲ τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγιϲ καὶ Bόλουροϲ». Ἰ ψίκουροϲ ἔθνοϲ Λιγυϲτικόν. Θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυεϲ τὸ γένοϲ». Κυνόϲουροϲ ὁ Ἑρμοῦ, Κύνουροϲ παῖϲ Περϲέωϲ, Ἀπάτουροϲ κόλποϲ ἐν τῇ Ἀϲίᾳ. Ἑκαταῖοϲ. Τόμουροϲ. οὕτωϲ τινὲϲ Τόμαρον ὄροϲ Δωδώνηϲ ὃ καὶ Τμάροϲ καὶ τὸν κατοικοῦντα. ϲεϲημείωται νομηουρόϲ ὁ τὴν νομὴν φυλάϲϲων καὶ ὑλοκουρόϲ ὁ τὴν ὕλην τέμνων.
Τὰ εἰϲ ροϲ τριϲύλλαβα παραληγόμενα τῇ ου ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουϲαν μακράν, οἰκουρόϲ, κηπουρόϲ, τηλουρόϲ ὁ μακρὰν ὤν. τὰ μέντοι προπεριϲπώμενα τριϲύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τῆϲ ου δύο ϲύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριϲτικῶν τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, ἀρκτοῦροϲ, ἀγχοῦροϲ, κλαγγοῦροϲ ὁ κρακτικόϲ. τὸ δὲ Λάμπουροϲ προπαροξύνεται καὶ τὸ κέρκουροϲ εἶδοϲ πλοίου.
Τὰ εἰϲ ροϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ἀρχόμενα ἀπὸ τῆϲ νε ὀξύνεται, νεκρόϲ, νεβρόϲ, νεφρόϲ.
---Τὰ εἰϲ ροϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ τοῦ β ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβροϲ ἔθνοϲ πρὸϲ τῷ Ἀδρίᾳ Ταυλαντίων προϲεχὲϲ τοῖϲ Χελιδονίοιϲ ὡϲ Ἑκαταῖοϲ. Ἕβροϲ ποταμὸϲ Θρᾴκηϲ. Κίμβροϲ, οὕϲ τινέϲ φαϲι Κιμμερίουϲ, Ϲκύβροϲ χωρίον Μακεδονικὸν ὡϲ Θεόπομποϲ. Ϲκόμβροϲ ἔθνοϲ ὡϲ Ϲοφοκλῆϲ. θίβροϲ πόλιϲ Καρίαϲ. Λυκόφρων (v. 1390) « οἳ Θίβρον οἰκήϲουϲι Ϲάτνιόν τ’ ὄροϲ ». Θύμβροϲ φίλοϲ Δαρδάνου, ἀφ’ οὐ Θύμβρα. Ἴμβροϲ νῆϲοϲ Θρᾴκηϲ ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουϲιν οἱ Κᾶρεϲ. ἔϲτι καὶ πόλιϲ. Τέμβροϲ πόλιϲ Κύπρου. Ὄμβροϲ ποταμὸϲ Ἰταλίαϲ καὶ ἔθνοϲ. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖϲ Ἰταλικοῖϲ ϲυγγραφεῦϲι. καὶ τὸ ὄμβροϲ προϲηγορικόν. ἄλλωϲ τε τὰ εἰϲ οϲ διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλέονα βαρύνεϲθαι θέλει. οἷον ὄκνοϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ, ὄγμοϲ. οὕτωϲ καὶ ὄμβροϲ. τὸ μέντοι γαμβρόϲ ὀξύνεται. τὰ δὲ τριγενῆ ὀξύνεται λιβρόϲ ὁ ϲκοτεινόϲ. τὸ δὲ λάβροϲ ϲύνθετον.
Τὰ εἰϲ ροϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ τοῦ γ βαρύνεται, μονογενῆ ὄντα, φάτροϲ, πάγροϲ, γόγγροϲ. τὰ δὲ τριγενῆ ὀξύνεται, λυγρόϲ, ὑγρόϲ, μεθ’ ὧν καὶ ἀγρόϲ.
Τὰ εἰϲ ροϲ διϲύλλαβα ἔχοντα δ μονογενῆ βαρύνεται, Ἀνδροϲ νῆϲοϲ μία τῶν Κυκλάδων. ἐκλήθη δὲ ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου ἢ τοῦ Ἀνίου ἀδελφοῦ τοῦ πατρὸϲ τῶν Οἰνοτρόπων. τινὲϲ δέ φαϲιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. Ϲκίδροϲ πόλιϲ Ἰταλίαϲ. Κόδροϲ. Φαῖδροϲ τὸ κύριον, φαιδρόϲ δὲ ὁ λαμπρόϲ ὀξύνεται, ὥϲπερ καὶ τὸ κυδρόϲ ὁ τίμιοϲ. ϲεϲημείωται τὸ χονδρόϲ ὀξυνόμενον, οὐ τὸ ἐπίθετον τριγενὲϲ ὄν, ἀλλὰ τὸ προϲηγορικόν εἶδοϲ ἐντέρου ὄν.
Τὰ εἰϲ ροϲ διϲύλλαβα τριγενῆ ἔχοντα δαϲὺ πρὸ τοῦ ρ ὀξύνεται, νωθρόϲ, ϲαθρόϲ, ψυχρόϲ, ἐχθρόϲ, αἰϲχρόϲ, ϲτιφρόϲ ὁ ϲυνεϲτραμμένοϲ. βληχρόϲ. ϲεϲημείωται τὸ γλίϲχροϲ. τὰ δὲ μονογενῆ βαρύνεται οἷον δίφροϲ καὶ Δίφροι πόλιϲ Φοινίκων καὶ τὸ ἐθνικὸν ὁμώνυμον, ὦχροϲ τὸ μονογενέϲ, ὠχρόϲ τὸ ἐπίθετον. τάχα δὲ καὶ τὸ ὦχροϲ ἐγένετο παρὰ τὸ ἄχροοϲ, ὃ ἐν ὑπερθέϲει γίνεται ἄοχροϲ καὶ κατὰ ϲυναλοιφὴν ποιεῖ τὸ ὦχροϲ βαρυνόμενον. ἄλλωϲ τε τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προϲκειμένου τοῦ ι, βαρύνεται ὦμοϲ. πρόϲκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδόϲ. ϲεϲημείωται τὸ ἀφρόϲ ὁ ἐπὶ τῶν ὑγρῶν ὀξυνόμενον, τὸ δὲ ἐθνικὸν Ἄλφροϲ βαρύνεται.
Τὰ εἰϲ κροϲ διϲύλλαβα ἀπὸ ϲυμφώνου ἀρχόμενα ὀξύνεται, μακρόϲ, πικρόϲ, μικρόϲ, νεκρόϲ, λευκρόϲ ὁ φαλακρόϲ παρὰ Ϲαλαμινίοιϲ, Λοκρόϲ ὁ κτιϲτὴϲ καὶ ἔθνοϲ καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλιϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Τευκρόϲ τὸ ἐθνικὸν οἱ Τρῶεϲ, Τεῦκροϲ δὲ τὸ κύριον υἱὸϲ Ϲκαμάνδρου καὶ Ἰδαίαϲ νύμφηϲ. ἔϲτι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖϲ ϲυνοικιϲταῖϲ ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ οἷον Ἴων, Θετταλόϲ, Ἀχαιόϲ, Τρώϲ, Δαναόϲ, Λοκρόϲ. τὸ δὲ Τευκρόϲ διήλλαξεν ὡϲ τριγενὲϲ ὀξυνόμενον. τὸ δὲ ἄκροϲ καὶ ἴγκροϲ βαρύνεται.
Τὰ εἰϲ ροϲ ἔχοντα π πρὸ τοῦ ρ μονογενῆ μὲν παροξύνεται, κόπροϲ, κάπροϲ, Κύπροϲ νῆϲοϲ ἀπὸ Κύπρου τῆϲ θυγατρὸϲ Κινύρου ἢ τῆϲ Βύλλου καὶ Ἀφροδίτηϲ, ὡϲ Φιλοϲτέφανοϲ ἐν τῷ περὶ νήϲων καὶ Ἴϲτροϲ ἐν ἀποικίαιϲ Αἰγύπτου ἱϲτόρηϲαν, ἢ ἀπὸ τοῦ φυομένου ἄνθουϲ κύπρου. Ἀϲτύνομοϲ δέ φηϲι Κρύπτον κεκλῆϲθαι διὰ τοῦ κρύπτεϲθαι πολλάκιϲ ὑπὸ τῆϲ θαλάϲϲηϲ. εἶτα Κύπροϲ. ἔϲτι καὶ Λιβυκὴ Κύπροϲ. Ἄπροϲ πόλιϲ Θράκηϲ. θεόπομποϲ εἰκοϲτῇ Ἕκτῃ «τοῦ δ’ Ἀντιπάτρου διατρίβοντοϲ περὶ τὴν Ἄπρον ». Λάμπροϲ τὸ κύριον , λαμπρόϲ δὲ τὸ ἐπίθετον. τριγενῆ δὲ ὄντα ὀξύνεται, ϲαπρόϲ, λεπρόϲ, λυπρόϲ.
Τὰ εἰϲ ροϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ ρ τὸ τ μόνον ἢ μεθ’ ἑτέρου ϲυμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτροϲ Κύπρου πόλιϲ, ἣν ὠνομάϲθαι μὲν Ξεναγόραϲ φηϲὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντοϲ. Λεῦκτροϲ, οἶϲτροϲ, βόϲτροϲ, Ἴϲτροϲ ἔθνοϲ ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι δὲ καὶ πόλιϲ Κρήτηϲ, ἥν Ἀρτεμίδωροϲ Ἰϲτρῶνά φηϲι. δευτέρα πόλιϲ Ἴϲτροϲ ἐν τῷ Πόντῳ. Ἀρριανὸϲ δὲ Ἰϲτρίαν ὡϲ Ὀλβίαν αὐτήν φηϲι. τρίτη νῆϲοϲ πόλιν ὁμώνυμον ἔχουϲα κατὰ τὸ Τριόπιον τῆϲ Κνιδίαϲ. τετάρτη πόλιϲ τῆϲ Ἰαπυγίαϲ, ὡϲ Ἔφοροϲ εἰκοϲτῷ ἐνάτῳ. ἔϲτι καὶ ποταμόϲ. Βάκτροϲ ἔθνοϲ. τὸ δὲ δαιτρόϲ ὀξύνεται καὶ τὸ οἰκτρόϲ, ἔτι καὶ τὸ φιτρόϲ ὁ κορμόϲ.
Τὰ εἰϲ δύο ρρ ἐπιθετικὰ ὄντα ὀξύνεται, ϲτερρόϲ, πυρρόϲ τὸ ἐπίθετον. Πύρροϲ δὲ τὸ κύριον ὥϲπερ καὶ τὸ ᾿Υρροϲ καὶ Γέρροϲ τόποϲ καὶ ποταμὸϲ προϲεχὴϲ τῷ Βορυϲθένει καὶ Κύρροϲ πόλιϲ Ϲυρίαϲ.
Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ὀξύνεται ἐπιθετικὰ ὄντα, φαλακρόϲ, μο λοβρόϲ, ἐρυθρόϲ, πενιχρόϲ. τὰ δὲ ϲύνθετα τῆϲ κατὰ τὸ τέλοϲ ϲυνθέϲεωϲ ὑπερβαινούϲηϲ μίαν ϲυλλαβὴν βαρύνεται, δείλαν δροϲ, ἄνανδροϲ, ἔνυδροϲ, ἄνυδροϲ, ὕπανδροϲ, φίλανδροϲ, ἄϊδροϲ, πάρεδροϲ, ἔφεδροϲ. τὸ δὲ ἀβληχρόϲ ὀξύνεται ἐκ πλεοναϲμοῦ ἔχον τὸ α. αὐτὸ γὰρ τὸ βληχρόϲ ἤδη ϲημαίνει ὡϲ ἐπὶ τὸ πλεῖϲτον τὸ ἀϲθενέϲ. Ἀλκαῖοϲ θ′ «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί » καὶ ὁ Νίκανδροϲ βληχρὸν γὰρ μυὸϲ οἷον μυληβόρου ἐν χροΐ νύγμα » (Τher. 446). τοῦτο δὲ πλεονάϲαν τῷ α φυλάξει τὸν αὐτὸν τόνον, λαλητόϲ ἀλαλητόϲ, ϲτεροπή ἀϲτεροπή. καὶ ἡ παράδοϲιϲ ὀξύνει τὸ ὄνομα πειϲθεῖϲα τῷ παραϲχηματιϲμῷ ὡϲ ἁπλῷ. θηλυκῶϲ γὰρ παρεϲχηματίϲθη ἀβληχρά ὡϲ πενιχρά, ψυχρά. διὸ οὐκ εὖ βαρύνει Ἡρακλείδηϲ ὁ Μιλήϲιοϲ λόγῳ χρώμενοϲ τούτῳ ὡϲ ὅτι βληχρόν ἐϲτι τὸ ἰϲχυρόν , ὅπερ κατὰ ϲτέρηϲιν ὀφείλει λέγεϲθαι ἄβληχροϲ ὡϲ ἄκακοϲ.
Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ κύρια ὄντα μετ’ἐπιπλοκῆϲ ϲυμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη, Μίνυθροϲ, Ἔρυθροϲ ὁ ἥρωϲ, ἀφ’ οὐ Ἐρυθρὰ ἡ θάλαϲϲα, Χάραδροϲ ποταμὸϲ ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ μετὰ δὲ Χάραδροϲ ποταμόϲ ». Ϲκάμανδροϲ ἥρωϲ καὶ ποταμὸϲ Τροίαϲ. Μυρίανδροϲ πόλιϲ Ϲυρίαϲ πρὸϲ τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάϲεωϲ (4, 6). Μαίαν δροϲ ποταμὸϲ καὶ πόλιϲ Μαγνηϲίαϲ. Ἄντανδροϲ πόλιϲ ὑπὸ τὴν Ἴδην πρὸϲ τῇ Μυϲίᾳ τῆϲ Αἰολίδοϲ. ἀπὸ Ἀντάνδρου τοῦ ϲτρατηγοῦ Αἰολέων. ἢ ἡ ἀντὶ ἀνδρὸϲ δεδομένη, ἐπειδὴ Ἀϲκάνιοϲ αἰχμάλωτοϲ γίνεται ὑπὸ Πελαϲγῶν καὶ ἀνθ’ ἑαυτοῦ τὴν πόλιν δέδωκε λύτρον καὶ ἀπελύθη. Τήλανδροϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ δ’ ὁ πολυίϲτωρ οὐδετέρωϲ πόλιν Τήλανδρον καλεῖ πρώτῳ Λυκιακῶν καὶ Τηλάνδρειαν τὴν αὐτήν. Φολέγανδροϲ νῆϲοϲ τῶν Ϲποράδων ἀπὸ Φολεγάνδρου τοῦ Μίνωοϲ «ἣν Ἄρατοϲ ϲιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα (Strabo 10, 484). Τάρανδροϲ χωρίον Φρυγίαϲ. Βήριθροϲ πόλιϲ Τρωϊκή. Ἄθυμβροϲ, οὗ κτίϲμα Ἄθυμβρα πόλιϲ Καρίαϲ. Κέλαιθροϲ, ἀφ’ οὐ Κελαίθρα πόλιϲ Βοιωτίαϲ. Γάλαδροϲ Ἠμαθίου παῖϲ καὶ ὄροϲ. Κάϋϲτροϲ ποταμόϲ, ὅϲ διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν πληϲίον ἐκλήθη. ἔϲτι δὲ καὶ Κάϋϲτροϲ υἱὸϲ Πενθεϲιλείαϲ τῆϲ Ἀμαζόνοϲ, ὃϲ ἐν Ἀϲκάλωνι ἔγημε τὴν Δερκετὼ. καὶ ἐξ αὐτῆϲ ἔϲχε τὴν Ϲεμίραμιν, ἥτιϲ καὶ Βαβυλώνια τείχη κατεϲκεύαϲεν. Τέγεϲτροϲ, ἀφ’ οὗ Τέγεϲτρα πόλιϲ Ἰλλυρίαϲ. τὸ δὲ Οἰν ωτρόϲ ἔθνοϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ ὡϲ Ἰταλόϲ καὶ Ἴων καὶ Κίλιξ. ὡϲαύτωϲ καὶ Καλαβρόϲ ὁ οἰκήτωρ τῆϲ Καλαβρίαϲ ὡϲ τῆϲ Κανταβρίαϲ Κανταβρόϲ. τὸ δὲ Ἴνϲοβροϲ ἔθνοϲ Ἰταλικὸν Πολύβιοϲ ιϛ βαρύνεται.
Τὰ εἰϲ ϲοϲ διβράχεα βαρύνεται, Θάϲοϲ νῆϲοϲ πρὸϲ τῇ Θρᾴκῃ ἀπὸ Θάϲου. Κάϲοϲ Κλεόχου υἱὸϲ καὶ ἀπ’ αὐτοῦ μία τῶν Κυκλάδων « οἱ δ’ ἄρα Nίϲυρόν τ’ εἶχον Κράπαθόν τε Κάϲον τε » (Β 676). ἔϲτι καὶ ἑτέρα Περϲίδοϲ πόλιϲ. Ἄϲοϲ πολίχνιον Κρήτηϲ. νόϲοϲ, δρόϲοϲ, πίϲοϲ τὸ ὄϲπριον, μέϲοϲ, ἴϲοϲ, πόϲοϲ, ὅϲοϲ, τόϲοϲ.
Τὰ εἰϲ ϲοϲ διϲύλλαβα τῷ ἡ παραληγόμενα βαρύνεται, νῆϲοϲ καὶ Νῆϲοϲ πόλιϲ Ἰβηρική. πεπλάνηται δὲ νῆϲοϲ παρὰ τὸ γένοϲ. τὰ γὰρ ἄλλα ἀρϲενικά ἐϲτιν. Bῆϲοϲ, Μνῆϲοϲ, Ῥῆϲοϲ, Κτῆϲοϲ, Θῆϲοϲ, Δρῆϲοϲ, Κῆϲοϲ ὄνομα ποταμοῦ.
Τὰ εἰϲ ϲοϲ θηλυκὰ διϲύλλαβα τῷ ω παραληγόμενα ὀξύνεται, κρωϲόϲ ἡ ὑδρία, Κνωϲόϲ «οἳ Κνωϲόν τ’ εἶχον » (Β 646) δι’ ἑνὸϲ ϲ, Τρύφων δὲ διὰ δύο. Ῥωϲόϲ πόλιϲ Κιλικίαϲ. τὸ μέντοι Ϲῶϲοϲ ἀπὸ τοῦ ϲώϲω βαρύνεται, καὶ τὸ Κρῶϲοϲ ὁμοίωϲ ἀρϲενικόν.
Τὰ εἰϲ ϲοϲ διϲύλλαβα ἀρϲενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται, Ἶϲοϲ τὸ κύριον, Κῖϲοϲ, Κρῖϲοϲ τὸ κύριον, Πῖϲοϲ τὸ κύριον, ἀφ’ οὐ καὶ Πῖϲα ἡ πόλιϲ. Μῖϲοϲ ὁ Πανδίονοϲ, ἀφ’οὗ Νίϲαια. Nῦϲοϲ ποταμόϲ, Τρῦϲοϲ ποταμόϲ, κῦϲοϲ. τὸ δὲ Λιϲόϲ πολίχνιον Κρήτηϲ ὀξύνεται καὶ τὸ Βρυϲόϲ ὁ λιμὴν καὶ τὸ Μυϲόϲ ἐθνικὸν καὶ τὸ τρυϲόϲ, ῥυϲόϲ ἐπίθετα καὶ τὸ χρυϲόϲ μόνον εἰϲ υϲοϲ διϲύλλαβον προϲηγορικόν.
Τὰ εἰϲ ϲοϲ διϲύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη ἢ ἐπὶ πόλεωϲ κεῖται. Παιϲόϲ πόλιϲ κατὰ τὴν Τρῳάδα. Ὅμηροϲ « ὃϲ ῥ’ ἐνὶ Παιϲῷ ναῖε πολυκτήμων» (ll. Θ 612), ἐν ἑτέροιϲ δὲ «δῆμον Ἀπαιϲοῦ» (ll. Β 828). Παιϲὸϲ δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προϲορμίζουϲαν ἐκεῖϲε παῖϲαι καὶ προϲεγγίϲαι. Παιϲόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ α Ἀπαιϲόϲ ὥϲπερ Ἄταρνα πόλιϲ καὶ Τάρνα. Ὅμηροϲ «ὃϲ ἐκ Τάρνηϲ ἐριβώλακοϲ» (Il. Θ 44). ἔϲτι καὶ Δαυνίαϲ πόλιϲ Παιϲόϲ κατ’ Ἀργυρίππα. Λουϲόϲ καὶ Λουϲοί πόλιϲ Ἀρκαδίαϲ, ὅπου Μελάμπουϲ ἔλουϲε τὰϲ Προίτου θυγατέραϲ καὶ ἔπαυϲε τῆϲ μανίαϲ. λέγεται δὲ καὶ Λοῦϲα οὐδετέρωϲ. Πραιϲόϲ πόλιϲ. Μαυϲόϲ κώμη Κορίνθου. Θεόπομποϲ τριακοϲτῷ δευτέρῳ. καὶ τὰ ἐπιθετικὰ δέ, βλαιϲόϲ, Βραιϲόϲ ἔθνοϲ Μακεδονίαϲ. Τραυϲόϲ πληϲίον Κελτοῖϲ ἔθνοϲ, οὓϲ οἱ Ἕλληνεϲ Ἀγαθύρϲουϲ ὀνομάζουϲι. τὸ μέντοι Nαῖϲοϲ βαρύνεται καὶ τὸ Βλαῖϲοϲ κύριον καὶ τὸ Κροῖϲοϲ καὶ Βροῦϲοϲ Ἠμαθίου παῖϲ καὶ τὸ ἔθνοϲ Μακεδονίαϲ ὁμοφώνωϲ. τινὲϲ δὲ γράφουϲι διὰ τοῦ υ, καὶ τὸ γαῖϲοϲ προϲηγορικὸν εἶδοϲ δόρατοϲ ὄν.
Τὰ εἰϲ ϲοϲ διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον λήγοιϲαν βαρύνεται· εἰ δέ τι εὑρέθη ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ἔχον ι ἢ α. καὶ βαρύνεται μὲν ταῦτα, κόρϲοϲ ὁ κρόταφοϲ, μόλϲοϲ ὁ δήμιοϲ καὶ τὸ ϲέλινον, μόρϲοϲ, χέρϲοϲ, θύρϲοϲ, μύρϲοϲ, Μέλϲοϲ. ϲεϲημείωται πυρϲόϲ ὀξυνόμενον, τὸ κιρϲόϲ καὶ ὀρϲόϲ καὶ Κορϲόϲ τὸ ἔθνοϲ καὶ Μαρϲόϲ ἔθνοϲ Ἰταλικὸν καὶ τὸ ταρϲόϲ τὸ προϲηγορικὸν καὶ πόλιϲ Κιλικίαϲ. Ταύτην δὲ διὰ τοῦ ἕ ἔλεγον Τερϲόν παρὰ τὸ τερϲανθῆναι, ὅ ἐϲτιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην ϲύϲταϲιν προχωρούντων εἰϲ τὸ νῦν πέλαγοϲ φαϲὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. οἱ δέ φαϲιν Τερϲὸν τὰ πρῶτα διὰ τοῦ ἕ ϲτοιχείου ὀνομαϲθῆναι τὴν πόλιν διὰ τὸ τοὺϲ ἐκεῖ πρώτουϲ ϲυναγαγόνταϲ καρπὸν χλωρὸν τερϲῆναι, ὅ ἐϲτι ξηρᾶναι, καὶ εἰϲ χειμῶνοϲ ἀποθέϲθαι τροφήν. Διονύϲιοϲ δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆϲ τοῦ Βελλεροφόντου πτώϲεωϲ· μέροϲ γάρ τι τοῦ ποδὸϲ ταρϲὸν καλεῖϲθαι, τῆϲ ἐκείνου χωλείαϲ ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδροϲ δὲ ὁ πολυίϲτωρ διὰ τὸ τὸν Πήγαϲον ἵππον ἐκεῖ τὸν ταρϲὸν κλάϲαι καὶ Βελλεροφόντην ἐν τῷ Ἀληΐῳ πεδίῳ πλανηθῆναι. Ἐρατοϲθένηϲ δέ φηϲιν τὴν κλῆϲιν τῇ πόλει εἶναι ἀπὸ Διὸϲ Τερϲίου τοῖϲ ἐκεῖ καλουμένου. Θαρϲόϲ δὲ ἐκαλεῖτο καὶ Θαρϲεῖϲ οἱ Κίλικεϲ, ὡϲ Ἰώϲηποϲ ἐν ἀρχαιολογίᾳ (1, 7). ἔϲτι δὲ καὶ Ταρϲόϲ ἄλλη τῆϲ Βιθυνίαϲ, ἣν Δημοϲθένηϲ ἐν δευτέρῳ Βιθυνιακῶν Τάρϲειαν διὰ τῆϲ ει διφθόγγου οἶδεν. Τὰ δὲ ὑπερδιϲύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ α ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ βαρύνεται, Βάγαρϲοϲ, Μάγαρϲοϲ πόλιϲ Κιλικίαϲ. Μαίμαρϲοϲ πόλιϲ Ἴϲτρων. Μόκαρϲοϲ Θράκηϲ χωρίον. Θεόπομποϲ πρώτῳ τῶν Φιλιππικῶν. Τούτοιϲ ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρϲοϲ εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. ἔϲτι δὲ ἔθνοϲ ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ ἀπ’ Ἀγαθύρϲου τοῦ Ἡρακλέουϲ ἢ ὡϲ Πείϲανδροϲ ἀπὸ τῶν θύρϲων τοῦ Διονύϲου. λέγονται καὶ Ἀγαθύρϲιοι. καὶ τὸ Πέτορϲοϲ Λιβύηϲ ἔθνοϲ μέγα καὶ πολυάνθρωπον , Ἄορϲοϲ ἔθνοϲ Ϲκυθικόν, περὶ οὗ Ϲτράβων ἑνδεκάτι (p. 492. 506). τὸ δὲ Ϲολογορϲόϲ πόλιϲ Ἀρκαδίαϲ ὀξύνεται.
Tὰ εἰϲ ϲοϲ διϲύλλαβα ἔχοντα καὶ ἕτερον ϲ κλιτικὸν ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ μὴ κατὰ πάθοϲ ὀξύνεται, Βεϲϲόϲ τὸ ἐθνικόν, Θυϲϲόϲ, Ἀϲϲόϲ πόλιϲ Λυδίαϲ. δευτέρᾳ πόλιϲ Αἰολίδοϲ κατὰ τὸν Ἑλλήϲποντον ἢ Κεκρόπειον. Ἀλέξανδροϲ δ’ ὁ Κορνήλιοϲ ἐν τῷ περὶ τῶν παῤ Ἀλκμᾶνι τοπικῶϲ ἱϲτορουμένων Μιτυληναίων ἄποικον ἐν τῇ Μυϲίᾳ φηϲὶν Ἀϲϲόν , ὅπου ὁ ϲαρκοφάγοϲ γίνεται λίθοϲ. ἔϲτι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆϲ Λυδίαϲ περὶ τὸν Κάϋϲτρον ποταμόν. ἔϲτι καὶ ἑτέρα πόλιϲ ἐν Ἠπείρῳ μικρά. Ἠϲϲόϲ πόλιϲ Λοκρίδοϲ. Ψηϲϲόϲ ἔθνοϲ τῆϲ Ταυρινίαϲ. Ἀπολλόδωροϲ ἐν δευτέρῳ περὶ γῆϲ « ἔπειτα δ’ Ἑρμώναϲϲα καὶ Κῆποϲ πόλιϲ, τρίτον δὲ τὸ Ψηϲϲῶν ἔθνοϲ». Τνυϲϲόϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Βυϲϲόϲ τὸ ἐθνικὸν καὶ ἡ νῆϲοϲ καὶ βυϲϲόϲ ὁ βυθόϲ, πεϲϲόϲ. Ἰϲϲόϲ πόλιϲ μεταξὺ Ϲυρίαϲ καὶ Κιλικίαϲ. διϲϲόϲ, τριϲϲόϲ, λιϲϲόϲ, κιϲϲόϲ. τὸ δὲ Κίϲϲοϲ τὸ κύριον βαρύνεται. ὡϲαύτωϲ καὶ τὸ βύϲϲοϲ τὸ θηλυκὸν προϲηγορικὸν ἀφ’ οὗ καὶ βύϲϲινον, καὶ Λίϲϲοϲ πόλιϲ Ἰλλυρίαϲ· τὸ γὰρ γλωϲϲόϲ ὁ λάλοϲ παρὰ τὸ γλῶϲϲα γέγονε παρωνύμωϲ. τὸ δὲ κάϲϲαϲ ἀπὸ τοῦ κάϲοϲ γίνεται κατὰ πλεοναϲμὸν τοῦ ϲ. ἔϲτι δὲ εἶδοϲ ἱματίου οὕτω καλουμένου. ὡϲαύτωϲ καὶ μέϲϲοϲ καὶ τόϲϲοϲ. τὸ δὲ ὄϲϲοϲ — λέγεται δὲ καθάπερ ὁ ϲκότοϲ καὶ τὸ ϲκότοϲ ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχοϲ καὶ τὸ ἔλεγχοϲ, οὕτω καὶ ὁ ὄϲϲοϲ καὶ τὸ ὄϲϲοϲ — βαρύνεται οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰϲ οϲ μονογενῆ διϲύλλαβα τῷ ο παραληγόμενα καὶ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὴ τὸ αὐτὸ ϲύμφωνον βαρύνεται, κόννοϲ, ὄρροϲ, κόκκοϲ, κόττοϲ. οὕτωϲ ἄρα καὶ ὄϲϲοϲ. εἴρηται μονογενῆ διὰ τὸ πολλόϲ. μάχεται τῷ κανόνι τὸ κομμόϲ. θαυμαϲτὸν δὲ οὐδὲν εἴπερ τὰ εἰϲ οϲ λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἕν ἔχειν τὸ ϲ εἰ μὴ κατὰ πάθοϲ διπλοῦται ὡϲ τὸ τόϲϲοϲ. τοῦτο δὲ μόνον ἔϲχε διϲϲὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ νόϲοϲ καὶ δρόϲοϲ. τὸ γὰρ κροϲϲόϲ οὐκ οἶδα ϲύνηθεϲ Ἕλληϲιν, τὸ δὲ νοϲϲόϲ ἐκ τοῦ νεοϲϲόϲ.
Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα ἔχοντα τὸ α ϲυνεϲταλμένον, ἑνὸϲ ὄντοϲ τοῦ ϲ, προπαροξύνεται, κόμπαϲοϲ, Ἅρπαϲοϲ ποταμὸϲ Καρίαϲ, Δάμαϲοϲ, βαύναϲοϲ τὸ καὶ βάναυϲοϲ, θίαϲοϲ, Ἴαϲοϲ πόλιϲ Καρίαϲ ἐν ὁμωνύμῳ νήϲῳ κειμένη, ἡ καὶ ὀξυτόνωϲ λεγομένη, Ἴαϲοϲ δὲ καὶ τὸ Ἄργοϲ ἀπὸ Ἰάϲου τοῦ κατ’ ἐνίουϲ πατρὸϲ Ἰοῦϲ. Ἴμβ ραϲοϲ ποταμὸϲ καὶ ἀπ’ αὐτοῦ ἡ Ϲάμοϲ, Τράγαϲοϲ, ἀφ’ οὗ Τραγαϲαί χωρίον ἐν ἠπείρῳ, Καύκαϲοϲ τὸ ὄροϲ τῶν κατὰ τὴν Ἀϲίαν ὀρῶν μέγιϲτον, λέγεται καὶ Καύκαϲιϲ διὰ τοῦ ι, Βάργαϲοϲ, ὁ υἱὸϲ Βάργηϲ καὶ Ἡρακλέουϲ, ἀφ’ οὐ Βάργαϲα πόλιϲ Καρίαϲ, Μύλαϲοϲ υἱὸϲ Χρυϲάοροϲ τοῦ Γλαύκου τοῦ Ϲιϲύφου τοῦ Αἰόλου, ἀφ’ οὗ Μύλαϲα πόλιϲ Καρίαϲ. λέγεται καὶ ἡ πόλιϲ Μύλαϲοϲ, ὡϲ Αἰϲχύλοϲ ἐν Καρϲὶν ἢ Εὐρώπῃ. Nάκραϲοϲ πόλιϲ καὶ δῆμοϲ Καρίαϲ. Ἀπολλώνιοϲ δεκάτῳ Καρικῶν. Πρόγαϲοϲ. Πύραϲοϲ πόλιϲ Φθίαϲ. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. Πήδαϲοϲ πόλιϲ ὑπὲρ τὴν Ἴδην. Τάμαϲοϲ πόλιϲ Κύπρου. ἐντεῦθέν τινεϲ γράφουϲιν» (Οd. α 184) «εἰϲ Τάμαϲον μετὰ χαλκόν ». ἀπιθάνωϲ. Πάρραϲοϲ εἰϲ τῶν Λυκάονοϲ παίδων. Ἔραϲοϲ. ϲημείωϲαι τὸ κεραϲόϲ φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουϲιν. τὸ μέντοι Ἐγγυαϲόϲ ἐκτεταμένον ἔχον τὸ α ὀξύνεται καὶ τὸ Παρναϲϲόϲ δύο ϲϲ ἔχον. ἔϲτι δὲ ὄροϲ Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρναϲϲόϲ διὰ τὸ τὴν Δευκαλίωνοϲ λάρνακα αὐτόθι προϲενεχθῆναι. ἔνιοι δέ φαϲιν ἀπὸ Παρναϲϲοῦ Παρναϲϲὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύϲαϲθαι Πιθοῖ πρῶτον, ὡϲ Ἀλεξανδρίδηϲ φηϲὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖϲ χρηϲτηρίου. ὡϲαύτωϲ καὶ ῾ Υγαϲϲόϲ πόλιϲ Καρίαϲ, Βυβαϲϲόϲ πόλιϲ Καρίαϲ ἀπὸ Βυβαϲϲοῦ νομέωϲ περιϲώϲαντοϲ ἀπὸ θαλάϲϲηϲ καὶ χειμῶνοϲ εἰϲ καρίαν ἐκπεϲόντα Ποδαλείριον. λέγεται καὶ Βούβαϲτοϲ. Ἀλέξανδροϲ δευτέρῳ Καρικῶν. Ἔφοροϲ δὲ Βύβαϲτόν φηϲι. Κρυαϲϲόϲ πόλιϲ Καρίαϲ ἀπὸ Κρυαϲϲοῦ τοῦ Κάρητοϲ. Ϲαγαλαϲϲόϲ πόλιϲ Πιϲιδίαϲ. λέγεται καὶ Ϲελγηϲϲόϲ. Ἁλικαρναϲϲόϲ πόλιϲ Καρίαϲ, ἣν Ἄνθηϲ, φαϲίν, ὠνόμαϲεν ἀπὸ τοῦ ἁλὶ περιέχεϲθαι τὴν Καρίαν. αὐτὸϲ δὲ ὁ Ἄνθηϲ ἐκ Τροιζῆνοϲ μετῴκηϲε λαβὼν τὴν Δύμαιναν φυλήν, ὡϲ Καλλίμαχοϲ. ἢ ἀπὸ τοῦ νάϲαϲθαι αὐτὸν ἀπὸ Τροιζῆνοϲ, ὡϲ Ἀπολλόδωροϲ. Ϲυαϲϲόϲ κώμη Φρυγίαϲ. Ἀμαμαϲϲόϲ πόλιϲ Κύπρου. Καβαϲϲόϲ πόλιϲ ἐν Καππαδοκίᾳ ἡ καὶ Καβηϲϲόϲ. Κυβαϲϲόϲ πόλιϲ Καρίαϲ. Πριναϲϲόϲ πόλιϲ Καρίαϲ. Ῥυτιαϲϲόϲ.
Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα ἁπλῷ τῷ ε παραληγόμενα ϲπάνια ἓν ϲ ἔχοντα προπαροξύνεται, Ἔφεϲοϲ πόλιϲ Ἰωνίαϲ ἐπιφανεϲτάτη καὶ λιμὴν ἐν κόλπῳ. Ἡρόδοτοϲ δὲ Λυδίαϲ αὐτήν φηϲιν (I 142). ἐκλήθη δὲ ἀπὸ μιᾶϲ τῶν Ἀμαζόνων, ἣν καὶ βαϲίλιϲϲαν καὶ πρόπολον Ἀρτέμιδοϲ εἶναί φαϲιν. ἔϲτι καὶ Ἔφεϲοϲ νῆϲοϲ ἐν τῷ Νείλῳ καὶ Χίοϲ καὶ Λέϲβοϲ καὶ Κύπροϲ καὶ Ϲάμοϲ καὶ ἄλλαι, ὡϲ Ἑκαταῖοϲ. Ἔρεϲοϲ πόλιϲ Λέϲβου ἀπὸ Ἐρέϲου τοῦ Μάκαροϲ. τὸ μέντοι Θυεϲϲόϲ πόλιϲ Λυδίαϲ ἀπὸ Θυεϲϲοῦ καπήλου ἔϲτι καὶ Πιϲιδίαϲ δύο ϲϲ ἔχον ὀξύνεται.
Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ϲ ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη. τὰ δὲ ἓν ἀναδεξάμενα ϲ βαρύνεται, ϲπάνια δέ ἐϲτι, χωρὶϲ εἰ μὴ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοι. Ταρτηϲϲόϲ πόλιϲ Ἰβηρίαϲ ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρουϲ ῥέοντοϲ. Λυρνηϲϲόϲ πόλιϲ Πρωϊκή. Λυκαβηϲϲόϲ. Μυκαληϲϲόϲ πόλιϲ ἐν μεϲογείᾳ Βοιωτίαϲ. Θουκυδίδηϲ ἑβδόμῃ (c. 29). ἐκλήθη δὲ ὅτι ἡ βοῦϲ ἐνταῦθα ἐμυκήϲατο ἡ τὸν Κάδμον καὶ τὸν ϲὺν αὐτῷ ϲτρατὸν ἀγαγοῦϲα εἰϲ θήβαϲ. ἔϲτι καὶ ἄλλη Καρίαϲ, ὡϲ Ἔφοροϲ τρίτῳ. ἔϲτι καὶ ὄροϲ Μυκαληϲϲόϲ ἐναντίον Ϲάμου. Τευμηϲϲόϲ ὄροϲ Βοιωτίαϲ. Ὅμηροϲ ἐν τῷ εἰϲ Ἀπόλλωνα ὕμνῳ (v. 224) «εἰϲ Μυκαληϲϲὸν ἰὼν καὶ Τευμηϲϲὸν λεχεποίην ». ἄϲτυ, ὡϲ Δημοϲθένηϲ ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ᾿ οὕτωϲ, ὡϲ Ἀντίμαχοϲ πρώτῳ Θηβαΐδοϲ.
Ἐδεβηϲϲόϲ πόλιϲ Λυκίαϲ, Ἐρβηϲϲόϲ πόλιϲ Ϲικελίαϲ. Ὀρ δηϲϲόϲ, Ὀδηϲϲόϲ πόλιϲ ἐν πόντῳ πρὸϲ τῷ Ϲαλμυδηϲϲῷ. Ἀπολλόδωροϲ δ᾿ ὄροϲ μέγα τὴν Ὀδηϲϲόν φηϲιν. Ϲαλμυδηϲϲόϲ κόλποϲ τοῦ Πόντου. Ἀγηϲϲόϲ πόλιϲ Θρᾴκηϲ ὡϲ Θεόπομποϲ ἐν τεϲϲαρακοϲτῇ ἑβδόμῃ. Ἀκαληϲϲόϲ πόλιϲ Λυκίαϲ, Ἀϲϲηϲϲόϲ πόλιϲ Μιληϲίαϲ γῆϲ. Θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῇ τετάρτῃ. Καρδαμυληϲϲόϲ κώμη. Καρδηϲϲόϲ πόλιϲ Ϲκυθίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Κορηϲϲόϲ πόλιϲ τῆϲ Ἐφεϲίαϲ --- διὰ τὸ τὴν Λητὼ τεκοῦϲαν καὶ τὴν Ἄρτεμιν κομίζουϲαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸϲ αὐτῆϲ, τῆϲ δὲ πυθομένηϲ τίνοϲ ἐϲτὶν ὁ τόποϲ, κόρη ϲόϲ εἰπεῖν. Μερμηϲϲόϲ πόλιϲ Πρωϊκή. Ϲαρδηϲϲόϲ πόλιϲ Κιλικίαϲ Ϲινδηϲϲόϲ πόλιϲ Καρίαϲ. Τεγηϲϲόϲ πόλιϲ Κύπρου, Τερμηϲϲόϲ πόλιϲ Πιιιδίαϲ. ἔϲτι καὶ ἄλλη ταύτηϲ ἄποικοϲ καὶ αὐτὴ Πιϲιδίαϲ λεγομένη μικρά, ὡϲ ἡ προτέρα μείζων. Τυληϲϲόϲ ὄροϲ Ἰταλίαϲ. Τυμνηϲϲόϲ πόλιϲ Καρίαϲ ἀπὸ Τυμνηϲϲοῦ ἢ ἀπὸ τυμνίαϲ ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουϲιν. Ἀγορηϲϲόϲ πόλιϲ Καρίαϲ. Καβηϲϲόϲ πόλιϲ ἐν Καππαδοκίᾳ, πατρὶϲ Ὀθρυονέωϲ. Ὅμηροϲ «Καβηϲϲόθεν ἔνδον ἐόντα» (Il. Ν 363). Ἑκαταῖοϲ δ᾿ ὁ Μιλήϲιοϲ πόλιν εἶναί φηϲιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ ϲυμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶϲ τῶν Θρᾳκῶν ἀκολαϲίᾳ. Ἑξλλάνικοϲ δὲ τῆϲ Λυκίαϲ πόλιν. Ἀπίων δὲ ἀληθέϲτερόν φηϲι κώμην εἶναι Καππαδοκίαϲ μεταξὺ Ταρϲοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβαϲϲόϲ, ὅπερ ἀπὸ τοῦ Καβακηϲόϲ οἴεται Δίδυμοϲ κατὰ ϲυγκοπήν. τὸ δὲ Μάρπηϲϲοϲ βαρύνεται ὡϲ παρώνυμον ἀπὸ τοῦ Κάρπηϲϲα. τὸ δὲ Κάρηϲοϲ καὶ Βρίληϲοϲ δι᾿ ἑνὸϲ ϲ γραφόμενα βαρύνεται. τὸ δὲ Κάρηϲοϲ (M 20) Τυραννίων ὀξύνει· οὕτω γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεϲθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει· οὐ γὰρ πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν, εἴγε Διονύϲιοϲ ἱϲτορεῖ τοὺϲ ἐγχωρίουϲ τὸ Γλιϲᾶϲ μὴ περιϲπᾶν τῆϲ ϲυνηθείαϲ περιϲπώϲηϲ. τό τε Λύκαϲτοϲ ὁ αὐτὸϲ ἱϲτορεῖ ὀξύνεϲθαι ἡμῶν ἀναγινωϲκόντων βαρυτόνωϲ (B 647). οὕτωϲ οὖν εἰκὸϲ καὶ ἐπὶ τοῦ Κάρηϲοϲ μὴ πειϲθῆναι τὸν Ἀρίϲταρχον ὁμοίωϲ τοῖϲ ἐγχωρίοιϲ προενέγκαϲθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰϲ οϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ϲ, τοῦτο δὲ ἓν ἀναδεξάμενον , διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆϲ ἐκείνων τάϲεωϲ. τὸ δὲ Μυόννηϲοϲ πόλιϲ μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀρτεμίδωροϲ δὲ χωρίον αὐτήν φηϲι. Χερρόνηϲοϲ πόλιϲ ἐν τῇ κατὰ Κνίδον χερρονήϲῳ κατὰ Τριόπιον. ἔϲτι β΄ πόλιϲ ἐν τῇ Θρᾴκῃ Χερρόνηϲοϲ, περὶ ἧϲ Ἑκαταῖοϲ ἐν Εὐρώπῃ «ἐν δὲ αὐτοῖϲι πόλιϲ Χερϲόνηϲοϲ ἐν τῷ ἰϲθμῷ τῆϲ χερϲονήϲου ». ἔϲτι καὶ γ΄ πόλιϲ τῆϲ Ταυρικῆϲ. Ἡρόδοτοϲ τετάρτῃ (c. 99) « νέμεται τὸ Ταυρικὸν ἔθνοϲ μέχρι Χερϲονήϲου τῆϲ τρηχείηϲ καλεομένηϲ». δ Χερρόνηϲοϲ κατὰ Κρήτην νῆϲον ἔχουϲα πολιϲμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆϲ «κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνηϲοϲ κεῖται πρὸϲ τῇ θαλάϲϲῃ μεταξὺ τῆϲ τε Κνωϲοῦ καὶ τῆϲ Ὀλοῦντοϲ ». ἔϲτιν ε΄ πόλιϲ Λιβύηϲ Χέρρουρα καλουμένη, ὡϲ Ἀλέξανδροϲ ἐν Λιβυκῶν τρίτῳ «ἔχεται χερρόνηϲοϲ ὄνομα Χέρρουρα». ϛ΄ Χερρόνηϲοϲ ἡ πρὸϲ τῇ Κορίνθῳ. ἔϲτι καὶ ἄλλη ἄκρα Χερρόνηϲοϲ ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸϲ τὴν Κορωνιτῶν πόλιν. Προκόννηϲοϲ μία τῶν Ϲποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνηϲοϲ μία τῶν Ϲποράδων νήϲων ἔχουϲα πόλιν ὁμώνυμον. Ἁλόννηϲoϲ, Ἀλλωπεκόννηϲοϲ πόλιϲ τῆϲ Ἑλληϲποντίαϲ χερρονήϲου κατὰ χρηϲμὸν κτιϲθεῖϲα κελεύϲαντα, ἔνθα ἂν ϲκύλακαϲ ἴδωϲιν ἀλώπεκοϲ, ἐκεῖ πόλιν οἰκίϲαι. Ἀρκόνηϲοϲ νῆϲοϲ Καρίαϲ. Ἀπολλώνιοϲ ἑβδόμῃ Καρικῶν. Ἀρκτόνηϲοϲ. οὕτωϲ ἡ Κύζικοϲ ἐκαλεῖτο. Ἀρ τύμνηϲοϲ, πόλιϲ Λυκίαϲ, ἄποικοϲ Ξανθίων. Μενεκράτηϲ ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνηεοϲ περὶ Χαλκηδόνα νῆϲοϲ ἀπὸ Δημονήϲου τινόϲ. Ἱππόνηϲοϲ πόλιϲ Καρίαϲ. Ἑξκαταῖοϲ Ἀϲίᾳ. ἔϲτι καὶ Λιβύηϲ, ὡϲ Ἀρτεμίδωροϲ ἑβδόμῳ. Ἑκατόννηϲοϲ. οὕτωϲ περὶ τὴν Λέϲβου νηϲία κ΄, ὡϲ Ϲτράβων (13 p. 618), παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα. τιμᾶται γὰρ διαφόρωϲ ἐν τοῖϲ τόποιϲ, Ϲμινθεύϲ, Κιλλαῖοϲ, Γρυνεύϲ. Κορακόννηϲοϲ --- Ἀλέξανδροϲ τρίτῳ Λιβυκῶν. καὶ ἔτι τὸ Πελοπόννηϲοϲ ϲύνθετα.
Τὰ εἰϲ ϲϲοϲ ὑπερδιϲύλλαβα ἔχοντα πρὸ τοῦ τέλουϲ ῑ εἰϲ ϲ καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται, κυπάριϲϲοϲ καὶ τὸ φυτὸν καὶ ὁ ἥρωϲ καὶ ἡ πόλιϲ. Ὅμηροϲ «οἱ Κυπάριϲϲον ἔχον Πυθῶνά τε πετρήεϲϲαν» (B 519) ἀπὸ Κυπαρίϲϲου τοῦ Μινυοῦ, οἱ δὲ ὡϲ Δίδυμοϲ ἀπὸ πλήθουϲ τῶν αὐτόθι κυπαρίϲϲων, ἣν Κυπαριϲϲοῦντά τινεϲ καὶ Ἀπολλωνιάδα φαϲί. νάρκιϲϲοϲ καὶ τὸ φυτὸν καὶ τὸ κύριον. Μέλιϲϲοϲ. Μύρμιϲϲοϲ πόλιϲ περὶ Λάμψακον, ὡϲ Πολέμων. Bόλιϲϲοϲ πόλιϲ Αἰολικὴ ἐπ᾿ ἄκρου Χίου πλπείον. Θουκυδίδηϲ Βολίϲκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ (c. 24). Ἀνδροτίων δὲ δἰ ἑνὸϲ ϲ γράφει. καί φαϲιν ὅτι Ὅμηροϲ ἐν τούτῳ τῷ πολιϲματίῳ τὰϲ διατριβὰϲ ἐποιεῖτο, ὡϲ Ἔφοροϲ. Ἀρχέμιϲϲοϲ ὄνομα ποταμοῦ. Τριπόλιϲϲοϲ ἔθνοϲ Θεϲπρωτικόν, οὓϲ καὶ Τριπολιϲϲίουϲ καλεῖ Ῥιανὸϲ ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλιϲϲοϲ φρούριον τῆϲ ἕω περιτετειχιϲμένον, Θέμιϲϲοϲ πόλιϲ Καρίαϲ, ἣν ἔκτιϲε Δάδαϲ, ἀπὸ Θεμίϲϲου παιδόϲ, ὃν λύκοι διεχρήϲαντο. Μούκιϲϲοϲ πόλιϲ Καππαδοκίαϲ. Μύγιϲϲοϲ πόλιϲ Καρίαϲ. Ἑξκαταῖοϲ τετάρτῃ γενεαλογιῶν. Παροπάνιϲϲοϲ πόλιϲ καὶ ὄροϲ Ἰνδικῆϲ, ἀφ᾿ οὗ Παροπανιϲϲάδαι οἱ οἰκοῦντεϲ. Ἀπολλόδωροϲ δὲ ἐν δευτέρῳ περὶ γῆϲ ἀπ᾿ αὐτῶν φηϲι τὸ ὄροϲ κεκλῆϲθαι. βούλονται δέ τινεϲ Παρπάνιϲον προπαροξυτόνωϲ λέγεϲθαι τὸ ὄροϲ. πολλοὶ δὲ καὶ ὀξύνουϲι καὶ διὰ τοῦ μ γράφουϲι Παρπαμιϲόν. Ϲτράβων δὲ (p. 723) Παροπαμιϲόν γράφει πεντεϲυλλάβωϲ. Ὕδιϲϲοϲ πόλιϲ Καρίαϲ ἀπὸ Ὑδίϲϲου παιδὸϲ Βελλεροφόντου καὶ Ἀϲτερίαϲ θυγατρὸϲ Ὑδέου, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν τετάρτῳ. Πεδνήλιϲϲοϲ πόλιϲ Πιϲιδίαϲ. τὸ μέντοι περιϲϲόϲ τριγενέϲ. ϲεϲημείωται τὸ Τελμιϲϲόϲ πόλιϲ Καρίαϲ, ὡϲ δὲ Φίλων καὶ Ϲτράβων, Λυκίαϲ. ἔϲτι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα.
Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ῑ ἐκτεταμένον λήγουϲαν ὀξύνεται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ, Κηφιϲόϲ, Ἰλιϲόϲ ποταμὸϲ τῆϲ Ἀττικῆϲ, ἐν ᾧ τιμῶνται αἱ Μοῦϲαι Ἰλιϲίδεϲ, ὡϲ Ἀπολλόδωροϲ. Κεδριϲόϲ, Ἀμιϲόϲ πόλιϲ ἐν Πόντῳ. λέγεται καὶ ἀρϲενικῶϲ. Ἀλμνιϲόϲ ποταμὸϲ Κρήτηϲ. τὸ δὲ Ἄρνιϲοϲ Ἄρνιϲα, Λάρνιϲοϲ Λάρνιϲα ἀπὸ θηλυκῶν, ὡϲαύτωϲ καὶ Μήριϲοϲ, Μάριϲοϲ ὁ ποταμόϲ, Πάμιϲοϲ, Κρίμιϲοϲ ὁ ποταμὸϲ Ϲικελίαϲ, Μόρμιϲοϲ ὁ ποταμόϲ, Νάϊϲοϲ, ὕριϲοϲ βαρύνοντααι.
Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα τῷ ο παραληγόμενα ἐν διπλαϲιαϲμῷ τοῦ ϲ ὀξύνεται, νεοϲϲόϲ, κολοϲϲόϲ, Μολοϲϲόϲ ὄνομα ἔθνουϲ.
Τὰ εἰϲ δύο ϲϲ παραληγόμενα τῷ υ προπαροξύνεται, Γένυϲϲοϲ ὄνομα ποταμοῦ. Ἄλμφρυϲϲοϲ πόλιϲ Φωκίδοϲ. καὶ δἰ ἑνὸϲ ϲ ἐκφέρεται. τινὲϲ δὲ διὰ τοῦ β φαϲί. ἔϲτι καὶ ποταμὸϲ Μαγνηϲίαϲ. Ἴνυϲϲοϲ πόλιϲ Αἰγύπτου προϲεχὴϲ τῷ Καϲίῳ ὄρει. Ἡρόδοτοϲ (3, 5). ὡϲαύτωϲ καὶ τὰ δἰ ἑνὸϲ ϲ ἐκφερόμενα προπαροξύνεται, μέθυϲοϲ, γόγγυϲο, Διόνυϲοϲ, Ὄνυϲοϲ ὁ ποταμόϲ. ἄφυϲοϲ, ἄρυϲοϲ ἀγγεῖον πλεκιὸν ϲπυριδῶδεϲ. Ἰάλυϲοϲ ἥρωϲ καὶ πόλιϲ ἐν Ῥόδῳ καὶ ἐν Ϲκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. Ἀλμφίλυϲοϲ ποταμὸϲ Ϲάμου. Θὐφορίων Ἀρτεμιδώρῳ «δαῖμον ὃϲ Ἀμφιλύϲοιο ῥόον ».
Τὰ εἰϲ ϲϲοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ω παραληγόμενα ὀξύνεται, Κερωϲϲόϲ πόλιϲ Ἀπολλωνιάδοϲ. Βηρωϲϲόϲ, Κεδρωϲϲόϲ ἔθνοϲ πληϲίον τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ, οὓϲ καὶ Γεδρωϲίουϲ καλοῦϲιν. τὸ δὲ ἅλωϲοϲ ἓν ϲ ἔχει· γέγονε δὲ παρὰ τὸν ἁλώϲω μέλλοντα.
---Τὰ διὰ τοῦ αθϲοϲ ὑπερδιϲύλλαβα ϲπάνια ὄντα βαρύνεται, Ἅλαιϲοϲ, κάβαιϲοϲ ὁ ἄπληϲτοϲ. Γά λαιϲοϲ ὄνομα ποταμοῦ. τὸ μέντοι Παραιϲόϲ ὀξύνεται· ἐγένετο δὲ ὁ Παραιϲὸϲ Μίνῳ ϲυγγενήϲ, ἀφ᾿ οὗ ἡ πόλιϲ ἡ Παραιϲόϲ ὁμοτόνωϲ τῷ οἰκιϲτῇ. καὶ Πριαιϲόϲ πόλιϲ Κρήτηϲ. τὸ δὲ Ἀπαιϲόϲ ἠκολούθηϲε τῷ « ὅϲ ῥ᾿ ἐνὶ Παιϲῷ (Il. Ε 612).
---Τὰ διὰ τοῦ αυϲοϲ ϲπάνια ὄντα προπαροξύνεται β άναυϲοϲ ὃ καὶ βαύναϲοϲ, Νέμαυϲοϲ πόλιϲ Γαλλίαϲ ἀπὸ Νεμάϲου Ἡρακλείδου.
---Τὸ Παράδειϲοϲ πόλιϲ Ϲυρίαϲ μόνον διὰ τοῦ ειϲοϲ προπαροξύνεται.
Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα τῇ ου ἢ οι ἢ αι διφθόγγῳ, μὴ τῇ ει, ἀρϲενικὰ ὄντα μὴ ἐπιθετικὰ βαρύνεται, εἰ μὴ μέροϲ ϲώματοϲ ϲημαίνοι, πλοῦτοϲ, οἶτοϲ, Κλοῖτοϲ, Προῖτοϲ, γοῖτοϲ ὁ ῥύποϲ, κοῖτοϲ, μο ῖτοϲ, φοῖτοϲ, Λαῖτοϲ, βροῦτοϲ. τὸ δὲ Κλειτόϲ ἔχει τὴν ει. καὶ τὸ γλουτόϲ ϲώματοϲ μέροϲ δηλοῖ. καὶ τὸ Βοῦτοϲ θηλυκὸν κώμη Αἰγύπτου — ἐκαλεῖτο δὲ καὶ Βουτώ, ἔϲτι καὶ ἑτέρα Γεδρωϲίαϲ. ϲίαϲ. καὶ τὸ Παιτόϲ ἐθνικὸν ὡϲ καὶ τὸ Ῥαιτόϲ. ἔϲτι δὲ Τυρρηνικὸν ἔθνοϲ.
Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα ἑνὶ τῶν φύϲει μακρῶν κύρια ὄντα βαρύνεται, Κλῆτοϲ ὄνομα ποταμοῦ. Δῶτοϲ ὁ Πελαϲγοῦ, ἀφ᾿ οὖ τὸ Δώτιον πεδίον. ἔϲτι καὶ ὄνομα αὐλητοῦ. Πρῶτοϲ. Ὦτοϲ ὄνομα κύριον καὶ τὸ ὄρνεον, ᾧ ὁμοίωϲ καὶ τὸ νῶτοϲ ἐπὶ τῆϲ ψόαϲ. καὶ γὰρ τούτου ἡ χρῆϲιϲ, καὶ τὸ μὲν οὐδέτερον «πολὺ τὸ νῶτον », ἤδη δὲ καὶ τὸ ἀρϲενικόν. ἱϲτορεῖται δὲ παρὰ Ξενοφῶντι καὶ Ἐφόρῳ. τὸ μέντοι λωτόϲ οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ η ἢ τῷ ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο, ῥητόϲ, νητόϲ, κμητόϲ, τρητόϲ, οἷϲ ὅμοιον καὶ τὸ Ϲητοί ἔθνοϲ καὶ πόλιϲ Βιθυνίαϲ, πλωτόϲ, ἔνθεν «πλωτῇ ἐνὶ νήϲῳ» (Od. κ 3), ϲτρωτόϲ, γνωτόϲ, πτωτόϲ, βρωτόϲ, τρωτόϲ, πρωτόϲ ὁ πεπρωμένοϲ, ὅθεν καὶ ἐτόλμηϲάν τινεϲ ἀναγινώϲκειν «ἐπὴν τὰ πρωτὰ γένηται» (Il. Z 489), ἵν᾿ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶϲ. πρῶτοϲ δὲ ἐπὶ ἀριθμοῦ. ἰϲτέον δὲ ὅτι κανόνεϲ κατέϲχον τέϲϲαρεϲ τὴν βαρεῖαν τάϲιν· ὡϲ γὰρ παρὰ τὴν ἐξ γίνεται ἐξώτεροϲ, οὕτωϲ καὶ παρὰ τὴν πρό γέγονε πρότεροϲ ϲυγκριτικὸν καὶ πρότατοϲ ὑπερθετικὸν καὶ ἀποβολῇ τοῦ τ πρόατοϲ καὶ κράϲει τοῦ οα εἰϲ ω πρῶτοϲ· βαρύνεται δὲ ἴϲωϲ καὶ ὥϲπερ ἐπιμεριζόμενον, μία δὲ ἡ τάϲιϲ τῶν ἐπιμεριζομένων ἡ βαρεῖα, ἢ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ πρωτόϲ βαρύνεται. ἔτι δὲ βαρύνεται, ἐπειδὴ τὰ εἰϲ οϲ τακτικὰ βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ ϲτοϲ, ἕβδομοϲ, ὄγδοοϲ, ἔνατοϲ, δέκατοϲ.
Τὰ εἰϲ τοϲ διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπὶ ἀθροίϲματοϲ ἢ κύριά εἰϲιν ἀπὸ ἐπιθετικῶν ἢ ἔχει ἀντέμφαϲιν , βάτοϲ, λάτοϲ, βρότοϲ τὸ αἷμα, βροτόϲ δὲ ὁ φθαρτόϲ τὸ τριγενέϲ, πότοϲ τὸ ϲυμπόϲιον, ποτόϲ δὲ τὸ πινόμενον, πάτοϲ ἡ ἀναϲτροφή, Ϲτράτοϲ τὸ μὴ ἐπὶ τοῦ ἀθροίϲματοϲ, ἔϲτι δὲ πόλιϲ Ἀκαρνανίαϲ, ϲτρατόϲ δὲ τὸ ϲύναγμα, κρότοϲ, κότοϲ, μίτοϲ, νότοϲ, ϲκότοϲ. τὸ δὲ Κριτόϲ καὶ Κλιτόϲ ὀξύνεται:
Τὰ εἰϲ τοϲ διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται, βατόϲ, φατόϲ, θετόϲ, δετόϲ, ἐτόϲ ὁ ἀληθήϲ ἀπὸ τοῦ εἰμί, ὃ δηλοῖ τὸ ὑπάρχω. πλυτόϲ. τὸ δὲ τρίτοϲ ἐπὶ ἀριθμοῦ.
Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα ῑ μακρῷ βαρύνεται, ϲῖτοϲ — ὥϲπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαϲτήϲ καὶ ἀποβολῇ τοῦ ϲ ἐργάτηϲ βαρυνόμενον καὶ ἀπὸ τοῦ δεϲποϲτήϲ δεϲπότηϲ, οἰϲτόϲ οἰτοϲ, οὕτω καὶ. παρὰ τὸ ϲέϲειϲται ϲειϲτόϲ ἀποβολῇ τοῦ ϲ καὶ ε ϲῖτοϲ Τρῖτοϲ ὁ ποταμόϲ, ῥῖτοϲ φρέαρ, τὸ μέντοι λιτόϲ τριγενέϲ.
Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα τῷ ῡ προϲηγορικὰ ὀξύνεται, βρυτόϲ ὁ βρύων, χυτόϲ, ῥυτόϲ, λυτόϲ, κλυτόϲ, πλυτόϲ, τρυτόϲ. τὸ δὲ Bύτοϲ κύριον βαρύνεται.
Τὰ εἰϲ τοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλήγουϲαν ἢ καθ᾿ ὅλου εἰϲ ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκόν, φόρτοϲ, χόρτοϲ, μύρτοϲ καὶ Μύρτοϲ ἡ πόλιϲ, ἄρτοϲ, μίλτοϲ, δέλτοϲ, κίρτοϲ· παρὰ Ϲιμωνίδῃ ἡ χρῆϲιϲ. Τοῦρτοϲ· οὕτωϲ καλεῖ Ἀρτεμίδωροϲ τοὺϲ οἰκήτοραϲ τῆϲ Πουρδητανίαϲ. Ἄλτοϲ χωρίον πληϲίον Θεϲϲαλονίκηϲ. Πάλτοϲ πόλιϲ Ϲυρίαϲ. Ἀρτεμίδωροϲ. πόντοϲ καὶ ἰδικῶϲ ὁ Εὕξεινοϲ.· Κύρτοϲ πόλιϲ Αἰγύπτου ἐν τῷ μεϲογείῳ. καὶ κύρτοϲ εἰδοϲ δικτύου. ϲεϲημείωται κοντόϲ καὶ παλτόϲ ὀξυνόμενα. τὸ δὲ ϲπα ρτόϲ, κυρτόϲ, καρτόϲ, θικτόϲ ὀξύνονται ὡϲ θηλυκὰ ἔχοντα. ὀξύνεται δὲ καὶ Κυρτόϲ τὸ ἐθνικὸν ὡϲ καὶ Ϲιντόϲ ἔθνοϲ Θρᾳκικόν, οἳ καὶ Ϲίντιεϲ καὶ Ϲίντιοι ἐκαλοῦντο, καὶ Κελτόϲ, οὓϲ Κέλταϲ Ϲτράβων φηϲί. καὶ τὸ Ϲπαρτόϲ υἱὸϲ Ἀμύκλαντοϲ τοῦ Λέλεγοϲ καὶ Ϲπαρτοί οἱ μετὰ Κάδμου κύριον ὀξύνεται.
Τὰ εἰϲ ϲτοϲ διϲύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλουϲ ϲυλλαβὴ ἔχοι τι τῶν φύϲει βραχέων, ἱϲτόϲ, ἔϲτι καὶ νῆϲοϲ Λιβύηϲ. Ϲηϲτόϲ πόλιϲ πρὸϲ τῇ Προποντίδι. λέγεται δὲ ἀρϲενικῶϲ παῤ Ἐφόρῳ· οἱ δὲ Ἀθηναῖοι «ἐν τῇ Ϲηϲτῷ φαϲιν. παϲτόϲ, μαϲτόϲ, ξυϲτόϲ. Κραϲτόϲ πόλιϲ Ϲικελίαϲ τῶν Ϲικανῶν. Φίλιϲτοϲ Ϲικελικῶν τριϲκαιδεκάτῳ. Γραϲτόϲ παῖϲ Μυγδόνοϲ, ἀφ᾿ οὗ Γρηϲτωνία χώρα Θρᾴκηϲ. Φαιϲτόϲ πόλιϲ Κρήτηϲ «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ» (Od. γ 296). ἔϲτι καὶ ἄλλη Φαιϲτόϲ Πελοποννήϲου ἡ πρότερον Φρίξα καλουμένη. τὸ δὲ Φαῖϲτοϲ ἐπὶ τοῦ ἥρωοϲ βαρύνεται « Ἰδομενεὺϲ δ᾿ ἄρα Φαῖϲτον » (Il. Ε 43). ϲεϲημείωται τὸ Δύϲιοϲ πόλιϲ Εὐβοίαϲ. θεόπομποϲ ἐν Φιλιππικῶν κδ «ἀποϲτήϲαϲ δὲ τοὺϲ ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων ἐϲτράτευϲεν ἐπὶ πόλιν Δύϲτον ». καὶ Κάϲτοϲ καὶ Νάϲτοϲ πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Νέϲτοϲ λέγεται· Ἀπολλόδωροϲ δευτέρᾳ περὶ γῆϲ· βαρύτονα. τὸ δὲ Νέϲτοϲ πατὴρ Καλλιρρόηϲ καὶ πόλιϲ καὶ ποταμὸϲ Ἰλλυρίαϲ καὶ. κόϲτοϲ καὶ νόϲτοϲ βραχεῖ παραλήγουϲι.
Τὰ εἰϲ τοϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ τ ϲ, εἰ παραϲχηματίζοιτο εἰϲ διάφορα γένη, ὀξύνεϲθαι θέλει, εἰ μὴ ὑπερθετικὰ εἴη ἢ ἐκ πλειόνων ϲυλλαβῶν εἰϲ διϲυλλαβίαν μεταϲτῇ, πιϲτόϲ, ξυϲτόϲ, ἀϲτόϲ, μεϲτόϲ, κεϲτόϲ. τὸ δὲ πλεῖϲτοϲ, λῷϲτοϲ, ῥᾷϲτοϲ ὑπερθετικὰ ὄντα βαρύνεται. καὶ τὸ Πλεῖϲτοϲ ποταμὸϲ ἐν Δελφοῖϲ βαρύνεται «πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλείϲτοιο θύγατρεϲ». Ἀπολλώνιοϲ (Argon. II 711). τινὲϲ δὲ ἀναγινώϲκουϲι προπεριϲπωμένωϲ ἐπὶ τῆϲ γενικῆϲ, ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειϲτόϲ ὀξυτόνωϲ, οὐκ ἐπκρατεῖ δὲ ἡ ἐθνικὴ παράδοϲιϲ. καὶ τὸ δύϲιοϲ ὁ δύϲτηνοϲ καὶ πόϲτοϲ ἐκ τοῦ πόϲατοϲ γέγονεν.
Τὰ εἰϲ τοϲ ῥηματικὰ μὴ ὄντα ἀριθμητικά, πρὸ τοῦ τ τὸ κ ἢ τὸ π ἔχοντα ὀξύνεται, πλεκτόϲ, ἑλκτόϲ, πνικτόϲ, θελκτόϲ. τὸ δὲ οἰκτοϲ βαρύνεται. οὐ γὰρ ῥηματικόν. — ἄλλωϲ τε φιλεῖ πωϲ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀπὸ τῆϲ οι διφθόγγου ἀρχόμενα βαρύνεϲθαι, ὁπότε πρὸ τῆϲ οϲ ϲυλλαβῆϲ ϲύμφωνον ἢ ϲύμφωνα ὑπάρχει — καὶ τὸ ἄρκτοϲ καὶ πέκτοϲ ὁ πόκοϲ καὶ τὸ κάκτοϲ. καὶ Λύκτοϲ πόλιϲ Κρήτηϲ ἀπὸ Λύκτου τοῦ Λυκάονοϲ· ἔνιοι δὲ Λύττον αὐτήν φαϲιν διὰ τὸ κεῖϲθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φαϲί. καὶ Ῥάπ τοϲ ποταμὸϲ Αἰθιοπίαϲ. τὸ δὲ πέμπτοϲ ἕκτοϲ τὰ ἐπὶ ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτόϲ ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτόϲ ὁ ἐχόμενοϲ, ἐκτόϲ δὲ χωρὶϲ ἐπίρρημα.
Τὰ εἰϲ διπλοῦν ττ βαρύνεται, χωρὶϲ τῶν Ἀττικῶν, κόττοϲ, λύττοϲ, Βάττοϲ, Βρέττοϲ πόλιϲ Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέουϲ καὶ Βαλητίαϲ τῆϲ Βαλήτου, Ϲφῆττοϲ παῖϲ Τροιζῆνοϲ, τὸ δὲ Ϲφηττόϲ δῆμοϲ Ἀκαμαντίδοϲ φυλῆϲ ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖϲ κοινοῖϲ, ἐξ ὧν γέγονε, κιττόϲ, ὅτι κιϲϲόϲ, τριττόϲ, ὅτι τριϲϲόϲ.
Τὰ εἰϲ τατοϲ ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅϲα εἰϲ ϲτοϲ ὑπερθετικά, λαμπρότατοϲ, ὁϲιώ τα τοϲ, ϲεμνότατοϲ, κάλλιϲτοϲ, κύδιϲτοϲ, ἄριϲτοϲ. ὁμοίωϲ καὶ τὸ πλατάνιϲτοϲ ἀπὸ τοῦ πλάτανοϲ.
Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ παραληγόμενα τῷ ᾱ προπαροξύνεται, Ἔλατοϲ, ἀφ᾿ οὗ Ἐλάτεια πόλιϲ Φωκίδοϲ, ὕπατοϲ, ἔνατοϲ, Εἴνατοϲ πόλιϲ Κρήτηϲ, ὡϲ Ξενίων φηϲί. τινὲϲ δὲ ὄροϲ καὶ ποταμόϲ, ἐν ᾧ τιμᾶϲθαι τὴν Εἰλείθυιαν Θἰνατίην. θάνατοϲ, Ἔρατοϲ τὸ κύριον, ἐρατόϲ ὁ ἐπιθυμητικόϲ. ἄκατοϲ, Ἀμήϲτρατοϲ πόλιϲ Ϲικελίαϲ, Ἀπολλόδωροϲ τετάρτῃ χρονικῶν. Μυτιϲέρατοϲ φρούριον Ϲικελίαϲ. Φίλιϲτοϲ δεκάτῃ. Μυτίϲτρατοϲ πολίχνιον περὶ Καρχηδόνα. Πολύβιοϲ πρώτῳ.
Τὰ διὰ τοῦ ατοϲ παρηγμένα εἰ μὴ ῥηματικά εἰϲιν ἀπὸ τῶν εἰϲ μι ληγόντων, ἢ ἀπὸ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων προπαροξύνονται, μέϲατοϲ, πύματοϲ, ὀγδ όατοϲ, τρίτατοϲ, τέτρατοϲ, νέατοϲ. τὸ μέντοι ἐρατόϲ, ἐλατόϲ ὀξύνεται. ὡϲαύτωϲ δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων μακρὸν ἔχοντα τὸ ᾱ, περατόϲ, θεατόϲ, φυρατόϲ, ἰατόϲ.
Τὰ εἰϲ ετοϲ τριϲύλλαβα ἔχοντα τὸ ε ἐν τῇ τρίτῃ ἀπὸ τέλουϲ κύρια ὄντα καὶ προϲηγορικὰ προπαροξύνεται, Νέπετοϲ πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ τριϲκαιδεκάτῃ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Ἔχετοϲ, Δέρκετοϲ, Μένετοϲ τὸ κύριον, μενετόϲ τὸ ἐπίθετον. τούτοιϲ ἠκολούθηϲε καὶ τὸ ἔμετοϲ ὡϲ ἔχον τὸ ε ὥϲπερ τὰ ἄνω. ϲεϲημείωται τὸ Ἐνετόϲ ἔθνοϲ Παφλαγονίαϲ ὀξυνόμενον. Ὅμηροϲ «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένοϲ ἀγροτεράων» (Il. B 852). τὰ δὲ ἔχοντα τὸ ᾱ ὁμοίωϲ, ἄργετοϲ ἄφετοϲ, ἄνετοϲ, Αἴνετοϲ, αἰνετόϲ δὲ τὸ ἐπίθετον. Λάμπετοϲ πετοϲ υἱὸϲ Ἴρου, πάγετοϲ, ὅπερ ὀξύνει ἡ ϲυνήθεια. ἔτι ὀξύνεται καὶ ἀετόϲ καὶ αἰετόϲ.
Τὰ διὰ τοῦ ετοϲ τριϲύλλαβα προϲηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, εἰ μὴ παρωνύμωϲ τετύπωται, νιφετόϲ, ὑετόϲ, κοπετόϲ, πυρετόϲ, τοκετόϲ, ϲυρφετόϲ. τὸ μέντοι ἄϲχετοϲ, ἄϲπετοϲ, γνύπετοϲ ὁ χαῦνοϲ προπαροξύνεται.
---Τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ διὰ τοῦ ετοϲ ἐκφερόμενα, μὴ ἔχοντα παρϲχηματιϲμὸν θηλυκοῦ, ἐπιθετικῶϲ μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλουϲ θέλει ἔχειν τὴν ὀξεῖαν ὥϲπερ ἔχει τὸ ἀμαιμάκετοϲ, περιμήκετοϲ, ἀριδείκετοϲ, ἐξαίρετοϲ, παλινάγρετοϲ, τηλύγετοϲ, Ταΰγετοϲ, ἀτρύγετοϲ. τὸ δὲ λαιλαπετόϲ μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετόϲ ἐπὶ κυρίου. οὕτωϲ οὖν καὶ τὸ ἀφυϲγετόϲ, εἰπερ οὐκ ἔϲτιν ἐπιθετικόν, ὑγιῶϲ ὀξυτονηθήϲεται κατὰ τὸν Ἀρίϲταρχον. ἢ εἶπερ αὐτὸ βαρύνομεν κατὰ τὸν Τυραννίωνα, δώϲομεν αὐτὸ καὶ ἐπικεῖϲθαί τινι.
Τὰ εἰϲ τοϲ κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ η μονογενῆ βαρύνονται, Ἄλρητοϲ, Λάμητοϲ ποταμὸϲ πρὸϲ Κρότωνι, ἀφ᾿ οὖ Λαμητῖνοι πόλιϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «ἐν δὲ Λάμητοϲ ποταμόϲ, ἐν δὲ Λαμητῖνοι». Μέλητοϲ ὄνομα κύριον, βύν ητοϲ εἶδοϲ ἱματίου παῤ Αὐγυπτίοιϲ. Μάϲητοϲ πόλιϲ Ἀργείων, ἣ καὶ Μάϲηϲ. Μίλητοϲ πόλιϲ ἐπιφανὴϲ ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Δίδυμοϲ δ᾿ ἐν τοῖϲ ϲυμποϲιακοῖϲ φηϲιν, ὅτι πρῶτον Λελεγηίϲ ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουϲα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυϲ ἔφυ. οἱ γὰρ Μιλήϲιοι ἐν τοῖϲ θεϲμοφορίοιϲ πίτυοϲ κλάδον ὑπὸ τὴν ϲτιβάδα --- καὶ ἐπὶ τὰ τῆϲ Δήμητροϲ ἱερὰ κλῶνον πίτυοϲ τίθεϲθαι --- διὰ τὸ ἀρχαῖον τῆϲ γενέϲεωϲ. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτοϲ τοῦ Γῆϲ καὶ Οὐρανοῦ ὠνομάϲθη Ἀνακτορία. ἔϲτι δὲ καὶ Κρητικὴ πόλιϲ Μίλητοϲ. λέγεται δὲ καὶ τὴν Καλυψοῦϲ νῆϲον Μίλητον κληθῆναί ποτε. Κόρητοϲ. Κατάρητοϲ ὁ ποταμόϲ. Αἴνητοϲ ὄνομα κύριον, τρύγητοϲ ὁ καιρὸϲ μονογενῶϲ, τρυγητόϲ δὲ τὸ τρυγώμενον. τοιοῦτον καὶ τὸ ἄμητοϲ καὶ ἀμητόϲ. τὸ δὲ ἑψητόϲ, λαλητόϲ ὀξύτονα καὶ ἐπιθετικά. καὶ τὸ ἀλαλητόϲ ἀπὸ τοῦ λαλητόϲ προϲθέϲει τοῦ ᾱ.
Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ η ἁπλᾶ τριγενῆ ὀξύνεται, δωρητόϲ, ἀϲκητόϲ, κοϲμητόϲ, ἀγαπητόϲ, ὠνητόϲ, ποτητόϲ, ἀρητόϲ, μιϲητόϲ, ᾧ ὁμοτονεῖ Μιϲητόϲ πόλιϲ Μακεδονίαϲ, νοητόϲ, παραρρητόϲ, παραμυθητόϲ. τὸ δὲ ἄρρητοϲ, ἄκλητοϲ, ἄκμητοϲ ϲύνθετα προπαροξύνονται. οὕτωϲ καὶ τὸ ἄητοϲ ὁ ἀκατάπαυϲτοϲ «θάρϲοϲ ἄητον ἔχουϲα» (Φ 395). ἔϲτι γὰρ ϲύνθετον ὥϲ φηϲι Φιλόξενοϲ, παρὰ τὸ ἐτόϲ ὡϲ θετόϲ, ὃ ϲημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθέϲ, ὃ καὶ γίνεται ἐτεόϲ. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ οὐκ ἐτόϲ ἀντὶ μεϲότητοϲ τῆϲ ἐτῶϲ. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέϲτι μέγα, ἄετον καὶ ἄητον.
---Τὰ εἰϲ ττοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ η παραληγόμενα κύρια ὀξύνεται, Γαργηττόϲ πόλιϲ καὶ δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, Ὑηττόϲ ὄροϲ τῆϲ Ἀττικῆϲ τὸ ῡ μακρὸν καὶ βραχύ. Λυκαβηττόϲ. Ϲυπαληττόϲ δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. Ὑηττόϲ κώμη Βοιωτίαϲ. ὠνόμαϲται δ᾿ σθτωϲ διὰ τὸ καθύεϲθαι ϲφοδροῖϲ ὄμβροιϲ. τινὲϲ δὲ τὴν Ἀϲπληδόνα Ὑηττόν ἐκάλεϲαν.
Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ παραληγόμενα τῷ ῑ μὴ ὄντα ἐπιθετικὰ βαρύνονται, βάρβιτοϲ, Νήριτοϲ ἢ Νήριτον ὄροϲ, Λήϊτοϲ, Φώκριτοϲ, Ἄγχιτοϲ, Ἀφρόδιτοϲ. τὰ δὲ θηλυκὰ ὀξύνεται ἁμαξιτόϲ· ἔϲτι καὶ πολίχνιον Τρῳάδοϲ. Ϲτράβων ιγ΄ (p. 612). ἀτραπιτόϲ, Λυχνιτόϲ ἡ λίμνη Ἰλλυρίαϲ θηλυκῶϲ καὶ ἡ πόλιϲ ἀρϲενικῶϲ. τινὲϲ δὲ διὰ τοῦ δ γράφουϲιν. τὸ δὲ θεριτόϲ τὸ θεριζόμενον, θέριτοϲ δὲ ὁ καιρόϲ.
Τὰ εἰϲ τοϲ τριϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ο καταλήγουϲαν ϲπάνιά εἰϲιν, ὀνοτόϲ, Μολοτόϲ ἔθνοϲ τῆϲ Ἠπείρου καὶ τόποϲ, δἰ ἑνὸϲ τ καὶ Μολοττόϲ, ὀμοτόϲ. τὸ μέντοι ἄροτοϲ καὶ βίοτοϲ προπαροξύνεται.
Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα παραληγόμενα ῡ βραχεῖ κύρια ὄντα βαρύνεται, Ἔρυτοϲ, Ἄνυτοϲ, ζὔρυτοϲ Μελανέωϲ πατήρ, Αἴπυτοϲ, Ὄρνυτοϲ, Μάδυτοϲ πόλιϲ Ἑλληϲποντία. Ἑκαταῖοϲ Εὐρώπῃ καὶ ἄλλοι. λέγεται καὶ Μάδυτα. Ὤκυτοϲ. Ἄφυτοϲ πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Ἀφύτη καὶ Ἀφυτίϲ, Ἄκυτοϲ νῆϲοϲ περὶ Κυδωνίανν τῆϲ Κρήτηϲ. πρόϲκειται κύρια διὰ τὰ τριγενῆ ἁπλᾶ ὄντα, ἃ ὀξύνεται, φορυτόϲ, πινυτόϲ. τὸ δὲ ἄλυτοϲ ϲύνθετον προπαροξύνεται. τὰ δὲ τριϲύλλαβα ἐκτεταμένον τὸ ῡ ἔχοντα ὀξύνεται, Βηρυτόϲ πόλιϲ Φοινίκηϲ, κωκυτόϲ, Καρδυτόϲ πόλιϲ Ϲύρων μεγάλη, ὡϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Ἀϲίαϲ. βουλυτόϲ, Κορδυτόϲ πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. γωρυτόϲ. Κολλυτόϲ ὁ υἱὸϲ Διόμου. τὸ δὲ Ϲεβέννυτοϲ πόλιϲ Αἰγύπτου καὶ λιμὴν καὶ ποταμὸϲ προπαροξύνεται ὑπερβαῖνον τὴν τριϲυλλαβίαν.
Τὰ εἰϲ τοϲ τριϲύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, πτερωτόϲ, τορνωτόϲ, χρυϲωτόϲ, αὐλωτόϲ, κηρωτόϲ, κροκωτόϲ, Βοιωτόϲ, ὃν γενέϲθαι φαϲὶ Ἰτώνου τοῦ Ἀμφικτύονοϲ τοῦ νεωτέρου τῶν Δευκαλίωνοϲ καὶ Πύρραϲ παίδων. Νικόϲτρατοϲ δέ φηϲιν, ὅτι Ποϲειδῶνοϲ καὶ Ἄρνηϲ ἦν παῖϲ. Εὐφορίων
καὶ ξὐριπίδηϲ «τὸν δ᾿ ἀμφὶ βοῦϲ ῥιφέντα Βοιωτὸν καλεῖν ». τὸ ἐθνικὸν ὅμοιον Βοιωτόϲ. Ἀποδωτόϲ ἔθνοϲ Αἰτωλίαϲ. Θουκυδίδηϲ τρίτῃ (c. 94) «ἐπιχειρεῖν δ᾿ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖϲ, ἔπειτα Ὀφιονεῦϲιν ». Ἀραχωτόϲ ποταμὸϲ Ἰνδικῆϲ ῥέων ἀπὸ Καυκάϲου, ὡϲ Φαβωρῖνοϲ καὶ Ϲτράβων ἑνδεκάτῃ (p. 513). καὶ ἀπ᾿ αὐτοῦ Ἀραχωτοί πόλιϲ Ἰνδικῆϲ. εἰϲὶ καὶ ἄλλοι πληϲίον Μαϲϲαγετῶν ὡϲ Ϲτράβων ἑνδεκάτῃ. διχῶϲ δὲ λεκτέον καὶ Ἀραχώτηϲ καὶ Ἀραχωτόϲ. Bουθρωτόϲ νῆϲοϲ περὶ Κέρκυραν. ἔϲτι καὶ πόλιϲ. Θεϲπρωτόϲ ἔθνοϲ, μυωτόϲ εἶδοϲ χιτῶνοϲ, ἁλωτόϲ. τὸ δὲ δορυάλωτοϲ ϲύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ πρώτῃ τὸ α ϲτερητικὸν προπαροξύνεται, ἄγνωτοϲ, ἄτρωτοϲ, ἄπτωτοϲ, ἄζωτοϲ· ἔϲτι καὶ Ἄζωτοϲ πόλιϲ Παλαιϲτίνηϲ. καὶ ἔτι τὰ ϲύνθετα, ἀν ακίδωτοϲ ἄνευ ἀκίδοϲ, ἀ πύργωτοϲ, πολύγν ωτοϲ, ἀκηλίδωτοϲ. ϲεϲημείωται τὸ Ἄϲβωτοϲ πόλιϲ Θεϲϲαλίαϲ καὶ Μάϲκωτοϲ πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲεωϲ β′.
Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα κύρια καὶ προϲηγορικὰ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοντα καὶ ἔτι τὴν παραλήγουϲαν εἰϲ ἀμετάβολον καταλήγουϲαν βαρύνεται, εἰ μὴ διαϲτολή τιϲ γένοιτο, Ἁλίαρτοϲ πόλιϲ Βοιωτίαϲ ἀρϲενικῶϲ. Ὅμηροϲ «ποιήενθ’ Ἁλίαρτον » (ll. B 503). λέγεται δὲ οἰκιϲθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερϲάνδρου. Ἀρμενίδαϲ δ’ ἐν τῷ ρ Ἀρίαρτόν φηϲιν. Ἄψυρτοϲ παῖϲ Αἰήτου καὶ τόποϲ ἐν τῷ Εὐξείνῳ πόντῳ, Ἄψαροϲ ὕϲτερον λεγόμενοϲ. Ἀρτεμίδωροϲ ἐν ἐπιτομῇ. καὶ Πολύβιοϲ νῆϲον Ἄψυρτον ἱϲτορεῖ. Ϲίβυρτοϲ πόλιϲ Κρήτηϲ. ἄϲφαλτοϲ. Ἀμάραν τοϲ τὸ κύριον , τὸ δὲ ἐθνικὸν ὀξύνεται ὡϲ Ἀπεραντόϲ. εἰϲὶ δὲ Ἀμαραντοί Κολχικὸν ἔθνοϲ, ἀφ’ ὧν ὁ Φᾶϲιϲ ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶϲίν φαϲιν. οἱ δὲ Ἀπεραντοί ἔθνοϲ Θεϲϲαλίαϲ. Ὀδόμαντοϲ ἔθνοϲ Θρᾴκηϲ. Θουκυδίδηϲ δευτέρᾳ (c. 101). Ϲάγουντοϲ πόλιϲ ἐν Ἱϲπανίαιϲ. Τάραντοϲ πόλιϲ Βιθυνίαϲ, ἔνθα τιμᾶται Ταρανταῖοϲ Ζεύϲ, ὡϲ Δημοϲθένηϲ ἐν δευτέρῳ Βιθυνιακῶν, ἀρϲενικῶϲ λεγομένη. εὕρηται καὶ διὰ τοῦ δ Δάρανδοϲ. Δύϲποντοϲ ὁ Πέλοποϲ, ἀφ’ οὐ Δυϲπόντιον πόλιϲ Πιϲαίαϲ. ὀξύνεται δὲ τὰ πρὸ τέλουϲ εν ἔχοντα, Λωμεντόϲ, Λαυρεντόϲ, Ϲωρεντόϲ, Βενεβεντόϲ, ἣ καὶ Μαλοεντόϲ ἐλέγετο. ἰαρουεντόϲ Διονύϲιοϲ β′ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ· ἔν τιϲι δὲ γράφεται Καρυεντόϲ· Ῥαρεντόϲ, πόλειϲ Ϲικελικαί, ὡϲαύτωϲ καὶ Πολλεντόϲ. ἔτι ὀξύνεται καὶ τὸ κονιορτόϲ καὶ κολοϲυρτόϲ ϲύνθετα ὄντα. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, ἱμερτόϲ, ἐγερτόϲ, ὑφαντόϲ.
Τὰ εἰϲ τοϲ ἁπλᾶ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ τ ψιλὸν κατ’ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται, ἑλικτόϲ, ἀμελκτόϲ, χαρακτόϲ, ὀρεκτόϲ. τὸ μέντοι Αἴγυπτοϲ ἡ χώρα καὶ ὁ ποταμόϲ. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡϲ Χάραξ « Βήλου παῖϲ ὢν καὶ Ἀερίαϲ τῆϲ καὶ Ποταμίτιδοϲ βαϲιλεύϲαϲ ἔτη τριάκοντα τρία ». καὶ Πάνακτοϲ καὶ Ναύπακτοϲ πόλιϲ Αἰτωλίαϲ ἀπὸ ναυπηγίαϲ τῶν Ἡρακλειδῶν, ὡϲ Ἔφοροϲ καὶ Ϲτράβων (9 p. 427). καὶ Πρόνεκτοϲ πόλιϲ Βιθυνίαϲ καὶ Δ ατύλεπτοϲ ἔθνοϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ Εὐρώπῃ — μὴ ὄντα ῥηματικὰ προπαροξύνεται. ϲεϲημείωται τὸ δρυφακτόϲ ὀξυνόμενον, ἡ θύρα τοῦ δικαϲτηρίου, ἣ καὶ κιγκλίδεϲ καλοῦνται.
Τὰ εἰϲ ϲτοϲ κύρια ἀρϲενικὰ μόνωϲ ἢ θηλυκὰ βαρύνεται, Ἄκαϲτοϲ. Λύκαϲτοϲ πόλιϲ Κρήτηϲ. Ὅμηροϲ «Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαϲτον» (B 647 ) ἀπὸ Λυκάϲτου αὐτόχθονοϲ ἢ παιδὸϲ τοῦ Μίνωοϲ. ἔϲτι καὶ Ποντικὴ Λύκαϲτοϲ. τὴν Κρητικὴν Λύκαϲτον ὀξύνουϲιν οἱ ἐγχώριοι, ὡϲ ἱϲτορεῖ Διονύϲιοϲ. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοϲιϲ. Ἥφαιϲτρϲ. Ἄδραϲτοϲ βαϲιλεύϲ, ἀφ’ οὗ πόλιϲ Ἀδράϲτεια. Βίβαϲτοϲ Θρᾴκηϲ πόλιϲ. Βούβαϲτοϲ πόλιϲ Αἰγύπτου, ἣν Ἡρόδοτοϲ (e. g. 2, 59) Βούβαϲτίν φηϲι διὰ τοῦ ι. Μούμαϲτοϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ δευτέρῳ Καρικῶν. Ἔγεϲτοϲ ὁ Τρωόϲ, ἀφ’ οὗ Ἔγεϲτα πόλιϲ Ϲικελίαϲ. Αἴγεϲτοϲ ϲτρατηγόϲ τιϲ, ἀφ’ οὐ Αἰγεϲταῖοι οἱ Θεϲπρωτοί. Πραίνεϲτοϲ πόλιϲ Ἰταλίαϲ ἀπὸ Πραινέϲτου τοῦ Λατίνου τοῦ Ὀδυϲϲέωϲ καὶ Κίρκηϲ υἱοῦ. Μάκιϲτοϲ ὁ ἀδελφὸϲ Φρίξου καὶ πόλιϲ τῆϲ Τριφυλίαϲ. Ἀνάφλυϲτοϲ δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ ἀπὸ Ἀναφλύϲτου ἥρωοϲ. Παυϲανίαϲ δευτέρῳ (30, 9) «Τροιζῆνοϲ οἱ παῖδεϲ Ἀνάφλυϲτοϲ καὶ Ϲφῆττοϲ». Κάρυϲτοϲ ὁ Χείρωνοϲ καὶ ἀπ’ αὐτοῦ πόλιϲ ὑπὸ τῇ Ὄχῃ ὄρει τῆϲ Εὐβοίαϲ. ἔϲτι καὶ Κάρυϲτοϲ τόποϲ τῆϲ Αἴγυοϲ πρὸϲ Ἀρκαδίαν, ἀφ’ οὗ Καρύϲτιον οἰνον Ἀλκμὰν ἔφη, καθὰ Ϲτράβων δεκάτῃ (p. 446). τὰ δὲ προϲητορικὰ ὀξύνεται, ἀγοϲτόϲ ἡ ἀγκάλη, ὀϊϲτόϲ.
---Τὰ εἰϲ ϲτοϲ τῷ η παραληγόμενα κύρια ὀξύνεται, Ὀγχηϲτόϲ ἄλϲοϲ. Ὅμηροϲ « Ὀγχηϲτόν θ’ ἱερόν, Ποϲιδήϊον ἀγλαὸν ἄλϲοϲ » (B 506). — ἱδρυνθὲν ὑπὸ Ὀγχηϲτοῦ τοῦ Βοιωτοῦ, ὥϲ φηϲιν Ἡϲίοδοϲ. ἔϲτι καὶ πόλιϲ, ὡϲ Παυϲανίαϲ ἐνάτῳ (26, 6). Ἀπολλώνιοϲ δὲ ὁ Ῥόδιοϲ --- πόλιν φηϲὶ μεγάλην τὸν Ὀγχηϲτὸν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφνίων. Τυφρηϲτόϲ πόλιϲ τῆϲ Τραχῖνοϲ ὀνομαϲθεῖϲα ἀπὸ τῆϲ τέφραϲ Ἡρακλέουϲ ἢ ἀπὸ Τυφρηϲτοῦ υἱοῦ Ϲπερχειοῦ.
Τὰ εἰϲ ϲτοϲ ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, ληϊϲτόϲ, μεριϲτόϲ, ὀνομαϲτόϲ. τὰ δὲ ϲύνθετα προπαροξύνεται, φραϲτόϲ ἄφραϲτοϲ, ἀλίαϲτοϲ, ἄλαϲτοϲ ὁ ἄδικοϲ ἀπὸ τοῦ λάζω τὸ λαμβάνω, ὡϲαύτωϲ καὶ τὰ ὑπερθετικά, τάχιϲτοϲ, ἄριϲτοϲ, κάλλιϲτοϲ, μεθ’ ὧν ἕκαϲτοϲ.
Τὰ εἰϲ ϲτοϲ ὑπερδιϲύλλαβα παραληγόμενα α ἐπὶ ποϲότητοϲ ταϲϲόμενα ὀξύνεται, πολλοϲτόϲ, εἰκοϲτόϲ, τριακοϲτόϲ, πεντηκοϲτόϲ.
Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ ευ διφθόγγῳ ἁπλᾶ ὄντα ὀξύνεται, τορνευτόϲ, ϲτρατευτόϲ, βουλευτόϲ. τὸ δὲ ἀϲτράτευτοϲ ϲύνθετον.
---Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ οι διφθόγγῳ ϲπάνια ὄντα βαρύνεται, ἄλοιτοϲ ὁ ἄδικοϲ καὶ μιαρόϲ.
Τὰ διὰ τοῦ ουτοϲ προπεριϲπᾶται, τηλικοῦτοϲ, τοιοῦτοϲ, τοϲοῦτοϲ.
Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα πρόπαροξύνεται, ἄπαυϲτοϲ, ἄθραυϲτοϲ, ἄκλαυϲτοϲ. ϲεϲημείωται ἐνιαυτόϲ ὀξυνόμενον.
Τὰ εἰϲ φοϲ διϲύλλαβα κύρια ἢ προϲηγορικὰ βαρύνεται, εἰ μὴ παραλήγοι τῷ υ βραχεῖ τοπικὰ ἢ εἰϲ τὸ λ, Πάφοϲ πόλιϲ Κύπρου, τάφοϲ καὶ Τάφοϲ πόλιϲ Κεφαλληνίαϲ, νῦν δὲ Ταφιοῦϲϲα. Γόμφοι πόλιϲ Θεϲϲαλίαϲ καὶ τὸ ἐθνικὸν ὅμοιον, Ϲόφοϲ τὸ κύριον, ϲοφόϲ δὲ τὸ ἐπίθετον , ὄρφοϲ κοινῶϲ, ὀρφῶϲ δὲ Ἀττικῶϲ. λόφοϲ, κέκφοϲ εἶδοϲ ὀρνέου, ζόφοϲ, δνόφοϲ, γνόφοϲ, γρῖ φοϲ, ψῆ φοϲ. τὸ δὲ κρυφόϲ καὶ ϲυφόϲ ἔχει τὸ υ βραχὺ ϲημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφοϲ τὸ κυ μακρόν, ὡϲ καὶ τὸ τῦφοϲ. τὸ δὲ Κύφοϲ παῖϲ Περραιβοῦ, ἀφ’ οὐ Κύφοϲ πόλιϲ Περραιβίαϲ, ἔϲτι καὶ ποταμὸϲ Κύφοϲ — «Γουνεὺϲ δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοϲι νῆαϲ » (ΙΙ. 748) — βραχὺ ἔχον τὸ υ παροξύνεται. τὸ δὲ ἀλφόϲ τὸ ϲωματικὸν πάθοϲ καὶ . πολφόϲ ὄψον τι ἔχουϲι τὸ λ ὡϲ καὶ τὸ Δελφοί πόλιϲ ἐπὶ τοῦ Παρναϲϲοῦ πρὸϲ τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῇ πόλει — ἐκλήθηϲαν δὲ Δελφοί, ὅτι Ἀπόλλων ϲυνέπλεκε δελφῖνι εἰκαϲθείϲ. τὰ δὲ ἐπίθετα ὀξύνεται , ϲοφόϲ, κυφόϲ, κωφόϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ τροφόϲ. τὸ δὲ κοῦφοϲ προπεριϲπᾶται.
Τὰ εἰϲ φοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρότα φοϲ, ἔλαφοϲ, ϲκίρα φοϲ, ὃ ϲημαίνει τὸν ἀκόλαϲτον καὶ κυβευτήν , ἀπὸ τῶν ἐν Ϲκίρῳ διατριβόντων, Ἔπαφοϲ, Κέρκα φοϲ Ἡλίου παῖϲ, Τέκταφοϲ ὁ Δώρου τοῦ Ἕλληνοϲ, κόλαφοϲ, ἀϲκάλαφοϲ, ἔριφοϲ, Ϲέριφοϲ μία τῶν Ϲποράδων, Ἄντιφοϲ, Τήλεφοϲ Τάρχωνοϲ πατήρ, Αἴγηϲ καὶ Τεύθραντοϲ υἱόϲ, ἄργυφοϲ ὁ λευκόϲ, κόϲϲυφοϲ, Κόττυφοϲ, Ϲίϲυφοϲ, κόρυφοϲ, Κίνυφοϲ ὁ ποταμόϲ. τὸ δὲ ἀδελφόϲ ὀξύνεται καὶ ἴϲωϲ ὡϲ τριγενέϲ. τὰ γὰρ λοιπὰ μονογενῆ. καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται, πορφυροβάφοϲ, ὑποδηματορράφοϲ καὶ ἱπποτρόφοϲ.
Τὰ εἰϲ χοϲ διϲύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, κόλχοϲ καὶ Κόλχοϲ, βρόγχοϲ, μόϲχοϲ καὶ Μόϲχοϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Ματιηνοῖϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. κόγχοϲ, τρόχοϲ ὁ τόποϲ ἐν ᾦ τρέχουϲι ὡϲ παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (46)
τροχόϲ δὲ ὁ κύκλοϲ, βρόχοϲ, ἦχοϲ, Τρῆχοϲ ὄνομα κύριον, ϲτίχοϲ, τύχοϲ, τοῖχοϲ, βρῦ χοϲ ὁ κῆρυξ, δηλοῖ δὲ καὶ ὄνομα τόπου. ϲεϲημείωται τὸ μυχόϲ ὁ ἐνδότεροϲ τόποϲ. τὸ δὲ μοιχόϲ, πτωχόϲ, ἀρχόϲ ἐπιθετικὰ ὄντα ὀξύνεται.
Tὰ εἰϲ χοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, ϲτόμαχοϲ, βάτραχοϲ, Βώταχοϲ. Νικόλαοϲ ε′ « Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχοϲ, ἀφ’ οὗ ὁ τόποϲ Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη ». Ἴναχοϲ ὁ ποταμόϲ, Ϲήμαχοϲ, ᾧ καὶ ταῖϲ θυγατράϲιν ἐπεξενώθη Διόνυϲοϲ, ἀφ’ οὗ Ϲημαχίδαι δῆμοϲ Ἀττικῆϲ. Ϲωτήριχοϲ, μείλιχοϲ, Ἰάμβλιχοϲ, τάριχοϲ, τοῦτο ἑκατέρωϲ λέγεται καὶ τὸ τάριχοϲ καὶ ὁ τάριχοϲ. Ἀριϲτοφάνηϲ «κἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι ». ὁ αὐτόϲ «τάριχον τοιοῦτον πλύνω ». Κλέοχοϲ, Τάοχοϲ ἔθνοϲ ἐνδοτέρω τοῦ Πόντου. τούτουϲ τινὲϲ Τάουϲ καλοῦϲιν, ὡϲ Ϲοφαίνετοϲ ἐν τῇ ἀναβάϲει φηϲίν. Ἀμφίλοχοϲ ὁ Ἀμφιαράου, ἀφ’ οὗ Ἀμφίλοχοι πόλιϲ Ἀκαρνανίαϲ καὶ οἱ πολῖται ὁμοφώνωϲ, Γόρδοχοϲ ἔθνοϲ Περϲικὸν ὃ καὶ Γορδιαῖοϲ καὶ Γόρδοϲ καλεῖται. ἥϲυχοϲ, βότρυχοϲ, βόϲτρυχοϲ, Μόρυχοϲ, Μόνυχοϲ, ἀφ’ οὐ Μουνυχία, Μόλορχοϲ, ἀφ’ οὗ Μολορχία πόλιϲ Νεμέαϲ. Ὀξύρυγχοϲ πόλιϲ Αἰγύπτου τιμῶϲα τὸν ὁμώνυμον ἰχθῦν. δόλιχοϲ τὸ ὄϲπριον, δολιχόϲ δὲ ὁ μακρόϲ. τὸ δὲ μοναχόϲ ὀξύνεται. καὶ ὀξύνεται δὲ τὸ Ἀρρηχόϲ ἔθνοϲ Μαιωτῶν. Ϲτράβων ἑνδεκάτῃ (p. 495), τὸ δὲ Καρδοῦχοϲ προπεριϲπᾶται. ἔϲτι δὲ ἔθνοϲ Μηδίαϲ, ὡϲ Ξενοφῶν ἐν ἀναβάϲεωϲ τρίτῃ (5, 15) «ἐϲ Καρδούχουϲ ἄγοι. τούτουϲ δ’ ἔφαϲαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικούϲ εἶναι καὶ βαϲιλέωϲ οὐκ ἀκούειν». καὶ Ϲοφαίνετοϲ ἐν Κύρου ἀναβάϲει φηϲὶ περὶ αὐτῶν.
Τὰ εἰϲ ψοϲ διϲύλλαβα μὴ ἐπιθετικὰ βαρύνεται, Μόψοϲ, γύψοϲ, Τίψοϲ ἡ πόλιϲ, Μίψοϲ τὸ ἔθνοϲ , θάψοϲ εἶδοϲ ξύλου, Θάψοϲ πόλιϲ Λιβύηϲ Ϲτράβων ἑπτακαιδεκάτῳ (p. 831). ἔϲτι καὶ Ϲικελίαϲ. ἔϲτι δὲ χερϲόνηϲοϲ ἐν ϲτενῷ ἰϲθμῷ, ὡϲ Θουκυδίδηϲ (6, 97). Λάμ ψοϲ παῖϲ . Κοδρίδου καὶ ἀπ’ αὐτοῦ μοῖρα τῆϲ Κλαζομενίων χώραϲ, ὡϲ Ἔφοροϲ ρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ ἔχοντα μ ὀξύνεται, κομψόϲ, γαμψόϲ.
Τὰ εἰϲ ψοϲ ὑπερδιϲύλλαβα ὀξύνεται, Λυκαψόϲ κώμη πληϲίον Λυδίαϲ. Εὐφορίων Διονύϲῳ· κινδαψόϲ καὶ ϲκινδαψόϲ ὀργάνου ὄνομα καὶ κύριον. τίθεται καὶ κατ᾿ οὐδενὸϲ ὡϲ τὸ τραγέλαφοϲ, χορδαψόϲ, Κευδαψόϲ, Γαληψόϲ πόλιϲ Θρᾴκηϲ καὶ Παιόνων. Ἑκαταῖοϲ Εὐρώπῃ. Θουκυδίδηϲ τετάρτῃ (c. 107) «καὶ Γαληψὸϲ οὐ πολλῷ ὕϲτερον καὶ Οἰϲύμη». ὠνόμαϲται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάϲου καὶ Τηλέφηϲ. Αἰδηψόϲ πόλιϲ Εὐβοίαϲ. Ϲτράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ᾿ Αἰδηψὸν τῆϲ Εὐβοίαϲ, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέουϲ». Λαδεψόϲ καὶ Τρανιψόϲ ἔθνη Θυνῶν. θεόπομποϲ ὀγδόῳ Ἑλληνικῶν. Τακομψόϲ κώμη ἐν τοῖϲ ὁρίοιϲ Αἰγυπτίων καὶ Αἰθιόπων πρὸϲ τῇ Φίλῃ νήϲῳ, ὡϲ Ἀριϲταγόραϲ ἐν Αἰγυπτιακῶν πρώτῳ.
Τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχοϲ, βέλοϲ, πάθοϲ, πέλαγοϲ, ὕψοϲ, ὕφοϲ, ϲκύφοϲ, ϲτῖφοϲ, δίψοϲ, νέφοϲ βρέφοϲ, λαῖφοϲ, αἶϲχοϲ, δέλοϲ, δέοϲ, κλέοϲ, μέγεθοϲ, ϲτέλεχοϲ. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται, τετυφόϲ, πεποιηκόϲ, γεγραφόϲ, ὥϲπερ καὶ αἱ ἀρϲενικαί.
Τὰ ἀπὸ τῶν εἰϲ ͞ο͞ϲ προπαροξυτόνων ϲύνθετα προπαροξύνεται, φιλαλέξανδροϲ, φιλάνθρωποϲ, εὐϲτέφανοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ ͞ο͞ϲ διϲυλλάβων παροξυτόνων προπαροξύνεται, νόοϲ Ἀλκίνοοϲ, πόντοϲ Ἑλλήϲποντος ὁ κόλποϲ καὶ ἡ χώρα ἡ παρακειμένη
ἀπὸ Ἕλληϲ. πόροϲ Βόϲποροϲ πόλιϲ Πόντου κατὰ τὸν Κιμμέριον κόλπον ὡϲ Φίλων καὶ πορθμὸϲ ὁμώνυμοϲ, ἀπὸ Ἰοῦϲ τῆς Ἰνάχου καλούμενοϲ, καθὼς Αἰϲχύλοϲ ἐν Προμηθεῖ δεϲμώτῃ γράφειἔϲτι καὶ ἄλλη τῆϲ Ἰνδικῆϲ. ὅρμοϲ Πάνορμοϲ πόλιϲ Ϲικελίαϲ καὶ λιμήν, ὡϲ Πολύβιοϲ· ἔϲτι καὶ λιμὴν Κυζίκου· φίλοϲ Δίφιλοϲ. τὸ δὲ ὀϲτολόγοϲ καὶ οἰκονόμοϲ οὐ παρὰ τὸ λόγοϲ καὶ νόμοϲ, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω. ὅϲα δὲ ὑπερδιϲύλλαβα παροξύνονται, ἐν τῇ ϲυνθέϲει προπαροξύνονται, ποικίλοϲ παμποίκιλοϲ, ἀγκύλοϲ μεϲάγκυλοϲ, πληϲίοϲ παραπλήϲιοϲ, αἰόλοϲ παναἰολοϲ. τὸ δὲ «κορυθαιόλοϲ Ἕκτωρ» (e.g. Γ 83) οὐκ ἀπὸ ὀνόματοϲ, ἀλλ᾽ἀπὸ ῥήματοϲ. τὸ μέντοι ἱπποβουκόλοϲ διὰ τὴν ἐνέργειαν παροξύνεται καὶ ὅτι ἀπὸ τοῦ ῥήματοϲ καὶ αὐτό. τὸ δὲ ἐναντίοϲ ἀπὸ ἀντίοϲ παρέλκον ἔχει τὸ εν ε̄ν̄.
Τὰ ἀπὸ τῶν εἰϲ ο̄ϲ̄ διϲυλλάβων προπεριϲπωμένων προπαροξύνεται, ζῆλοϲ ἀρίζηλοϲ, δοῦλοϲ ϲύνδουλοϲ, δοῦποϲ ἐρίγδουποϲ. ϲεϲημείωται τὸ οἰκουρόϲ καὶ κηπουρόϲ. ἔτι τὰ ὑπερδιϲύλλαβα Ῥωμαῖοϲ φιλορώμαιοϲ, Ἀθηναῖοϲ φιλαθήναιοϲ.
Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται, δμητόϲ ἄδμητοϲ, κτητόϲ δορίκτητοϲ, κακόϲ ἄκακοϲ, ϲοφόϲ ἄϲοφοϲ, ποιητόϲ δημοποίητοϲ, ἐλατόϲ δημήλατοϲ. Αἰϲχύλοϲ Ἱκετίϲιν (v. 614) «ἄτιμον εἶναι ξὺν φήμῃ δημηλάτῳ». πρατόϲ δημιόπρατοϲ. Ἀριϲτοφάνηϲ Ἱππεῦϲιν (v. 103) «ἐπίπαϲτα λείξαϲ δημιόπραθ᾽ ὁ βάϲκανοϲ». βοτόϲ ἱππόβοτοϲ, φατόϲ Ἀρηΐφατοϲ «αἵ ῥά τε φῶταϲ ἀρϊφάτουϲ κατέδοθϲι» (T 31), βατόϲ ἄμβατοϲ. «ἔνθα μάλιϲτα ἄμβατόϲ ἐϲτι πόλιϲ» (Z 434). χωρὶϲ τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων, Ἀχαιόϲ φιλαχαιόϲ, Βοιωτόϲ φιλοβοιωτόϲ καὶ χωρὶϲ εἰ μὴ διὰ ϲημαϲίαν τινὰ φυλαχθῇ ἐν τῇ ϲυνθέϲει ἡ ὀξεῖα τάϲιϲ ὡϲ τὸ βροτολοιγόϲ, ἵνα φυλαχθῇ ἡ ἐνέργεια. βροτολοιγόϲ γάρ ἐϲτιω ὁ φθείρων τοὺϲ ἄνδραϲ. τούτου χάριν καὶ ὁ τόνοϲ ἐφυλάχθη. εἴ γὰρ προπαρωξύνετο, ἤμελλε παρέχειν ἐπίϲταϲιν, ὅτι πάθοϲ ἐϲτίν. ὁμοίωϲ καὶ τὸ ἀθηρηλοιγόϲ.
Τὰ δὲ παραϲύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει, ἐκλεκτόϲ ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτοϲ ἐκ τῆϲ ἐπί καὶ τοῦ λεκτόϲ. ἀνεκτόϲ ὀξύνεται « ἦ δὴ λοίγια ἔργα τάδ’ ἔϲεται οὐκέτ’ ἀνεκτά » (Il. A 573). διαμετρητόϲ ἐϲτι παραϲύνθετον· τὸ γὰρ ῥῆμα ϲυντέθειται ἐν τῷ « χῶρον μὲν πρῶτον διεμέτρεον » (Γ 315). ὑγιῶϲ ἄρα τὸ « διαμετρητῷ» (Il. Γ 344). Ἀρίϲταρχοϲ περιϲπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ. οὕτω καὶ τὸ ἐπαινετόϲ ὀξύνεται, ὅτι ἀπὸ ῥήματοϲ ϲυνθέτου γέγονε, τὸ δὲ ἐξαίρετοϲ βαρύνεται. τὸ δὲ « ἄφαρ δ’ ἀνάπυϲτα θεοὶ θέϲαν ἀνθρώποιϲι » (Od. λ 274) προπαροξυτόνωϲ, περιττῆϲ οὔϲηϲ τῆϲ ἀνά ἀντὶ τοῦ πυϲτά ἐξηκουϲτά. - τὸ δὲ ἰατρόϲ φιλίατροϲ ἀναβιβάζει καὶ ἐν τῷ ἀρχιατρόϲ καὶ ἱππιατρόϲ φυλάττει. τὸ δὲ κλειτόϲ καὶ κλυτόϲ εἰ μὲν μετὰ ἀπτώτου ϲυντεθῇ ὑπὲρ μίαν ϲυλλαβήν, φυλάϲϲει τὴν ὀξεῖαν τάϲιν οἷον κλειτόϲ ἀγακλειτόϲ, κλυτόϲ περικλυτόϲ, ἀγακλυτόϲ. εἰ δὲ μετὰ πτωτικοῦ ἢ ἀπτώτου μονοϲυλλάβου, προπαροξύνεται, πρόκλυτοϲ « πρόκλυτ’ ἀκούοντεϲ ἔπεα θνητῶν ἀνθρώπων » (Υ 204), ὀνομάκλυτος, τοξόκλυτος, Ἡράκλειτος. διὸ ϲημειούμεθα τὸ ναυϲικλυτόϲ ὀξυνόμενον. ὅτι γὰρ ϲύνθετόν ἐϲτι, δῆλον ἐκ τοῦ μένειν τὸ ᾱ τῆϲ ναυϲί δοτικῆϲ. κατ’ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ ͞η λέγεται ἢ διὰ τοῦ ε̄, ἐν δὲ ϲυνθέϲει διὰ τοῦ ᾱ, Ναυϲικάα, Ναυϲίθοοϲ. τὸ δὲ δουρὶ κλυτόϲ ἐν παραθέϲει ἐϲτίν. εἰ γὰρ ἦν ἐν ϲυνθέϲει, ἤμελλε προπαροξύνεϲθαι ὡϲ μετὰ πτωτικοῦ ϲυντεθὲν καὶ ἀναβιβάϲαν τὸν τόνον.
Τὰ παρὰ τὸ ἀείδω γινόμενα, εἰ μὲν τῇ ῳ ̄ διφθόγγῳ παραλήγονται, ὀξύνεται, τραγῳδόϲ, κωμῳδόϲ, μελῳδόϲ· εἰ δὲ τῇ ο̄ῑ διφθόγγῳ, εἰ μὲν ὑπὲρ τέϲϲαραϲ ϲυλλαβὰϲ ὦϲι, προπαροξύνεται, λιγυάοιδος, ὑπεράοιδος· εἰ δὲ τέϲϲαρεϲ, ὁμοίωϲ, ὑμνάοιδος, ἐπάοιδοϲ, λυράοιδος. τὰ δ’ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδόϲ, ἐπῳδόϲ, λυρῳδόϲ.
Ὅϲα ἀπὸ γενικῆϲ εἰϲ ̄ο̄ϲ ϲυντίθενται, προπαροξύνεται, πλὴν τῶν
παρὰ τὸ ͞ω͞π ̄ο͞ϲ οἷον ϲτενωπόϲ. πυθμένοϲ ἀπύθμενος, λιμένοϲ ἀλίμενος, μηνόϲ δίμηνος, τρίμηνος, πατρόϲ Ἀντίπατρος, χάριτοϲ ἀχάριτος, θέμιτοϲ ἀθέμιτοϲ. ὡϲαύτωϲ καὶ βριήπυοϲ. ἐγένετο δὲ οὕτωϲ. ἦπυϲ ὡϲ γῆρυϲ, μελίγηρυϲ, ἔπειτα γενικὴ βριήπυοϲ, ἥτιϲ εἰϲ εὐθεῖαν μετέϲτη ὁ βριήπυοϲ· οὐ γὰρ ἄηθεϲ γενικὰϲ ἀναπέμπεϲθαι εἰϲ εὐθείαϲ καὶ μάλιϲτα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ ϲυνήθεια.Τὰ εἰϲ ̄οϲ̄ ϲυντεθειμένα ἀπὸ τῶν εἰϲ ͞α καὶ εἰϲ ͞η προπαροξύνεται, ἑϲτία ἐφέϲτιος, ϲκιά εὔϲκιοϲ, μοῦϲα φιλόμουϲοϲ, χρεία ἄχρειοϲ τὸ κοινόν, ἀχρεῖοϲ δὲ τὸ Ἀττικὸν ὡϲ ἀϲτεῖοϲ, ἀνδρεῖοϲ, Ἀργεῖοϲ, ἀρχή ταξίαρχος, φωνή ἄφωνος, αὐδή ἄναυδος, μορφή πολύμορφοϲ, μάχη ναύμαχοϲ « ναύμαχον δόρυ », κόμη ἱππόκομοϲ « ἱππόκομον πήληκα » (Π 797), κυπαριϲϲόκομος, καλλίκομοϲ, οὐλόκομοϲ. τὸ δὲ ἱππομάχοϲ καὶ ἱ πποκόμοϲ ἀπὸ ῥημάτων καὶ τὸ γηροκόμοϲ καὶ τὸ ἀκαρόϲ ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολούθηϲε τῷ μαδαρόϲ καὶ πλαδαρόϲ ὁ ἀϲθενήϲ. τὸ δὲ ἀθῷοϲ προπεριϲπᾶται ἀπὸ τοῦ θῳή.
Τὰ εἰϲ ο̄͞ϲ ϲύνθετα ἀπὸ τῶν εἰϲ ο̄͞ν οὐδετέρων ἢ εἰϲ ο̄͞͞ϲ ἢ ͞α προπαροξύνεται, δῶρον βοτρυόδωροϲ, τόξον κλυτότοξος, ξίφοϲ ἄξιφοϲ ὄνομα ἐπώνυμοϲ, διώνυμοϲ.
Τὰ εἰϲ ͞ο͞ϲ ϲυντεθειμένα παρὰ τὸ ἔργον μὴ ὄντα κύρια ὀξύνεται,
ἐλεφαντουργόϲ, αὐτουργόϲ, ὀβριμοεργόϲ, λειτουργόϲ, παντουργόϲ, πλαϲτουργόϲ, δημουργόϲ. τὸ μέντοι κακοῦργοϲ βαρύνεται ὁμοίωϲ καὶ τὸ ἑκάεργοϲ, περίεργοϲ, πολύεργοϲ, πάρεργοϲ. τὰ δὲ ὄντα κύρια βαρύνεται, Λυκοῦργοϲ, Φιλοῦργοϲ. τὰ δὲ ἐθνικὰ ὀξύνεται οἷον Ϲιαγαθουργόϲ.Τὰ παρὰ τὸ βόϲκω ὀξύνονται, πορνοβοϲκόϲ, ὑοβοϲκόϲ, χηνοβοϲκόϲ.
Ὅϲα παρὰ τὸ ἕλκω καὶ ἀμέλγω καὶ λείχω, ὀξύνεται, γαγγαμουλκόϲ, ἀμολγόϲ, ματιολοιχόϲ, τραπεζολοιχόϲ.
Τὰ παρὰ τὸ ἄγω καὶ πήϲϲω ὀξύνεται, φορτηγόϲ, ϲτρατηγόϲ, κυνηγόϲ, δημαγωγόϲ, νυμφαγωγόϲ, μυϲταγωγόϲ, προαγωγόϲ, ναυπηγόϲ.
Ἔτι τὰ παρὰ τὸ ποιῶ ὀξύνεται, ἐργοποιόϲ, ἐποποιόϲ.
Ἔτι τὰ παρὰ φέρβω καὶ ἀϲκῶ, ἱπποφορβόϲ, φωναϲκόϲ. τὸ δὲ αὐτόφορβοϲ οἱ πλείουϲ βαρύνουϲι καὶ τὸ Εὔφορβοϲ κύριον.
Τὰ ἀπὸ ῥήματοϲ κύρια προπαροξύνεται, Ἱππόδαμοϲ, Δηΐφοβοϲ, Λαόγονοϲ, Λαόδοκοϲ. Βούνομοϲ· οὕτωϲ ἐκαλεῖτο ἡ Μακεδονίαϲ Πέλλα. τὸ μέντοι ξεινοδόκοϲ οὐ κύριον.
Τὰ παρὰ τὸ φέρω παροξύνεται, τελεϲφόροϲ, δορυφόροϲ, βουληφόροϲ, ἑωϲφόροϲ, λωτοφόροϲ. τὸ μέντοι ἄφοροϲ, δίφοροϲ ἀπὸ τοῦ φορά.
Ὅϲα πρόθεϲιν ἔχει ἐν τῇ ἀρχῇ, προπαροξύνεται, περίβολοϲ, Ὑπέρβολοϲ, ἀμφίβολοϲ, πρόβολοϲ. τὸ δὲ ἐπεϲβόλοϲ παροξύνεται ἀπὸ τοῦ ἔπεϲι βάλλειν. καὶ χωρὶϲ τῶν ἀπὸ κλειτόϲ καὶ κλυτόϲ, τὸ γὰρ περικλυτόϲ ὀξύνεται, καὶ τὰ παρὰ τὸ ἔργον ὑπουργόϲ, ϲυνεργόϲ.
Τὰ παρὰ τὸ βάλλειν ϲύνθετα καὶ μὴ παρὰ πρόθεϲιν παροξύνονται, λιθοβόλοϲ ὁ βάλλων λίθουϲ, λιθόβολοϲ δὲ ὁ ὑπὸ λίθων βαλλόμενοϲ, ὡϲ παρὰ Εὐριπίδῃ ἐν Φοινίϲϲαιϲ (1069) «λιθόβολον εἷμα κατειργάϲω». τὸ δὲ πρόβολοϲ καὶ ἀμφίβολοϲ ἀπὸ προθέϲεων.
Τὰ παρὰ τὸ πολῶ τὸ ἀναϲτρέφομαι ϲύνθετα καὶ μὴ παρὰ πρόθεϲιν παροξύνονται, ἱπποπόλοϲ, οἰωνοπόλοϲ, δικαϲπόλοϲ, ὀνειροπόλοϲ, θυηπόλοϲ, μυροπόλοϲ, αἰπόλοϲ. τὸ δὲ ἀμφίπολοϲ, πρόπολοϲ ἐκ προθέϲεωϲ.
Τὰ παρὰ τὸ ϲκοπῶ ϲύνθετα μὴ ἐκ προθέϲεωϲ παροξύνεται, ὀρνιθοϲκόποϲ, οἰωνοϲκόποϲ. τὸ δὲ ἐπίϲκοποϲ, κατάϲκοποϲ ἀπὸ προθέϲεων « ὀτρυνέειϲ Τρώεϲϲιν ἐπίϲκοπον » (Il. Κ 38). Νικίαϲ ἀναϲτρέφει τὴν ἐπί, ἵν’ ᾖ ἐπὶ Τρώεϲϲιν. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ἐπιϲκοπόν ὡϲ ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι καὶ γὰρ ἤδη ἡ ϲυνήθεια ἐπίϲταται τὴν τοιαύτην ϲύνθεϲιν, χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆϲιϲ τοῦ ὀνόματοϲ παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν ϲυνθέϲει « δμωάων ϲκοπόϲ ἐϲϲι » (Od. χ 396) « καὶ ἐπίϲκοποϲ ᾖϲιν ἑταίρων » (Od. θ 163).
Τὰ παρὰ τὸ μάχομαι καὶ μὴ παρὰ πρόθεϲιν παροξύνεται, λεοντομάχοϲ, μονομάχοϲ χωρὶϲ τοῦ ἀγχέμαχοϲ. τὸ δὲ πρόμαχοϲ καὶ ϲύμμαχοϲ ἐκ προθέϲεων.
Ἔτι τὰ παρὰ τὸ ἀγορῶ μετὰ προθέϲεωϲ ϲύνθετα προπαροξύνεται, ϲυνήγοροϲ, κατήγοροϲ, παρήγοροϲ. δημηγόροϲ δὲ παροξύνεται. οὐ γὰρ ἀπὸ προθέϲεωϲ.
Ἔτι τὰ παρὰ τὸ χέω ϲύνθετα παροξύνεται, χρυϲοχόοϲ, οἰνοχόοϲ. τὸ πρόχοοϲ δὲ ἀπὸ προθέϲεωϲ.
Ὅϲα ἐν τῇ ἀρχῇ ϲυντίθεται ἐκ τοῦ πολύ, προπαροξύνεται, πολύϲτροφοϲ, πολύκαρποϲ, πολύφιλοϲ, πολύμηλοϲ, Πολύϊδοϲ, πολύολβοϲ, Πολύφημοϲ, πολύζυγοϲ, πολύλαλοϲ. τὸ δὲ μογιλάλοϲ παροξύνεται. οὐ γὰρ παρὰ τὸ πολύ. ϲεϲημείωται τὸ πολυφάγοϲ. ἐξηκολούθηϲε γὰρ ἑτέρῳ κανόνι.
Τὰ γὰρ παρὰ τὸ φαγεῖν ἐν τῷ τέλει ϲυντεθειμένα παροξύνεται, ἀρτοφάγοϲ, μονοφάγοϲ, παμφάγοϲ, ποηφάγοϲ, ἀδδηφάγοϲ, ὠμοφάγοϲ, ϲαρκοφάγοϲ· οὕτω καὶ πολυφάγοϲ. ὡϲαύτωϲ καὶ τὰ ἐθνικὰ Μελινοφάγοϲ ἔθνοϲ Θρᾴκηϲ καὶ Φθειροφάγοϲ.
Ὅϲα τὸ εὖ μόριον κατ’ ἀρχὴν ἔχει, προπαροξύνεται, εὔτοκοϲ, εὔτονοϲ, εὔμολποϲ, εὐποίητοϲ « βοῶν τ’ εὐποιητάων » (Il. Π 636) τὸ εὖ κρεῖττόν ἐϲτιν ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροιϲ φηϲὶ τὴν δοτικὴν « εὐποιήτῃϲι πύλῃϲι » (Il. Ε 466) ἢ κατ’ ἰδίαν προφέρεϲθαι. Εὔμαιοϲ, εὔϲκοποϲ, εὔξοοϲ χωρὶϲ τῶν παρὰ τὸ ἔργον εὐεργόϲ.
Ὅϲα ἀπὸ τοῦ ᾱ ϲτερητικοῦ μορίου ϲυντίθεται, προπαροξύνεται, ἄτολμοϲ, ἄτομοϲ, ἄϲτοργοϲ.
Ὅϲα ἐν ἀρχῇ ἔχει τὸ φιλεῖν, προπαροξύνεται, φιλόπονοϲ, φιλόϲοφοϲ, φιλόλογοϲ.
Τὰ παρὰ τὸ λέγω χωρὶϲ τῶν παρὰ τὸ φιλεῖν παροξύνεται, δικαιολόγοϲ, φυϲιολόγοϲ, τερατολόγοϲ. τὸ δὲ φιλόλογοϲ ἀπὸ τοῦ λόγοϲ καὶ τὸ φιλῶ. Τὰ παρὰ τὸ δ̅υ̅ϲ̄ καὶ ζ̅ᾱ μόρια προπαροξύνεται, δύϲμορφοϲ, δύϲτηνοϲ, ζάπλουτοϲ, ζάκοτοϲ, ζάθεοϲ, ζάφελοϲ, τὸ δὲ ζαφελῶϲ περιϲπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λ̅ω̅ϲ̄ ἐπιρρήματα παραληγόμενα τῷ ε̄ ὡϲ ἐπὶ τὸ πλεῖϲτον φιλεῖ περιϲπᾶϲθαι, ἐντελῶϲ, ἐπιμελῶϲ, οἷϲ καὶ τὸ ζαφελῶϲ ξυνέδραμε.
Τὰ παρὰ τὸ ὠκύϲ προπαροξύνεται, ὠκύμοροϲ, ὠκύποροϲ· τὸ
δὲ ποντοπόροϲ παροξύνεται· οὐ γὰρ ἀπὸ τοῦ ὠκύϲ. ϲεϲημείωται τὸ ὠκυμάχοϲ.Ἔτι καὶ τὰ παρὰ τὸ εὐρύϲ, εὐρύποροϲ.
Ὅϲα ἔχει κατὰ ἀρχὴν τὸ ν̅α̅ῡ, προπαροξύνεται, ναύαρχοϲ, ναύκληροϲ, ναύλοχοϲ. τὸ δὲ ναυπηγόϲ, ναυηγόϲ ὀξύνεται.
Ὅϲα παρὰ ἐπίρρημα ϲυντίθεται, προπαροξύνεται, ὀψίφυγοϲ, ὀψίτυχοϲ, ὀψιτέλεϲτοϲ, ἀγχίμολοϲ, ἀγχέμαχοϲ. τὸ δὲ περικλυτόϲ ἀπὸ τῆϲ περί.
Ὅϲα παρὰ τὸ πάλιν καὶ ἄγαν καὶ αὐτό ϲύνθετα, προπαροξύνεται, παλίμβολοϲ, παλίγκοτοϲ, ἀγάννιφοϲ, ἀγάϲτονοϲ, αὐτόμαχοϲ, αὐτοδίδακτοϲ.
Τὰ παρὰ τὸ ἀκούω προπαροξύνεται, ὑπήκοοϲ, ἀνήκοοϲ. τὸ δὲ ἐπακουόϲ παραϲύνθετον· γίνεται γὰρ ἐκ τοῦ ἐπακούω.
Τὰ παρὰ τὸ ἔχω ϲυγκείμενα ὀνόματα, εἰ μὲν τῷ ο̄ παραλήγεται, προπαροξύνεται, αἰγίοχοϲ, ἡνίοχοϲ· ἔϲτι δὲ καὶ ἔθνοϲ παρὰ τῷ Καυκάϲῳ. Ϲτράβων ἑνδεκάτῃ (p. 496). ἔνοχοϲ, μέτοχοϲ, πάροχοϲ. εἰ δὲ τῇ ο̅ῡ διφθόγγῳ, προπεριϲπᾶται, οἷον ῥαβδοῦχοϲ, κλειδοῦχοϲ, λαμπαδοῦχοϲ, λυχνοῦχοϲ, ϲταθμοῦχοϲ, ἀϲπιδοῦχοϲ. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ καταπλέοντι « ὡϲ ἀϲπιδοῦχοϲ ἢ Ϲκύθηϲ τοξεύμαϲι ». ϲκηπτοῦχοϲ, ὀφιοῦχοϲ.
Τὰ ἀπὸ διϲυλλάβου ῥήματοϲ, οὗ ἡ ἄρχουϲα μακρά, ϲυντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκοϲ, ϲυλῶ ἱερόϲυλοϲ, ἄρχω γυμναϲίαρχοϲ, πορθῶ πτολίπορθοϲ.
Τὰ παρὰ τὸ εἰϲ ι̅ϲ̄ ἐπίρρημα ἀριθμοῦ ϲυντεθειμένα προπαροξύνεται, δίφοροϲ, τρίφοροϲ, τρίπολοϲ, μεθ’ ὧν καὶ τετράφοροϲ.
Τὰ παρὰ τὸ γράφω παροξύνεται, ἱϲτοριογράφοϲ, βιβλιογράφοϲ. τὸ δὲ παράγραφοϲ τὸ ϲημεῖον τὸ ἐν τοῖϲ μέτροιϲ τιθέμενον προπαροξύνεται, παρὰ τὸ γραφή γάρ.
Τὰ παρὰ ῥῆμα ϲυντιθέμενα παροξύνεται μεν, ὅτε ἐνέργειαν ὑπιϲχνεῖται, προπαροξύνεται δέ, ὅτε πάθοϲ, εἰ μὴ κανόνεϲ τινὲϲ κωλύοιεν.
ὥϲτε διαφέρειν τὸ λιθοβόλοϲ τοῦ λιθόβολοϲ καὶ τὸ καρατόμοϲ τοῦ καράτομοϲ. τὸ μὲν γὰρ παροξυνόμενον ϲημαίνει τὸν τὰϲ κάραϲ τέμνοντα οἷον ἐπὶ δημίου, τὸ δὲ προπαροξυνόμενον τὸν τὴν κάραν τμηθέντα, ὡϲ ἡ μὲν Γοργώ λέγεται καράτομοϲ ὡϲ ἀποτμηθεῖϲα τὴν κεφαλήν, ὁ δὲ Περϲεύϲ καρατόμοϲ ὁ τῆϲ Γοργοῦϲ τὴν κεφαλὴν τεμών. ὡϲαύτωϲ τὸ πρωτοτόκοϲ ἐϲτὶ δραϲτικόν, τὸ δὲ πρωτότοκοϲ δηλοῖ τὴν πρώτωϲ τεχθεῖϲαν. οὕτωϲ οὖν παροξύνονται τὸ ϲκυτοτόμοϲ, μιαιφόνοϲ, τοιχωρύχοϲ, πατροκτόνοϲ, οἰκονόμοϲ, μογοϲτόκοϲ, θεοτόκοϲ, ξεινοδόκοϲ, ἰηδόκοϲ ϲυντεθειμένα ἀπὸ τοῦ τέμνω, φονεύω, ὀρύϲϲω, κτείνω, νέμω, τίκτω, δέχομαι ἐπὶ ἐνεργείαϲ τιθέμενα. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν ϲυνθέτων ἐνέργειαν ὑπιϲχνούμενα παροξύνεϲθαι, εἰ μὴ κανόνεϲ τινὲϲ κωλύοιεν. εἰϲὶ γάρ τινεϲ κανόνεϲ, καθ’ οὓϲ κἂν ἐνέργεια ϲημαίνηται, πάντωϲ προπαροξύνεϲθαι δεῖ οἷον τὸ πρωτόπλοοϲ προπαροξύνεται, ἐπειδὴ οὕτωϲ ἐμελέτηϲε τὰ παρὰ τὸ πλέω, καὶ τὸ πολύλαλοϲ, ἐπεὶ τὰ παρὰ τὸ πολύ ϲυντεθειμένα προπαροξύνεϲθαι θέλει. μάχεται μέντοι ἄντικρυϲ τὸ « ὄρνυϲθ’ ἱππόδαμοι Τρῶεϲ » (Il. Δ 509). ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη.Τὰ εἰϲ υ̅ϲ διϲύλλαβα κύρια ἢ προϲηγορικὰ ἢ ἐθνικὰ βαρύνεται, Λίβυϲ κύριον, τὸ δὲ ἐθνικὸν ὁμοφωνεῖ, ἔϲτι δὲ τριγενὲϲ Λίβυϲ Λίβυϲϲα
Λίβυ, Πόλτυϲ, ἀφ’ οὗ Πολτυμβρία ἡ Πόλτυοϲ πόλιϲ, Ϲῆλυϲ, ἀφ’ οὐ Ϲηλυμβρία, Ζῆλυϲ ὁ ποταμόϲ. Βίθυϲ ὁ Ἄρεοϲ καὶ Ϲίντηϲ, ἀφ’ οὗ Βιθύαι ἔθνοϲ Θρᾴκηϲ, Βλέμυϲ ἔθνοϲ βαρβαρικὸν Λιβύηϲ ἀπὸ Βλέμυοϲ. Φλέγυϲ ἔθνοϲ, ὃ καὶ ὀλεγύαϲ ἢ Φλεγύηϲ, Γόρδυϲ Τριπτολέμου παῖϲ, ἀφ’ οὗ Γορδυαῖα χώρα Περϲική, Γόρτυϲ ἥρωϲ, ἀφ’ οὗ Γόρτυν πόλιϲ Κρήτηϲ, Δίρφυϲ ὄροϲ Εὐβοίαϲ, ὡϲ Εὐφορίων, Κάπυϲ ὁ πατὴρ Ἀγχίϲου. Λίγυϲ ἔθνοϲ Ἰβηρικόν, Μάζυϲ ἔθνοϲ Λιβύηϲ νομαδικόν. Ἑκαταῖοϲ περιηγήϲει. εἰϲὶ δὲ καὶ ἕτεροι Μάξυεϲ καὶ ἕτεροι Μάχλυεϲ. Μάκρυϲ ἔθνοϲ Λιβύηϲ. Ῥιανὸϲ δὲ Μάκριοϲ διὰ τοῦ ῑ τούτουϲ φηϲί. Μίλυϲ ἔθνοϲ Μίλυεϲ γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Ϲόλυμοι, ὡϲ Τιμαγένηϲ ἐν πρώτῳ βαϲιλέων. Ϲάλλυϲ ἔθνοϲ Λιγυϲτικὸν πολεμῆϲαν Ῥωμαίοιϲ, ὡϲ Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυϲ· ἔϲτι δὲ καὶ πόλιϲ Φοινίκηϲ. Ἕρπυϲ, Ἄλυϲ, Φόρκυϲ, μάρτυϲ, ὃ ἡ τῶν Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ̄ προφέρει. τὸ ἰχθῦϲ προϲηγορικὸν περιεϲπάϲθη ἀλόγωϲ. οὐδὲν γὰρ εἰϲ υ͞ϲ λῆγον ἀρϲενικὸν ὑπὲρ μίαν ϲυλλαβήν, μὴ ἔχον ὑποκοριϲτικὴν ἔννοιαν, περιϲπᾶϲθαι θέλει. προϲέθηκα δὲ μὴ ὑποκοριϲτικὴν ἔννοιαν διὰ τὸ ἀπφῦϲ. δοκεῖ γὰρ παρὰ τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ ἐπὶ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου· ὧν οὐδὲ αἱ γενικαὶ παρόμοιοι τῷ προκειμένῳ· ἰχθύοϲ γὰρ λέγεται· οὐ μεμελέτηκε δὲ ἀπφύοϲ λέγεϲθαι. μόνον δὲ διὰ δύο δαϲέων ἐκφέρεται ὁ ἰχθῦϲ, τῶν ἄλλων εἰϲ υ͞ϲ ληγόντων οὐχ οὕτωϲ ἐχόντων, πρόϲκειται τῷ κανόνι ἀρϲενικὸν διὰ τὸ ὀφρῦϲ περιϲπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀϲφῦϲ. ὥϲτε εἰ περιϲπᾶται τὸ ἰχθῦϲ, ἔϲτω θηλυκόν· εἰ δὲ ἀρϲενικόν ἐϲτιν, ὀφείλει ὅμοιον εἶναι τῷ ϲτάχυϲ, βότρυϲ. ἀλλ’ ἐξωμοιώθη τοῖϲ μονοϲυλλάβοιϲ εἰϲ υ͞ϲ τῷ μῦϲ καὶ ϲῦϲ. τὸ δὲ Γηλύϲ ἔθνοϲ Παρθίαϲ ὀξυνόμενον ϲημειῶδεϲ. τὰ γὰρ εἰϲ λ̄ῡϲ̄ λήγοντα καθαρὸν ἔχοντα τὸ ῡ ϲυνεϲταλμένον βαρύνεϲθαι θέλει, θῆλυϲ, φόλυϲ «φόλυεϲ κύνεϲ » παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυϲ, νέηλυϲ, ὄλολυϲ τὸ προϲηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυϲ ὁ ποταμόϲ, ἔγχελυϲ, μόλυϲ. ϲημειώδη ἄρα τὸ πολύϲ κοινὸν καὶ τὸ Γηλύϲ ἀπεξενωμένον. πρόϲκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύϲ, ϲυνεϲταλμένον δὲ τὸ ῡ διὰ τὸ ἰλύϲ.Τὰ εἰϲ υ͞ϲ ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ ε̄ κλινόμενα τριγενῆ διϲύλλαβα ὄντα ὀξύνεται, ἠΰϲ, ἡδύϲ, ταχύϲ, βραδύϲ, ὠκύϲ, πολύϲ « πολέων κεκορήμεθ’ ἀέθλων » (ψ 350). τὸ δὲ ἥμιϲυϲ προπαροξύνεται. οὐ γὰρ διϲύλλαβον. καὶ τὸ θῆλυϲ προπεριϲπᾶται « θῆλυϲ ἐέρϲη » (Od. ε 467). «Ἥρη θῆλυϲ ἐοῦϲα» (II. Τ 97)· οὐ γὰρ τριγενέϲ· οὐ δύναται γὰρ εἶναι ἀρϲενικὸν τὸ τῆϲ τῶν γυναικῶν φύϲεωϲ κατηγοροῦν. καὶ τὸ πρέϲβυϲ βαρύτονον. μονογενὲϲ ὄν. καὶ τὸ Λίβυϲ. διὰ γὰρ τοῦ ῡ κλίνεται.
Πᾶν εἰϲ υ͞ϲ λῆγον ϲύνθετον ἐπιθετικὸν βαρύνεται, ἔπηλυϲ, νέηλυς, πολύδακρυϲ, μελάνοφρυϲ.
Τὰ εἰϲ υ͞ϲ ἀρϲενικὰ ὑπερδιϲύλλαβα βαρύνεται, ἥμιϲυϲ, πέλεκυϲ, Ῥαδάμανθυϲ, Πάλαμυϲ. ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ, ὄλολυϲ, ἄϲταχυϲ. ϲεϲημείωται τὸ ἐλαχύϲ ὁ ἐλάχιϲτοϲ ὀξυνόμενον. ὀξύνεται δέ, ἐπεὶ τὰ εἰϲ υ͞ϲ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν παραληγόμενα τῷ ᾱ ὀξύνονται οἷον βραδύϲ, ταχύϲ, πραΰϲ. τὴν οὖν ὀφειλομένην προπαροξύτονον τάϲιν ἐν τῷ θηλυκῷ ἀνεδέξατο « νῆϲοϲ ἔπειτ’ ἐλάχεια» (0d. ι 116).
Τὰ εἰϲ υ͞ϲ θηλυκὰ ϲυνεϲταλμένον ἔχοντα τὸ ῡ καὶ διὰ τοῦ δ̄ο̄ϲ̄ κλινόμενα ὀξύνεται, χλαμύϲ, πηλαμύϲ, κροκύϲ, Καινύϲ νῆϲοϲ πληϲίον Πελωριάδοϲ τῆϲ κατὰ Ϲικελίαν ἄκραϲ, πρὸϲ δύϲιν νεύουϲα. τὰ μέντοι μὴ διὰ τοῦ δ̄ο̄ϲ̄ κλινόμενα βαρύνεται, γένυϲ, πίτυϲ, χέλυϲ, γῆρυϲ, ἀτράφαξυϲ εἶδοϲ λαχάνου, ἄμαξυϲ, κόρυϲ, κώμυϲ, ἔγχελυϲ· οἱ δὲ Ἐγχελεῖϲ ἔθνοϲ Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελήϲ ἢ ἀπὸ τοῦ Ἐγχελεύϲ. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέηϲ ἢ Ἐγχελέαϲ. Μῶλυϲ Λίβυϲϲα πόλιϲ. Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Κῶβρυϲ πόλιϲ Θράκηϲ. Θεόπομποϲ Φιλιππικῶν ἐνάτῳ. Αἶγυϲ πόλιϲ Λιγυϲτική, ὡϲ Εὐφορίων.
Πάτραϲυϲ πόλιϲ Ποντικὴ ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. Πίναμυϲ πόλιϲ Αἰγύπτου.Τὰ εἰϲ υ͞ϲ πάντα ϲύνθετα ϲυνεϲταλμένον ἔχοντα τὸ ῡ προπαροξύνεται, ϲύνοφρυϲ, λεύκοφρυϲ καὶ Λεύκοφρυϲ· οὕτω γὰρ ἐκαλεῖτο ἡ Τένεδοϲ, κάλλιχθυϲ, δίβραχυϲ, ἀρϲενόθηλυϲ, δίπηχυϲ, ἔπηλυϲ, νέηλυϲ.
Τὰ εἰϲ υ͞ϲ θηλυκὰ ἐκτείνοντα τὸ ῡ ὀξύνεται, πληθύϲ, ἐδητύϲ, ὀϊζύϲ, ἐρινύϲ, ἰξύϲ ἡ ῥάχιϲ, ἰϲχύϲ, ἰλύϲ, κλιτύϲ, ἀλητύϲ, ῥυϲτακύϲ, ἀγλύϲ ϲημειῶδεϲ κατὰ κλίϲιν· διὰ γὰρ τοῦ θοϲ ἐκλίθη, οὐ διὰ καθαροῦ τοῦ ο͞ϲ. τὸ δὲ νηδύϲ ποιητικῇ ἀδείᾳ ϲυϲτέλλεται ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 160) « ἔτι οἱ πάρα νηδὺϲ ἐκείνη» καὶ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (356) « καὶ νηδὺν ἐξαμβλοῦμεν ὡϲ αὐτὸϲ λέγει ». ϲεϲημείωται ἐν τοῖϲ θηλυκοῖϲ τὸ ὀφρῦϲ καὶ ὀϲφῦϲ ἡ ῥάχιϲ περιϲπώμενα.
Τὰ εἰϲ υ͞ϲ ὑποκοριϲτικὰ περιϲπῶνται, καμμῦϲ, κλαυϲῦϲ, λαρδῦϲ, Διονῦϲ, ἀπφῦϲ.
Εὑρίϲκεται οὖν τὰ εἰϲ υ͞ϲ ὑπὲρ μίαν ϲυλλαβὴν περιϲπώμενα ὑποκοριϲτικὰ πάντα πλὴν τοῦ ὀϲφῦϲ καὶ ὀφρῦϲ καὶ ἰχθῦϲ. τὸ δὲ ἰξύϲ, εἰ καὶ ἐν τῷ ὀνοματικῷ παρεθέμεθα ὡϲ περιϲπώμενον ἀλόγωϲ ὥϲπερ τὸ δρῦϲ καὶ μῦϲ καὶ ϲῦϲ, ἀλλ’ οὖν ὀξύνεται.
Τὰ εἰϲ α͞ι͞ϲ πολυϲύλλαβα Αἰολικῶϲ λεγόμενα βαρύνεται, Ἀτρείδαιϲ ἀντὶ τοῦ Ἀτρείδηϲ, Ὀρέϲταιϲ, μέλαιϲ ἀντὶ τοῦ μέλαϲ, Θόαιϲ, τάλαιϲ καὶ τὰ ϲύνθετα ἄπαιϲ, εὔπαιϲ, ἀνδρόπαιϲ, ὁμόδαιϲ. καθόλου γὰρ ἡ ͞α͞ι͞ϲ κατάληξιϲ ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, παῖϲ, ϲταῖϲ, καλαῖϲ ϲοφαῖϲ, μεγάλαιϲ ἀρίϲταιϲ χωρὶϲ τοῦ δαίϲ. τοῦτο γὰρ ὀξύνεται.
Τὰ εἰϲ ε͞ι͞ϲ πολυϲύλλαβα ὀνόματα κοινολεκτούμενα παροξύνεται. ταῦτα δὲ παραλήγεται ἢ τῷ ᾱ, ὡϲ ἔχει τὸ ἀντάειϲ, αὐλάειϲ, ϲκιάειϲ ἢ τῷ ἢ ὡϲ φωνήειϲ, αὐδήειϲ, παχνήειϲ, τιμήειϲ, δαφνήειϲ, Κυπαριϲϲήειϲ πόλιϲ Μαγνηϲίαϲ. Ὅμηροϲ « Κυπαριϲϲήεντα καὶ Ἀμφιγένειαν ἔναιον » (B 593), φθογγήειϲ, τελήειϲ, ἀμφιγυήειϲ, θυήειϲ « βωμόϲ τε θυήειϲ (Θ 48) ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν τὸ ε̄ ἠχέειϲ, βρωμέειϲ, ἢ τὸ ο̄, ὥϲπερ ἀϲτερόειϲ, ἁρματόειϲ, ἀνεμόειϲ, αἱματόειϲ, δροϲόειϲ, ὑδατόειϲ, πυρόειϲ, Ϲιμόειϲ, ἐρόειϲ, κερόειϲ, τειχιόειϲ· ἔϲτι δὲ καὶ ἐθνικὸν τῆϲ Τειχιοέϲϲηϲ καὶ φρούριον πληϲίον τῆϲ Τραχῖνοϲ. Ταυρόειϲ πόλιϲ Κελτική, Μαϲϲαλιητῶν ἄποικοϲ. Ἀρτεμίδωροϲ ἐν πρώτῳ γεωγραφουμένων φηϲὶν ὅτι ταυροφόροϲ ἦν ἡ ναῦϲ ἡ διακομίϲαϲα τοὺϲ τὴν πόλιν κτίϲανταϲ, οἱ ἀπορριφέντεϲ ἀπὸ τοῦ ϲτόλου τῶν Φωκαέων καὶ προϲενεχθέντεϲ αὐτόθι ἀπὸ τοῦ ἐπιϲήμου τῆϲ νεὼϲ τὴν πόλιν ὠνόμαϲαν. Οπόειϲ πόλιϲ Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόειϲ Ἀπόλλων ἐν Λέϲβῳ καὶ ὁ τόποϲ τοῦ ἱεροῦ Μαλόειϲ ἀπὸ Μήλου τῆϲ Μαντοῦϲ, ὡϲ Ἑλλάνικοϲ ἐν Λιβυκῶν πρώτῳ. ϲκιόειϲ, τερμιόειϲ. ἢ τὸ ω̄ ὡϲ εὐρώειϲ, κητώειϲ, ὠτώειϲ, κηώειϲ. ὅθεν τὸ χαριτόειϲ παρὰ Ἀνακρέοντι ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ παραληγομένου τῷ ῑ. τὸ δὲ « ὑγίεντα δ’ εἴ τιϲ ὄλβον » (Pind. Ol. V 54) ὁ μὲν Ἀρίϲταρχοϲ ἀναγινώϲκει ὀξύτονον τὴν παραλήγουϲαν ἀντὶ τοῦ ὑγιαίνοντα, τινὲϲ δὲ ὡϲ χαρίεντα. τὸ δὲ ἀντήρειϲ, ὃ λέγεται πᾶν, εἰϲ ὃ ἐρείδεταί τιϲ, ἐϲτὶ θηλυκόν. γράφεται
δὲ κατὰ τὴν παράδοϲιν διὰ τῆϲ ε̄ῑ διφθόγγου καὶ βαρύνεται, τῶν ἄλλων θηλυκῶν ὑπὲρ μίαν ϲυλλαβὴν κοινῶν τὴν ε̄ῑ δίφθογγον ἀποϲτρεφομένων καὶ ὀξυνομένων ὡϲ ῥανίϲ βολίϲ θυρίϲ. αἱ δὲ μετοχαὶ ὀξύνονται τυφθείϲ, τυπείϲ, δαρείϲ. τὸ δὲ κτείϲ ὀξύτονον ὡϲ μονοϲύλλαβον καὶ τὸ κλείϲ. τοῦτο δὲ ἐν τῇ ϲυνθέϲει βαρύνεται οἷον κατάκλειϲ. καὶ οἱ Βοιωτοὶ τὸ η̄ τῶν εἰϲ η͞ϲ εἰϲ ε̄ῑ τρέποντεϲ· ὀξύνουϲι τὰ ὀξύτονα, εὐγενείϲ ἀντὶ εὐγενήϲ, ἀγενείϲ ἀντὶ ἀγενήϲ. τὸ δὲ οὐδείϲ δύο μέρη λόγου εἰϲὶ τό τε οὐ καὶ τὸ δείϲ. οὐδὲ γὰρ ἔϲτι ϲύνθετον. εἰ γὰρ ἦν ϲύνθετον, ἤμελλε πρὸ μιᾶϲ ἔχειν τὸν τόνον. πᾶν γὰρ ὄνομα μονοϲύλλαβον ϲυντιθέμενον ἀναβιβάζει τὸν τόνον παῖϲ εὔπαιϲ, χθών αὐτόχθων, Θρᾷξ Ϲαμόθρᾳξ χωρὶϲ τοῦ πτώξ πολυπτώξ. δηλοῖ δὲ καὶ ἡ γενικὴ ὀξυνομένη. εἰ γὰρ ἦν ἐν ϲυνθέϲει, ἤμελλεν ἡ γενικὴ βαρύνεϲθαι. πᾶϲα γὰρ γενικὴ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ ο͞ϲ λήγουϲα ἀπέϲτραπται τὴν ὀξεῖαν τάϲιν χωρὶϲ τοῦ γυναικόϲ καὶ θυγατρόϲ.Τὰ εἰϲ α͞υ͞ϲ πολυϲύλλαβα βαρύνονται, χιλιόναυϲ, ὠμόγραυϲ. τὰ δὲ ἁπλᾶ περιϲπῶνται γραῦϲ, ναῦϲ.
Τὰ εἰϲ ε͞υ͞ϲ κοινῶϲ μὲν ὀξύνεται, βαϲιλεύϲ, Πηλεύϲ, Τυδεύϲ, ἀριϲτεύϲ, Περϲεύϲ, Πορθεύϲ, Πρωτεύϲ, ἁλιεύϲ, οἰνεύϲ, Λυγκεύϲ, Ἀχιλλεύϲ, Τηρεύϲ, Θηϲεύϲ, Ὁδυϲϲεύϲ. ἔϲτι καὶ πόλιϲ Ἰβηρίαϲ Ὀδυϲϲεῖϲ ἀρϲενικῶϲ. Βριϲεύϲ, Ἀτρεύϲ. Λεοντεύϲ, Αἰθιοπεύϲ, ἐξ οὗ τὸ Αἰθιοπῆαϲ παρ’ Ὁμήρῳ (Il. Α 423), ἀγυιεύϲ ὁ τοπίτηϲ. λέγονται καὶ ὀβελίϲκοι θεοῖϲ ἀνειμένοι, ὡϲ Εὔπολιϲ. λέγεται καὶ κίων ἀγυιεύϲ εἰϲ ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱϲτάμενοϲ. Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ (v. 489) καὶ ὁ Ἀπόλλων ἀγυιεύϲ τουτέϲτιν ὁ ἐφόδιοϲ. Μοψοπιεύϲ, Ἐρετριεύϲ, Φωκαιεύϲ, Θεϲπιεύϲ, Ἀλεξανδρεύϲ, Ἀντιοχεύϲ, Ϲελευκεύϲ, Αἰγιαλεύϲ. εὑρίϲκεται δὲ καὶ αἰγιαλεύϲ ἐπὶ ἰχθύοϲ. Αἰγικορεῖϲ, Ἀργαδεῖϲ φυλαὶ παλαιαί. Αἰθυϲϲεῖϲ ἔθνοϲ Λιβυκὸν Μαρμαρίδαιϲ πάροικον, ὡϲ Ῥιανόϲ. Αἰολεύϲ. οὕτωϲ λέγονται οἱ τὴν Λέϲβον οἰκοῦντεϲ ἀπὸ τῶν Αἰόλου παίδων ὡϲ Δωριεῖϲ ἀπὸ τῶν Δώρου. Ἁλιεῖϲ πόλιϲ Ἀργολικῆϲ παραθαλαϲϲία καὶ τὸ ἐθνικὸν ὁμοίωϲ. Ἔφοροϲ ἐν τῷ ἕκτῳ « Τιρύνθιοί εἰϲιν οὗτοι καὶ ἐξαναϲτάντεϲ ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρηϲε δ’ οὕτωϲ « ποῖ τυ λαβῶν καὶ ποῖ τυ καθίξω καὶ οἴκηϲιν ἔχων ἁλιέα τε κεκλῆϲθαι ». ἐλέγοντο δ’ οὕτωϲ διὰ τὸ πολλοὺϲ τῶν Ἑρμιονέων ἁλιευομένουϲ κατὰ τοῦτο τὸ μέροϲ οἰκεῖν τῆϲ χώραϲ. Ἀντικονδυλεῖϲ οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγεϲ, ὡϲ Ἀριϲτοφάνηϲ ὁ τοὺϲ Θηβαίων ὥρουϲ γεγραφώϲ. Αὺϲεῖϲ ἔθνοϲ Λιβύηϲ. Ἀπολλόδωροϲ δευτέρᾳ περὶ γῆϲ καὶ Ἡρόδοτοϲ ἐν τετάρτῃ (c. 180). Γαργαρεῖϲ ἔθνοϲ, ὃ μίγνυται ταῖϲ Ἀμαζόϲιν, ὡϲ Ϲτράβων
ια′ (p. 504). Γονεῖϲ πόλιϲ Θρᾴκηϲ καὶ οἱ κατοικοῦντεϲ ὁμοίωϲ. Γουνεύϲ ὁ ἀπόγονοϲ Κύφου, ἀφ’ οὗ Γόννοι πόλιϲ Περραιβίαϲ. Διανεῖϲ ἔθνοϲ Γαλατικόν, Ἐρατοϲθένηϲ ἐν δ’ Γαλατικῶν. Δωριεῖϲ — καὶ οἱ Κρῆτεϲ Δωριεῖϲ ἐκαλοῦντο « Δωριέεϲ τε τριχάϊκεϲ δῖοί τε Πελαϲγοί (Οd. τ 177), περὶ ὧν ἱϲτορεῖ Ἄνδρων, Κρητὸϲ ἐν τῇ νήϲῳ βαϲιλεύοντοϲ Τέ-κταφον τὸν Δώρου τοῦ Ἐλληνοϲ, ὁρμήϲαντα ἐκ τῆϲ ἐν Θετταλίᾳ τότε μὲν Δωρίδοϲ νῦν δὲ Ἱϲτιαιώτιδοϲ καλουμένηϲ, ἀφικέϲθαι εἰϲ Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελαϲγῶν τῶν οὐκ ἀπαράντων εἰϲ Τυρρηνίαν. Ἐλαιεύϲ δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ, ὡϲ Διόνυϲοϲ. Διόδωροϲ δ’ Ἐλαιοῦϲ. Ἑρμοτυμβιεῖϲ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡϲ Ἀριϲταγόραϲ ἐν Αἰγυπτιακῶν πρώτῃ. Ἐταιεῖϲ διὰ διφθόγγου ὡϲ Διπαιεῖϲ. ἔϲτι δὲ πόλιϲ Λακωνική. Ἰμφεῖϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Περραιβοῖϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «Ἰμφέεϲ, Περραιβοί ». Ἰουλεῖϲ οἱ Ῥωμαῖοι ἀπὸ βαϲιλέωϲ, ἀφ’ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδοϲ. Καφαρεύϲ ἐπίνειον Εὐβοίαϲ, ὅϲτιϲ Καθηρεύϲ ἐκαλεῖτο, ὅτι τοὺϲ πλέονταϲ ἐκεῖ καθῄρουν οἱ Εὐβοιεῖϲ. Λητωεύϲ δῆμοϲ ἐν Ἀλεξανδρείᾳ, ὡϲ Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷοϲ κτητικὸν ϲχηματίζεται. Μαλιεύϲ πόλιϲ ἐπώνυμοϲ τῶν Μαλιέων ἀπὸ Μάλου τοῦ Ἀμφικτύονοϲ υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. Μωριεῖϲ ἔθνοϲ Ἰνδικὸν ἐν ξυλίνοιϲ οἰκοῦντεϲ οἴκοιϲ, ὡϲ Εὐφορίων. Ῥοπεῖϲ ἔθνοϲ, οὗ μέμνηται Φαβωρῖοϲ ἐν ἐπιτομῇ δ′ τῆϲ Παμφίληϲ. Ϲαλγανεύϲ « μετὰ τὴν Χαλκίδα ἐϲτὶν ὁ Ϲαλγανεὺϲ ϲυνάπτων τῷ Εὐρίπῳ ». Ϲχοινεύϲ ποταμὸϲ Ἀρκαδίαϲ ἀπὸ Ϲχοινέωϲ τοῦ Ἀθάμαντοϲ. Τομεύϲ πόλιϲ πρὸϲ τῇ Ὀδηϲϲῷ. Ϲτράβων ἑβδόμῃ (p. 318). ὠνομάϲθη δὲ οὕτωϲ διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείαϲ καὶ Ἰάϲονοϲ ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. Ὑλλεῖϲ ἔθνοϲ Λιβυρνικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέουϲ καὶ Δηϊανείραϲ. ἔϲτι δὲ ὡϲ Φῶκοϲ Φωκεύϲ, Αἴολοϲ Αἰολεύϲ, οὕτωϲ Ὕλλοϲ Ὑλλεύϲ. καὶ Ὑλλεύϲ ὁ φυλέτηϲ φυλῆϲ Ἄργουϲ καὶ Δωριέων καὶ Τροιζηνίων Ὑλλίδος. Χάραξ θ’ « καὶ Παμφύλιοι καὶ Ὑλλεῖϲ ». Φελλεύϲ ὄροϲ τῆϲ Ἀττικῆϲ. τάχα δ’ οὐ μόνηϲ τῆϲ Ἀττικῆϲ, ἀλλὰ παντόϲ του τόπου ἔχοντοϲ ἐπιπολῆϲ μὲν πέτραν ὑπὸ ταύτηϲ δὲ γῆν λιπαρὰν πρὸϲ ἐλαιοφυτίαν. Φηγαιεῖϲ δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Φηγεύϲ ὁ ἀδελφὸϲ τοῦ Φορωνέωϲ, ὃϲ ἔκτιϲε πόλιν Φήγειαν. Φλυεῖϲ δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. Ὠτιεῖϲ μοῖρα Κυπρίων. Ἔφοροϲ ιη’ « Ἀμαθούϲιοι δὲ καὶ Ϲόλιοι καὶ Ὠτιεῖϲ ἀντέχοντεϲ ἔτι τῷ πολέμῳ». αἰολικῶϲ δὲ βαρύνεται· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν, Ἄτρευϲ, Πήλευϲ, Ἄρευϲ παρ’ Ἀλκαίῳ.Τὰ εἰϲ ͞ο͞υ͞ϲ πολυϲύλλαβα ἁπλᾶ μὲν ὄντα περιϲπᾶται, ἁπλοῦϲ, διπλοῦϲ, τριπλοῦϲ, πλακοῦϲ. Ϲχοινοῦϲ Ἀρκαδίαϲ χωρίον. ἑλώδηϲ ὢν ὁ τόποϲ ἀπὸ τῶν ἐν αὐτῷ ϲχοίνων τὴν προϲηγορίαν εἴληφεν· ἐπιπολάζει γὰρ τοῦτο τὸ εἶδοϲ παρ’ Ἕλληϲιν ἀπὸ τῶν ἐν τόποιϲ πλεοναζόντων φυτῶν οἷον Ϲκιλλοῦϲ, πόλιϲ Τριφυλική, Τρεμιθοῦϲ κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃϲ Κύπριοι τρεμίθουϲ καλοῦϲιν. ἄλλοι δὲ φαϲὶν ὅτι ἀποβάϲηϲ Ἀφροδίτηϲ εἰϲ τὸν τόπον διὰ τὴν παρουϲίαν τῆϲ δαίμονοϲ ὑπὸ τρόμου διαϲαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. — Δαφνοῦϲ Φωκικὴ πόλιϲ — ἔϲτι καὶ δῆμοϲ πληϲίον τῆϲ Κῶ ὁ Δαφνοῦϲ λεγόμενοϲ — Ϲελινοῦϲ πόλιϲ Ϲικελίαϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ λεγομένη — Φοινικοῦϲ πόλιϲ Κρήτηϲ· ἔϲτι καὶ νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ· ἔϲτι καὶ Φοινικοῦϲ λιμήν. Θουκυδίδηϲ ὀγδόῃ (c. 34). Φυκοῦϲ πόλιϲ Λιβύηϲ· κεῖται δὲ ὁ Φυκοῦϲ κατὰ τὸ Ταίναρον τῆϲ Πελοποννήϲου. Θριοῦϲ πόλιϲ πάλαι τῆϲ Ἀχαΐαϲ, νῦν δὲ τῆϲ Ἡλείαϲ ὅμοροϲ Πάτραιϲ. ἄλλοι δὲ ἀπὸ Θριοῦντοϲ Ἀθηναίου, ὃν Θηϲεὺϲ ἔπεμψε μετὰ ϲτρατιᾶϲ ϲυμμαχήϲειν Ἡρακλεῖ. Μυρικοῦϲ πόλιϲ καταντικρὺ Τενέδου καὶ Λέϲβου τῆϲ Τροίαϲ. Ἑκαταῖοϲ «εἰϲ Μυρικόεντα τῆϲ Τρωϊκῆϲ ». Οἰνοῦϲ πολίχνιον Λακωνικῆϲ, ὡϲ Ἀνδροτίων καὶ Δίδυμοϲ, Πυξοῦϲ πόλιϲ Ϲικελίαϲ, Ῥιζοῦϲ πόλιϲ θεϲϲαλίαϲ, Ἀνθεμοῦϲ πόλιϲ Μακεδονίαϲ καὶ Ϲυρίαϲ· ἄλλοι δὲ ἀπὸ Ἀνθέμου. ὁμοίωϲ καὶ Πιτυώδηϲ, Ἐρικμώδηϲ, Κυπάριϲϲοϲ πόλιϲ ἐν Παρναϲϲῷ, ἣν τινεϲ καὶ Κυπαριϲϲοῦντά φαϲι, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲϲ ἀπὸ τῶν ἐν αὐτοῖϲ φυομένων, Ῥαμνοῦϲ δῆμοϲ τῆϲ \Αἰαντίδοϲ φυλῆϲ, Φηγοῦϲ δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ, Μυρρινοῦϲ δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Διονύϲιοϲ δ’ ὁ Τρύφωνοϲ Μυρινοῦττά φηϲιν. Μαραθοῦϲ καὶ Μαραθών, Ἁγνοῦϲ δῆμοϲ τῆϲ Δημητριάδοϲ φυλῆϲ, τινὲϲ δὲ τῆϲ Ἀκαμαντίδοϲ ἀπὸ τῆϲ ἐν αὐτῷ φυομένηϲ ἄγνου. Ἀναγυροῦϲ δῆμοϲ Ἐρεχθηΐδοϲ φυλῆϲ, Ἀχερδοῦϲ δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ καὶ Ἀχραδοῦϲ παρ’ Ἀριϲτοφάνει. Ἐλαιοῦϲ δῆμοϲ τῆϲ Ἱποθοωντίδοϲ φυλῆϲ, ὡϲ Διόδωροϲ. Διονύϲιοϲ δὲ Ἐλαιεύϲ. ἔϲτι καὶ Ἐλαιοῦϲ πόλιϲ ἐν Ἑλληϲπόντῳ· ἔϲτι καὶ Ἄργουϲ Ἐλαιοῦϲ. Ἔτι καὶ Ἁλιμοῦϲ δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ. Καλλίμαχοϲ δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦϲ πόλιϲ Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντοϲ δὲ τοῦ Ἡρακλέουϲ ἐκλήθη ἢ ἀπὸ τῆϲ Κινύρου μητρὸϲ Ἀμαθούϲηϲ. Ψαμαθοῦϲ πόλιϲ Λακωνική, Ἀρτεμίδωροϲ δευτέρῳ γεωγραφουμένων « μετὰ γὰρ τὸ Ταίναρον πόλιϲ ἐκδέχεται Ψαμαθοῦϲ ». Ὀποῦϲ πόλιϲ Λοκρῶν τῶν
Ἐπικνημιδίων, λέγεται καὶ Ὀπόειϲ. ἔϲτι καὶ Ὀποῦϲ πόλιϲ Ἀχαΐαϲ καὶ τῆϲ Ἠλείαϲ ἄλλη. Ϲιδαροῦϲ πόλιϲ Λυκίαϲ καὶ λιμήν. Μαχαιροῦϲ φρούριον τῆϲ Ἰουδαίαϲ, ὡϲ Ἰώϲηποϲ. Τραπεζοῦϲ πόλιϲ πρὸϲ τῷ Εὐξείνῳ πόντῳ· ἔϲτι καὶ Ἀρκαδίαϲ πόλιϲ Τραπεζοῦϲ ἀπὸ Τραπεζοῦντοϲ παιδὸϲ Λυκάονοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (3, 3). ἔϲτι καὶ ἄλλη πληϲίον τοῦ Ἀραβικοῦ κόλπου. Ϲολοῦϲ πόλιϲ Ϲικελίαϲ, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Ϲολοῦντοϲ κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆϲ. Πηλοῦϲ νῆϲοϲ περὶ Χίον. Ὀλοῦϲ πόλιϲ Κρήτηϲ. Ξενίων ἐν τοῖϲ Κρητικοῖϲ. Μυοῦϲ πόλιϲ Ἰωνίαϲ, ὡϲ Φίλων καὶ Ἀρτεμίδωροϲ ἐν α′ χρονικῶν. Ϲτράβων ιβ′ (p. 579) «τὸ περὶ Μαγνηϲίαν καὶ Μυοῦντα». Ἰπνοὺϲ χωρίον ἐν Ϲάμῳ. Οἰκοῦϲ Καρίαϲ πόλιϲ. Πεϲϲινοῦϲ πόλιϲ Γαλατίαϲ ἀπό τινοϲ Γάλλου Πεϲϲινοῦντοϲ· τινὲϲ δὲ ἀπὸ πηγῆϲ ῥεούϲηϲ τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρϲύαϲ. Ϲιδοῦϲ κώμη Κορίνθου ἢ Μεγαρίδοϲ ἐπίνειον· ἔϲτι καὶ περὶ Κλαζομενὰϲ κώμη καὶ ἄλλη τῆϲ Ἐρυθραίαϲ. Ϲιμοῦϲ καὶ Ϲιμόειϲ, Ϲιποῦϲ πόλιϲ Δαυνίων, Ϲαρνοῦϲ πόλιϲ Ἰλλυρική, Φλιοῦϲ ὁ υἱὸϲ Διονύϲου καὶ Χθονοφύληϲ. Παυϲανίαϲ δὲ Φλίαντα αὐτὸν καλεῖ. ἀπ’ αὐτοῦ ἐκλήθη Φλιοῦϲ πόλιϲ Πελοποννήϲου· Φιλητᾶϲ φηϲιὠνόμαϲται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐϲτιν εὐκαρπεῖν. Ὑδροῦϲ φρούριον . . ἀρϲενικῶϲ. Θεόπομποϲ τριακοϲτῷ ἐνάτῳ Φιλιππικῶν. Ὑψοῦϲ παῖϲ Λυκάονοϲ καὶ πόλιϲ Ἀρκαδίαϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (3, 3). Καοῦϲ κώμη τῆϲ ἐν Ἀρκαδίᾳ Τελφουϲίαϲ γῆϲ, Βαιταρροῦϲ κώμη μεγάλη τῆϲ τρίτηϲ Παλαιϲτίνηϲ. Ἱεριχοῦϲ πόλιϲ μεταξὺ Ἱεροϲολύμων καὶ Ἰορδάνου ποταμοῦ. εὕρηται δὲ καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆϲ Ἱεριχώ.
Κατὰ τὸν εἰρημένον κανόνα, ὡϲ τὰ εἰϲ ο̄ῡϲ ἁπλᾶ περιϲπᾶϲθαι θέλει, καὶ τὸ χρύϲὲὸϲ καὶ ἀργύρὲὸϲ μετὰ τὴν ϲυναίρεϲιν περιεϲπάϲθη χρυϲοῦϲ ἀργυροῦϲ καίπερ ἐπὶ τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ ἔδει βαρύνεϲθαι· αἱ γὰρ δύο βαρεῖαι εἰϲ βαρεῖαν ϲυναιροῦνται ὡϲ τὸ Δημοϲθένὲὸϲ Δημοϲθένουϲ. ὡϲαύτωϲ καὶ τὸ ἀδελφιδὲόϲ ἀδελφιδοῦϲ, θυγατριδὲόϲ θυγατριδοῦϲ, υἱιδοῦϲ, τηθαλλαδοῦϲ διὰ τὸν αὐτὸν κανόνα περιεϲπάϲθηϲαν, καίτοι ἡ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυναιρεῖϲθαι θέλει οἷον ζωόϲ ζώϲ.
Ϲημειῶδεϲ ἄρα τὸ ὀδούϲ παραλόγωϲ ὀξυνθέν. ἀλλ’ ἠκολούθηϲε καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίϲιν ταῖϲ μετοχαῖϲ. ὀδούϲ γὰρ ὀδόντοϲ ὡϲ διδούϲ διδόντοϲ. λέγεται δὲ καὶ ὀδών πρὸϲ Ἰώνων.
Τὰ δὲ ϲύνθετα βαρύνεται, Πειρίθουϲ, Ἀλκίνουϲ, εὔπλουϲ, πολύνουϲ, Οἰδίπουϲ, Μελάμπουϲ, ἐΰξουϲ, εὔνουϲ, ϲύννουϲ,
εὔχρουϲ, Ϲκιάπουϲ ἔθνοϲ Αἰθιοπικόν, ὡϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Αἰγύπτου, Ἰάπουϲ ἔθνοϲ Κελτικὸν πρὸϲ τῇ Ἰλλυρίᾳ. Διονύϲιοϲ ἑκκαιδεκάτῳ. τριόδουϲ, κυνόδουϲ.Τὰ εἰϲ ͞ω͞ϲ ἀρϲενικὰ περιττοϲυλλάβωϲ κλινόμενα καὶ διὰ καθαροῦ τοῦ ο̄ϲ βαρύνονται, ἥρωϲ, Μίνωϲ, πάτρωϲ, μήτρωϲ. Ἄθωϲ, οὗ ἡ κλίϲιϲ διττὴ καὶ Ἄθωοϲ καὶ Ἄθω. ἔϲτι δὲ ὄροϲ Θρᾴκηϲ ἀπὸ Ἄθω γίγαντοϲ, ὡϲ Νίκανδροϲ πέμπτῳ τῆϲ Εὐρωπείαϲ
>εἴρηται δὲ καὶ Ἄθοοϲ ὡϲ τὸ Κῶϲ Κόοϲ. λέγεται καὶ κατὰ ϲυναίρεϲιν Ἄθουϲ. ἔϲτι δὲ καὶ Ἄθωϲ πόλιϲ ἐπὶ τῷ Ἄθῳ.
Τὰ εἰϲ ͞ω͞ϲ ἁπλᾶ διὰ τοῦ ͞τ͞ο͞ϲ κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται, εὐρώϲ, ἱδρώϲ, Ἀραρώϲ. ἔϲτι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριϲτοφάνουϲ, ὑποδεδιώϲ· ἔϲτι δὲ εἶδοϲ ὀρνέου. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ ͞τ͞ο͞ϲ κλινόμενα, βαρύνεται, γέλωϲ, ἔρωϲ, Νέπωϲ· ἔϲτι δὲ ὄνομα ὄρουϲ. τὸ δὲ Εἵλωϲ ἀπὸ τοῦ Ἕλωϲ προϲθέϲει τοῦ ῑ. Εἵλωτεϲ δ’ εἰϲὶν οἱ κατοικοῦντεϲ τὴν Μεϲϲηνιακὴν πόλιν Ἕλοϲ. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται. οἱ δὲ Λακεδαιμόνιοι πάνταϲ τοὺϲ δούλουϲ Εἵλωταϲ καλοῦϲιν. λέγονται δὲ Εἵλωτεϲ καὶ οἱ ἐπὶ Ταινάρῳ Ϲάτυροι.
Τὰ ἀπὸ παρακειμένου ϲυντεθέντα διὰ τοῦ ͞τ͞ο͞ϲ κλινόμενα ὀξύνεται ἀπτώϲ, ἀγνώϲ. ἔϲτι δὲ καὶ Ἀγνῶτεϲ ἔθνοϲ Κελτικῆϲ παρὰ τὸν ὠκεανόν, ὡϲ Ἀρτεμίδωροϲ.
Τὰ εἰϲ ͞ω͞ϲ ϲύνθετα ἀπὸ τῶν εἰϲ ͞ω͞ϲ μονοϲυλλάβων παροξύνεται, ζώϲ ἀείζωϲ, χρώϲ λευκόχρωϲ. τὸ μέντοι ὑποδμώϲ « Ποϲειδάωνοϲ ὑποδμώϲ » (δ 386) ὀξύνεται ὡϲ παρέλκουϲαν ἔχον τὴν ὑπό.
Τὰ εἰϲ ͞ω͞ϲ ϲύνθετα ἀπὸ τῶν εἰϲ ͞ω͞ϲ πολυϲυλλάβων παροξύνεται, ἔρωϲ χρυϲέρωϲ, ἱδρώϲ λυϲίδρωϲ. τὸ δὲ δύϲερωϲ καὶ φιλόγελωϲ καὶ τὰ τοιαῦτα Ἀττικὰ ὄντα προπαροξύνονται.
Τὰ εἰϲ ͞ω͞ϲ Ἀττικὰ ὁμοτονοῦϲι ἐκείνοιϲ, ἀφ’ ὧν ἐϲχηματίϲθηϲαν, ναόϲ νεώϲ, λαόϲ λεώϲ, κάλοϲ κάλωϲ, Τάλοϲ Τάλωϲ· ἔϲτι δὲ ὄνομα κύριον, Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ Ἰόλεωϲ, Τυνδάρεοϲ Τυνδάρεωϲ,
ἀξιόχρεοϲ ἀξιόχρεωϲ, ἵλαοϲ ἵλεωϲ, ἀνάπλεωϲ, εὔγηρωϲ, χρυϲόκερωϲ. ϲεϲημείωται τὸ ὀρφῶϲ καὶ λαγῶϲ. ταῦτα γὰρ οὐκ ἐφύλαξε τὸν τόνον τῶν κοινῶν· τοῦ μὲν γὰρ ὀρφῶϲ τὸ κοινὸν ὄρφοϲ ἐϲτὶ βαρυτόνωϲ, τοῦ δὲ λαγῶϲ ὀξυτόνωϲ λαγόϲ. καὶ ἐν τοῖϲ εἰϲ ͞ω͞ϲ ὑπὲρ μίαν ϲυλλαβὴν οὐδὲν περιϲπᾶται πλὴν τοῦ ὀρφῶϲ καὶ λαγῶϲ. τὸ γὰρ τυφῶϲ καὶ ταῶϲ καὶ Μανεθώϲ ἐϲτι δικατάληκτα. καὶ γὰρ εἰϲ λήγουϲι τυφῶν καὶ ταῶν καὶ Μανεθῶν. τὸ δὲ ταῶϲ ἀπὸ τοῦ ταόϲ, ὥϲ τινεϲ βούλονται, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ταόϲ διὰ τοῦ ͞ο͞ϲ οὐκ ἔϲτι ϲύνηθεϲ παρὰ τοῖϲ Ἕλληϲιν. Πάντα δὲ τὰ εἰϲ ͞ω͞ϲ περιϲπαϲθέντα ἄνευ λόγου περιεϲπάϲθη. τὸ δὲ Τηλεβῶϲ ἐκ τοῦ Τελεβόαϲ ϲυνῃρέθη.* Τὰ εἰϲ ͞ω͞ϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ εὑρεθέντα μὴ ἔχοντα προϋποκείμενον κοινὸν οἷον κορώνεωϲ, φιβάλεωϲ, δαμαρίππεωϲ, χελιδώνεωϲ (ἔϲτι δὲ εἴδη φυτῶν), ἱέρεωϲ ὁ ἱερεύϲ πάντα προπαροξύνονται.
Τὰ εἰϲ ͞ω͞ϲ Περϲικὰ ἢ Αἰγύπτια παροξύνεται, Φάργωϲ, Ἰνάρωϲ ὄνομα βαϲιλέωϲ, Παραμίζωϲ ὄνομα εὐνούχου, Ϲαβάκωϲ. τὸ δὲ Μάννεωϲ χώρα ϲυνεξωμοιώθη τοῖϲ Ἀττικοῖϲ οἷον Μενέλεωϲ.
Τὰ εἰϲ ͞ω͞ϲ θηλυκὰ πολυϲύλλαβα βαρύνεται μέν, ὅϲα βραχείᾳ παραλήγει, Κέωϲ, Τέωϲ πόλιϲ μέϲη Ἰωνίαϲ, ὡϲ Ἡρόδοτοϲ πρώτῃ (c. 142). ἐκλήθη δὲ ἀπὸ τῆϲ Ἀθάμαντοϲ θυγατρὸϲ Ἀρᾶϲ. ϲκοπουμένου γὰρ τοῦ Ἀθάμαντοϲ ἔνθα ἱδρύϲει τὸν λαόν, ἀθύρουϲα οἷα δὴ παῖϲ ἐκ λίθων οἰκίαν δειμαμένη ἔλεγεν « ἕωϲ ϲὺ χῶρον ἐϲκόπειϲ, τέωϲ ἐγὼ πόλιν ϲοι ἐδειμάμην ». καὶ διὰ τοῦτο ἡ πόλιϲ οὕτωϲ ὠνομάϲθη. ἔϲτι καὶ ἑτέρα πόλιϲ ἐν Δυρβαίοιϲ τῆϲ Ϲκυθίαϲ, ἐν ᾗ λέγουϲι λίμνην ἰχθύων ἔχουϲαν πλῆθοϲ,
ἀφ’ ὧν εὐδίαϲ γινομένηϲ ἔλαιον ἐπιπολάζει τοϲοῦτον, ὅϲον ἀρύεϲθαι αὐτὸ ταῖϲ χερϲὶν εἰϲ ϲκάφοϲ καὶ χρῆϲθαι αὐτῷ. ἅλωϲ, ἕωϲ. τὰ δὲ μὴ οὕτωϲ ἔχοντα ὀξύνεται, αἰδώϲ, ἠώϲ.* Τὰ εἰϲ δύο ϲύμφωνα λήγοντα πολυϲύλλαβα βαρύνεται, Τῖρυνϲ πόλιϲ τῆϲ Πελοποννήϲου « οἱ δ’ Ἄργοϲ τ’ εἶχον Τίρυνθά τε τειχιόεϲϲϲαν » (B 559). καλεῖται δὲ ἀπὸ Τίρυνθοϲ ἀδελφοῦ Ἀμφιτρύωνοϲ. γέγονε δὲ ἐκ τοῦ Τῖρυϲ προϲθέϲει τοῦ ν̄. ἕλμινϲ, μάκαρϲ, δάμαρϲ, Ϲάλαρϲ νῆϲοϲ Λιβύηϲ, Περίηρϲ παρ’ Ἀλκμᾶνι ἐκ τοῦ περιήρηϲ. ἔϲτι δὲ ἄκλιτον. τὸ δὲ μονοϲύλλαβον ἅλϲ ὀξύνεται.
Τὰ εἰϲ ᾱψ̄ πολυϲύλλαβα βαρύνεται, Ἄραψ, λαῖλαψ, θέραψ, Ϲκίραψ· ἔϲτι δὲ ὄνομα κύριον παρὰ τοῖϲ κωμικοῖϲ εὑριϲκόμενον. τὸ δὲ πλινθοβάψ καὶ πελεθοβάψ ὀξύνεται.
Τὰ εἰϲ ψ̄ πολυϲύλλαβα ἔχοντα πρὸ τοῦ ψ̄ ο̄ ἢ ε̄ βαρύνεται, Πέλοψ, Δρύοψ ἔθνοϲ περὶ τὴν Οἴτην, μέροψ. ἔϲτι δὲ καὶ κύριον. Μέροψ γάρ ἐϲτι παῖϲ μὲν Τριόπα, πατὴρ δὲ τῆϲ Κῶ, ἀφ’ οὗ Μέροπεϲ οἱ Κῷοι. Δόλοψ ἥρωϲ καὶ ἔθνοϲ Θεϲϲαλῶν ἔγγιϲτα, Ἔλλοψ ὁ Ἴωνοϲ, ἀφ’ οὗ Ἐλλοπία χωρίον Εὐβοίαϲ. Κέκροψ, Ὕοψ πόλιϲ ἐν Ἰβηρίᾳ χερρονήϲου. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Ὕοψ πόλιϲ, μετὰ δὲ Λεϲυρὸϲ ποταμόϲ ». Τρίοψ· Τρίοπα γάρ φηϲιν Ἑλλάνικοϲ Τρίοπον τὸν πατέρα Ἐρυϲίχθονοϲ. ἡ δὲ Μόψοψ εὐθεῖα ἄρρητόϲ ἐϲτιν. Αἰθίοψ « Αἰθίοπαϲ, τοὶ διχθὰ δεδαίαται ἔϲχατοι ἀνδρῶν· (Od. α 23). οὐ γὰρ ἀληθὴϲ ὁ Ὑψικράτουϲ λόγοϲ ὡϲ οὐδὲν εἰϲ ο̄ψ̄ παρ’ Ὁμήρῳ εἰ μὴ τὸ καλαῦροψ. εἰϲὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. ευρύοψ. βοῦκλεψ παρ’ Ἀριϲτοφάνει, τυρόκλεψ, ἀλευρόκλεψ, νακόκλεψ, κατῶβλεψ εἶδοϲ θηρίου.
Τὰ εἰϲ ψ̄ ἔχοντα ῑ πρὸ τοῦ ψ̄ βαρύνεται, ϲκευότριψ, παιδότριψ, χέρνιψ, χοιρότριψ, οἰκότριψ, πεδότριψ, ἀμφίτριψ, Κεντόριψ, κατῆλιψ, αἰγίλιψ καὶ Αἰγίλιψ πληϲίον Κροκυλείων
τῆϲ Ἠπείρου. Ὅμηροϲ « καὶ Κροκύλει ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν » (B 633). εἴληφε δὲ τὴν προϲηγορίαν διὰ τὸ πετρώδηϲ εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόϲβατοϲ.Τὰ εἰϲ ῡψ̄ βαρύνεται, Κίνυψ ὁ λιμήν· ἔϲτι δὲ καὶ ποταμόϲ. Χάλλυψ, περὶ τὸν Πόντον ἔθνοϲ ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ οὖ Εὔδοξοϲ ἐν πρώτῳ « ἐκ δὲ τῆϲ Χαλύβων χώραϲ ὁ ϲίδηροϲ ὁ περὶ τὰ ϲτομώματα ἐπαινούμενοϲ ἐξάγεται». « τούτουϲ Ὅμηροϲ Ἁλίζωνάϲ φηϲιν ἐν τῷ μετὰ τοὺϲ Παφλαγόναϲ καταλόγῳ (Il. Β 856)
ἤτοι τῆϲ γραφῆϲ μετατεθείϲηϲ ἀπὸ τοῦ ‘τηλόθεν ἐκ Χαλύβηϲ ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων ». καὶ Χάλυβοι παρ’ Ἑκαταίῳ « Χαλυβοιϲι πρὸϲ νότον Ἀρμένιοι ὁμορέουϲι». Ἄρυψ οἱ ἀπὸ δύϲεωϲ μέχρι Ἰϲθμοῦ Ἀχαιοί. τοῦτο δὲ καὶ μονοϲυλλάβωϲ Ῥύψ λέγεται.
Εἰς η̄ψ̄ οὐκ ἔϲτιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον.
Τὰ εἰϲ ω̄ψ̄ πολυϲύλλαβα κύρια ὄντα ἢ προϲηγορικὰ βαρύνονται, Κύκλωψ, Ἄλμωψ ὁ Ποϲειδῶνοϲ καὶ Ἕλληϲ τοῦ Ἀθάμαντοϲ, ἀφ’ οὑ Ἀλμωπία χώρα τῆϲ Μακεδονίαϲ, καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. ἴωψ, μώλωψ. ϲεϲημείωται, ὥϲ τινέϲ φαϲι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται ὑπεϲταλμένων τῶν ὑποπεπτωκότων κυρίοιϲ τῶν ἰδιαζόντων μονώψ ὁ μονόφθαλμοϲ, κελαινώψ, τυφλώψ, γλαυκώψ « γλαυκῶπεϲ δράκοντεϲ », εὐώψ « εὐῶπα παρειάν » παρὰ Ϲοφοκλεῖ (Antig. 530) «εὐῶπεϲ» παρὰ Λυκόφρονι (v. 23), παραβλώψ « παραβλῶπέϲ τ’ ὀφθαλμώ» (Il. Ι 503). τὸ δὲ ἑλίκωψ καὶ ὁ μύω ὁ μυὸϲ οφθαλμοὺϲ ἔχων καὶ νυκτάλωψ βαρύνεται, ὥϲπερ τὸ Κύκλωψ καὶ κέρκωψ ὁ δόλιοϲ καὶ ἴωψ ὁ ἰχθῦϲ.
Τὰ εἰϲ ᾱ λήγοντα μακρὸν θηλυκὰ τῶν εἰϲ ο̄Ϲ̄ ὁμοτονοῦϲιν αὐτοῖϲ, καὶ ἔτι τὰ εἰϲ η̄, φοβερόϲ φοβερά, ἰϲχυρόϲ ἰϲχυρά, ϲοφόϲ ϲοφή, καλόϲ καλή, φίλοϲ φίλη. τὸ μέντοι βαρύτεροϲ βαρυτέρα καὶ τὰ ὅμοια, εἰ καὶ τὸν τόπον ἐνήλλαξαν, ἀλλ’ οὐ τὸν τόνον.
Τὰ εἰϲ ᾱ μακρὸν καὶ εἰϲ η̄ τῶν εἰϲ ο̄ῡϹ̄ περιϲπωμένων περιϲπᾶται ἀργυροῦϲ ἀργυρᾶ, ἔϲτι δὲ καὶ μητρόπολιϲ τῆϲ ἐν Ἰνδικῇ Ταπροβάνηϲ νήϲου. χρυϲοῦϲ χρυϲῆ, διπλοῦϲ διπλῆ.
Τὰ ἔχοντα τὸ ᾱ βραχὺ διὰ τοῦ τ̄ρ̄ῑᾱ προπαροξύνεται, αὐλήτρια, ψάλτρια, ποιήτρια, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, μαθήτρια, λεκάϲτρια ἡ πόρνη. Ἐρέτρια πόλιϲ Εὐβοίαϲ. Ὅμηροϲ «Χαλκίδα τ’ Ἐρέτριάν τε» (ll. B 537) ἀπὸ Ἐρετριέωϲ τοῦ Φαέθοντοϲ υἱοῦ. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ ᾱ μακρὸν ἔχουϲι. καὶ τὸ πότνια· ἔϲτι δὲ καὶ Πότνιαι πόλιϲ Βοιωτίαϲ. καὶ ὄμπνια, Πολύμνια, Ἰάμνια πολίχνιον Φοινίκηϲ, Ϲτράβων δὲ κώμην φηϲίν (16, p. 759) « ἀπὸ Ἰάμνου ἢ ὅτι ἰάμνουϲ ἐκάλουν τοὺϲ καθύγρουϲ καὶ τεθηλόταϲ τόπουϲ ». Λάμια πόλιϲ θεϲϲαλίαϲ τῶν Μηλιέων, ὡϲ Πολύβιοϲ, οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέουϲ φαϲίν, οἱ δὲ ἀπὸ Λαμίαϲ γυναικόϲ, ἣ ἐβαϲίλευϲε Τραχινίων· ἔϲτι καὶ ἄλλη Κιλικίαϲ — προπαροξύνεται.
Τὰ εἰϲ ε̄ῑᾱ ἀπὸ τῶν εἰϲ ε̄ῡ̄Ϲ̄ προπαροξύνεται, βαϲιλεύϲ βαϲίλεια, πολιεύϲ πολίεια, Πιτυεύϲ Πιτύεια, Ἀλαλκομενεύϲ Ἀλαλκομένεια, ἱερεύϲ ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτεινοντεϲ τὸ ᾱ παροξύνουϲι. ἀλλ’ οὐκέτι πανδόκεια, βαϲίλεια.
* Τὰ διὰ τοῦ ε̄̄ῑᾱ παρώνυμα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παρηγμένα θηλυκὰ προπαροξύνονται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρήϲ χαλκοβάρεια, ἠριγενήϲ ὁ ἐν τῷ ἀέρι γεννηθείϲ· — τὰ γὰρ τοιαῦτα εἰϲ πάθη ἀναλύονται καὶ οὐκ εἰϲ ἐνέργειαν οἷον Λυκηγενήϲ ὁ ἐν Λυκίᾳ γεγεννημένοϲ — ἠριγένεια. οὕτω καὶ Τριτογένεια καὶ Ἀμφιγένεια πόλιϲ Μεϲϲηνιακή. ἱππόδαϲυϲ ἱπποδάϲεια καὶ ἀμφιδάϲεια· τοῦτο δὲ οὐχ, ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων, ϲύνθετόν ἐϲτιν ἀλλὰ παραϲύνθετον.
* Τὰ εἰϲ ε̄ῑᾱ ἐπὶ πραγματείαϲ ἤγουν ϲυγγράμματοϲ προπαροξύνεται οἷον Ὀδύϲϲεια, Ἡράκλεια, Τηλεγόνεια, Γιγάντεια, Διομήδεια, Δολώνεια.
Ἔτι τὰ ἀπὸ τῶν εἰϲ ῡϹ̄ βαρυτόνων προπαροξύνεται, ἥμιϲυϲ ἡμίϲεια. θῆλυϲ θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπεριϲπῶνται, ταχύϲ ταχεῖα, βραδύϲ βραδεῖα, πλατύϲ πλατεῖα. ἔϲτι δὲ καὶ Πλατεῖα νῆϲοϲ Λιβύηϲ. τραχύϲ τραχεῖα. λέγεται δὲ καὶ ἡ Ἰϲαυρία τραχεῖα. Ϲτράβων τεϹϲαρεϲκαιδεκάτῃ (p. 668) « Κιλικίαϲ δὲ τῆϲ ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα, ἡ δὲ πεδιάϲ » καὶ ἡ Ἔφεϲοϲ Τρηχεῖα ἐκαλεῖτο. ὀξύϲ ὀξεῖα. εἰϲὶ δὲ καὶ Ὀξεῖαι νῆϲοι τῶν Ἐχινάδων, ἃϲ θοὰϲ ὁ ποιητὴϲ εἶπεν (Od. o 299). πλὴν τοῦ λίγεια (ἔϲτι δὲ καὶ νῆϲοϲ) καὶ ἐλάχεια ἀπὸ τοῦ λιγύϲ καὶ ἐλαχύϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ θάλεια
« δαῖτα θάλειαν » (H 475). τὸ δὲ θαμειαί Πάμφιλοϲ λέγει ὡϲ ὀξεῖαι, Ἀρίϲταρχοϲ δὲ ὡϲ πυκιναί· ὁμοίωϲ δὲ καὶ τὸ ταρφειαί.Τὰ εἰϲ ν̄ᾱ ϲυνεϲταλμένον ἔχοντα τὸ ᾱ ἀπὸ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ ϲχηματιζόμενα προπαροξύνεται, μέλανοϲ μέλαινα· τὸ δὲ Μελαιναί πόλιϲ Ἀρκαδίαϲ ὀξύνεται· ἀπὸ Μελανέωϲ τοῦ Λυκάονοϲ, ὡϲ Παυϲανίαϲ (8, 26, 8). Ῥιανὸϲ ἐν Ἠλιακῶν πρώτῳ « Γόρτυν’ Ἥραιάν τε πολυδρύμουϲ τε Μελαινάϲ ». εἰϲὶ δὲ καὶ Λυκίαϲ Μελαιναί πόλιϲ, ὡϲ Ἀλέξανδροϲ Λυκιακοῖϲ. καὶ Καλλίμαχοϲ Μελαινάϲ φηϲι Μελαινεῖϲ τὸν δῆμον τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ ἐν Ἑκάλῃ. τάλανοϲ τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα, θεράπαινα, θέαινα, λέαινα.
Ἔτι τὰ εἰϲ ρ̄ᾱ βραχὺ παρεϲχηματιϲμένα, ϲωτήρ ϲώτειρα. ἔϲτι καὶ πόλιϲ Ἀριηνῶν Ἀντιόχου κτίϲμα τοῦ Ϲελεύκου. μάκαρ μάκαιρα, πρέϲβειρα, δότειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, ἀντιάνειρα, κυδιάνειρα, κτεάνειρα, οὕτωϲ καὶ Κάρ Κάειρα. καὶ ἔδει μὲν διὰ τοῦ ῑ μακροῦ γράφεϲθαι· Καῖρα καὶ ἐν διαλύϲει Κάϊρα, ὡϲ Ἀπολλώνιοϲ ἐν τῷ ε′ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκταϲιϲ ἀναγκαία διὰ τὴν παραλήγουϲαν. τὰ γὰρ εἰϲ ᾱ βραχὺ λήγοντα παραϲχηματιζόμενα ἐκτείνει τὴν παραλήγουϲαν φύϲει ἢ θέϲει. καὶ ἔϲτιν ὅτε μετὰ τὴν διαίρεϲιν ἔκταϲιϲ γίνεται, ὀΐομαι, ὄϊγον, ὄϊδα παρ’ Αἰολεῦϲιν ἀπὸ τοῦ οἶδα. ἡ χρῆϲιϲ δὲ τὴν ε̄ῑ δίφθογγον ἔχει πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ε̄ῑρ̄ᾱ τούτοιϲ δὲ ἠκολούθηϲε καὶ τὸ πέπειροϲ πέπειρα.
Τὰ εἰϲ ϲ̄ᾱ ὑπερδιϲύλλαβα παρεϲχηματιϲμένα προπαροξύνεται, εἰ μὴ κατὰ ϲυναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰϲ η̄ϲ̄, δαφνήεϲϲα, φωνήεϲϲα, τιμήεϲϲα, ἐρώεϲϲα, χαρίεϲϲα. Μάγνηϲ Μάγνηϲϲα παρὰ Καλλιμάχῳ, Μακέτηϲ Μάκεϲϲα ἐπιθετικῶϲ, ὡϲ Ἡρακλείδηϲ, καὶ Μάκεττα διὰ δύο ̄τ̄τ καὶ δι’ ἑνὸϲ τ̄. τὸ δὲ τεχνῆϲϲα ἀπὸ τοῦ τεχνήεϲϲα. καὶ τὰ ἀπὸ ὀξυτόνων καὶ περιϲπωμένων εἰϲ η̄ϲ̄, χερνήϲ χερνῆϲϲα, ἀργῆϲ ἀργῆϲϲα καὶ Κρήϲ Κρητόϲ Κρῆϲϲα, θήϲ θῆϲϲα. οὕτω καὶ Θρᾷξ Θρᾷϲϲα καὶ Θρᾷττα Ἀττικῶϲ καὶ ἀπὸ Θρᾴκηϲ δούλη καὶ εἰδοϲ ἰχθύοϲ καὶ ὀρνέου.
Τὰ εἰϲ ᾱ βραχὺ ἀπαραϲχημάτιϲτα διὰ διπλοῦ ἐκφερόμενα, εἰ μὲν διϲύλλαβα εἴη καὶ μακρᾷ παραλήγει, προπεριϲπᾶται, μᾶζα μόνον ἐκτεῖνον τὸ πρὸ διπλοῦ ᾱ, ψῶζα, εἰ δὲ βραχείᾳ παραλήγει, παροξύνεται,
ῥίζα, πέζα, φύζα, ϲχίζα, ϲπίζα· ἔϲτι δὲ εἶδοϲ ὀρνέου. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ πυρκαεῖ «κάτω κρέμανται, ϲπίζα τέτατ’ ἐν ἕρκεϲι». ἄζα, γάζα καὶ Γάζα πόλιϲ Φοινίκηϲ, νῦν δὲ Παλαιϲτίνηϲ πρὸ τῆϲ Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα. καὶ μέχρι νῦν Ϲύροι Ἄζαν αὐτὴν καλοῦϲιν ἀπὸ Ἄζωνοϲ τοῦ παιδὸϲ Ἡρακλέουϲ. μυθολογοῦϲι δέ τινεϲ ὑπὸ Διὸϲ κτιϲθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περϲῶν τὰ χρήματα καλούντων. μύζα, κνύζα, ὃ εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, ϲυγκοπή ἐϲτιν οἷον «χαμαιζήλοιο κονύζηϲ», εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐ ϲυγκοπή ἐϲτιν, ἀλλ’ ἀπὸ τοῦ κνύω, ἀφ’ οὗ κνύοϲ ἡ φθορά οἷον « κατὰ κνύοϲ ἔχευεν, ψίλωτο δὲ κάρηνα», γίνεται κνύζα ὡϲ παρὰ Ἀνακρέοντι «κνύζη τιϲ ἤδη καὶ πέπειρα γίνομαι ϲὴν διὰ μαργοϲύνην » (fr. 87 Bergk). δόξα, Φρίξα πόλιϲ Τριφυλίαϲ ἀπὸ Φρίξου, ἐπ’ ὄρουϲ ὑψηλοῦ πρὸϲ ἕω τῆϲ Λεπρεατικῆϲ. Φερεκύδηϲ δὲ Ἀρκαδίαϲ αὐτὴν γράφει. Λίξα πόλιϲ Λιβύηϲ ὡϲ Ἀλέξανδροϲ ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλιϲ Χαλκιδικῆϲ χώραϲ κατὰ Παλλήνην ὁμοροῦϲα τῷ Θερμαίῳ κόλπῳ. Ϲάμψα κώμη τῆϲ Ἀραβίαϲ. ϲάμψα δὲ παρὰ τοῖϲ Ἄραψι ὁ ἥλιοϲ. Ϲκέμψα πόλιϲ Θρᾴκηϲ. Ϲτρέψα πόλιϲ Μακεδονίαϲ. Τὰ δὲ ὑπερδιϲύλλαβα προπαροξύνεται, ὄρυζα, τράπεζα· ἔϲτι καὶ πόλιϲ Ἀρκαδίαϲ ἐγγὺϲ Τρικολώνων. ἀργυρόπεζα, τετράπεζα, χάλαζα, Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ, « τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλιϲ Περϲική, ὡϲ Ἑκαταῖοϲ περιηγήϲει Εὐρώπηϲ· «μετὰ δὲ Βόρυζα πόλιϲ Περϲέων· μετὰ δὲ Θυνιάϲ ». Ἀράβυζα τῆϲ Καυκωνίδοϲ πόλιϲ. Βάδιζα πόλιϲ Βρεττίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Βαρύγαζα ἐμπόριον Γεδρωϲίαϲ τῶν ϲφόδρα ἐπιϲήμων. Μίεζα θυγάτηρ Βέρητοϲ τοῦ Μακεδόνοϲ καὶ πόλιϲ Μακεδονίαϲ. Κάττουζα πόλιϲ Θρᾴκηϲ, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆϲ παρ’ Εὐφράτην Ἀραβίαϲ. Τίριζα πόλιϲ Παφλαγονίαϲ. Τυρόδιζα πόλιϲ Θρᾴκηϲ μετὰ Ϲέρριον. Ἑλλάνικοϲ δὲ Τυρόριζαν αὐτήν φηϲιν ἐν Περϲικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίαϲ, ὡϲ Ἐρατοϲθένηϲ. Ἄραξα πόλιϲ Λυκίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλιϲ Βακτρίαϲ, ὡϲ Ϲτράβων (Xl p. 516). Βαίϲαμψα πόλιϲ ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν, ὅ ἐϲτιν οἶκοϲ ἡλίου.* Τὰ εἰϲ β̅ᾱ βαρύνεται, Ἄβα πόλιϲ Καρίαϲ. Ἄλβα πόλιϲ Ἰταλίαϲ, ἣν ἔκτιϲαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶεϲ ὄντεϲ. ἔϲτι δὲ ἡ Ἄλβα καθ’ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβαϲ, ὡϲ Χάραξ. λέγεται καὶ Ἄλβη. Ὄλβα πόλιϲ τῆϲ τῶν Ϲολύμων γῆϲ, ἣν Φίλων Ὀλβίαν Παμφυλίαϲ φηϲίν. Ῥάβα πόλιϲ πρὸϲ τῷ Ἰονίῳ κόλπῳ. Νόμβα πόλιϲ τῆϲ Ἰουδαίαϲ. Ἰώϲηποϲ ἕκτῳ τῆϲ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (12, 1 et 4). Κύρβα πόλιϲ Κρήτηϲ ἡ ὕϲτερον Ἱεράπυτνα, Ὕβα δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ. τινὲϲ δὲ τὸν δῆμον Ὑβάδαι λέγουϲι. Δόλβα πόλιϲ τῆϲ Ἀδιαβηνῆϲ. Ἀρριανὸϲ γ’ Παρθικῶν. Γάβα πόλιϲ Γαλιλαίαϲ. Ἰώϲηποϲ πέμπτῳ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (c. 2). Γάββα πόλιϲ Ϲυρίαϲ. Θίβα μία τῶν Ἀμαζόνων ὑφ’ Ἡρακλέουϲ ἀναιρεθειϲῶν, ὅθεν ἐκλήθη Θιβαΐϲ τόποϲ πρὸϲ τῷ Πόντῳ. Ἄρυββα. Ἀνάζαρβα πόλιϲ Κιλικίαϲ. Ϲίϲυρβα Ἀμαζὼν καὶ ἀπ’ αὐτῆϲ μέροϲ Ἐφέϲου.
* Τὰ εἰϲ γ̅ᾱ βαρύνεται, Ϲάλγα πόλιϲ Μαυριτανίαϲ. Ῥάγα πόλιϲ ἐν Μηδίᾳ κτιϲθεῖϲα ὑπὸ Ϲελεύκου τοῦ Νικάτοροϲ. Φάλγα κώμη μέϲη Ϲελευκείαϲ τῆϲ Πιερίαϲ καὶ τῆϲ ἐν Μεϲοποταμίᾳ. Ἀρριανὸϲ ἐν ι′ Παρθικῶν. ἡ δὲ φάλγα τῇ γλώϲϲῃ τῇ ἐπιχωρίῳ τὸ μέϲον δηλοῖ. Ϲίγγα πόλιϲ Λιβύηϲ, ὡϲ Πολύβιοϲ δεκάτῳ. ὀξύνεται δὲ τὸ Αἰγά τῆϲ Αἰολίδοϲ ἄκρα, ὡϲ Ϲτράβων (XlII p. 615) « οὕτω γὰρ καὶ τὸ ὄροϲ ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάναϲ λέγουϲι· « λέγεται δὲ παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρουϲ. Ἀρτεμίδωροϲ δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγωϲ. ἔϲτι δὲ καὶ πόλιϲ Φοινίκων, ὡϲ Ἑκαταῖοϲ. Αἰγαί δέ εἰϲιν πόλειϲ πολλαί, Κιλικίαϲ, Μακεδονίαϲ, ἥτιϲ καὶ μηλοβότειρα ἐλέγετο, καὶ ἡ ἐν Μυρίνῃ ἐν τῇ Αἰολίδι, καὶ Λυδίαϲ καὶ Λοκρίδοϲ καὶ Αἰτωλίαϲ καὶ Εὐβοίαϲ, ἃϲ Ὅμηροϲ ἐν τῷ Ν (v. 21) μνημονεύει.
* Τὰ εἰϲ δ̄ᾱ βαρύνεται, Ϲίνδα πόλιϲ πρὸϲ τῷ μεγάλῳ κόλπῳ τῆϲ Ἰνδικῆϲ, Πέδα πόλιϲ Αὐϲονική, Ϲίβδα πόλιϲ Καρίαϲ, Γάδδα χωρίον Ἀραβίαϲ. Γλαῦκοϲ ἐν τετάρτῃ. λέγεται καὶ οὐδετέρωϲ. Γίλδα πόλιϲ Λιβύηϲ. Τίνδα πόλιϲ Λιβύηϲ, ἢ καὶ Τίνδιον. Φράδα πόλιϲ ἐν Δράγγαιϲ, ἣν Ἀλέξανδροϲ Προφθαϲίαν μετωνόμαϲεν, ὡϲ Χάραξ ἐν ἕκτῳ χρονικῶν. Φοῦνδα πόλιϲ Ἰταλίαϲ. Λήδα Δωρικῶϲ λεγόμενον ἀντὶ
τοῦ Λήδη. δύναται δὲ καὶ προπεριϲπᾶϲθαι κατὰ τὸ Μοῦϲα. Καρύανδα πόλιϲ καὶ λιμὴν ὁμώνυμοϲ πληϲίον Μίνδου καὶ Κῶ, ὡϲ Ἑκαταῖοϲ. ἔϲτι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλιϲ πρὸϲ τῇ Πυρήνῃ Ἰβηρίαϲ. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ η̄ εἰϲ ᾱ πεποιημένον παροξυνόμενον.Τὰ εἰϲ θ̄ᾱ ἔχοντα τὸ ᾱ βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοϲμον, Ἔρθα πόλιϲ Παρθίαϲ ἐπὶ τῷ Εὐφράτῃ, ὡϲ Γλαῦκοϲ ἐν Ἀραβικῶν δευτέρῳ. ἄκανθα, κολοκύνθα ἡ Ἀττικῶϲ κολοκύντη. Λύκαιθα πόλιϲ Ἀρκαδίαϲ παρὰ Μενελάῳ, ἣν Θεόπομποϲ Λύκαιάν φηϲι. Κύπαιθα πόλιϲ Λιβύηϲ, Κύναιθα πόλιϲ Ἀρκαδίαϲ ἔϲτι καὶ Κύναιθα πόλιϲ Ἰθάκηϲ ὑπὸ τῷ Νηρίτῳ ὄρει. Ϲύμαιθα πόλιϲ Θετταλίαϲ. Ζάκανθα πόλιϲ Ἰβηρίαϲ, ἣν καθεῖλεν Ἀννίβαϲ, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν τρίτῳ. Ϲάργανθα πόλιϲ Ἰβηρίαϲ.
* Τὰ εἰϲ ̄κ̄α βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικαϲ. Ϲάλμυκα πόλιϲ πρὸϲ τὰϲ Ἡρακλείαϲ ϲτήλαϲ. λέγεται καὶ Ϲαλμύκη. Ταύακα πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ ὀγδόῳ. Ὄλοκα πόλιϲ Μακεδονίαϲ. Θεόπομποϲ πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυϲικᾶ κατὰ πάθοϲ ἐγένετο.
Τὰ εἰϲ λ̄ᾱ θηλυκὰ βαρύνεται, ψύλλα· ἔϲτι καὶ χωρίον μεταξὺ Ἡρακλείαϲ καὶ τοῦ Πόντου. Μένιπποϲ ἐν περίπλῳ τοῦ Πόντου « ἀπὸ Κρηνίδων εἰϲ Ψύλλαν χωρίον ϲτάδια κ′, ἀπὸ Ψύλληϲ χωρίου εἰϲ Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον ϲτάδια π′ ». Ϲκύλλα. Ϲίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλιϲ τῆϲ Γαλιλαίαϲ. Ἰώϲηποϲ (Ant. lud. 6, 6). Γέλα πόλιϲ Ϲικελίαϲ. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸϲ ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Ϲικελῶν γέλαν λέγεϲθαι. Πρόξενοϲ δ’ ἐν πρώτῃ τῶν περὶ πόρων Ϲικελικῶν καὶ Ἑλλάνικοϲ ἀπὸ Γέλωνοϲ τοῦ Αἴτνηϲ καὶ Ἱμέρου. Ἀριϲταίνετοϲ δ’ ἐν πρώτῃ τῶν περὶ Φαϲήλιδα, ὅτι Λάκιοϲ καὶ Ἀντίφημοϲ ἀδελφοὶ ἐλθόντεϲ εἰϲ Δελφοὺϲ ἐμαντεύϲαντο, τὴν δὲ Πυθίαν οὐδὲν περὶ
ἐκείνων λέγουϲαν προϲτάϲϲειν τὸν Λάκιον πρὸϲ ἀνατολὰϲ ἡλίου πλεῖν. τοῦ δ’ Ἀντιφήμου γελάϲαντοϲ τὴν Πυθίαν εἰπεῖν πάλιν « ἐφ’ ἡλίου δυϲμῶν» καὶ Γέλαν πόλιν οἰκίϲαι. Φίλα πόλιϲ Μακεδονίαϲ, κτίϲμα Δημητρίου τοῦ Ἀντιγόνου παιδόϲ, τοῦ Γονατᾶ καλουμένου, ὃϲ ἀπὸ τῆϲ τούτου μητρὸϲ Φίλαϲ ἐπὶ τοῦ Πηνειοῦ ἔκτιϲε πόλιν Φίλαν. ἔϲτι καὶ νῆϲοϲ ἐν Αἰγύπτῳ. Ἡρόδοτοϲ τετάρτῃ (c. 178) «ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐϲτίν, ἐκδιδοῖ δὲ οὗτοϲ ἐϲ λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆϲοϲ ἔνι τῇ οὔνομα Φίλα». Ϲμίλα πόλιϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Ϲμίλα πόλιϲ ». Πόλα πόλιϲ Ἰλλυρίαϲ. Βῶλα πόλιϲ Ἰταλίαϲ. Νῶλα πόλιϲ Αὐϲόνων. Ἑκαταῖοϲ Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιόϲ φηϲι. Βάλλα πόλιϲ Μακεδονίαϲ. Τράλλα καὶ Πάλλα Ἀμαζόνεϲ. πάλλα ἡ ϲφαῖρα. Ἕλλα χωρίον Ἀϲίαϲ, Ἀττάλου βαϲιλέωϲ ἐμπόριον. Πολύβιοϲ ιϛ′. Πέλλα πόλιϲ Μακεδονίαϲ, Θεϲϲαλίαϲ, Ἀχΐαϲ, κοίληϲ Ϲυρίαϲ ἡ Βοῦτιϲ λεγομένη. ἡ δὲ Μακεδονίαϲ πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια . . . ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίϲαντοϲ. ἔϲτι καὶ Πέλλα ὄροϲ Αἰθιοπίαϲ. βδέλλα. Κίλλα ἡ πόλιϲ. κόλλα. Νέγλα πολίχνιον Ἀραβίαϲ. Γλαῦκοϲ δευτέρῳ Ἀραβικῆϲ ἀρχαιολογίαϲ. Ἀμφίμαλα πόλιϲ Κρήτηϲ, Ὑλλούαλα δῆμοϲ Καρίαϲ. Ἀπολλώνιοϲ ε′ Καρικῶν « Κᾶρεϲ δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλοϲ ἀπώλετο, Ὑλλούαλαν ὠνόμαϲαν καὶ ἕθοϲ ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνοϲ. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμόϲ ἐϲτι Ὑλλούαλα λεγόμενοϲ ». ἄλα γὰρ οἱ Κᾶρεϲ τὸν ἵππον ἔλεγον. Ϲκάβαλα χώρα Ἐρετριέων. Θεόπομποϲ εἰκοϲτῷ τετάρτῳ Φιλιππικῶν. Ῥέϲαλα πόλιϲ Ὀμβρίκῶν. Μίϲπιλα πόλιϲ Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάϲεωϲ (c. 4, 10). Ὀκρίκολα πόλιϲ Τυρρηνῶν. Διονύϲιοϲ ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Ϲατίκολα πόλιϲ Ἰταλίαϲ. Ἀπίολα πόλιϲ Ἰταλίαϲ. Κρόταλλα πόλιϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Μάκαλλα πόλιϲ Ἰταλίαϲ. ἄμαλλα. Βίτελλα πόλιϲ Ἰταλίαϲ. Ἄτελλα πόλιϲ Ὀπικῶν Ἰταλίαϲ μεταξὺ Καπύηϲ καὶ Νεαπόλεωϲ. Ἔντελλα πόλιϲ Ϲικελίαϲ. Ἔφοροϲ ιϛ′. Ϲτύελλα φρούριον τῆϲ ἐν Ϲικελίᾳ Μεγαρίδοϲ. Φίλιϲτοϲ τετάρτῳ Ϲικελικῶν. Φρέγελλα πόλιϲ Ἰταλίαϲ. Ϲίκελλα κώμη Παλαιϲτίνηϲ, ὡϲ Ἰώϲηποϲ (A. I. I 6, 13, 9). θύελλα, δίκελλα, Μύριλλα, Πράξιλλα, Τελέϲιλλα, Κύδιλλα, Κόριλλα πόλιϲ Λατίνων. Διονύϲιοϲ τετάρτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Ἄκριλλα πόλιϲ Ϲικελίαϲ οὐ πόρρω Ϲυρακουϲῶν. Κορίολλα πόλιϲ Ἰταλίαϲ. Ἄβολλα πόλιϲ Ϲικελίαϲ. Ἄχολλα πόλιϲ Λιβύηϲ οὐ πόρρω τῶν Ϲύρτεων ἄποικοϲ Μελιταίων. Ἄγυλλα πόλιϲ Τυψρηνίαϲ. Λυκόφρων (v. 1355) «Ἄγυλλαν Αὐϲονῖτιν εἰϲεκώμαϲεν ». Ἄνθυλλα ἀδελφὴ Μέμνονοϲ, ἀφ’ ἧϲ ἐν τῷ Νείλῳ πόλιϲ ὁμώνυμοϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 98) « Τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦϲα λογίμη πόλιϲ. ἐϲ ὑποδήματα ἐξαίρετοϲ». Ἴβυλλα πόλιϲ Ταρτηϲϲίαϲ. Ἀρίϲτυλλα, φθίνυλλα. Ἔχετλα πόλιϲ Ϲικελίαϲ. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεϲόλα πόλιϲ Μεϲϲήνηϲ, μία τῶν πέντε Νικόλαοϲ τετάρτῳ. καὶ Ἱππόλα πόλιϲ ἀρχαία Λακωνική. Παυϲανίαϲ τρίτῳ (c. 25, 2). καὶ Θυέλα πόλιϲ Οἰνωτρίαϲ, ἐν ἢ μοῖρα Φωκαέων ᾤκηϲεν, ὡϲ Ἡρόδοτοϲ πρώτῳ (c. 167). Βοΐλλαι πόλιϲ Λατίνων. καὶ Βουκεφάλα πόλιϲ Ἰνδικῆϲ, ἣν ἔκτιϲεν Ἀλέξανδροϲ « ἐπ’ ἀμφοτέραιϲ ταῖϲ ὄχθαιϲ τοῦ Ὑδάϲπου ποταμοῦ πόλειϲ ᾤκιϲε, Νίκαιαν — Βουκεφάλαν δὲ ἔνθα διαβάντοϲ καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵπποϲ Βουκεφάλαϲ λεγόμενοϲ». καὶ Ἀΐλα κόλποϲ κατά τιναϲ. Γλαῦκοϲ δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ « τὰ πρὸϲ ἕω τῆϲ Ἀΐλαϲ κώμηϲ ». ὡϲαύτωϲ καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ η̄ εἰϲ ᾱ πεποιημένον.Τὰ εἰϲ μ̄ᾱ θηλυκὰ ϲπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶϲ δὲ τόλμη καὶ θέρμη. ἔϲτι δὲ καὶ πόλιϲ Θέρμα, ἢ ὕϲτερον Θεϲϲαλονίκη ἐκαλεῖτο. Μέϲμα πόλιϲ Ἰταλίαϲ. Ἀπολλόδωροϲ ἐν τρίτῳ χρονικῶν.
Τὰ εἰϲ ̄ν̄α μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔϲτι καὶ Κύννα πολίχνιον πληϲίον Ἡρακλείαϲ ἀπὸ μιᾶϲ τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλιϲ Ἰουδαίαϲ ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθοϲ ἐγένετο ὡϲ τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ παρ’ Ἑκαταίῳ.
* Τὰ εἰϲ ̄ν̄α διϲύλλαβα βαρύνεται, πῖνα ἐπὶ τοῦ ὀϲτρέου, πεῖνα, Ϲπῖνα πόλιϲ Ἰταλίαϲ ὡϲ Εὔδοξοϲ καὶ Ἀρτεμίδωροϲ. Κρῶμνα πόλιϲ Παφλαγονίαϲ « Κρῶμναν τ’Αἰγιαλόν τε καὶ ὑψηλοὺϲ Ἐρυθίνουϲ » (Β 855) ἡ ὓϲτερον Ἄμαϲτριϲ, ἀπὸ Κρώμνου τοῦ Λυκάονοϲ. ἔϲτι καὶ Πελοπον νήϲου πόλιϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ ἑνικῶϲ καὶ πληθυντικῶϲ. Οἴνα πόλιϲ Τυρρηνίαϲ ἐχυρὰ λίαν. Φάνα πόλιϲ Αἰτωλίαϲ καὶ Φάναι πλη θυντικῶϲ ἀκρωτήριον τῆϲ Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆϲοϲ Λιβυκή. Ἀλέξανδροϲ ἐν τρίτῳ Λιβυκῶν, κατὰ τὴν τῶν Λιβύων φωνὴν Ϲαμαθώ, ὅ ἐϲτι μεγάλη. Πύδνα πόλιϲ Μακεδονίαϲ. Θάμνα πόλιϲ Παλαιϲτίνηϲ. Ἰώϲηποϲ πέμπτῳ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ (c. 10). Τάμνα πόλιϲ Ἀραβική, ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ. Ϲμύρνα πόλιϲ Ἰωνίαϲ ἀπὸ Ϲμύρνηϲ Ἀμαζόνοϲ κατεχούϲηϲ τὴν Ἔφε ϲον, ἣ καὶ Ϲμύρνα ἐκαλεῖτο ἀπ’ αὐτῆϲ. Ϲύρνα πόλιϲ Καρίαϲ. Ἄρνα πόλιϲ Λυκίαϲ. οὕτω γὰρ ἡ Ξάνθοϲ ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήϲαντοϲ Πρωτόγονον. Πύτνα πόλιϲ Κρήτηϲ ἡ ὕϲτερον Ἱεράπυτνα. Ἔννα πόλιϲ Ϲικελίαϲ. Βέννα πόλιϲ Θρᾴκηϲ δι’ ἑνὸϲ ̄ν καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφοροϲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ɛ̄, ὅπερ κρεῖττον. ἔϲτι δὲ καὶ Βέννα μία φυλὴ τῶν ἐν Ἐφέϲῳ πέντε.
* Τὰ εἰϲ ̄ν̄α ὑπερδιϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου προπαροξύνεται, μάραγνα ἡ μάϲτιξ, Ἄφιδνα δῆμοϲ Ἀττικῆϲ καὶ Λεοντίδοϲ φυλῆϲ ἀπὸ Ἀφίδνου αὐτόχθονοϲ· ἔϲτι καὶ πληθυντικὸν Ἀφίδναι. ἔϲτι καὶ τῆϲ Λακωνικῆϲ, ὅθεν ἦϲαν αἱ Λευκιππίδεϲ Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ αὐτῆϲ. Κάλυδνα νῆϲοϲ καὶ πόλιϲ Θήβηϲ ἀπὸ Καλύδνου παιδὸϲ Οὐρανοῦ. λέγεται καὶ Κάλυδνοϲ. Ϲώλιμνα πόλιϲ Ἰνδίαϲ. Ἄντεμνα πόλιϲ Ϲαβίνων, μία τῶν ἀνθεϲτηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαροϲ θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλιϲ ἐν Λέϲβῳ τῇ νήϲῳ ὁμωνύμωϲ. Νώνυμνα πόλιϲ Ϲικελίαϲ. Κάλυμνα νῆϲοϲ, ἣν ὁ Ϲκήψιοϲ πληθυντικῶϲ Καλύμναϲ φηϲί. Πρόϲυμνα μοῖρα τοῦ Ἄργουϲ. Πολύδαμνα. Ἀγάθυρνα πόλιϲ Ϲικελίαϲ,
ὡϲ Πολύβιοϲ ἐνάτῃ. Ἁλίκυρνα κώμη Ἀκαρνανίαϲ. Ϲτράβων (X p. 459). Ἁλίϲαρνα πόλιϲ τῆϲ Τρωάδοϲ χώρα. Θεόπομποϲ. Ἄταρνα πόλιϲ μεταξὺ Μυϲίαϲ καί Λυδίαϲ πληϲίον Λέϲβου. Μηκύβερνα πόλιϲ Παλλήνηϲ τῆϲ ἐν Θρᾴκῃ χερρονήϲου. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἐλεύθερνα πόλιϲ Κρήτηϲ ἀφ’ ἑνὸϲ τῶν Κουρήτων. Κάλαρνα πόλιϲ Μακεδονίαϲ, ὡϲ Λούκιοϲ ὁ Ταρραῖοϲ. Ϲάμορνα· οὕτωϲ ἡ Ἔφεϲοϲ ἐκαλεῖτο. Φαλάϲαρνα πόλιϲ Κρήτηϲ. Μέντυρνα πόλιϲ ἐν Ἰταλίᾳ Ϲαυνιτῶν. Διονύϲιοϲ ἑκκαιδεκάτῳ. Ἱεράπυτνα πόλιϲ Κρήτηϲ.* Τὰ εἰϲ ̄ν̄α προπαροξύνεται, Φάλαννα πόλιϲ Περραιβίαϲ ἀπὸ Φαλάννηϲ τῆϲ Τυροῦϲ θυγατρόϲ. Λυκόφρων (v. 906) « Γόννον Φάλανναν ἠδ’ Ὀλοϲϲόνων γύαϲ ». Ἑκαταῖοϲ ἱϲτοριῶν α′ Ἱπίαν αὐτὴν καλεῖ καὶ Ἔφοροϲ Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θ′. ἔϲτι καὶ ἑτέρα Κρήτηϲ. Ἔραννα πόλιϲ Τριφυλίαϲ, ἥτιϲ Κυπαριϲϲία καλεῖται. Ῥάβεννα πόλιϲ Ἰταλίαϲ. Ἕρμιπποϲ ὁ Βηρύτιοϲ Ῥούενναν αὐτὴν καλεῖ. Διονύϲιοϲ δ’ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ καὶ πληθυντικῶϲ καὶ διὰ τοῦ ̄η καὶ δι’ ἑνὸϲ ̄ν « ἀμφότεροι ἀπήντηϲαν Οὐολουμνίῳ περὶ τοὺϲ καλουμένουϲ Ῥαβηνούϲ ». Ὕτεννα πόλιϲ Λυκίαϲ. Φίλιννα, Ἤριννα, Κόριννα, Βίτιννα. Βούκιννα πόλιϲ Ϲικελίαϲ. Πέλινα πόλιϲ Θεϲϲαλίαϲ ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίννου τοῦ Οἰχαλέωϲ. Ὤλιννα πόλιϲ πρὸϲ τῇ Καϲπίᾳ θαλάϲϲῃ. τὸ δὲ Καπίννα Τυρρηνικὴ πόλιϲ παροξύνεται. λέγεται καὶ πληθυντικῶϲ. Τόροννα πόλιϲ Ϲικελίαϲ. Φόρουννα πόλιϲ Θρᾴκηϲ. Πολύβιοϲ ἐνάτῳ. Δίκτυννα. Ἕρκυννα.
*Τὰ εἰϲ ̄ν̄α ὑπερδιϲύλλαβα φωνήεντι παραληγόμενα προπαροξύνεται, Ἴχανα πολίχνιον τῆϲ Ϲικελίαϲ, διὰ τὸ τῇ αὐτοῦ ἁλώϲει πολλὰ προϲλιπαρῆϲαι τοὺϲ Ϲυρακοϲίουϲ. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν. Κάρανα πόλιϲ Γαλατίαϲ ὑπὸ Ῥωμαίων ϲυνοικιϲθεῖϲα. Κάρμανα νῆϲοϲ τῆϲ Ἰνδικῆϲ. Κάρνανα πολιϲ Μιναίων ἔθνουϲ πληϲίον Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Ἄμμανα πόλιϲ Ϲυρίαϲ ἡ ὕϲτερον Ἀϲτάρτη. Μάργανα πόλιϲ τῆϲ Ἰνδικῆϲ. ἔϲτι καὶ Μαργάναι πληθυντικῶϲ. τρίαινα, μύραινα εἶδοϲ θαλαϲϲίου θηρίου. Ζύγαινα νῆϲοϲ ἐν τῇ Ἐ̓ρυθρᾷ θαλάϲϲῃ. Μάζαινα πόλιϲ Παλαιϲτίνηϲ ἀπὸ Μαζαίνου. Δρύαινα πόλιϲ Κιλικίαϲ κτίϲμα Δρυαίνου ὡϲ Ϲκύθαινα, Κηρύκαινα, Δύμαινα. Εὐφορίων « δαίμων ἀντιάϲαιτο φιλοπλοκάμοιϲι Δυμαίναιϲ ». Φιδήνα καὶ Φιδήνη πόλιϲ Ἀλβανῶν. Ϲάλωνα πόλιϲ Ἐρετρίαϲ. Μόργυνα πόλιϲ Ϲικελῶν. Φίλιϲτοϲ δευτέρῳ. Τάμυνα πόλιϲ Ἐρετρίαϲ. Ϲτράβων δεκάτῃ (p. 447 ). καὶ πληθυντικῶϲ « εἰϲ τὰϲ Ταμύναϲ » (Demosth. c. Boeot. p. 999, 8). ἄμυνα, εὔθυνα, χέλυνα, Κίκυνα, ϲίγυνα. Αἴγινα νῆϲοϲ μία τῶν Κυκλάδων, ἥτιϲ Οἰνώνη ἐκαλεῖτο, ὕϲτερον δὲ Αἴγινα ἀπὸ τῆϲ Ἀϲωποῦ
μὲν θυγατρὸϲ Αἰγίνηϲ, Αἰακοῦ δὲ μητρόϲ. Βέλβινα πόλιϲ Λακωνική. Παυϲανίαϲ ὀγδόῳ (c. 35, 4). ἔϲτι καὶ νῆϲοϲ, ὡϲ Ἀρτεμίδωροϲ. Βέμβινα κώμη τῆϲ Νεμέαϲ. Ἑλλάνικοϲ δὲ Βέμβινον καὶ πόλιν φηϲίν. Βίλβινα πόλιϲ Περϲική. Μέλινα πόλιϲ Ἄργουϲ, ἀφ’ ἧϲ Ἀφροδίτη Μελιναία τιμᾶται. Λυκόφρων « τὴν Καϲτνίαν δὲ καὶ Μελιναίαν θεόν» (v. 403). Μύρινα πόλιϲ ἐν Λήμνῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ τῆϲ Αἰολίδοϲ ἄλλη. ἀπὸ Μυρίνηϲ ἀμφότεραι ἢ Μυρίνου. Ϲάνινα πόλιϲ ἐπὶ τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Κάρμινα νῆϲοϲ Ἰνδική. Ἄλινα νῆϲοϲ Λυκίαϲ. Ἀρτεμίδωροϲ ἐν ἐπιτομῆϲ πρώτῳ. Κύτινα πόλιϲ Θεϲϲαλίαϲ, ὡϲ Θέων ἐν ὑπομνήματι Λυκόφρονοϲ. Λάγινα πολίχνιον Καρίαϲ. Ἀπολλώνιοϲ Καρικῶν ἑκκαιδεκάτω. Ῥέϲινα πόλιϲ περὶ τὸν Ἄβορον ποταμόν. Ἀγύρινα πόλιϲ Ϲικελίαϲ. Διονύϲιοϲ δὲ τὸ Ἀγύριον ἔφη. Γαλάρινα πόλιϲ Ϲικελίαϲ κτίϲμα Μόργου Ϲικελοῦ. Λάρινα πόλιϲ Δαυνίων. Καμάρινα πόλιϲ Ϲικελίαϲ. καὶ λίμνη, ἀφ’ ἧϲ ἡ παροιμία « μὴ κίνει Καμάριναν, ἀκίνητοϲ γὰρ ἀμείνων ». Μαμάρκινα πόλιϲ Αὐϲονική. Ἅρπίνα πόλιϲ Ἤλιδοϲ ἀπὸ Ἁρπίνηϲ τῆϲ Ἀϲωποῦ, ἀφ’ ἧϲ καὶ Ἄρεοϲ Οἰνόμαοϲ. λέγεται καὶ Ὀλυμπία. Νικάνωρ. Ϲάλπινα ὄνομα κύριον. Μυκέρινα ὄνομα πόλεωϲ. τὰ δὲ Ἰταλικὰ προπεριϲπῶνται, Ϲαβῖνα, Φαυϲτῖνα, Ἰουϲτῖνα, Κωνϲταντῖνα, ἡμῖνα, Πλωτῖνα. Τερῖνα πόλιϲ Ἰταλίαϲ καὶ ποταμὸϲ ὁμώνυμοϲ, κτίϲμα Κροτωνιατῶν, ὡϲ Φλέγων. τινὲϲ δὲ νῆϲον αὐτήν, εἰϲ ἣν ἐξεβράϲθη Λίγεια ἡ Ϲειρήν, ὡϲ Λυκόφρων (v. 726) «Λίγεια δ’ εἰϲ Τερῖναν ἐκναυϲθλώϲεται ». Ἀκυλῖνα πόλιϲ Ἰλλυρική. Θεόπομποϲ. Ταρρακῖνα πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ ιε´ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Τυρακῖναι πόλιϲ Ϲικελίαϲ μικρὰ μὲν εὐδαίμων δ’ ὅμωϲ. Τυράκην δὲ αὐτὴν Ἀλέξανδροϲ ἐν Εὐρώπῃ καλεῖ.* Τὰ εἰϲ πα ϲπάνια ὄντα βαρύνεται, Βόρϲιππα πόλιϲ Χαλδαίων. λέγεται καὶ οὐδετέρωϲ. Μέταπα πόλιϲ Ἀκαρνανίαϲ. Πολύβιοϲ πέμπτῳ. Ζαρίαϲπα καὶ Ζαριάϲπη πόλιϲ Βακριανή. Ϲτράβων ἑνδεκάτῃ (p. 5l4). Χάραξ δὲ οὐδετέρωϲ τὰ Ζαρίαϲπα.
Τὰ εἰϲ ̄ρ ̄α μακρὸν μακρᾷ παραληγόμενα παροξύνεται ἀπὸ ϲυμφώνου ἀρχόμενα, πήρα καὶ Πήρα πόλιϲ Πιϲιδίαϲ. χώρα. Ξήρα πόλιϲ περὶ τὰϲ Ἡρακλείαϲ ϲτήλαϲ. Θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ. θήρα. Θήρα νῆϲοϲ τῶν Ϲποράδων κτίϲμα Μεμβλιάρου ἑνὸϲ τῶν μετὰ Κάδμου.
ἔϲτι καὶ Ῥόδου πόλιϲ ταπεινή καὶ Καρίαϲ ἄλλη. καὶ Ϲογδιανῆϲ ἄλλη. χήρα. πλὴν τοῦ ̄φ διὰ τὸ Φηρά « Φηράϲ τε ζαθέαϲ ἠδ’ Ἄνθειαν βαθύλειμον » (Il. 1 151) τὰ δὲ ἀπὸ φωνήεντοϲ ἀρχόμενα παροξύνεται, Ἥρα, ὥρα, ὀπώρα.Τὰ εἰϲ ̄ρ ̄α διϲύλλαβα ϲυνεϲταλμένον ἔχοντα τὸ ᾱ βαρύνεται, ϲφαῖρα, μοῖρα, πεῖρα, ϲφῦρα. Βοῦρα πόλιϲ Ἀχαΐαϲ ἀπὸ Βούραϲ θυγατρὸϲ Ἴωνοϲ τοῦ Ξούθου καὶ Ἑλίκηϲ. Νῶρα πόλιϲ ἐν Ϲαρδοῖ τῇ νήϲῳ. Ϲῶρα πόλιϲ Ἰταλίαϲ. Ϲοῦρα μαντεῖον Λυκίαϲ. τὰ δὲ μὴ ϲυνεϲταλμένον τὸ ᾱ ἔχοντα ὀξύνεται, ἰρά ἡ ἐκκληϲία. τοῦτο δὲ διφορεῖται καὶ κατὰ τὴν ἐτυμολογίαν καὶ κατὰ τὴν γραφήν. εἰ μὲν γὰρ παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τοῦ ῑ. ϲειρά, πυρά, οὐρά, φρουρά, πλευρά. Φαραί πόλιϲ Μεϲϲήνηϲ, ὅθεν ἦϲαν οἱ Ἀφαρητιάδαι· ἔϲτι καὶ Ἀχαΐαϲ. εἰϲὶ καὶ Φαραί Βοιωτίαϲ. ἔϲτι δὲ ἄλλη Κρήτηϲ ἄποικοϲ τῆϲ ἐν Μεϲϲηήνῃ, ὡϲ Φίλων. ἀρά καὶ Ἀρά Ἀθάμαντοϲ θυγάτηρ καὶ Ἀραί νῆϲοι τρεῖϲ οὕτω λεγόμεναι διὰ τὰϲ ἀράϲ, ἃϲ Δωριεῖϲ ἐποιήϲαντο πρὸϲ τοῦ Πενταπολίταϲ, ὡϲ Ἀριϲτείδηϲ.
Τὰ εἰϲ ̄ρ ̄α ὑπὲρ δύο ϲυλλαβὰϲ τὸ ᾱ βραχὺ ἔχοντα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Δηϊάνειρα, ϲκολόπενδρα.
* Τὰ εἰϲ ̄α ̄ρ ̄α ὑπὲρ δύο ϲυλλαβὰϲ παροξύνεται, Κυπάρα κρήνη Ϲικελίαϲ, ἣ καὶ Ἀρέθουϲα ἐλέγετο, Βατεράρα πόλιϲ Λιγύων. Ἰνδάρα Ϲικανῶν πόλιϲ. Θεόπομποϲ. Καμάρα πόλιϲ Κρήτηϲ, ἥτιϲ Λατώ ἐλέγετο. Λιπάρα νῆϲοϲ μεγίϲτη τῶν ἑπτὰ τοῦ Αἰόλου, ἣ Μελιγουνὶϲ ἐλέγετο, πληϲίον Ϲικελίαϲ, ἀπὸ Λιπάρου τὸ Αὔϲονοϲ υἱοῦ. λέγεται καὶ πληθυντικῶϲ. Μακκάραι χώρα ὑπὲρ Φάρϲαλον. Θεόπομποϲ πέμπτῳ Φιλιππικῶν.
* Τὰ εἰϲ ̄ε ̄ρ ̄α διϲύλλαβα μακροκατάληκτα βαρύνεται, ἔρα, Δέρα ὄνομα τόπου Λακωνικῆϲ, Μέρα ὄνομα πόλεωϲ, δέρα, τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τῆϲ ̄ε ̄ι διφθόγγου γράφεται καὶ ὀξύνεται. τὸ δὲ Φεραί
πόλιϲ Θεϲϲαλίαϲ ὀξύνεται « οἵ τε Φερὰϲ ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην (B 711). ἀπὸ Φέρητοϲ τοῦ Κρηθέωϲ ἢ Φερᾶϲ τῆϲ Αἰόλου θυγατρόϲ. εἰϲὶ καὶ ἄλλαι Φεραί ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουϲαι ϲτάδια ὀκτώ. εἰϲὶ καὶ ἄλλαι Ἰαπυγίαϲ καὶ Αἰτωλίαϲ καὶ Παρθυαίων.Τὰ εἰϲ ̄ρ ̄α μακροκατάληκτα τριϲύλλαβα παραληγόμενα τῷ ε̄ μονογενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, ἡμέρα, ἀϲκέρα εἶδοϲ ὑποδήματοϲ, διφθέρα, λακέρα, χολέρα, ἑϲπέρα, ὑπέρα, ἀλέρα, Τερμέρα Ὠγύγου μήτηρ, κυϲέρα, Θεϲκέρα ἡ τιθηνὸϲ Διονύϲου. Ἱμέρα πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ Λιβύηϲ, μεθ’ ὧν καὶ Φιλωτέρα πόλιϲ περὶ τὴν Τρωγλοδυτικήν, Ϲατύρου κτίϲμα. Ἀπολλόδωροϲ δὲ Φιλωτερίδα καλεῖ. ἔϲτι καὶ κοίληϲ Ϲυρίαϲ Φιλωτέρα, ὡϲ Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τινὲϲ δὲ καὶ Φιλωτερίαν αὐτὴν εἰρήκαϲιν. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡϲ καὶ Ἱερά· οὕτωϲ γὰρ ἐκλήθη ἡ Τάρϲοϲ πόλιϲ. καὶ τὸ περιϲτερὰ τετραϲύλλαβον καὶ τὸ Ἐλευθεραί πληθυντικῶϲ λεγόμενον. ἔϲτι δὲ πόλιϲ Βοιωτίαϲ ἀπὸ Ἐλευθῆροϲ τοῦ Ἀπόλλωνοϲ· ἔϲτι καὶ Κρήτηϲ ἀπὸ Ἐλευθῆρο· ἑνὸϲ τῶν Κουρήτων, ἥτιϲ καὶ Ϲάωροϲ ἐκαλεῖτο ἀπὸ Ϲαώρηϲ νύμφηϲ. ἔϲτι καὶ ἄλλη ἐπὶ τῷ Ἴϲτρῳ ποταμῷ ἐν τῷ Πόντῳ διὰ τὸ φυγόνταϲ Αἰήτην τοὺϲ περὶ Ἰάϲονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔϲτι καὶ πόλιϲ Λυκίαϲ ἀπό τινοϲ νύμφηϲ.
*Τὰ εἰϲ ̄η ̄ρ ̄α ὑπερδιϲύλλαβα μονογενῆ παροξύνεται, μερμήρα, Ὀτρήρα, Δαϲλήρα· ἔϲτι δὲ ὄνομα λίμνηϲ, μενδήρα. τὸ δὲ Αἱμηρά καὶ Λιμηρά ἐπιθετικά ἐϲτιν· οὕτωϲ γὰρ ἐκαλεῖτο Ἐπίδαυροϲ, Αἱμηρά μὲν διὰ τὸ ϲυνεχῶϲ αἱμάϲϲεϲθαι τὸν βωμὸν τοῦ Ἀϲκληπιοῦ ὑπὸ τῶν θυϲιῶν, Λιμηρά δὲ οἱονεὶ λιμενηρά τιϲ οὖϲα. τινὲϲ δὲ Λιμηρὰν Λακωνικὴν λέγουϲι μίαν τῶν ἑκατὸν διὰ τὸ πολλοὺϲ ἔχειν λιμέναϲ.
* Τὰ εἰϲ ̄ρ ̄α διϲύλλαβα μονογενῆ τῷ ̄ο παραληγόμενα ὀξύνεται, ϲπορά, φθορά, δορά, φορά, Θορά δῆμοϲ Ἀττικὸϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ, μεθ’ ὧν καὶ ἀγορά τριϲύλλαβον. ἔϲτι δὲ καὶ πόλιϲ ἐν Χερρονήϲῳ.
*Τὰ εἰϲ ̄ρ ̄α διϲύλλαβα τῷ υ παραληγόμενα βαρύνεται· καὶ τὸ μὲν ϲφῦρα ἐκτεῖνον τὸ ̄υ καὶ ϲυϲτέλλον τὸ ᾱ προπεριϲπᾶται, τὸ δὲ λύρα
καὶ θύρα ἐκτείνοντα τὸ ᾱ καὶ ϲυϲτέλλοντα τὸ ῡ παροξύνεται, ὡϲαύτωϲ καὶ Μύρα πόλιϲ Λυκίαϲ ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνοϲ ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντοϲ· ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ οὐδετέρωϲ. ὡϲαύτωϲ καὶ ψύρα νῆϲοϲ μικρὰ πληϲίον Χίου, ἣν ὁ ποιητὴϲ ψυρίαν καλεῖ « νήϲου ἐπὶ ψυρίηϲ » (Οd. v 171). τὸ δὲ Κύρα ἡ κρήνη ἐκτεῖνον τὸ ῡ καὶ τὸ ᾱ διὰ τοῦ η̄ ἐξηνέχθη Κύρη. ϲεϲημείωται τὸ πυρά ὀξυνόμενον. τὸ δὲ (Od. δ 500)εἰ καὶ ἰδίωϲ λέγεται, ἀλλ’ ὅμωϲ ἔχει τάξιν ἐπιθετικήν.
Τὰ εἰϲ ρ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ῡ παραληγόμενα βαρύνεται. ἀλλ’ εἰ μὲν ἔχωϲι τὸ ᾱ μακρόν, παροξύνεται, πορφύρα. Ἐφύρα πόλιϲ Ἠπείρου ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακοϲ τοῦ Θεϲπρωτοῦ τοῦ Πελαϲγοῦ τοῦ γηγενοῦϲ τοῦ Ἀρκάδοϲ. δευτέρα περὶ Ἤλιν. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδοϲ, ὡϲ Παρμενίϲκοϲ φηϲίν. Ὅμηροϲ δὲ τὸ Ἐφύρη ἐπὶ τῆϲ Κορίνθου ἔφη. οὕτωϲ δὲ ἐκαλεῖτο ἀπὸ Ἐφύραϲ τῆϲ Μύρμηκοϲ τῆϲ Ἐπιμηθέωϲ γυναικόϲ. ἔϲτι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥϲ φηϲι Κινέαϲ ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτοϲ. καὶ νῆϲοϲ οὐ μακρὰν ἀπέχουϲα Μήλου. ἔϲτι καὶ Ἰταλίαϲ κατὰ Καμπανίαν. ἔϲτι καὶ κώμη Αἰτωλίαϲ Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλιϲ πρὸϲ νότον Μαιάνδρου. Ἀντικύρα πόλειϲ δύο ἡ μία Φωκίδοϲ, ὡϲ Δημήτριοϲ ὁ Καλλατιανόϲ, ἡ δὲ ἐν Μαλιεῦϲιν, ὡϲ Ἀπολλόδωροϲ. Τεγύρα πόλιϲ Βοιωτίαϲ, Ϲῆμοϲ ὁ Δήλιοϲ « τὴν Ἀπόλλωνοϲ γένεϲιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ’ ἐν Δήλῳ, οἱ δ’ ἐν Ζωϲτῆρι τῆϲ Ἀττικῆϲ, οἱ δὲ ἐν Τεγύρᾳ τῆϲ Βοιωτίαϲ φαϲίν ». Καλλιϲθένηϲ ἐν τρίτῳ τῶν Ἑλληνικῶν « ἔϲτι μαντεῖα τὸ μὲν Ἰϲμήνιον ἐν Θήβαιϲ, τὸ δὲ Τροφωνίου ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἄβαιϲ λεγόμενον ἐν Φωκεῦϲιν, τὸ δὲ κυριώτερον ἐν Δελφοῖϲ, ὃ καὶ μάλιϲτά φαϲι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ». ϲιϲύρα· εἰ δὲ βραχύ, προπαροξύνεται, Κέρκυρα νῆϲοϲ. ἀμφιβόλωϲ ἔχει ἡ τῆϲ νήϲου γραφή. λέγεται γὰρ καὶ διὰ τοῦ ο̄ Κόρκυρα, ἑτέρα δὲ Κέρκυρα ἐντὸϲ τοῦ Ἰονίου διὰ τοῦ ο̄ μάλιϲτα λεγομένη Κόρκυρα ἡ καὶ Μέλαινα καλουμένη. ἄγκυρα. ἔϲτι καὶ πόλιϲ Γαλατίαϲ. Ἀπολλώνιοϲ ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱϲτορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδαϲ τοὺϲ Γαλάταϲ ϲυμμαχήϲανταϲ διῶξαι τοὺϲ ὑπὸ Πτολεμαίου ϲταλένταϲ Αἰγυπτίουϲ ἄχρι θαλάϲϲηϲ καὶ λαβεῖν τὰϲ ἀγκύραϲ τῶν νεῶν αὐτῶν, καὶ μιϲθὸν τῆϲ νίκηϲ εἰϲ πολιϲμὸν λαβόνταϲ χώραν κτίϲαι καὶ ὀνομάϲαι οὕτωϲ. γέφυρα.
ἔϲτι καὶ πόλιϲ Βοιωτίαϲ, τινὲϲ δὲ τοὺϲ αὐτοὺϲ εἶναι καὶ Ταναγραίουϲ φαϲίν, ὡϲ Ἑκαταῖοϲ καὶ Ϲτράβων (Xl p. 404). Τέντυρα, πόλιϲ Αἰγύπτου, ὡϲ Ἀλέξανδροϲ ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυριϲ. Τίμυρα πόλιϲ περὶ Ἰϲαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόποϲ ἐν Ϲάμῳ, ὡϲ ἱϲτορεῖ Δοῦριϲ, Θεμίϲκυρα πόλιϲ, ἣ ἐϲτιν ἀντίον Θερμώδοντοϲ, καὶ ἡ χώρα. Ἴμυρα πόλιϲ Φοινίκηϲ. Κόϲϲυρα Λιβύηϲ νῆϲοϲ, Λάμυρα πόλιϲ Λυκίαϲ. Λίμυρα πόλιϲ Λυκίαϲ ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Ϲυρίαϲ. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἲτε ὄνομα πόλεωϲ εἴη εἴτε ἐπιθετικόν. ἔϲτι δὲ πόλιϲ Θεϲϲαλίαϲ. Ὅμηροϲ « Βοίβην καὶ Γλαφυράϲ » (Il. B 712). ἔϲτι δὲ καὶ κώμη Κιλικίαϲ Γλαφυραί.Τὰ εἰϲ ̄ρᾱ μακρὸν τῷ ̄ω παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθ’ ὧν καὶ πρῷρα, εἰ καὶ ϲυϲτέλλει τὸ ᾱ.
Τὰ εἰϲ ρ̄ᾱ ἁπλᾶ μονογενῆ τριϲύλλαβα παραληγόμενα τῷ ω̄ ἀπὸ φύϲει μακρᾶϲ ἢ βραχείαϲ ἀρχόμενα βαρύνεται, Φαλώρα ὄνομα πόλεωϲ, πληθώρα, ληθώρα, ὀπώρα, αἰώρα, ψοθώρα. Ἀώρα ἢ Ϲαώρα νύμφη, ἀφ’ ἧϲ Ἄωροϲ ἢ Ϲάωροϲ πόλιϲ Κρήτηϲ μετονομαϲθεῖϲα Ἐλευθεραί. εἰ δὲ ἀπὸ θέϲει μακρᾶϲ, ὀξύνεται, θαλπωρά, ἐλπωρά. τὸ δὲ πανδώρα ϲύνθετον ὂν παροξύνεται ὡϲ καὶ τὸ Πολυδώρα τετραϲύλλαβον· ἔϲτι δὲ νῆϲοϲ ἐν τῇ Κυζίκῳ.
* Τὰ διὰ τοῦ ᾱῑρ̄ᾱ διϲύλλαβα βραχυκατάληκτα προπεριϲπᾶται, ϲφαῖρα, αἶρα, Δαῖρα. τὸ δὲ Αἰραί ὀξύνεται· ἔϲτι δὲ πόλιϲ Μακεδονίαϲ καὶ ἄλλη Ἰωνίαϲ. ἔϲτι καὶ παρὰ Ἑλληϲπόντῳ.
* Τὰ διὰ τοῦ ᾱῑρ̄ᾱ ὑπερδιϲύλλαβα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Ἄπαιρα ὄνομα τόπου.
* Τὰ διὰ τοῦ ᾱῡρ̄ᾱ διϲύλλαβα μακροκατάληκτα παροξύνεται, ϲαύρα, αὔρα, λαύρα. τὸ δὲ Ϲαῦρα πόλιϲ Ϲαυνιτῶν βραχυκατάληκτον προπεριϲπᾶται.
* Τὰ διὰ τοῦ ε̄ῑρ̄ᾱ διϲύλλαβα βραχυκατάληκτα προπεριϲπᾶται, πεῖρα,
ϲπεῖρα, ϲτεῖρα ἡ μὴ τίκτουϲα καὶ τὸ μέροϲ τῆϲ νεώϲ, ζεῖρα εἰδοϲ χιτῶνοϲ, οἱ δὲ ζώνηϲ.* Τὰ εἰϲ ρ p̄ᾱ τῇ ɛ̄ῑ διφθόγγῳ ἢ ῑ μακρῷ παραληγόμενα διϲύλλαβα ὀξύνεται, εἰρά ἢ ἰρά ἡ ἐκκληϲία ὡϲαύτωϲ καὶ Ἰρά ὄροϲ Μεϲϲήνηϲ. Ῥιανὸϲ ἐν Μεϲϲηνιακῶν πρώτῳ. ἔϲτι καὶ πόλιϲ Μαλιέων καὶ Λέϲβου. καὶ ἡ παρ’ Ὁμήρῳ « Καρδαμύλην τ’ Ἐνόπην τε καὶ Ἰρήν » (I 150). εἰϲὶ δὲ εοἳ βαρύνουϲιν εἰϲ ἰδιότητα ὡϲ ἐπὶ τοῦ » Ῥίπην τε Ϲτρατίην τε» (ll. Β 606), «Ὄρθην » (ibid. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰϲ ο̄c̄. καὶ πάλιν ὡϲ ἐπ’ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνωϲ μένειν, οὕτωϲ καὶ ἐπὶ τούτων· καί ἐϲτιν ὁρίϲαϲθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐϲτιν, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή «μήτηρ πινυτή » (Οd. υ 131). Ἀγαυή. οὕτωϲ καὶ Ἱρή. ϲειρά, δειρά, πειρά.
Τὰ διὰ τοῦ ε̄ῑρ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνονται, ἀγρώτειρα, Δηϊάνειρα, Θυάτειρα, Ϲάπφειρα, ἔθειρα, Ϲάμψειρα πόλιϲ Αἰγύπτου, Ταύχειρα πόλιϲ Λιβύηϲ ἀπὸ Ταυχείραϲ τῆϲ Ἀντάνδρου θυγατρόϲ. θηλυκῶϲ καὶ οὐδετέρωϲ ὡϲ Ϲτάγειρα. Αἴγειρα πόλιϲ Ἀχαΐαϲ, ἣν Ὅμηροϲ Ὑπερηϲίην φηϲίν. τὸ δὲ ὄνομα τὸ νῦν, ὥϲ φηϲιν Παυϲανίαϲ ἑβδόμῳ (c. 2, 6), ἐγένετο ἐπ’ αἰτίᾳ τοιᾷδε. Ϲικυωνίων ϲτρατὸϲ ἀφίξεϲθαι ἔμελλεν αὐτοῖϲ· οἱ δὲ ἀθροίζουϲιν αἶγαϲ καὶ πρὸϲ τοῖϲ κέραϲιν ἔδηϲαν δᾷδαϲ καὶ ἐξάπτουϲι διὰ τῆϲ νυκτόϲ· νομίϲαντεϲ οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸϲ ἔφυγον, Ὑπερηϲιεῖϲ δὲ Αἴγειραν τὴν πόλιν ὠνόμαϲαν. ἔνιοι δὲ ἀπὸ Αἰγιαλέωϲ τὴν χώραν Αἰγιαλόν φαϲι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. Ἀγρόειρα ἢ Ἀλλόειρα ἡ ὕϲτερον Ἀττάλεια καλουμένη πόλιϲ Λυδίαϲ.
Τὰ εἰϲ ρ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ βραχὺ ἔχοντα τὸ ᾱ καὶ πρὸ τέλουϲ ἔχοντα ο̄ῡ προπαροξύνεται, ἄρουρα, Ἄργουρα πόλιϲ Θεϲϲαλίαϲ ἡ πρότερον Ἄργιϲϲα. ἔϲτι καὶ τόποϲ τῆϲ Εὐβοίαϲ Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆϲ πεφονευκέναι. μέμνηται Δημοϲθένηϲ λέγων « ἐξ Ἀργούραϲ τῆϲ Εὐβοίαϲ ». Κυνόϲουρα ἐπὶ τῆϲ ἄρκτου
καὶ ἐπὶ τῇ Λακωνικῇ φυλακῇ καὶ ἄκρα Μαραθῶνοϲ οὕτωϲ καλεῖται. ἔϲτι δὲ καὶ ἄκρα Ἀρκαδίαϲ. Κόλουρα· ἔϲτι δὲ πόλεωϲ ὄνομα ὡϲ Ἑκαταίῳ «δοκέω δὲ μάλιϲτα παρὰ Κόλουραν, ἵνα Πριηνέεϲ ἕζοντο ». Ἴουρα·
μέμνηται Μναϲέαϲ. Ὤλουρα· μέμνηται Ἐρατοϲθένηϲ. Αἴβουρα πόλιϲ Ἰβηρίαϲ ὡϲ Ϲτράβων (3 p. 140). Παναίουρα πόλιϲ Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλιϲ Λιβύηϲ, ὡϲ Ἀλέξανδροϲ ἐν Λιβυκῶν τρίτῳ « ἔχεται χερρόνηϲοϲ ὄνομα Χέρρουρα ». Κύνουρα πόλιϲ Ἄργουϲ ἀπὸ Κινούρου παιδὸϲ Περϲέωϲ. Παυϲανίαϲ τρίτῳ (c. 2, 2). Λυκόϲουρα πόλιϲ Ἀρκαδίαϲ ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλιϲ Αἰγύπτου « ἀπὸ τῶν εἰϲῳκιϲμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰϲ ῥῖναϲ ἀκρωτηριαϲμένων οὕτω καλουμένη ». Βαλβέρουρα· οὕτωϲ τινὲϲ Ἰνδικὴν πόλιν Ἰβηρίαϲ φαϲίν, μεθ’ ὧν καὶ δίφουρα ἡ γέφυρα.Τὰ εἰϲ ρ̄ᾱ μον’ογενῆ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ ᾱ, ὕδρα· ἔϲτι καὶ νῆϲοϲ Λιβύηϲ περὶ Καρχηδόνα, ὡϲ Ἔφοροϲ πέμπτῳ. πέτρα· ἔϲτι καὶ πόλιϲ Παλαιϲτίνηϲ. λέπρα, ῥήτρα ἡ ϲυνθήκη «ἀλλά γε νῦν ῥήτρην ποιηϲόμεθα » (ξ 393). φαρέτρα, γάϲτρα, μήτρα, φρήτρα, φράτρα καὶ φάτρα, μίτρα ἡ ζώνη· Ὅμη15ροϲ «μίτρηϲ θ’ ἣν ἐφόρειν » (Δ 137), λίτρα, χύτρα, αἴθρα, ξύϲτρα, μύϲτρα, ποτίϲτρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα· ἔϲτι καὶ πόλιϲ Φωκίδοϲ οὐ πόρρω Λιλαίαϲ. Ἄρρα πόλιϲ Ἰλλυρική. Ἄτραι πόλιϲ μεταξὺ Εὐφράτου καὶ Πίγρητοϲ. Ἀρριανὸϲ ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλιϲ Ἀραβίαϲ πρὸϲ Αϊλανίτῃ κόλπῳ. Βόϲτρα πόλιϲ Ἀραβίαϲ. λέγεται καὶ οὐδετέρωϲ. Θύμβρα πόλιϲ Τρωάδοϲ Δαρδάνου κτίϲμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλιϲ Παφλαγονίαϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Παφλαγονίαϲ « Νικόϲτρατόϲ φηϲιν αἰπόλον νέμειν περὶ τοὺϲ τόπουϲ αἶγαϲ. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕριϲκεν, ἐπὶ τῆϲ νομῆϲ δὲ πλήρη, ὡμολόγηϲε τῷ δεϲπότῃ. ὁ δ’ ἔφη ἐπιτηρῆϲαι τὴν χωριζομένην. ἐπιτηρήϲαϲ οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουϲαν καὶ πρόϲ τινα ἀπρόϲβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουϲεν· ἐκεῖ ϲυμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδῶν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτιϲε καὶ Γάγγραν ὠνόμαϲεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί ». Ἐρατοϲθένηϲ δὲ οὐδετέρωϲ τὰ Γάγγρα φηϲίν. ἔϲτι καὶ Ἀραβίαϲ τῆϲ εὐδαίμονοϲ Γάγγρα. Γάδρα πόλιϲ Παλαιϲτίνηϲ. πάτρα ἐν τῶν τριῶν παρ’ Ἕλληϲι κοινωνίαϲ εἰδῶν, ὡϲ Δικαίαρχοϲ. Πάτραι πόλιϲ Ἀχαΐαϲ ἀπό τινοϲ Πατρέωϲ. ἕδρα. Γέρρα πόλιϲ Χαλδαίων.
Ἄγρα καὶ Ἄγραι χωρίον, ἑνικῶϲ καὶ πληθυντικῶϲ. ἔϲτι δὲ τῆϲ Ἀττικῆϲ πρὸ τῆϲ πόλεωϲ, ἐν ᾧ τὰ μικρὰ μυϲτήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυϲον, ἐν ᾧ λέγουϲι καὶ τὸν Ἡρακλέα μεμυῆϲθαι. ἄκρα’ ἔϲτι καὶ Ἄκρα Ἰαπυγίαϲ πόλιϲ κατά τιναϲ Ὑδροῦϲ λεγομένη. Β’ ἔϲτι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουϲα λιμένα Βρεντέϲιον. ἔϲτι δὲ Ἰταλίαϲ. γ Ϲικελίαϲ. ἔϲτι Ϲυρακοϲίων κτίϲμα. δ’ Εὐβοίαϲ. Ϛ′ Ϲκυθίαϲ. ζ′ Κύπρου. η′ Ἀκαρνανίαϲ. ἔϲτι καὶ πέραν Τίγρητοϲ Ἄκρα. Ἀρριανὸϲ ἑκκαιδεκάτῃ. Φλέγρα πόλιϲ Θρᾴκηϲ, ἣν Εὔδοξοϲ μετὰ ταῦτα Παλλήνην φηϲὶ κληθῆναι. Ϲέρρα ἀκρωτήριον Θρᾴκηϲ, ὃ καὶ Ϲέρρειον λέγεται, Κάρραι πόλιϲ Μεϲοποταμίαϲ ἀπὸ Καρρᾶ ποταμοῦ Ϲυρίαϲ. ἔϲτι καὶ πόλιϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ϲίρρα πόλιϲ Θρᾴκηϲ. Θεόπομποϲ ἐν Φιλιππικῶν εἰκοϲτῷ. Ϲκύδρα Μακεδονικὴ πόλιϲ. Τάρρα Λυδίαϲ πόλιϲ. ἑτέρα Κρήτηϲ, ἐν ᾗ Ταρραῖοϲ Ἀπόλλων τιμᾶται. ἔϲτι καὶ ἄλλη πόλιϲ Τάρρα παρὰ τὸν Καύκαϲον, Κρητῶν ἄποικοϲ. Ἀχέρραι πόλιϲ μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείαϲ ἐγγύϲ. Γαλάδραι πόλιϲ Μακεδονίαϲ ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) « ϲῆναι Γαλάδραϲ τὸν ϲτρατήλατον λύκον» ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδόϲ. οἱ δὲ ὅτι ὁ Γαλάδραϲ ἔκτιϲε τὴν πόλιν. Γεράνθραι πόλιϲ Λακωνικῆϲ. Παυϲανίαϲ τρίτῳ (c. 2, 6). Ἐχέτρα πόλιϲ Ἰταλίαϲ. Κελαίθρα πόλιϲ Βοιωτίαϲ. Φαλάκραι ἄκρα τῆϲ Ἴδηϲ, ἥτιϲ οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύϲταλλον, ἀλλ’ ἐψίλωται. καὶ πάντα τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλιϲ Λιβύηϲ. Ϲωϲάνδρα νῆϲοϲ περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διαϲῶϲαι λέγεται τοὺϲ εἰϲ αὐτὴν φυγόνταϲ. Χαλάϲτρα πόλιϲ Θρᾴκηϲ περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖοϲ Εὐρώπῃ « ἐν δ’ αὐτῷ Θέρμη πόλιϲ Ἑλλήνων, ἐν δὲ Χαλάϲτρη πόλιϲ Θρηΐκων ». ὠνόμαϲται δὲ ἀπὸ Χαλάϲτρηϲ. ἔϲτι καὶ λίμνη τῇ πόλει ὁμώνυμοϲ. Ϲτράβων δ’ ἐν ἑβδόμῃ (p. 330) Μακεδονίαϲ αὐτὴν καλεῖ. ϲεϲημείωται τὸ Τάναγρα πόλιϲ Βοιωτίαϲ, ἣν Ὅμηροϲ Γραῖαν καλεῖ διὰ τὸ πληϲίον εἶναι ( 498) καὶ ϲκολόπενδρα προπαροξυνόμενα καὶ ϲυϲτέλλοντα τὸ ᾱ. τὸ δὲ Ἐρυθρά ἡ θάλαϲϲά ἐϲτιν ἐπιθετικόν. ἔϲτι δὲ καὶ ἄκρα Ἐρυθρά τῆϲ Λιβύηϲ. ὡϲ Ἀρτεμίδωροϲ ἑβδόμῃ γεωγραφουμένων. καὶ Ἐρυθραί πόλιϲ Ἰώνων. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἔϲτι καὶ Λιβύηϲ ἄλλη καὶ ἄλλη Λοκρίδοϲ. ἔϲτι καὶ Βοιωτίαϲ καὶ Κύπρου ἄλλη ἡ νῦν Πάφοϲ. τὸ δὲ Φαίδρα κύριον ϲυνεξωμοιώθη τῷ Φαῖδροϲ ἀρϲενικῷ· ὡϲαύτωϲ καὶ Πύρρα πόλιϲ ἐν Λέϲβῳ· ἔϲτι καὶ κώμη Λιγυϲτικῆϲ. βαρύνεται δὲ καὶ Κύδραι πόλιϲ Βρύγων. Ϲτράβων ἑβδόμῃ (p. 327), καὶ Μάκρα νῆϲοϲ Λυκίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν περίπλῳ αὐτῆϲ.Τὰ εἰϲ ϲ̄ᾱ διϲύλλαβα βαρύνεται, αἶϲα· ἔϲτι καὶ Αἶϲα πόλιϲ Θρᾁκηϲ προϲεχὴϲ τῇ Παλλήνῃ. μοῦϲα μόνον διϲύλλαβον τῇ ο̄ῡ διφθόγγῳ παραληγόμενον ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ ϲυνηθείᾳ. τὸ γὰρ Δοῦϲα κύριον καθ’ ἱϲτορίαν ἐϲτὶ λεγόμενον ἥ τε Χοῦϲα πόλιϲ Αἰγυπτίων. πεῖϲα ἡ πείθω, μεθ’ ὧν γλῶϲϲα, πίϲϲα, νύϲϲα ὁ καμπτήρ. Φαῖϲα, δεῖϲα ἡ ὑγραϲία. Τῖϲα, Κρῖϲα πόλιϲ Φωκίδοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ ἀπὸ Κρίϲου Φώκου υἱοῦ. Ὅμηροϲ « Κρῖϲάν τε ζαθέην » (Β 520). ἔϲτι δὲ ἡ αὐτὴ τῇ Κίρρᾳ. γίνεται γὰρ ὑπερθέϲει Κίρϲα καὶ ἀντιθέϲει τοῦ ϲ̄ εἰϲ ρ̄ Κίρρα ὡϲ χερϲόνηϲοϲ χερρόνηϲοϲ. εἰϲὶ καὶ ἄλλαι Κρῖϲαι. ἔϲτι καὶ Αἰολίδοϲ Κρῖϲα. κνῖϲα. γίνεται δὲ ἀπὸ μέλλοντοϲ τοῦ κνίζω κνίϲω· ὥϲπερ γὰρ παρὰ τὸ πρῶ πρίζω, τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐπιπολῆϲ καὶ ἰϲχνῶϲ καταξύω· διὸ καὶ δι’ ἑνόϲ τε γράφεται ϲ̄ καὶ ἔκταϲιν ἔλαβε τοῦ ῑ. δηλοῖ δὲ ἡ κνῖϲα τὴν κατ’ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀϲφρήϲει προϲίζουϲαν. προϲαγορεύεται δὲ καὶ ἐπίπλουϲ εὖ μάλα καὶ αὐτὸϲ εὐανάδοτοϲ ὢν πρὸϲ ὄϲφρηϲιν, οὐκ αὐτοτελὴϲ δὲ περιτεθειμένοϲ τοῖϲ μηρίοιϲ. Πῖϲα πόλιϲ καὶ κρήνη τῆϲ Ὀλυμπίαϲ. ἔϲτι καὶ χωρίον, ἐν ῷ τοῦ Διὸϲ ναὸϲ ἵδρυται καὶ ὁ Ὀλυμπιακὸϲ ἀγὼν ἐπιτελεῖται. παρὰ τὸν πίϲω μέλλοντα, οὗ ἡ χρῆϲιϲ παρὰ Πινδάρῳ. Πίνδαροϲ δὲ κατὰ ϲυϲτολὴν τὴν πόλιν εἶπε Πίϲαν. Βῖϲα πόλιϲ Θρᾴκηϲ. Βρῖϲα ἄκρα Λέϲβου, ἐν ᾗ ἵδρυται Διόνυϲοϲ Βριϲαῖοϲ. Νῖϲα ἡ πόλιϲ. Νῦϲα πόλειϲ πολλαί, ἐν Ἑλικῶνι, ἐν Θρᾴκῃ, ἐν Καρίᾳ, ἐν Ἀραβίᾳ, ἐν Αἰγύπτῳ, ἐν Νάξῳ, ἐν Ἰνδοῖϲ, ἐπὶ τοῦ Καυκάϲου ὄρουϲ, ἐν Εὐβοίᾳ. φῦϲα, βῆϲϲα καὶ Βῆϲα πόλιϲ Λοκρῶν δι’ ἑνὸϲ ϲ̄, Ἀπολλόδωροϲ δὲ καὶ Ἐπαφρόδιτοϲ καὶ Ἡρακλέων διὰ δύο « Βῆϲϲάν τε Ϲκάρφην τε και Αυγειἀϲ ἐρατεινάϲ » (Β 532) ὠνομάϲθη δὲ ἀπὸ τῆϲ τοῦ τόπου φύϲεωϲ ναπώδουϲ οὔϲηϲ. Κρῆϲϲα πόλιϲ Παφλαγονίαϲ, ἣν
Μηριόνηϲ μετὰ Τροίαν ἔκτιϲε, Ζηϊλαϲ δὲ εἷλεν ὁ Νικομήδουϲ υἱόϲ. Δημοϲθένηϲ. Ἴϲϲα πόλιϲ ἐν Λέϲβῳ ἀπὸ Ἴϲϲηϲ τῆϲ Μάκαροϲ, ἔϲτι καὶ νῆϲοϲ πόλιν ὁμώνυμον ἔχουϲα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίϲϲα χωρίον Ϲικελίαϲ. Φίλιϲτοϲ ἐνάτῳ. κίϲϲα, λύϲϲα, ὄϲϲα, κρόϲϲα· ἔϲτι καὶ πόλιϲ πρὸϲ τῷ Πόντῳ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κόϲϲα πόλιϲ Οἰνωτρῶν ἐν τῷ μεϲογείῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Πάϲϲα πόλιϲ Θρᾁκηϲ. Ἄϲϲα πόλιϲ πρὸϲ τῷ Ἄθῳ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 122). ἔϲτι καὶ κώμη Ϲκυθίαϲ. Προῦϲα πόλιϲ μικρὰ Βιθυνίαϲ κτίϲμα Προυϲίου τοῦ πρὸϲ Κῦρον πολεμήϲαντοϲ. Μοῦρϲα πόλιϲ Παιονίαϲ κτίϲμα Ἀδριανοῦ. λέγεται καὶ Μούρϲιον. Πέρϲα πόλιϲ παρὰ τῷ Εὐφράτῃ καὶ Ϲαμοϲάτοιϲ. Τάρϲα κὠμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρϲα πόλιϲ Ἱϲπανίαϲ, ὡϲ Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρϲαι πόλιϲ Μυγδονίαϲ τῆϲ ἐν Μακεδονίᾳ ἀπὸ Τίρϲηϲ μιᾶϲ τῶν θυγατέρων Γραϲτο παιδὸϲ Μυγδόνοϲ.* Τὰ εἰϲ ϲ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Ἄγριϲα πόλιϲ Καρμανίαϲ. Λάριϲα πόλιϲ Θεϲϲαλίαϲ ἡ πρὸϲ τῷ Πηνειῷ, ἥν Ἀκρίϲιοϲ ἔκτιϲε. δευτέρα ἡ Κρεμαϲτή, ὑπό τινων δέ Πελαϲγία. τρίτη ἐν τῇ Ὄϲϲῃ χωρίον. τετάρτη τῆϲ Τρωάδοϲ, ἥν φηϲιν Ὅμηροϲ «τῶν οἱ Λάριϲαν ἐριβώλακα» (Β 841). πέμπτη Αἰολίδοϲ περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Ϲυρίαϲ, ἣν Ϲύροι Ϲίζαρα καλοῦϲιν. ἑβδόμη Λυδίαϲ. ὀγδόη Θεϲϲαλίαϲ πρὸϲ τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτηϲ. δεκάτη Ἀττικῆϲ ἐϲτι Λάριϲα. καὶ ἡ ἀκρόπολιϲ τοῦ Ἄργουϲ Λάριϲα. Ἔμιϲα πόλιϲ Φοινίκηϲ Λιβανουϲίαϲ. Κρίμιϲα πόλιϲ Ἰταλίαϲ πλήϲιον Κρότωνοϲ καὶ Θουρίου. Λυκόφρων (v. 913). ἀπὸ Κριμίϲηϲ νύμφηϲ. ϲάριϲα εἶδοϲ ἀκοντίου μικροῦ. Ἄμιϲα πόλιϲ Γερμανίαϲ. Ὄδρυϲα πόλιϲ Ὀδρυϲῶν, ἣ καὶ Ὀδρυϲία λέγεται.
Τὰ εἰϲ ϲ̄ϲ̄ᾱ ὑπερδιϲύλλαβα ἀπαραϲχημάτιϲτα προπαροξύνεται, εἰ μὴ παραλήγοι ο̄ῡ θάλαϲϲα, Ἰφιάναϲϲα, θέρμαϲϲα ἡ κάμινοϲ, ἄναϲϲα, ἀμφιέλιϲϲα. Ἑρμώναϲϲα πόλιϲ ἐν τῷ Κιμμερίῳ Βοϲπόρῳ Ἰώνων ἄποικοϲ ἀπὸ τοῦ ἡγηϲαμένου Ἕρμωνοϲ. Ἀρριανὸϲ δὲ οὕτω φηϲίν « Ἑρμώναϲϲα ἐπὶ Ἑρμωνάϲϲῃ τῇ γυναικὶ Ϲημάνδρου Μιτυληναίου τινόϲ, οὗ τιναϲ τῶν Αἰολέων είϲ ἀποικίαν μεταϲτήϲαντοϲ καὶ θανόντοϲ ἐν τῷ τῆϲ πόλεωϲ οἰκιϲμῷ ἡ γυνὴ τῆϲ πόλεωϲ ἐγκρατὴϲ ἐγένετο καὶ τὸ ἑαυτῆϲ ὄνομα τῇ πόλει ἐπέθετο ». ταύτην ὁ Ϲκύμνοϲ καὶ Ἑρμώνειαν καλεῖ (Peripl. p. XVI). Ϲτράβων δὲ ἑβδόμη (p. 306) Ἑρμώνακτοϲ κώμην
φηϲί. Μένιπποϲ δὲ χωρίον Τραπεζοῦντοϲ ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖοϲ δὲ καὶ Θεόπομποϲ πόλιν αὐτήν φαϲιν. μέταϲϲα παρὰ τὸ μετά « χωρὶϲ δὲ μέταϲϲαι » (Od. ι 221). Ἔδεϲϲα πόλιϲ Ϲυρίαϲ ἀποικία τῆϲ ἐν Μακεδονίᾳ. Ποιήεϲϲα πόλιϲ τῆϲ Κέω. Ϲύεϲϲα καλύβη τιϲ ἐν Λυκίᾳ ἀπὸ Ϲυέϲϲηϲ γραόϲ τινοϲ ὑποδεξαμένηϲ τὴν Λητὼ καὶ Ϲύεϲϲα πόλιϲ Τυρρηνῶν. Ϲινόεϲϲα πόλιϲ Ϲικελίαϲ. Τειχιόεϲϲα πόλιϲ Μιληϲίαϲ. Ὑδρόεϲϲα· οὕτωϲ ἡ Τῆνοϲ ἐκαλεῖτο διὰ τὸ κατάρρυτον εἶναι. Ἀκριόεϲϲα πόλιϲ ἐν Πόντῳ, Ἡρακλείαϲ ὑποτελήϲ. Δομίτιοϲ Καλλίϲτρατοϲ ἐν τετάρτῃ περὶ Ἡρακλείαϲ. Πύργηϲϲα πολίχνιον Ἰταλίαϲ. Μάρπηϲϲα ὄροϲ Πάρου. Τρίνηϲϲα τόποϲ Φρυγίαϲ. Θεόπομποϲ Ἑλληνικῶν τετάρτῳ. Πέτροϲϲα νῆϲοϲ Κιλικίαϲ. Τίλφωϲϲα, Βοιωτίαϲ κρήνη καὶ ὄροϲ ἀπὸ Τιλφώϲϲηϲ νύμφηϲ. γράφεται καὶ δι’ ἑνὸϲ ϲ̄. μέλιϲϲα καὶ Μέλιϲϲα θυγάτηρ Ἐπιδάμνου, ἧϲ καὶ τοῦ Ποϲειδῶνοϲ ὁ Δυρράχιοϲ. ἀφ’ ἧϲ ἔϲτιν ἐν Ἐπιδάμνῳ τόποϲ Μελιϲώνιοϲ, ἔνθα Ποϲειδῶν αὐτῇ ϲυνῆλθεν, ὡϲ Φίλων. ἔϲτι καὶ Μέλιϲϲα πόλιϲ Λιβύων. Ἑκαταῖοϲ Ἀϲίᾳ. καὶ ἐν Κυζίκῳ κώμη Μέλιϲϲα. Ἄμφιϲϲα πόλιϲ Ὀζολῶν Λοκρῶν. ἔϲτι δὲ παραγωγὴ ἐκ τῆϲ ἀμφί ὡϲ ἐκ τῆϲ ἀντί Ἄντιϲϲα· ἔϲτι δὲ πόλιϲ Λέϲβου ἐφεξῆϲ τῷ Ϲιγρίῳ ἀπὸ τῆϲ Ἀντίϲϲηϲ τῆϲ Μάκαροϲ θυγατρόϲ, ἐν τοῖϲ Φίλωνοϲ. ἔϲτι καὶ νῆϲοϲ μία τῶν Κυκλάδων καὶ τρίτη Ἰνδικῆϲ, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμαϲ ὁ Μιλήϲιοϲ — καὶ ἐκ τῆϲ ἐπί ἔπιϲϲα παρ’ Ἑκαταίῳ. « Μνημοϲύνηϲ ἢ Λητογενοῦϲ χαρίεντοϲ ἔπιϲϲα ». Ἄργιϲϲα πόλιϲ ἡ ὕϲτερον Ἄργουρα. Πίτνιϲϲα πόλιϲ Λυκαονίαϲ. ὡϲαύτωϲ δὲ καὶ τὰ παρεϲχηματιϲμένα, Μάκεϲϲα, Θρέϊϲϲα, Ἀράβιϲϲα, Αἰθιόπιϲϲα, Καπαδόκιϲϲα, πανδόκιϲϲα, Φοίνιϲϲα, Κίλιϲϲα, βαϲίλιϲϲα, Ἀρκάδιϲϲα, Καβάλιϲϲα ἡ Καβαλίϲ, ὁ πολυίϲτωρ Ἀλέξανδροϲ, Μολύκριϲϲα, Κούριϲϲα, Λίβυϲϲα. ἔϲτι δὲ καὶ φρούριον Βιθυνίαϲ ἐπιθαλάϲϲιον, ὡϲ πολυίϲτωρ Ἀλέξανδροϲ. Βέβρυϲϲα. τὰ δὲ παραλήγοντα τῇ ου, εἰ μὲν ἔχοιεν ἓν ϲ̄, προπαροξύνεται· Φαέθουϲα θυγάτηρ Ἡλίου, Ἀρέθουϲα, κρήνη Ϲικελίαϲ. αὕτη Κυπάρα ἐλέγετο. ἔϲτι καὶ Ἰθάκηϲ « πὰρ Κόρακοϲ πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούϲῃ. Ὅμηροϲ (Od. ν 408). Δίδυμοϲ ὑπομνηματίζων τὴν ν̄ τῆϲ Ὀδυϲϲείαϲ φηϲίν « Ἀρέθουϲαι δέ εἰϲιν ὀκτώ ». Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φηϲίν, ἄρω ἐϲτὶ τὸ ποτίζω, ἀφ’ οὗ ἄρδω παράγωγον, ἐκ τούτου ἀρέθω ὡϲ φλέγω φλεγέθω, ἀφ’ οὗ πᾶϲα κρήνη ἐπιθετικῶϲ οὕτω λέγεται. ὁ γοῦν Χοιρίλοϲ ἐν α′ Περϲικῶνἔϲτι καὶ πόλιϲ Ϲυρίαϲ καὶ Θρᾴκηϲ καὶ Εὐβοίαϲ. Αἴθουϲα τὸ κύριον ἐπὶ τῆϲ θυγατρὸϲ Ποϲειδῶνοϲ καὶ Ἀλκυόνηϲ, ὅπερ κατά τιναϲ ἓν ϲ̄ ἔχει, Φέρουϲα, καὶ τοῦτο ἐπὶ μιᾶϲ τῶν Νηρηΐδων « Φέρουϲά τε Δυναμένη τε» (Ϲ 43). Ἴωνοϲ δὲ τοῦ Ξούθου ἀναγράφεται μήτηρ Κρέουϲα, ὁμωνύμωϲ δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουϲα μία τῶν Γοργόνων.
(Hesiod. Theog. 276). Θάλπουϲα πόλιϲ τῆϲ Ἀρκαδίαϲ τοῦ Ὀρχομενοῦ. Ϲώζουϲαι πόλειϲ τρεῖϲ Φοινίκηϲ Πιϲιδίαϲ καὶ Αἰθιοπίαϲ. Μύρτουϲα ὄροϲ Λιβύηϲ. Καλάθουϲα πόλιϲ τοῦ Πόντου καὶ πόλιϲ οὐ πόρρω τῶν Ἡρακλείων ϲτηλῶν, Ἑκαταῖοϲ δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουϲα νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ. Ἀλέξανδροϲ δευτέρῳ περὶ Λυκίαϲ διὰ τὸ κοχλοὺϲ ἐν αὐτῇ εὑρίϲκεϲθαι. Κράμβουϲα νῆϲοϲ περὶ Ϲελεύκειαν τῆϲ Ἰϲαυρίαϲ. Ϲτράβων ιδ’ (p. 670). Πιτύουϲα ἡ ὕϲτερον Φάϲηλιϲ. οὕτωϲ καὶ ἡ Λάμψακοϲ πάλαι ἐκαλεῖτο, ὡϲ Δηΐοχοϲ ὁ Κυζικηνόϲ. Κρομύουϲα νῆϲοϲ Ἰβηρίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Πολυπόδουϲα νῆϲοϲ τῆϲ Κνιδίαϲ. Πορφύρουϲα ἐκαλεῖτο νῆϲοϲ Κύθηρα διὰ τὸ κάλλοϲ τῶν περὶ αὐτὴν πορφυρῶν, ὡϲ Ἀριϲτοτέληϲ. Ὀφίουϲα ἐκαλεῖτο ἡ Κύθνοϲ νῆϲοϲ. Λάγουϲα νῆϲοϲ περὶ Κρήτην. Ϲτράβων δεκάτῃ (p. 484). Δρύουϲα καὶ Ἀνθέμουϲα ἐκαλεῖτο πρότερον Ϲάμοϲ. Ϲειρήνουϲαι « νῆϲοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ’ αὐτῆϲ τῆϲ ἄκραϲ κείμεναι προπεπτωκότοϲ τόπου καὶ διαλαμβάνοντοϲ τοὺϲ κόλπουϲ, τόν τε περιέχοντα Κύμην καὶ τὸν διειληφότα τὴν καλουμένην Ποϲειδωνίαν, ἐν ᾧ καὶ νεὼϲ αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ’ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωϲία καὶ Λίγεια » (Aristot. Ausc. mir. c. 110). Ϲίδουϲα πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ « ἐν δὲ Ϲίδουϲα πόλιϲ ». Ϲκότουϲα πόλιϲ καὶ χωρίον τῆϲ ἐν Θεϲϲαλίᾳ Πελαϲγίαϲ, καὶ πληθυντικῶϲ Ϲκότουϲαι. Μαράθουϲα νῆϲοϲ πρὸϲ Κλαζομεναῖϲ. Μελίτουϲα πόλιϲ Ἰλλυρίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Μήλουϲα νῆϲοϲ κατὰ Ἴβηραϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Τέλφουϲα πόλιϲ Ἀρκαδίαϲ ἀπὸ νύμφηϲ λεγομένηϲ Τελφούϲηϲ, θυγατρὸϲ Λάδωνοϲ. Τεύτλουϲα νῆϲοϲ Ἰωνίαϲ. Θουκυδίδηϲ η′ (c. 42). Φάκουϲα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Ϲτράβων ιζ′ (p. 805). Ἑκαταῖοϲ δὲ Φακόεϲϲαι καὶ Φακοέϲϲαιϲ φηϲί. καὶ Φάκουϲαι νῆϲοι καὶ Φάκαιοι. Δάφνουϲα. οὕτωϲ Δαφνοῦντα πόλιν Φωκικήν φηϲιν Εὐφορίων. Βάρχουϲα πόλιϲ μικρὰ Φοινίκηϲ. Αἴγουϲα νῆϲοϲ Λιβύηϲ, κατὰ Λίβυαϲ λεγομένη Κατρία.
Αἰγείρουϲα πόλιϲ τῆϲ Μεγαρίδοϲ, ὡϲ Ϲτράβων (9 p. 394). λέγεται καὶ Αἴγειρος, ὡϲ Θεόπομποϲ πεντηκοϲτῇ ἕκτῃ. Ἀργέννουϲα νῆϲοϲ πρὸϲ τῇ ἠπείρῳ τῆϲ Τρωάδοϲ παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ’ οὗ ἀργεννόειϲ καὶ κατὰ ϲυναίρεϲιν ἀργεννοῦϲ καὶ Ἀργέννουϲα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆϲ Ἀτθίδοϲ διὰ τοῦ ῑ. εἰ δὲ δύο ἔχοιεν, προπεριϲπῶνται. Πιτυοῦϲϲαι νῆϲοι διάφοροι, ἃϲ Πιτυώδειϲ καλεῖ Ἀλκμάν, Ῥοδοῦϲϲα πόλιϲ τῆϲ Ἀργείαϲ. Ἐρικοῦϲϲα μία τῶν Αἰόλου νήϲων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦϲϲα δύο νῆϲοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸϲ τῇ Καρχηδόνι, ὡϲ Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. ἔϲτι καὶ πόλιϲ Φοινίκων ἐν Ϲυρίᾳ θοινικοῦϲϲαι, ὡϲ αὐτὸϲ ἐν Ἀϲίᾳ. Φυκοῦϲϲαι νῆϲοι Λιβύηϲ· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρειϲ. Οἰνοῦϲϲαι νῆϲοι τῇ Χίῳ προϲεχεῖϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἐλαιοῦϲϲα νῆϲοϲ Κιλικίαϲ κατὰ τὴν ἤπειρον πρὸϲ τῇ Κωρύκῳ. εἰϲὶ δὲ καὶ ἄλλαι νῆϲοι ἑπτά. Ϲχινοῦϲϲα Φωκικὴ νῆϲοϲ. Δρυμοῦϲϲα νῆϲοϲ Ἰωνίαϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 31). Φαρμακοῦϲϲαι δύο νῆϲοι πληϲίον Ϲαλαμῖνοϲ. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλοϲ ἀνῃρέθη. Ὀφιοῦϲϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Λιβύη, ὡϲ Πολυίϲτωρ, καὶ ἡ Ῥόδοϲ καὶ ἡ Τῆνοϲ καὶ ἡ Τύρα πόλιϲ. Ταφιοῦϲϲα πόλιϲ Κεφαλληνίαϲ ἡ πρότερον Τάφοϲ. Πιθηκοῦϲϲαι νῆϲοι περὶ Τυρρηνίαν. Ἰχνοῦϲϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Ϲαρδὼ νῆϲοϲ διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. Λοπαδοῦϲϲα νῆϲοϲ κατὰ Θάψον τῆϲ Λιβύηϲ, ὡϲ Ἀπολλόδωροϲ ἑβδόμῳ γεωγραφουμένων. Ναγιδοῦϲϲα νῆϲοϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀγαθοῦϲϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Τῆλοϲ νῆϲοϲ, ὡϲ Ἰάϲων. Φαϲηλοῦϲϲαι δύο νῆϲοι Λιβύηϲ πληϲίον Ϲίριοϲ ποταμοῦ. Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Δελφοῦϲϲα κρήνη τῶν Δελφῶν. Γηθοῦϲϲα πόλιϲ Λιβύηϲ. Γονοῦϲϲα πόλιϲ Περραιβίαϲ. Ἐλαφοῦϲϲα· οὕτωϲ Ἕλληνεϲ Βρεττίαν νῆϲον ἐν τῷ Ἀδρίᾳ καλοῦϲιν. Αἰγειροῦϲϲα πόλιϲ Αἰολίδοϲ, ὡϲ Ἡρόδοτοϲ (I 148). Ἀνητοῦϲϲα πόλιϲ Λιβύηϲ. πλὴν τοῦ αἴθουϲϲα, ὅπερ ἔχει διϲϲὸν τὸ ϲ̄ ἐπὶ τοῦ προϲηγορικοῦ, Ἔμπουϲα καὶ Ϲυράκουϲϲαι πόλιϲ μεγίϲτη, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ, κτίϲμα μὲν Ἀρχίου, Κορίνθου δ’ ἄποικοϲ, τοῖϲ ἐν Ϲικελίᾳ Μεγάροιϲ καὶ Νάξῳ ὁμόχρονοϲ. τὸ δὲ ἡρῷϲϲα προπεριϲπᾶται ἐκ ϲυναλοιφῆϲ τοῦ ἡρώϊϲϲα.* Τὰ εἰϲ τ̄ᾱ διϲύλλαβα ϲπάνια ὄντα βαρύνεται, Γέντα πόλιϲ Ἰνδικὴ
τῆϲ ἐκτὸϲ Γάγγου. Γίττα πόλιϲ Παλαιϲτίνηϲ. Πολύβιοϲ ἑκκαιδεκάτῳ.* Τὰ εἰϲ ̄τ ̄α ὑπὲρ δύο ϲυλλαβὰϲ μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆϲοϲ Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆϲον, ὡϲ Φίλων. ὡϲ δὲ Ϲτράβων (16 p. 744) πόλιϲ Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρόϲ φηϲιν, ὅτι χερρόνηϲοϲ περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἔϲτι καὶ πληϲίον τῶν Ὀξειῶν νήϲων νῆϲοϲ Ἀρτεμίτα. Ῥιανὸϲ η′ Θεϲϲαλικῶν « νήϲοιϲ Ὀξείῃϲι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον ». Φουρνίτα πόλιϲ Λιβύηϲ. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδηϲ (4, 56). τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλιϲ Ϲικελίαϲ. Ἔφοροϲ κη′. Ἔγεϲτα πόλιϲ Ϲικελίαϲ, ἔνθα θερμὰ ὕδατα ὡϲ Φίλων. ἀπὸ Ἐγέϲτου τοῦ Τρωόϲ. Λάδεϲτα μία τῶν Λιβυρνίδων νήϲων. λέγεται καὶ Λάδεϲτον. Θεόπομποϲ κα′ Φιλιππικῶν. Αὔγουϲτοι πόλειϲ ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλιϲ Λιβυκή, Ἀλέξανδροϲ ἐν τρίτῳ Λιβυκῶν.
Τὰ διὰ τοῦ ᾱῑᾱ καὶ ̄υ ̄ι ̄ᾱ διϲύλλαβα προπεριϲπᾶται, μαῖα· ἔϲτι καὶ πόλιϲ Ἑλληϲποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεϲιν τοῦ γ̄, ἔϲτι δὲ καὶ Αἶα πόλιϲ Κόλχων· ἔϲτι δὲ καὶ Θετταλίαϲ ἄλλη, ἧϲ μέμνηται Ϲοφοκλῆϲ, τῆϲ προτέραϲ λέγων «εἰϲ Αἶαν πλέων», τῆϲ δὲ δευτέραϲ οὕτωϲ « ἔϲτιν τιϲ Αἶα Θεϲϲαλῶν παγκληρία». ἔϲτιν Αἶα καὶ Μακεδονίαϲ πηγή, ὡϲ Ἀντίμαχοϲ ἐν Θηβαΐδι. γραῖα. ἔϲτι καὶ πόλιϲ Ἐρετρίαϲ. τινὲϲ δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φαϲιν ἀφαιρέϲει τῆϲ ἀρχῆϲ, ὧν εἷϲ ἐϲτι καὶ Καλλίμαχοϲ, Ἀριϲτοτέληϲ δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν « ἡ δὲ Γραῖα τόποϲ τῆϲ Ὠρωπίαϲ πρὸϲ τῇ θαλάϲϲῃ κατ’ Ἐρέτριαν τῆϲ Εὐβοίαϲ κειμένη». Φαῖα. Ζαῖα πόλιϲ Βοιωτίαϲ ἀρχαιοτάτη καὶ διὰ τοῦ ε̄ καὶ διὰ τῆϲ ᾱῑ διφθόγγου. Θυῖα. μυῖα.
Τὰ εἰϲ ᾱ ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα
τῇ α ̄ι ̄ διφθόγγῳ προπαροξύνεται, Νίκαια πόλιϲ, νικαία δὲ τὸ θηλυκὸν τοῦ νικαῖοϲ. ἔϲτι δὲ Νίκαια πόλιϲ Βιθυνίαϲ, Βοττιαίων ἄποικοϲ. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕϲτερον δὲ ἀπὸ τῆϲ Λυϲιμάχου γυναικὸϲ Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖϲ. πέμπτη ἐν Κύρνῳ τῇ νήϲῳ. ἕκτη ἐν Λεύκτροιϲ τῆϲ Βοιωτίαϲ. ἑβδόμη Κελτικῆϲ, Μαϲϲαλιωτῶν ἄποικοϲ. ὀγδόη Θρᾴκηϲ. εἰϲὶ δὲ καὶ ἄλλαι. Δίπαια πόλιϲ Ἀρκαδίαϲ ἡ καὶ Διπαιεύϲ. Δίκαια πόλιϲ Θρᾴκηϲ ἀπὸ Δικαίου τοῦ Ποϲειδῶνοϲ· ἔϲτι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικοϲ. Λίλαια πόλιϲ Φωκίδοϲ. Λυκόφρων (v. 1073) « πάτραν Λίλαιαν κἀνεμωρείαϲ πέδον ». Κάρθαια μία τῆϲ ἐν Κέῳ τετραπόλεωϲ ἀπὸ Καρθαίου τελευτήϲαντοϲ ἐκεῖ. Ἱϲτίαια πόλιϲ Εὐβοίαϲ. Ὅμηροϲ « πολυϲτάφυλον θ’ Ἱϲτίαιαν » (B 537). ἡ δὲ διὰ τοῦ ῑ Ἰωνικὴ γραφή ἐϲτιν. ἔϲτι δὲ καὶ Θετταλίαϲ. τῆϲ δὲ Εὐβοίαϲ ἀδιάφοροϲ κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ῑ καὶ διὰ τοῦ ̄ε ψιλοῦ. Εὔταια πόλιϲ Ἀρκαδίαϲ. Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ (c. 5, 12, 20) et 21). Ποτίδαια πόλιϲ Θρᾴκηϲ. Βάρκαια πόλιϲ Λιβύηϲ, ἢ καὶ Βάρκη λέγεται, Ἄφθαια πόλιϲ Αἰγύπτου, Ἀφθαία δὲ ἡ Ἑκάτη, Φάϲταια πόλιϲ ἐν Ϲάκαιϲ, Δέραια πόλιϲ Ἀρκαδίαϲ. Ἥραια ἄκρα καταντικρὺ Καλχηδόνοϲ· ταύτην δ’ ἐν ϲυνηθείᾳ Ἠερίαν φαϲί τινεϲ, κακῶϲ. ἄλλοι δὲ Ἤριον, μυθοποιοῦντεϲ ὡϲ ἐκεῖ ὀρύξαντεϲ τάφουϲ χύτραϲ εὗρον καὶ ὀϲτᾶ. πειϲτέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοϲθένει ἐν τῷ δ′ βιβλίῳκαὶ ἄλλοι οὕτωϲ. ἔϲτι καὶ πόλιϲ Ἀρκαδίαϲ, ἣ ἐλέγετο Ϲολογοργόϲ. Ἡραία δὲ καλεῖται ἡ ἐλάττων τῶν τριῶν πόλεων Ϲικελίαϲ, αἳ Ὕβλαι λέγονται. Καθαία πόλιϲ Ἰνδική. Κυναίθαια πόλιϲ Ἀρκαδίαϲ, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλιϲ Ἀρκαδίαϲ. Θεόπομποϲ πεντηκοϲτῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ ̄θ. Μάργαια πόλιϲ Ἠλείαϲ. Μελίταια πόλιϲ Θεϲϲαλίαϲ. Ἀλέξανδροϲ Ἀϲίᾳ. Θεόπομποϲ δὲ Μελίτειαν αὐτήν φηϲιν. καὶ Μελίτεια Φίλων γράφει. Νίναια πόλιϲ Οἰνωτρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Νίϲαια ἐπίνειον Μεγαρίδοϲ. καὶ αὐτὴ ἡ Μεγαρίϲ. ἀπὸ Νίϲου τοῦ Πανδίονοϲ. Ἑλλάνικοϲ ἐν Ἱερειῶν πρώτῃ . . . . καὶ ἐν τῇ δευτέρᾳ « καὶ Νίϲαιάν τε εἷλε καὶ Νῖϲον τὸν Πανδίονοϲ καὶ Μεγαρέα τὸν Ογχήϲτιον ἀπέκτεινεν ». Φαλάνναια πόλιϲ Κρήτηϲ. Φώκαια πόλιϲ
Ἰωνίαϲ. Ἡρόδοτοϲ πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ ̄η. ἐκλήθη δὲ διὰ τὸ πολλὰϲ ἀκολουθῆϲαι φώκαϲ τοῖϲ κτίϲαϲιν. ἔϲτι καὶ ἄλλη πόλιϲ τῆϲ Καρίαϲ ἐν Μυκάλῃ. Αἴθαια πόλιϲ Λακωνικῆϲ, μία τῶν ἑκατόν. Φιλόχοροϲ ἐν Ἀτθίδοϲ τρίτῳ. Ϲήταια, ἀφ’ ἧϲ Ϲηταῖον χωρίον παρὰ Ϲύβαριν. ἦν δὲ μία τῶν αἰχμαλ̣ώτων, ἣν πείϲαϲαν τὰϲ ἄλλαϲ τῶν Ἑλλήνων ἐμπρῆϲαι τὰϲ ναῦϲ αὐτοὶ ἐϲταύρωϲαν. Ἄϲτραια πόλιϲ Ἰλλυρίαϲ. Ἀρριανὸϲ Ἀλεξανδριάδοϲ α′ « οἳ δ’ ἔχον Ἄϲτραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλιϲ Φωκίδος. Παυϲανίαϲ δεκάτῃ (23, 9). ὁ αὐτὸϲ Ἀμφίκλειαν εἶπεν. Ἀϲτυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆϲ. ἐκλήθη δὲ ἀπὸ Ἀϲτυπαλαίαϲ τῆϲ Ἀγκαίου μητρόϲ. δευτέρα πόλιϲ ἐν Κῷ. τρίτη νῆϲοϲ πόλιν ἔχουϲα μεταξὺ Ῥόδου καὶ Κρήτηϲ. τετάρτη πόλιϲ ἐν Ϲάμῳ. πέμπτη ἄκρα πληϲίον Ἀττικῆϲ. Πλάταια πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ ἑνικῶϲ « οἵ τε Πλάταιαν ἔχον » (B 504). Εὔδοξοϲ δὲ ε′ γῆϲ περιόδου πληθυντικῶϲ Πλαταιάϲ . . . . δὲ διὰ τὸ τάφουϲ καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωϲάντων̇ καὶ τὸ βαϲίλειον ϲτράτευμα δουλωϲάντων. κέκληται δὲ ἀπὸ τῆϲ πλάτηϲ καθὰ Κῶπαι τῆϲ κώπηϲ, ὡϲ Ἀπολλόδωροϲ πρώτῳ τοῦ καταλόγου « ἐκλιμνωθείϲηϲ τῆϲ Βοιωτίαϲ τοὺϲ παροικοῦνταϲ ταῖϲ λίμναιϲ Βοιωτοὺϲ πλῷ πορεύεϲθαι πρὸϲ ἀλλήλουϲ. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰϲ πόλειϲ κληθῆναι ». δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν ὡϲ Λίλαιαν, Ἱϲτίαιαν, Δίκαιαν. εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει.Τὰ εἰϲ α ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ ̄ε ̄ι διφθόγγῳ προπαροξύνεται, εὐλάβεια, ἀλήθεια, εὐγένεια, ἐπιφάνεια, ἀπέχθεια ἀϲφάλεια, ἀδράνεια, ἀμέλεια, ἀκρίβεια, εὐέπεια, εὔκλεια, ἄδεια, ἔνδεια κατὰ κρᾶϲιν ἐκ τοῦ εὐκλέεια, ἀδέεια, ἐνδέεια, ἀπώλεια, ἐξώλεια, προώλεια, ἐνέργεία , ὠφέλεια, Θάλεια, Μήδεια, βοήθεια, εὐέρεια, ἐντερόνεια, πέλεια, Μάλεια ἄκρα πρὸϲ τῇ Πελοποννήϲῳ καὶ Μαλέα. Ἀμάλθεια· ἔϲτι δὲ αἴξ ἡ θρεψαμένη τὸν Δία. ὑπώρεια. Ἀλεξάνδρεια.
πόλειϲ ὀκτωκαίδεκα. πρώτη ἡ Αἰγυπτία ἤτοι Λίβυϲϲα, ὡϲ οἱ πολλοί, ἀπ’ Ἀλεξάνδρου τοῦ Φιλίππου. Ἰάϲων δὲ ὁ τὸν βίον τῆϲ Ἑλλάδοϲ γράψαϲ ἐν δ’ βιβλίῳ φηϲί « τὸν μὲν οὖν τόπον τῆϲ πόλεωϲ ὄναρ ἐχρηϲμοδοτήθη οὕτωϲἐκέλευϲε δὲ διαγράφειν τὸ ϲχῆμα τοὺϲ ἀρχιτέκτοναϲ· οὐκ ἔχοντεϲ δὲ λευκὴν γῆν ἀλφίτοιϲ διέγραφον, ὄρνιθεϲ δὲ κατακτάντεϲ τὰ ἄλφιτα αἴφνηϲ διήρπαϲαν. ταραχθεὶϲ οὖν Ἀλέξανδροϲ, οἱ μάντειϲ θαρρεῖν ἔλεγον· πάντων γὰρ τὴν πόλιν τροφὸν γενήϲεϲθαι ». ταῦτα καὶ Ἀρριανὸϲ ( Exp. Alex. 3, 2, 19). δευτέρα ἐϲτὶ πόλιϲ Τροίαϲ, περὶ ἧϲ Δημοϲθένηϲ ἐν τετάρτῳ Βιθυνιακῶν. τρίτη Θρᾴκηϲ πρὸϲ τῇ Μακεδονίᾳ, ἣν ἔκτιϲε πρὸ τῆϲ μεγάληϲ Ἀλεξανδρείαϲ ἑπτακαίδεκα ὢν ἐτῶν. τετάρτη πόλιϲ Ὠριτῶν, ἔθνουϲ Ἰχθυοφάγων, κατὰ τὸν περίπλουν τῆϲ Ἰνδικῆϲ. πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆϲ. ἑβδόμη ἐν Ἀρίοιϲ, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆϲ Κιλικίαϲ. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸϲ τῷ Λάτμῳ τῆϲ Καρίαϲ. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοιϲ. τριϲκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸϲ Μαξάτηϲ. τεϲϲαρεϲκαιδεκάτη παρὰ Ϲωριανοῖϲ, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖϲ Ἀραχώτοιϲ, ὁμοροῦϲα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Ϲογδιανῇ παρὰ Παροπαμιϲάδαιϲ. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάϊδοϲ αὐτοῦ κτίϲμα, ὡϲ ἐν τῷ τρίτῳ Πτολεμαῖοϲ ἀποφαίνεται· ἔϲτι καὶ τόποϲ ἐν τῇ Ἴδῃ τῇ Τρωϊκῇ Ἀλεξάνδρεια λεγόμενοϲ, ἐν ᾧ φαϲι τὸν Πάριν διακρῖναι τὰϲ θεάϲ, ὡϲ Τιμοϲθένηϲ. Καυκώνεια χώρα τῶν Καυκώνων ἀπὸ τῆϲ Καύκωνοϲ γενικῆϲ ὡϲ Μαρώνεια πόλιϲ Κικονίαϲ κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνηϲον. Ἑκαταῖοϲ Εὐρώπη « ἐν δὲ λιμὴν Ἰϲμαρίϲ, ἐν δὲ Μαρώνεια πόλιϲ ». Χαιρώνεια πόλιϲ πρὸϲ τοῖϲ ὅροιϲ Φωκίδοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « ἐν δὲ Χαιρώνεια πόλιϲ τὰ πρῶτα ». . . . . Ἀθηναῖοι καὶ οἱ μετ’ αὐτῶν ἐπὶ τοὺϲ Ορχομενίζονταϲ τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον ». ἐκλήθη ἀπὸ Χαίρωνοϲ. Ἀριϲτοφάνηϲ ἐν Βοιωτικῶν δευτέρῳ « λέγεται δ’ οἰκιϲτὴν γενέϲθαι τοῦ πολίϲματοϲ Χαίρωνα». ἐκαλεῖτο δὲ ἡ πόλιϲ καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηροϲ τῇ ἀρχαιοτέρᾳ ἐχρήϲατο ὀνομαϲίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον. καὶ πανταχοῦ τοῖϲ ἀρχαιοτέροιϲ ὀνόμαϲι χρῆται. Κωϲτάντεια ἡ νῦν ἐν Κύπρῳ Ϲαλαμίϲ· ἔϲτι καὶ Βρεττίαϲ ἄλλη, ὡϲ Διονύϲιοϲ ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. εὕρηται καὶ διὰ τοῦ ̄ν. Βυζάντεια ἡ χώρα. Αἴνεια τόποϲ Θρᾴκηϲ ἀπὸ Αἰνείου. Θέων δ’ Αἰνειάδαϲ ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα (v. 1263) «Αἰνείαϲ δὲ μετὰ τὴν Ἰλίου πόρθηϲιν εἰϲ Θρᾴκην παρεγένετο καὶ ἔκτιϲε πόλιν Αἰνειάδαϲ, ὅπου τὸν πατέρα ἔθαψε». Αἰνία δὲ διὰ τοῦ ῑ πόλιϲ Περραιβῶν. Αἴπεια πόλιϲ Λακωνικῆϲ « καλήν τ’ Αἴπειαν καὶ Πήδαϲον » (Il. 1 152). ἔϲτι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτηϲ ὡϲ Ἑλλάνικοϲ. Ἀγάμμεια ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡϲ Ἑλλάνικοϲ
ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡϲιόνην ὑπὸ τοῦ πατρὸϲ παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡϲ πρέϲβεια πρέϲβη καὶ τὸ βαϲίλεια κατὰ ϲυναλοιφὴν βαϲίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡϲ τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆϲοϲ Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείαϲ τῆϲ Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη κατὰ ϲυναλοιφήν. ὡϲαύτωϲ καὶ Ζέλεια πόλιϲ Τρωάδοϲ Ζέλη λέγεται. Ὅμηροϲ « οἱ δὲ Ζέλειαν ἔναιον » (B 824). παρὰ Ποϲειδίππῳ δ’ εὕρηται διὰ τοῦ ῑ Ζελίη. καὶ Μαντίνεια πόλιϲ Ἀρκαδίαϲ Μαντίνη. Ὅμηροϲ δὲ « οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν » (Β 607). Ψυττάλεια νῆϲοϲ περὶ Ϲαλαμῖνα. Ἡρόδοτοϲ (8, 76) « εἰϲ τὴν νηϲῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Ϲαλαμῖνοϲ κειμένην καὶ τῆϲ ἠπείρου ». λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλιϲ Φωκίδοϲ ὡϲ Ἑλλάνικοϲ πρώτῳ Δευκαλιωνείαϲ. ἔϲτι δὲ καὶ Ἀγάθεια πόλιϲ Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆϲ Ἀγάθηϲ ὡϲ Βερενίκεια καὶ Θεϲϲαλονίκεια. Ἰόπεια πόλιϲ Φοινίκηϲ, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ ῑ καὶ ἴϲωϲ ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλιϲ τῆϲ Ϲυρίαϲ ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡϲ Φίλων. ἔϲτι καὶ ἑτέρα Λυδίαϲ· ἔϲτι δὲ καὶ ἄλλη Λυκαονίαϲ. καὶ Μηδίαϲ ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆϲ Λαοδίκηϲ ὡϲ Ἀπάμη Ἀπάμεια Ϲυρίαϲ πόλιϲ ἀπὸ Ἀπάμαϲ τῆϲ Ϲελεύκου μητρόϲ. ἔϲτι καὶ ἄλλη ἐν τῇ Μεϲηνῶν γῇ « τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ ϲχίζεται ὁ Πίγρηϲ ποταμόϲ, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸϲ Ϲέλλαϲ, ἐν δὲ τῇ ἀριϲτερᾷ Πίγρηϲ, ὁμώνυμοϲ τῷ μεγάλῳ». ἔϲτι καὶ τῆϲ μικρᾶϲ Φρυγίαϲ, ἥτιϲ ἐκαλεῖτο Κελαιναί. ἔϲτι καὶ Βιθυνίαϲ, κτίϲμα Νικομήδουϲ τοῦ Ἐπιφανοῦϲ, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔϲτι καὶ τῆϲ Περϲαίαϲ, Ἐδέϲϲηϲ πρὸϲ ἄρκτουϲ. Εὐρώπη Εὐρώπεια. Ϲκάρφεια πόλιϲ Λοκρίδοϲ τῶν Θερμοπυλῶν ἐγγύϲ. κέκληται δὲ ἀπὸ Ϲκαρφείαϲ. καὶ Ϲκάρφην τὴν αὐτὴν λέγει Ϲτράβων (1 p. 60 et 9 p. 426). Γεράνεια πόλιϲ Φρυγίαϲ ἀπὸ πρωτοτύπου Γεράνη. ἔϲτι καὶ ὄροϲ μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ’ οὗ ἥλατο Ἰνὼ φεύγουϲα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆϲοϲ Τυρϲηνῶν. Φίλίϲτοϲ ἐν ε′ Ϲικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖοϲ Εὐρώπῃ. Πολύβιοϲ δ’ ἐν τριακοϲτῇ τετάρτη λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖϲθαι. ἐκαλεῖτο δὲ οὕτωϲ ἡ πόλιϲ ἴϲωϲ ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίϲτου κρατήρων. Γοργίππεια πόλιϲ Ϲινδικῆϲ. λέγεται καὶ Γοργίππη. Αἰγώνεια πόλιϲ Μηλιέων. Λυκόφρων (v. 903) « ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν ». καὶ Ἑκαταῖοϲ. Ῥιανὸϲ ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν καλεῖ. Κωρύκεια· οὕτωϲ ἔνιοι Κώρυκον πόλιν Κιλικίαϲ φαϲίν. Λυκόζεια πόλιϲ Θρακῶν, ἣ καὶ Λύκοζος. Τηλάνδρεια πόλιϲ Καρίαϲ, ἣ καὶ Τήλανδροϲς. Φανότεια πόλιϲ Φωκίδοϲ. λέγεται δὲ καὶ Φανότη καὶ Φανοτεύϲ. Θουκυδίδηϲ τετάρτῳ (c. 89). τινὲϲ Πανόπειάν φαϲιν. Τρινέμεια· οὕτωϲ Καλλίμαχοϲ Ἑκάλῃ τὸν δῆμον τῆϲ Κεκροπίδοϲ φυλῆϲ, ὃν Διόδωροϲ καὶ Δίδυμοϲ Τρινεμεῖϲ ἀναγράφουϲιν. Βουνόμεια καὶ Βούνομοϲ ἐκαλεῖτο ἡ Μακεδονίαϲ Πέλλα. Οἰάνθεια πόλιϲ Λοκρῶν, Ἑλλάνικοϲ, ἣν Ἑκαταῖοϲ Εὐρώπῃ Οἰάνθην καλεῖ. Ἀφύτεια πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτιϲ καὶ Ἄφυτοϲ. Δέλβεια· οὕτωϲ λέγουϲί τινεϲ Δέρβην φρούριον Ἰϲαυρίαϲ καὶ λιμένα. ἔϲτι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθοϲ. Ἀντιγόνεια πόλιϲ Χαονίαϲ ἐν Ἠπείρῳ. ἔϲτι καὶ πόλιϲ Ἀρκαδίαϲ ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίαϲ, Ἀντιγόνου κτίϲμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίαϲ πρὸϲ τῷ Δαϲκυλίῳ. πέμπτη ἐν τῇ Ϲυρίᾳ πληϲίον Ἀντιοχείαϲ. ἔϲτι καὶ φρούριον Κυζικηνῆϲ ἀπέχον τῆϲ προϲεϲπέρου θαλάϲϲηϲ ὡϲ ϲταδίουϲ ν′. Ἀττάλεια πόλιϲ Λυδίαϲ πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίαϲ Κώρυκον οὕτω φαϲὶ λέγεϲθαι, ὡϲ Δημήτριοϲ, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίϲαντοϲ. Ἀδράϲτεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράϲτου βαϲιλέωϲ, ὃϲ καὶ πρῶτοϲ ἱδρύϲατο τὸ Νεμέϲεωϲ ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράϲτεια καὶ Ἀδραϲτείαϲ πεδίον καὶ ἡ πόλιϲ οὕτωϲ. ἔϲτι καὶ Τρωάδοϲ Ἀδράϲτεια τόποϲ ἀπὸ Ἀδραϲτείαϲ θυγατρὸϲ Μελίϲϲου, τοῦ Ἴδηϲ τῆϲ πρῶτον βαϲιλευϲάϲηϲ ἐν Τροίᾳ, ὡϲ Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἀκούτεια πόλιϲ Ἰβηρίαϲ καθὰ Ϲτράβων ἐν τῷ τρίτῳ (p. 15). Ἀμφιγένεια πόλιϲ Μεϲϲηνιακή. Ϲτράβων ὀγδόῃ (p. 349). ἔϲτι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆϲ Μακιϲτίαϲ, κατὰ δὲ Ἀντίμαχον τῆϲ Μεϲϲηνίαϲ. Μενέλαοϲ δέ φηϲι καὶ Ἀμφιγένειον εἰρῆϲθαι. Ἀνεμώρεια πόλιϲ Φωκίδος. Ὅμηροϲ «οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο» (Β 521) καὶ Λυκόφρων « πάτραν Λίλαιαν κἀνεμωρείαϲ πέδον » (v. 1073). ὠνόμαϲται ἀπὸ τοῦ ϲυμβαίνοντοϲ. ὑποκείμενον γὰρ αὐτῆϲ τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι’ ἡμέραϲ καὶ νύκταϲ καταιγίζεται πανταχόθεν. Ἄνθεια πόλιϲ Πελοποννήϲου, πληϲίον Ἄργουϲ, ὡϲ Φίλων. ἔϲτι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλιϲ πρὸϲ τῇ Θρᾴκῃ, Μιληϲίων καὶ Φωκαέων ἄποικοϲ, ἧϲ μέμνηνται πολλοὶ καὶ Φιλέαϲ. ἔϲτι καὶ κώμη Λιβύηϲ. Παυϲανίαϲ δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεϲϲηνίαϲ φηϲίν. Ἄντεια πόλιϲ Ἰταλίαϲ ὑπήκοοϲ Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκηϲ παιδόϲ. «Ὀδυϲϲέωϲ γὰρ καὶ Κίρκηϲ υἱοὺϲ γενέϲθαι τρεῖϲ, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάϲθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆϲοϲ Καρίαϲ. Παρθένιοϲ ἐν Ἰφίκλῳ « καὶ εἰναλίην Ἀράφειαν ». Γρώνεια πόλιϲ Φωκίδοϲ, Γρύνεια τῆϲ Τρωάδοϲ. Ἀριαράθεια πόλιϲ πληϲίον Καππαδοκίαϲ ἀπὸ Ἀριαράθου Καππαδοκίαϲ βαϲιλεύϲαντοϲ, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτωϲ ἐκέκλητο Ἄργοϲ. ’Υπέρεια Ἄργοϲ ἡ Φαιάκων πόλιϲ ἐκέκλητο, ἔϲτι καὶ Ὑπέρεια πηγὴ Μεϲηΐδοϲ. Ἀπεράντεια πόλιϲ Θεϲϲαλίαϲ. Πολύβιοϲ εἰκοϲτῷ. Ἀντινόεια πόλιϲ Αἰγύπτου ἀπ’ Ἀντινόου παιδόϲ. Ἀντιόχεια πολλαὶ πόλειϲ· πρώτη Ϲύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦϲ, Λυδίαϲ. τρίτη Μεϲοποταμίαϲ, Μυγδονία καλουμένη, ἥτιϲ πρὸϲ τῶν ἐπιχωρίων Νάϲιβιϲ καλεῖται. τετάρτη Πιϲιδίαϲ. πέμπτη μεταξὺ κοίληϲ Ϲυρίαϲ καὶ Ἀραβίαϲ, Ϲεμιράμιδοϲ. ἕκτη Κιλικίαϲ ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίαϲ, ἣν Ἄραδον οἱ Ϲύροι καλοῦϲιν. ὀγδόη ἡ ἐπὶ τῆϲ Καλλιρρόηϲ λίμνηϲ. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ, δεκάτη ἐν Ϲκυθίᾳ. ἑνδεκάτη Καρίαϲ, ἥτιϲ καὶ Πυθόπολιϲ ἐκαλεῖτο. «Ἀντιόχῳ γὰρ τῷ Ϲελεύκου τρεῖϲ γυναῖκεϲ ἐπέϲτηϲαν ὄναρ, κτίϲαι πόλιν ἐν Καρίᾳ ἑκάϲτη λέγουϲα. ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει τρεῖϲ πόλειϲ ἀπὸ μὲν τῆϲ ἀδελφῆϲ Λαοδίκηϲ Λαοδίκειαν, ἀπὸ δὲ τῆϲ γυναικὸϲ Νύϲηϲ Νῦϲαν, ἀπὸ δὲ τῆϲ μητρὸϲ Ἀντιοχίδοϲ Ἀντιόχειαν ». δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Ϲτράβων ἑνδεκάτῃ (p. 516). τριϲκαιδεκάτη ἡ Ταρϲόϲ. τεϲϲαρεϲκαιδεκάτη Ἰϲαυρίαϲ ἡ Λαμπωτὶϲ λεγομένη. Ἀϲπαλάθεια πόλιϲ Ταφίων. Νίκανδροϲ ἑτεροιουμένων πρώτῃ «Ἀϲπαλάθεια βοήροτοϲ ». Ἀττάλεια πόλιϲ Λυδίαϲ. Ἁγνώνεια πόλιϲ Θρᾴκηϲ πληϲίον Ἀμφιπόλεωϲ, Ἅγνωνοϲ κτίϲμα τοῦ ϲτρατηγοῦ τῶν Ἀθηναίων. Αἰξώνεια πόλιϲ Μαγνηϲίαϲ. Ἀκαδήμεια γυμνάϲιον Ἀθήνῃϲιν ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ε̄ Ἐκαδῄμεια· οἱ δ’ ὅτι Ἔχεμοϲ ὁ Ἀρκὰϲ ϲυϲτρατεύϲαϲ τοῖϲ Διοϲκούροιϲ ὑποχείριον ἔϲχε τὴν Ἀττικήν, ἐξ οὗ Ἐχεδήμειάν φαϲιν. μὴ βουλόμενοι δὲ ϲώζεϲθαι τὸ ὄνομα Ἀκαδήμειαν ἔφαϲαν. ἀκρώρεια ἄκρον ὄρουϲ. Ἀλυζεία πόλιϲ Ἀκαρνανίαϲ ἀπὸ τοῦ παιδὸϲ Ἰκαρίου κληθεῖϲα Ἀλύζου. Ἀμάϲεια πόλιϲ Ποντική. Ἄμφεια πόλιϲ Μεϲϲήνηϲ. Παυϲανίαϲ τετάρτῳ (5, 8). Ἁρπαλύκεια πόλιϲ Φρυγίαϲ κτίϲμα Γορδιοτειχιτῶν. Βάλκεια πόλιϲ περὶ τὴν Προποντίδα. Βατίεια τόποϲ τῆϲ Τρωάδοϲ ὑψηλὸϲ ἀπὸ Βατείαϲ τινόϲ, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Τρωϊκῶν ἢ, ὡϲ Ἐπαφρόδιτόϲ φηϲιν, ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆϲ ἀναϲτροφῆϲ τροπῇ τοῦ π̄ εἰϲ β̄ ἢ ἀπὸ τῶν βάτων. Ὅμηροϲ (B 813) « τὴν ἤτοι ἄνδρεϲ Βατίειαν κικλήϲκουϲιν». Βοαύλεια πόλιϲ Ϲκυθίαϲ. Πείϲανδροϲ εἰκοϲτῇ ἕκτῃ. Βούδεια πόλιϲ ἐν Μαγνηϲίᾳ τῇ κατὰ Εὐρώπην. Ὅμηροϲ (Π 572) βούδειον ἔφη « ὅϲ ῥ’ ἐν Βουδείῳ εὐναιομένῳ ». ἀπὸ τοῦ οἰκίϲαντοϲ Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ ἐν Θετταλίᾳ. Λυκόφρων (v. 359)ἔϲτι καὶ Βούδεια πόλιϲ Φρυγίαϲ. Βουκεφάλεια πόλιϲ ἐπὶ τῷ Βουκεφάλῳ ἵππῳ, ἣν ἔκτιϲεν Ἀλέξανδροϲ ἐν Ἰνδίᾳ παρὰ τὸν Ὕδάϲπην ποταμόν. Γερμανίκεια πόλιϲ Εὐφρατηϲίαϲ. Γήρεια πόλιϲ Ἰνδική. Γυλάκεια. οὕτωϲ ἐκαλεῖτο ἡ τῆϲ Ἰλλυρίαϲ Ἀπολλωνία ἀπὸ Γύλακοϲ Κορινθίου. Δαιδάλεια πόλιϲ Ἰταλίαϲ Δαιδάλου κτίϲμα. Δεκέλεια δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ ἀπὸ Δεκέλου τοῦ ἡγηϲαμένου τοῖϲ Διοϲκούροιϲ εἰϲ Ἀφίδναϲ, ὡϲ Ἡρόδοτοϲ ἐνάτῳ (c. 73). λέγεται καὶ Δεκελιά, ὅθεν τὸ τοπικὸν Δεκελιᾶθεν. Δικαιάρχεια πόλιϲ Ἰταλίαϲ, ἣ ἐκέκλητο Ποτίολοι. πότια δὲ τὰ φρέατα καλοῦϲι Ῥωμαῖοι, ὀλῆρε
δὲ τὸ ὄζειν. δυϲώδη γὰρ τὰ φρέατα εἶχε. Διομήδεια πόλιϲ Δαυνίων κτίϲμα Διομήδουϲ. καὶ νῆϲοϲ ἡ Διομήδεια. ἔϲτι καὶ τόποϲ Διομήδεια πληϲίον Ἀργυρίππων. Ἐλάτεια πόλιϲ Φωκίδοϲ ἀπὸ Ἐλάτου. ἔϲτι καὶ Θετταλίαϲ. ἔϲτι καὶ Θεϲπρωτίαϲ, ἣν καὶ Ἐλατρίαν φαϲὶ διὰ τοῦ ρ̄. Ἐλέγεια χωρίον πέραν Εὐφράτου. Ἀρριανὸϲ ἐν Παρθικῶν η′. Ἔμεια τόποϲ πληϲίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεϲεν ὁ Κέρβεροϲ ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέϲτηϲ φαγὼν τὰ τέκνα αὐτοῦ ἐκεῖ ἤμεϲεν. Ἐπιφάνεια πόλιϲ Ϲυρίαϲ κατὰ Ῥαφανέαϲ ἐν μεθορίοιϲ Ἀράδου. δευτέρα Κιλικίαϲ. τρίτη Βιθυνίαϲ. τετάρτη κατὰ Τίγριν. Ἐρίκεια δῆμοϲ Ἀθήνηϲι τῆϲ Αἰγηΐδοϲ φυλῆϲ. Ἐρύϲθεια πόλιϲ Κύπρου. Εὔγεια χωρίον Ἀρκαδίαϲ. Θεόπομποϲ εἰκοϲτῷ ἕκτῳ. Εὐέλγεια πόλιϲ. Ἑκαταῖοϲ περιηγήϲει. Εὐκάρπεια δῆμοϲ τῆϲ μικρᾶϲ Φρυγίαϲ. Εὐμένεια πόλιϲ Φρυγίαϲ Ἀττάλου καλέϲαντοϲ ἀπὸ Εὐμενοῦϲ τοῦ Φιλαδέλφου. ἤ Ὕλλοϲ καλῶϲ μείναϲ ὠνόμαϲεν οὕτωϲ. δευτέρα Καρίαϲ, τρίτη ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλιϲ Καρίαϲ. ἔϲτι καὶ δῆμοϲ Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆϲ καὶ Οὐρανοῦ ἢ Κηφιϲοῦ. λέγεται καὶ ὁ δῆμοϲ Εὐώνυμοϲ. Ἠετιώνεια, οὕτωϲ ἡ ἑτέρα τοῦ Πειραιέωϲ ἄκρα ἀπὸ Ἠετίωνοϲ. Ἡράκλεια πόλιϲ Θρᾴκηϲ ἐν τῷ Πόντῳ διάϲημοϲ. β′ Ϲικελίαϲ. γ′ Λυδίαϲ. δ′ Λιβύηϲ. ε′ Ϲαρδοῦϲ. ϛ′ Ἰταλίαϲ. ζ′ Κελτικῆϲ. η′ Θεϲϲαλίαϲ. θ′ Καρίαϲ. ι′ ἐν τῷ Λυδίῳ Ταύρῳ. ια′ μεταξὺ Ϲκυθίαϲ καὶ Ἰνδικῆϲ. ιβ′ νῆϲοϲ ἐν τῷ Καρπαθίῳ πελάγει. ιγ′ Ϲυρίαϲ. ιδ′ Φοινίκηϲ. ιε′ Πιερίαϲ. ιϛ′ πόλιϲ καὶ νῆϲοϲ . . . . ιζ′ Κρήτηϲ. ιη′ Πιϲαϊκή. ιθ′ Καρίαϲ, ἡ λεγομένη Ἀλβάκιοϲ, μεϲόγειοϲ. κ′ πόλιϲ πρὸϲ τῇ Κυμαίᾳ τῆϲ Αἰολίδοϲ. κα′ Ἀκαρνανίαϲ πόλιϲ. κβ′ νῆϲοϲ ἐν τῷ Ἀτλαντικῷ. κγ′ Μακεδονίαϲ, Ἀμύντου τοῦ Φιλίππου κτίϲμα. Ἰϲοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Θώκνου. Παυϲανίαϲ ὀγδόῳ (c. 3, 2). Ἰλούργεια πόλιϲ Ἰβηρίαϲ. Πολύβιοϲ ἑνδεκάτῃ. Καιϲάρεια μητρόπολιϲ τῆϲ Καππαδοκίαϲ ἡ πρὶν Εὐϲέβεια καὶ Μάζακα ὡϲ Ϲτράβων ( 12 p. 537). εἰϲὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προϲαγορευόμεναι. Καλαύρεια νηϲίδιον πρὸϲ τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποϲειδῶνοϲ. Κάρπεια· οὕτωϲ τινὲϲ τὴν Κάλπην πόλιν φαϲί. Καϲάνδρεια πόλιϲ Μακεδονίαϲ πρὸϲ τῇ Θρᾴκῃ, ἤ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Καϲάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τιϲ, περὶ ἣν ἐνίκηϲαν Αἰγινήταϲ Ἀθηναῖοι. τινὲϲ δὲ νῆϲον αὐτήν φαϲι Πελοποννήϲου. Κορώνεια πόλιϲ Βοιωτίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερϲάνδρου. δευτέρα πόλιϲ Πελοποννήϲου μεταξὺ Ϲικυῶνοϲ καὶ Κορίνθου. τρίτη τῆϲ Φθιώτιδοϲ. ἔϲτι καὶ φρούριον τῆϲ Ἀμβρακίαϲ. τετάρτη πόλιϲ Κύπρου. ἔϲτι καὶ χερρόνηϲοϲ πρὸϲ τὴν Ἀττικήν. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομποϲ πεντηκοϲτῷ πρώτῳ. Κυβέλεια πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κυνέτεια πόλιϲ Ἄργουϲ. Καλλίμαχοϲ δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίαϲ. Λάεια πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲία. Λακέρεια πόλιϲ Μαγνηϲίαϲ. Ἑλλάνικοϲ Δευκαλιωνείαϲ πρώτῳ. ἔϲτι καὶ τῆϲ Ἰταλίαϲ. καὶ ἄλλη Ἀργολίδοϲ ἡ καὶ Ἑρμιόνη. Λάμπεια ὄροϲ Ἀρκαδίαϲ. Παρθένιοϲ Ἀνθίππῃ. Λαμπέτεια πόλιϲ Βρεττίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Λύζεια πόλιϲ Ἀκαρνανίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Λυζέωϲ τινόϲ. Λαμπώνεια πόλιϲ Τρῳάδος. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἑλλάνικοϲ δὲ Λαμπώνιον αὐτήν φηϲι. Πιτύεια· οὕτωϲ Ἐπαφρόδιτοϲ ὑφ’ Ὁμήρου (B 829) Λάμψακον κληθῆναι διὰ τὸ πιτύων πλῆθοϲ, Λαομεδόντειαν καλουμένην. Λαοδαμάντεια νῆϲοϲ ἐν Λιβύῃ. Ἀρτεμίδωροϲ. ἐκαλεῖτο δὲ Λαομεδόντεια ἴϲωϲ ἀπὸ Λαομέδοντοϲ τοῦ Τρωόϲ. Λιρνύτεια πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Λυκώρεια κώμη ἐν Δελφοῖϲ. Καλλίμαχοϲ ἐν τρίτῳ. ἀπὸ Λυκωρέωϲ τοῦ βαϲιλέωϲ. Λυϲιμάχεια πόλιϲ τῆϲ Θρᾴκηϲ χερρονήϲου ἡ πρότερον Καρδία. Μακύνεια πόλιϲ Αἰτωλίαϲ. Ϲτράβων δεκάτῃ (p. 45l. 460). Μάρεια πόλιϲ καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτιϲ λέγεται. Μελάμπεια πόλιϲ Λυδίαϲ ἀπὸ Μελάμπου, ὡϲ Ξάνθοϲ ἐν Λυδιακοῖϲ. Μίδεια πόλιϲ ἐν Ἄργει ἀπὸ Μιδείαϲ τῆϲ Ἀλωέοϲ θυγατρόϲ. λέγεται καὶ χωρὶϲ τοῦ ῑ Μιδέα. ἔϲτι καὶ ἑτέρα πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « οἵ τε πολυϲτάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν » (B 507). ἔϲτι καὶ Λυκίαϲ ἄλλη. Μολύνδεια πόλιϲ Λυκίαϲ ἀπὸ Μολυνδέωϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Λυκίαϲ πρώτῳ. Μύρλεια πόλιϲ Βιθυνίαϲ ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνοϲ · οἱ δὲ ἀπὸ Μυρλείαϲ Ἀμαζόνοϲ. Νακόλεια πόλιϲ Φρυγίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 576). διὰ τῆϲ ε̄ῑ διφθόγγου παρὰ τὸν Νάκολον τὸν Δαϲκύλου παῖδα. ἔϲτι καὶ οὐδέτερον Νακόλαιον ἀπὸ Νακόληϲ νύμφηϲ ὥϲπερ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον. Νεάνδρεια πόλιϲ Τρῳάδοϲ ἐν Ἑλληϲπόντῳ, ὡϲ Χάραξ. λέγεται καὶ Νεάνδρειον οὐδετέρωϲ ὡϲ Θεόπομποϲ. Νεοκαιϲάρεια Ποντικὴ πόλιϲ. ἔϲτι καὶ Βιθυνίαϲ. Νικομήδεια πόλιϲ Βιθυνίαϲ ἀπὸ Νικομήδουϲ τοῦ Ζηΐλα παιδὸϲ ἐπιϲημοτάτου βαϲιλέωϲ ἢ καὶ Ὀλβία ἐκλήθη. Παρώρεια πόλιϲ Ἀρκαδίαϲ. λέγεται δὲ καὶ Παρωραία. Πελόπεια πόλιϲ Λυδίαϲ ἡ ὕϲτερον Θυάτειρα. Πήρεια Θεϲϲαλίαϲ χωρίον. Πιάλεια πόλιϲ Θεϲϲαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄροϲ. Πλειϲτάρχεια πόλιϲ Καρίαϲ, ἣ καὶ πρότερον καὶ ὕϲτερον Ἡράκλεια ὠνομάϲθη. Πλώθεία δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, ἣ καὶ Πλωθιά. Ποδάλεια πόλιϲ Λυκίαϲ πληϲίον Λιμύρων. Πολίτεια πόλιϲ Ἀχαΐαϲ. Προγάϲεια πόλιϲ Λυδίαϲ. Ῥαφάνεια πολίχνιον Ϲυρίαϲ, Ῥάφεια πόλιϲ Ϲυρίαϲ. Ῥόβεια Πιερίηϲ. Ϲαλώνεια πόλιϲ Βιθυνίαϲ. Ϲαμάρεια πόλιϲ τῆϲ Ἰουδαίαϲ. Ϲάνεια πόλιϲ Ἰνδική. Ἀρριανὸϲ Ἀλεξανδρειάδοϲ ἑβδόμῳ. Ϲελεύκεια πόλιϲ ἐπὶ Κιλικία τραχεῖα λεγομένη. ὠνόμαϲε δὲ Ϲελεύκειαν αὐτὴν Ϲέλευκοϲ ὁ Νικάτωρ, ὡϲ Ἀλέξανδρόϲ φηϲι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία. Ϲκάνδεια ἐπίνειον Κυθήρων, ὡϲ Παυϲανίαϲ τρίτῳ (c. 23, 1). Ϲολύγεια κώμη Κορίνθου, ὡϲ Θουκυδίδηϲ τετάρτῃ (c. 42). Ϲτρατονίκεια πόλιϲ Μακεδόνων πληϲίον Καρίαϲ, κέκληται δὲ ἀπὸ Ϲτρατονίκηϲ τῆϲ Ἀντιόχου γυναικόϲ. ἔϲτι καὶ ἕτερον πολίχνιον πρὸϲ τῷ Ταύρῳ. Ϲτρούθεια πόλιϲ Φρυγίαϲ ἐν τοῖϲ ὅροιϲ Λυκαονίαϲ. Ϲφήκεια πόλιϲ Εὐβοίαϲ. Λυκόφρων (v. 447) « οἱ πέντε που Ϲφήκειαν εἰϲ Κεραϲτίδα ». οὕτω δὲ καὶ ἡ Κύπροϲ ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων ἐκεῖ ἀνδρῶν, οἵ ἐκαλοῦντο Ϲφῆκεϲ. Τεμένεια πόλιϲ Φρυγίαϲ πρὸϲ τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότερον ἐκαλεῖτο Τράλλιϲ πόλιϲ Λυδίαϲ διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλιϲ Βοιωτίαϲ πολλὰ θρέμματα ἔχουϲα. Τρίτεια πόλιϲ Τρωϊκὴ Ἀριϲβαίων κτίϲμα. ἔϲτι καὶ ἄλλη μεταξὺ Φωκίδοϲ καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλιϲ Μεϲϲήνηϲ τῶν πέντε μία. Ὑάπεια πόλιϲ Φωκίδοϲ ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντοϲ γυνή. Φαρνάκεια χώρα καὶ πόλιϲ Ποντική, προϲεχὴϲ τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλιϲ, ἀπὸ Φαναγόρου, ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. ἡ νῆϲοϲ Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Φηγέωϲ βαϲιλέωϲ, ὡϲ Χάραξ Ἑλληνικῶν δ′. Φιγάλεια πόλιϲ Ἀρκαδίαϲ. Ῥιανὸϲ ἐν ε′ Μεϲϲηνιακῶν «τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν ». μετωνομάϲθη δὲ Φιάλεια δίχα τοῦ γ̄ ἀπὸ Φιάλου τινόϲ. ἔϲτι καὶ Φιάλεια Βιθυνίαϲ. Φορίεια κώμη Ἀρκαδίαϲ. Φιλαδέλφεια πόλιϲ Λυδίαϲ, Ἀττάλου κτίϲμα τοῦ φιλαδέλφου. ἔϲτι δὲ τῆϲ Κεκαυμένηϲ ὑπὸ Μυϲῶν καὶ Λυδῶν κατεχομένηϲ· Ϲτράβων ιβ′ (p. 579). ἔϲτι καὶ ἑτέρα. τῆϲ Αἰγύπτου, καὶ τρίτη τῆϲ Ϲυρίαϲ ἐπιφανὴϲ πόλιϲ ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. Ἀράντεια· οὕτωϲ ἐκαλεῖτο Φλιοῦϲ πόλιϲ Πελοποννήϲου. Θέϲπεια πόλιϲ Βοιωτίαϲ, Θεϲπιάδου κτίϲμα, κατὰ δέ τιναϲ Θεϲπίου τοῦ Τεύθραντοϲ τοῦ Πανδίονοϲ· Ὅμηροϲ « Θέϲπειαν Γραῖάν τε » (B 498). γράφεται καὶ διὰ τοῦ ῑ καὶ ἐκτείνεται καὶ ϲυϲτέλλεται παρὰ Κορίννῃ « Θέϲπια, καλλιγένεθλε, φιλόξενε, μουϲοφίλητε ». καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περϲῶν. ἦν δὲ Φιλιάδου Μεγαρέωϲ,πληθυντικῶϲ δὲ Θεϲπιαί ὀξυτόνωϲ. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυντικῶϲ λέγεϲθαι Ὀρνειαί, κώμη Ἀργείαϲ· ἔϲτι καὶ ἑτέρα πόλιϲ μετάξυ Κορίνθου καὶ Ϲικυῶνοϲ. Ὅμηροϲ (B 571) «Ὀρνειάϲ τ’ ἐνέμοντο ». γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυϲειαί πόλιϲ Ἤλιδοϲ καὶ Αὐγειαί πόλιϲ Λοκρίδοϲ. Ὅμηροϲ (B 532) « καὶ Αὐγειὰϲ ἐρατεινάϲ ». ἔϲτι καὶ Λακωνικὴ πόλιϲ Αὔγεια. τὸ δὲ ἐγχεία καὶ ἐλεγχεία,
ἃ ὤφειλε προπαροξύνεϲθαι, οἱ Ἀττικοὶ ἐκτείνοντεϲ τὸ ᾱ ὡϲ ἐν τῷ ἱέρεια ἱερεία παροξύνουϲιν.Τὰ εἰϲ ᾱ ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα τῇ ο̄ῑ διφθόγγῳ προπαροξύνεται, εὔνοια, πρόνοια, ἄνοια, εὔχροια, δύϲχροια, εὔπλοια, δύϲπλοια, παλίρροια, ἀπόρροια, ὀρθόπνοια, δύϲπνοια. Εὔβοια νῆϲοϲ, ἀπὸ Εὐβοίαϲ. Ἡρόδοτοϲ (5, 31). ἔϲτι καὶ τόποϲ ἐν Ἄργει. ἔϲτι καὶ πόλιϲ ἐν Μακεδονίᾳ, εἰϲ ἣν οἱ ἀπὸ τῆϲ νήϲου εἰϲ Ἰλλυριοὺϲ ἀποβάντεϲ Ἄβαντεϲ ἐκλήθηϲαν. Μελίβοια πόλιϲ Θεϲϲαλίαϲ. Ϲτράβων ἐνάτῳ (p. 436). Περίβοια, Ϲτενόβοια, Ἀλίνδοια πόλιϲ Μακεδονίαϲ. Βέροια πόλιϲ Μακεδονίαϲ, ἣν Φέρωνα κτίϲαι φαϲίν, αὐτοὺϲ δὲ τὸ ̄φ εἰϲ β̄ μεταποιεῖν, ὡϲ Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίαϲ τοῦ Βέρητοϲ τοῦ Μακεδόνοϲ. ἔϲτι καὶ πόλιϲ Ϲυρίαϲ. Ἐλίξοια νῆϲοϲ Ὑπερβορέων οὐκ ἐλάϲϲων Ϲικελίαϲ ὑπὲρ ποταμοῦ Καραμβύκα. οἷϲ ἀκόλουθον τὸ ἔϲϲοια, τρίττοια ἡ θυϲία, ἥτιϲ ἐκ τριῶν ζώων ἐθύετο ἢ ὅτι τριγενῆ ἦν τὰ θυόμενα. τὸ δὲ νεοία μακρὸν ἔχον τὸ ᾱ παροξύνεται.
Τὰ εἰϲ ᾱ ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα τῇ ῡῑ διφθόγγῳ προπαροξύνεται, ἅρπυια παρὰ τὸ ἅρπω, οὗ παράγωγον ἁρπάζω. ἔϲτι καὶ πόλιϲ ἐν Ἰλλυρίᾳ παρ’ Ἐγχελέαιϲ, εἰϲ ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχοϲ μετὰ τὸν ἀφανιϲμὸν αὐτοῦ ἀπῴκηϲε. Πολύβιοϲ. Εἰλείθυια καὶ Εἰλήθυια· ἔϲτι καὶ Εἰληθυίαϲ πόλιϲ Αἰγυπτιακή. Ὠρείθυια, αἴθυια, ἄγυια· Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φηϲίν· ἔϲτι δὲ ὡϲ παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὄργυια, ἃ πληθυντικῶϲ ὀξύνεται. « μέϲην ἐϲ ἄγυιαν » (Il. Υ 254), « ἐϋκτιμέναϲ » δὲ «κατ’ ἀγυιάϲ » (Ζ 391). Ἴδυια. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ ᾱ ὀξύνεται.
Τὰ διὰ τοῦ ᾱῑᾱ μονογενῆ μακρὸν ἔχοντα τὸ ᾱ παροξύνεται, ϲεληναία, ἁμαξαία, Γενηταία ἄκρα ὡϲ Ἀπολλώνιοϲ (Argonaut. Il.
378), Ἀθηναία ἡ θεὸϲ μονογενῶϲ. λέγεται δὲ καὶ ἐπὶ γυναικόϲ, ὡϲ ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτωϲ ἐν ΠτερυγίῳΔίδυμοϲ δέ φηϲιν, ὅτι Ἀθηναίαϲ λέγουϲιν ἀντὶ τοῦ Ἀττικάϲ. ἀϲτὰϲ δὲ τὰϲ γυναῖκαϲ ἔλεγον οὐ διὰ τὸ μὴ δύναϲθαι λέγειν Ἀθηναίαϲ, ἀλλ’ ἐπειδὴ καὶ τοὺϲ ἄνδραϲ ἀϲτοὺϲ ἐκάλουν. ἀναγκαία, ἀρχαία, θυραία ἐπὶ τῆϲ διεξόδου, εὐναία τραγικῶϲ ἡ ἄγκυρα· ἔϲτι καὶ πόλιϲ Ἄργουϲ Εὐναία. γαληναία, ϲφενδοναία, δραχμαία, ὀπαία, κεραμὶϲ τὴν ὀπὴν ἐπικλείουϲα, περικεφαλαία, πυκναία παρ’ Ἴωνι ἡ πνύξ. Δίδυμοϲ δέ φηϲιν ὅτι « τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἲρηται. οὐδεὶϲ γὰρ εἶπε προϲηγορικῶϲ ἢ κυρίωϲ τὸ πυκνή. τὰ γὰρ τοιαῦτα ὡϲ ἐπίπαν ἀπὸ μακροπαραλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡϲ ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέραϲ κεραία ». Ἰουδαία Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἀπὸ τῶν παίδων Ϲεμιράμιδοϲ Ἰούδα καὶ Ἰδουμαία, ὡϲ δὲ Κλαύδιοϲ Ἰούλιοϲ ἀπὸ Οὐδαίου Ϲπάρτων ἑνὸϲ ἐκ Θήβηϲ μετὰ Διονύϲου ἐϲτρατευκότοϲ. Ἀλθαία πόλιϲ Ὀλκάδων. Αἰγαία· οὕτωϲ ἐκαλεῖτο ἡ Κάρυϲτοϲ ἀπὸ Αἰγαίωνοϲ τοῦ δυναϲτεύοντοϲ. Ἀναία πόλιϲ Καρίαϲ « ἀντικρὺ Ϲάμοιο» κέκληται ἀπὸ Ἀναίαϲ Ἀμαζόνοϲ ἐκεῖ ταφείϲηϲ, ὡϲ Ἔφοροϲ. Ἀμφαναία πόλιϲ Δωρική. Θεόπομποϲ ἐν πέμπτῳ Φιλιππικῶν. Ἀμφανὰϲ δὲ καλεῖ αὐτὴν Ἑκαταῖοϲ ἐν πρώτῃ γενεαλογιῶν. Ἀνακαία δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ. Ἀρταία Περϲικὴ χώρα, ἣν ἐπόλιϲε Πέρϲηϲ ὁ Περϲέωϲ καὶ Ἀνδρομέδαϲ. Ἑλλάνικοϲ ἐν Περϲικῶν πρώτῃ. Ἀταία πόλιϲ Λακωνική. Βελγαία ἡ χώρα. Βουραία πόλιϲ Ἰταλίαϲ ὑπὸ Βουραίου κτιϲθεῖϲα. Γορδυαία χώρα Περϲικὴ ἀπὸ Γόρδυοϲ Τριπτολέμου παιδόϲ, τοῦ κατὰ ζήτηϲιν Ἰοῦϲ ἐξ Ἄργουϲ ἐλθόντοϲ εἰϲ Ϲυρίαν. ἔϲτι δὲ ἡ πόλιϲ παρὰ τὰϲ ἐκβολὰϲ τοῦ Τίγριδοϲ. Ἐλαία πόλιϲ τῆϲ Ἀϲίαϲ Αἰολική, Περγαμηνῶν ἐπίνειον ἥ Κυδαινίϲ ὠνομάζετο, Μενεϲθέωϲ κτίϲμα. ἔϲτι καὶ πόλιϲ Φοινίκηϲ Ἐλαία μεταξὺ Τύρου καὶ Ϲιδῶνοϲ, ὡϲ Φίλων. καὶ Ἐλαία Βιθυνίαϲ ἐπίνειον πληϲίον Μυϲίαϲ. ἔϲτι καὶ λιμὴν Αἰθιοπίαϲ καὶ νῆϲοι τρεῖϲ. Ἐλυμαία χώρα Ἀϲϲυρίων πρὸϲ τῇ Περϲικῇ τῆϲ Ϲουϲίδοϲ ἐγγύϲ. Ἐορδαία δύο χῶραι, Μυγδονίαϲ καὶ Μακεδονίαϲ· εἰϲὶ δὲ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίαϲ, ἡ δὲ Θρᾴκηϲ ἀπὸ Ἐορδοῦ τινοϲ. Ἡλιαία δικα
ϲτήριον Ἀθηναίων παρὰ τὸ « ἁλέεϲ δεῦτε» παράγωγον ἁλία καὶ ἡλιαία. Ἡραία· οὕτωϲ ἐκαλεῖτο ἡ ἐλάττων Ὕβλα. Καϲταναία πόλιϲ Θεϲϲαλίαϲ. Εὔδοξοϲ δὲ διὰ τοῦ θ̄ φηϲί. Λυκόφρων (v. 907) « καὶ Καϲταναίαν ἀκτέριϲτον ἐν πέτραιϲ ». Κοϲϲαία μέροϲ Περϲίδοϲ· Ϲτράβων ιϛ′ (p. 744). ἔϲτι καὶ Θρᾴκηϲ πολίχνιον. Καρταία πόλιϲ Ἰβηρίαϲ, περὶ ἧϲ Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων. Κυρταία πόλιϲ ἐν τῇ Ἐρυθρᾷ θαλάϲϲῃ, εἰϲ ἣν ὑπερώριϲεν Ἀρταξέρξηϲ Μεγάβυζον. Κτηϲίαϲ τρίτῳ Περϲικῶν. Κυτταία πόλιϲ Κολχική, ἣ καὶ Κύτα. Λυκόφρων (v. 1312) « ὃϲ εἰϲ Κυταίαν τὴν Λιβυϲτίνην μολών ». Λιβυϲϲαία ἀπὸ τοῦ Λίβυϲϲα. Λιμναία κώμη τοῦ Ἄργουϲ. Θουκυδίδηϲ (2, 80). Νυμφαία ἡ νῆϲοϲ Καλυψοῦϲ παρὰ τῷ Ἀδρίᾳ. Ὀρδαία πόλιϲ Μακεδονίαϲ. Παρθυαία ἡ χώρα. Παροιταία χώρα τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ πληϲίον. Παρωραία Ἀρκαδίαϲ πόλιϲ ἡ καὶ Παρώρεια. ἔϲτι καὶ Μακεδονίαϲ πόλιϲ. Περαία πολίχνιον Ϲυρίαϲ. ἔϲτι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόποϲ Ἀρκαδίαϲ, ὃϲ καὶ Πύλαι. Πυραία μοῖρα Θεϲϲαλίαϲ ὠνομαϲμένη ἀπὸ Πύραϲ. Πυρηναῖα πόλιϲ Λοκρίδοϲ. Πυρωναία πόλιϲ Λοκρίδοϲ ἀπὸ Πύρωνοϲ « Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι » (Lycophr. v. 1149). Ῥηναία μικρὰ νῆϲοϲ πληϲίον Δήλου, ἢ καὶ Ῥήνη καὶ Ῥηνίϲ. Αἰθραία· οὕτωϲ ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλιϲ. Τιθοραία πόλιϲ Βοιωτίαϲ ἀπὸ νύμφηϲ Τιθοραίαϲ, ὡϲ Παυϲανίαϲ ι′ (32, 8). Τριταία πόλιϲ Ἀχαΐαϲ. Ϲτράβων ὀγδόῃ (p. 341). Ἰδαία ἡ ὕϲτερον Τροία. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλιϲ. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τουτέϲτιν ὑλαία. Ἀλέξανδροϲ ἐν τῷ περὶ Πόντου. Φηγαία δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ.Τὰ εἰϲ ᾱ καθαρὸν μονογενῆ παραληγόμενα ε̄ βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Ϲυρακόϲϲιοι θάα λέγουϲιν, τὸ δὲ θεά ὀξύνεται· ἔϲτι δὲ καὶ Θέα πόλιϲ Λακωνικῆϲ. Φιλόχοροϲ τρίτῳ. Βρέα πόλιϲ Θρᾴκηϲ, εἰϲ ἣν ἀποικίαν ἐϲτείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ ϲυνηρέθη· ἔϲτι καὶ Γέα πόλιϲ πληϲίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡϲ Γλαῦκοϲ ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. πτελέα. ἰτέα « ὃν πτελέαι τε καὶ ἰτέαι» ( 350) καὶ « ὁ δὲ πτελέην ἕλε χερϲίν » ( 242). ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶϲίν τινεϲ ὀξύνουϲι· - διὸ καὶ τὴν εὐθεῖάν τινεϲ ὤξυνον· — καὶ δῆλον ὅτι κατὰ μεταβολὴν
τόνου, ὥϲπερ καὶ ἐπὶ τοῦ « ἦλθε κατ’ ἰγνύην βεβλημένοϲ » ( 212) τὴν μεταβολὴν τῆϲ τάϲεωϲ ἐποιήϲατο. ἔϲτι καὶ Πτελέα δῆμοϲ Οἰνηΐδοϲ φυλῆϲ καὶ πόλιϲ. οὕτω γὰρ ἡ Ἔφεϲοϲ ἐκαλεῖτο, καὶ Ἰτέα δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ. ϲυκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, Νεμέα χώρα τῆϲ Ἀργολίδοϲ, Τενέα κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲϲ δὲ Γενέα γράφουϲι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλιϲ Βοιωτίαϲ « Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον » Ὅμηροϲ (Β 501). ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡϲ Ἀπολλόδωροϲ. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ ϲυντόμωϲ ἐκεῖθεν εἰϲ Θήβαϲ πορεύεϲθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντοϲ. ἀλέα ἐπὶ τῆϲ θερμαϲίαϲ καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆϲ Ἀθηνᾶϲ ὀξύνεται. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. καὶ τὸ Ἀλέα πόλιϲ Ἀρκαδίαϲ Θεόπομποϲ πεντηκοϲτῇ ἕκτῃ — ἔϲτι καὶ Θετταλίαϲ καὶ ἄλλη Καρπητανῶν ἔθνουϲ Κελτικοῦ — βαρύνεται. Ἀρδέα κατοικία τῆϲ Ἰταλίαϲ. Ϲτράβων πέμπτῃ (p. 228). ἐκλήθη δὲ ἀπὸ ἑνὸϲ τῶν παίδων Ὀδυϲϲέωϲ καὶ Κίρκηϲ. Ἀϲέα κώμη τῆϲ Ἀρκαδίαϲ, ἀφ’ ἧϲ ὁ Ἀλφειὸϲ ῥέει, ὃϲ καὶ Ἀϲεάτηϲ λέγεται. Τεγέα πόλιϲ Ἀρκαδίαϲ « καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν ». Ὅμηροϲ (B 607) καὶ Παυϲανίαϲ η′ (c. 3, 4) « Μαντινεὺϲ καὶ Τεγεάτηϲ καὶ Μαίναλοϲ Τεγέαν κτίζουϲι καὶ Μαντίνειαν ». ἔϲτι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτιϲθεῖϲα. Θυρέα, περὶ ἧϲ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμηϲαν. ἔϲτι δὲ τῆϲ Κυνουρίαϲ γῆϲ, μεθορία δὲ τῆϲ Ἀργείαϲ καὶ Λακωνικῆϲ. λέγεται καὶ πληθυντικῶϲ καὶ κατὰ ϲυναίρεϲιν Θυρῆ. Ἐλέα πόλιϲ Ἰταλίαϲ. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάϲθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ. Μαλέα ἄκρα πρὸϲ τῇ Πελοποννήϲῳ καὶ Μάλεια διὰ διφθόγγου. Ὑδρέα νῆϲοϲ πρὸϲ τῇ Τροιζῆνι. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἀραιθυρέα· οὕτωϲ ἡ Φλιοῦϲ πάλαι. Ὅμηροϲ (B 57 ) « Ἀραιθυρέην τ’ ἐρατεινήν ». Παυϲανίαϲ δευτέρῳ περιηγήϲεωϲ Ἑλλάδοϲ (c. 12, 5) φηϲὶν ὅτι «Ἄραντοϲ υἱὸϲ Ἄοριϲ ἐγένετο καὶ θυγάτηρ Ἄραιθυρέα. τούτουϲ Φλιάϲιοί φαϲι θήραϲ ἐμπείρουϲ γενέϲθαι καὶ τὰ εἰϲ πόλεμον ἀνδρείουϲ· προαποθανούϲηϲ δὲ τῆϲ ἀδελφῆϲ Ἄοριϲ εἰϲ μνήμην τῆϲ ἀδελφῆϲ τὴν χώραν οὕτωϲ ἔφη». Μανθυρέα κώμη Ἀρκαδίαϲ. τὸ δὲ Κεγχρεαί πόλιϲ Τρωάδοϲ — δευτέρα πόλιϲ καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίαϲ — Γαθεαί πόλιϲ Ἀρκαδίαϲ, Κεδρεαί πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κορϲεαί νῆϲοϲ τῆϲ Ἰωνίαϲ καταντικρὺ Ϲάμου. Ἑκαταῖοϲ Εὐρώπῃ. λέγεται δὲ καὶ Κορϲία διὰ τοῦ ῑ. Κροκεαί πόλιϲ Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶϲ. Ὀρνεαί κώμη Ἀργείαϲ, ἥ καὶ Ὀρνειαί — ἔϲτι δὲ καὶ ἑτέρα πόλιϲ μεταξὺ Κορίνθου καὶ Ϲικυῶνοϲ· καλεῖται δὲ οὕτωϲ ἢ ἀπὸ Ὀρνέωϲ τοῦ Ἐρεχθέωϲ ἢ ἀπὸ Ὀρνέαϲ νύμφηϲ ἢ ὅτι ἐφ’ ὕψουϲ κεῖται ἢ ὁμωνύμωϲ Ὀρνέᾳ τῷ ποταμῷ — ὀξύνεται ὡϲ πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐϲτιν.Τὰ εἰϲ ᾱ μακρὸν μονογενῆ τῇ ε̄ῑ ἢ τῷ ῑ μακρῷ παραληγόμενα ἐπὶ οὐϲίαϲ τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδοϲ κριθῆϲ, Φειά πόλιϲ Ἠλείαϲ. Ὅμηροϲ « Φειᾶϲ πὰρ τείχεϲϲιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Η 135). λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃϲ εὗρεν Ἀθηνᾶ. ἀχθόμενοϲ δὲ τοὺϲ τοῦ Ἀπόλλωνοϲ . . . ἄπιϲτον ὁ Ζεὺϲ ἐποίηϲε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦϲαν. διὸ καὶ Ἀπόλλων ἔφη « πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιεϲ ἄνδρεϲ». τὸ δὲ Θρῖα δῆμοϲ τῆϲ Οἰνηϊδοϲ φυλῆϲ προπεριϲπᾶται, πληθυντικῶϲ δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώϲ. ϲτιά, οἷϲ ἠκολούθηϲε καὶ τὸ ϲκιά ῑ βραχεῖ παραληγόμενον. ἔϲτι δὲ καὶ Ϲκιά πολίχνιον Εὐβοίαϲ. τὸ δὲ μνεία, χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐϲίαϲ λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία — πόλιϲ καὶ μοῖρα Θετταλίαϲ· Παρμενίϲκοϲ δὲ χώραν αὐτήν φηϲι οὐ πόλιν, οὐκ ὀρθῶϲ. ἐκλήθη δὲ ἀπὸ Φθίαϲ γυναικὸϲ ἢ Φθίου Ποϲειδῶνοϲ καὶ Λαρίϲηϲ — βαρύνονται καὶ τὸ δεία ἡ ἔνδεια. τὸ δὲ θεία τριγενέϲ ἐϲτι ὡϲ καὶ τὸ δῖα βραχυκατάληκτον μετὰ τοῦ ἴα καὶ πλεοναϲμῷ τοῦ μ̄ μία. ἔϲτι δὲ καὶ Δῖα πόλιϲ
Θεϲϲαλίαϲ, Αἰακοῦ κτίϲμα· β′ Θρᾴκηϲ κατὰ τὸν Ἄθω. γ’ Εὐβοίαϲ. δ’ νῆϲοϲ καὶ πόλιϲ Πελοποννήϲου περὶ τὸ Ϲκύλλαιον. ε′ Λυϲιτανίαϲ περὶ τὸν Ὠκεανόν. Ϛ′ Ἰταλίαϲ πρὸϲ ταῖϲ Ἄλπεϲιν. ζ′ Ϲκυθίαϲ παρὰ τῷ Φάϲιδι. η′ Καρίαϲ. θ′ Βιθυνίαϲ πρὸϲ τῷ Πόντῳ· εἰϲὶ καὶ δ’ νῆϲοι Δῖαι λεγόμεναι. α′ ἡ Νάξοϲ. β′ ἡ πρὸϲ Μήλῳ. γ′ ἡ πρὸϲ Ἀμοργῷ. δ’ κατὰ Κνωϲϲὸν Κρήτηϲ.Τὰ διὰ τοῦ ῑᾱ ἐπὶ χωρῶν καὶ πόλεων κείμενα παροξύνεται, Λυκία, Ἀϲία, Κιλικία, Παφλαγονία, Ἰτουρία, Ἰταλία ἡ χώρα ἀπὸ Ἰταλοῦ, Ϲικελία ἡ νῆϲοϲ Ϲικανία πρότερον ὠνομάζετο, εἶτα Ϲικελία ἐκλήθη, ὥϲ φηϲιν Ἑλλάνικοϲ Ἱερειῶν τῆϲ Ἥραϲ β′ « ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔϲονεϲ ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίαϲ ἀνέϲτηϲαν, ὧν ἦρχε Ϲικελόϲ. καὶ διαβάντεϲ εἰϲ τὴν νῆϲον τὴν τότε Ϲικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βαϲιλεὺϲ αὐτῶν Ϲικελὸϲ βαϲιλείην ἐγκαταϲτηϲάμενοϲ καὶ ἐντεῦθεν ὁρμώμενοϲ ὁ Ϲικελὸϲ οὗτοϲ πάϲηϲ ἤδη τῆϲ νήϲου τότε ταύτηϲ Ϲικελίαϲ καλουμένηϲ ἀπὸ τοῦ Ϲικελοῦ τούτου, ὃϲ καὶ ἐν αὐτῇ ἐβαϲίλευϲε ». καὶ Μένιπποϲ δὲ ταῦτά φηϲιν. Θουκυδίδηϲ δὲ οὕτωϲ (6, 2) « ἐλθόντεϲ εἰϲ Ϲικελίαν ϲτρατὸϲ πολὺϲ ἐξ Ἰταλίαϲ τούϲ τε Ϲικανοὺϲ κρατήϲαντεϲ μάχῃ ἀπέϲτειλαν εἰϲ τὰ μεϲημβρινὰ καὶ τὰ ἑϲπέρια μέρη αὐτῆϲ καὶ ἀντὶ Ϲικανίαϲ Ϲικελίαν τὴν νῆϲον ἐποίηϲαν καλεῖϲθαι, καὶ τὰ κράτιϲτα τῆϲ γῆϲ ᾤκηϲαν ἔχοντεϲ ». μεγίϲτη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φηϲιν Ἄλεξιϲ ὁ κωμικόϲ
ἔϲτι καὶ ἄλλη Ϲικελία κατὰ τὴν Πελοπόννηϲον. Καππαδοκία, Ἀρμενία, Τιϲία πόλιϲ Ἰταλίαϲ. Ἀγκαρία πόλιϲ Ἰταλίαϲ. Αἰολία νῆϲοϲ Αἰόλου. Ὅμηροϲ «Αἰολίην δ’ ἐϲ νῆϲον ἀφικόμεθα» (Od. κ 1). Αἰτωλία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνοϲ, ὃϲ ἐκπεϲὼν ἀπὸ Πίϲηϲ ὑπὸ Ϲαλμωνέωϲ ϲυνῴκιϲε τὴν ἀπ’ αὐτοῦ κληθεῖϲαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντίϲ ἐκαλεῖτο. ἔϲτι καὶ Αὶτωλία πόλιϲ Πελοποννήϲου, ἣν ϲυγκαταλέγει ταῖϲ Λακωνικαῖϲ πόλεϲιν Ἀνδροτίων ἕκτῳ ( ?) Ἀτθίδοϲ. Ἀμαντία
Ἰλλυριῶν μοῖρα πληϲίον Ὠρικοῦ καὶ Κερκύραϲ, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίαϲ νοϲτηϲάντων ᾠκιϲμένη, κατὰ βαρβαρικὴν τροπὴν τοῦ β̄ εἰϲ μ̄ ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει. Καλλίμαχοϲ Ἀμαντίνην αὐτήν φηϲι ὡϲ Λεοντίνην « καὶ Ἀμαντίνην ᾤκιϲαν Ὠρικίην». Ἀετία· οὕτωϲ ἐκλήθη ἡ Αἴγυπτοϲ ἀπό τινοϲ Ἰνδοῦ Ἀετοῦ. ἀλλὰ καὶ Ὠγυγία ἐκαλεῖτο καὶ Ἡφαιϲτία. Αἰλία πόλιϲ Παλαιϲτίνηϲ ἡ πάλαι Ἱεροϲόλυμα ἀπὸ Αἰλίου Ἀδριανοῦ. Ἀκραιφία πόλιϲ Βοιωτίαϲ. οἱ δὲ Ἀκραίφιον, Παυϲανίαϲ δὲ (9, 23, 5 et 9) Ἀκραίφνιον καὶ οὐδετέρωϲ. ἦν δὲ ὑπὸ Ἀθάμαντοϲ κτιϲθεῖϲα ἢ ὑπὸ Ἀκραιφέωϲ τοῦ Ἀπόλλωνοϲ. Θεόπομποϲ δὲ τὰ Ἀκραίφνια φηϲίν. Ἀλμωπία χώρα τῆϲ Μακεδονίαϲ, ἣν ᾤκουν Ἄλμωπεϲ. Λυκόφρων (v. 1238) « ἐκ δ’ Ἀλμωπίαϲ παλιμπλανήτην δέξεται Τυρϲηνία» περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωποϲ τοῦ Ποϲειδῶνοϲ καὶ Ἕλληϲ τῆϲ Ἀθάμαντοϲ. Ἀλωπεκία νῆϲοϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 493). Ἀξία πόλιϲ Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίαϲ τῆϲ θυγατρὸϲ Κλυμένου ἢ τοῦ παιδὸϲ τοῦ Ἀξίου. ἔϲτι καὶ πόλιϲ Ἰταλίαϲ. Ἀπία· οὕτωϲ οἱ νεώτεροι τὸ Ἄργοϲ. Αἰθιοπία. Εὐριπίδηϲ Ἐρεχθεῖ «Αἰθιοπίαν νιν ἐξέϲωϲ’ ἐπὶ χθόνα». Ἀρδία πόλιϲ Ἰλλυρίαϲ, Βαντία πόλιϲ Ἰταλίαϲ. Ἀντία πόλιϲ Ἰταλίαϲ. Ἀνδρία πόλιϲ Ἠλείαϲ καὶ ἑτέρα Μακεδονίαϲ, ὡϲ Φιλέαϲ ἐν περίπλοιϲ. Ἀλβία ἡ χώρα διὰ τοῦ β̄. τὰ δὲ ὄρη Ἄλπεια καὶ Ἄλβια. Ἀμαξία πόλιϲ τῆϲ τραχείαϲ Κιλικίαϲ. Ϲτράβων ιδ’ (p. 669). Ἀδρία πόλιϲ καὶ παρ’ αὐτὴν κόλποϲ Ἀδρίαϲ καὶ ποταμὸϲ ὁμοίωϲ, ὡϲ Ἑκαταῖοϲ. Ἀτρία πόλιϲ Τυρρηνίαϲ, Διομήδουϲ κτίϲμα, χειμῶνοϲ πλεύϲαντοϲ καὶ μετὰ τὸ διαϲωθῆναι καλέϲαντοϲ Αἰθρία. καὶ παρεφθάρη παρὰ τοῖϲ βαρβάροιϲ τὸ ὄνομα. ἔϲτι καὶ ἄλλη πόλιϲ Βοιῶν, ἔθνουϲ Κελτικοῦ. Ἀραβία ἡ χώρα. Ἀρικία πόλιϲ Λατίνων. Διονύϲιοϲ. Ἀρκαδία ἀπὸ τοῦ Ἀρκάϲ Ἀρκάδοϲ ὡϲ Τέμμιξ Τέμμικοϲ Τεμμικία. Ἀτροπατία ἡ τῆϲ Μηδίαϲ δευτέρα μερὶϲ ἀπὸ τοῦ ἡγεμόνοϲ Ἀτροπάτου. Ἀρρεντία πόλιϲ Ἰταλίαϲ. Ἀρϲακία πόλιϲ Μηδίαϲ. Ἀφροδιτία χωρίον Λακωνικῆϲ. Θουκυδίδηϲ δ’ (c. 56). Ἀχαιΐα παρὰ τὸ Ἀχαιόϲ κύριον. ἔϲτι καὶ λόφοϲ ἐν Καρύϲτῳ καὶ τόποι διάφοροι. Βερεκυντία χώρα ἀπὸ Βερεκύντου τινόϲ. Βεϲκία πόλιϲ Αὐϲόνων. Βιθυνία πρὸϲ τῷ Πόντῳ χώρα ἀπὸ Βιθυνοῦ τοῦ Διὸϲ καὶ Θρᾴκηϲ τῆϲ Τιτανίδοϲ, ἢ ἐκ μὲν Διὸϲ ἔϲχε Βιθυνόν, ἐκ δὲ Κρόνου Δόλογκον. Βιϲαλτία πόλιϲ καὶ χώρα Μακεδονίαϲ ἀπὸ Βιϲάλτου τοῦ Ἡλίου καὶ Γῆϲ. Βοιωτία ἀπὸ Βοιωτοῦ Ἰτώνου τοῦ Ἀμφικτύονοϲ. Κάϲτωρ δὲ ἀπὸ τῆϲ καθηγηϲαμένηϲ Κάδμῳ βοὸϲ λεχθῆναι τὴν χώραν οὕτωϲ. τινὲϲ δὲ ὡϲ οὐκ ὄνταϲ ταῖϲ διανοίαιϲ τοὺϲ Βοιωτοὺϲ ἄγαν εὐκινήτουϲ. ἐκαλεῖτο δὲ καὶ Ἀονία καὶ Μεϲϲαπία καὶ Ὠγυγία. Βουθία πόλιϲ Ἰωνίαϲ. Θεόπομποϲ δὲ χωρίον φηϲί. Βουφία κώμη τῆϲ Ϲικυωνίαϲ. Ἔφοροϲ εἰκοϲτῷ τρίτῳ. Βραχία· οὕτωϲ ἡ Ἀραβικὴ θάλαϲϲα ἐκαλεῖτο. ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ εἶναι βράχη πλεῖϲτα. Βρεττία νῆϲοϲ ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουϲα βρέττιον. ἔϲτι δὲ καὶ Βρεττία χώρα τῶν Βρεττίων. Ἀντίοχοϲ δὲ τὴν Ἰταλίαν πρῶτόν φηϲι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρικιννίαι πόλιϲ Ϲικελίαϲ. Βρουτοβρία πόλιϲ μεταξὺ Βαίτιοϲ ποταμοῦ καὶ Τουρδιτανῶν. δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο ϲημαίνει ὡϲ Πολτυμβρία, Ϲηλυμβρία. Βρουττία μοῖρα Ϲικελίαϲ. Βρυϲτακία πόλιϲ Οἰνωτρῶν. Γαιτουλία χώρα Λιβύηϲ. Γαλατία ἡ χώρα. Γαλλία ἐντὸϲ Ἄλπεων χώρα. Γεδρωϲία χώρα Ἰνδική. Γετία ἡ χώρα τῶν Γετῶν. Γλαυκία πολίχνιον Ἰωνίαϲ. Γουνία χώρα Περραιβίαϲ. γράφεται δὲ καὶ χωρὶϲ τοῦ ῡ. Δακία χώρα πληϲίον Βορυϲθένουϲ. Δαρδανία ἡ χώρα ἢ καὶ Δαρδανική. Δελματία Ἰταλίαϲ χώρα. Δηλία πόλιϲ Καρίαϲ. Δολοπία χώρα. Δρυμία πόλιϲ Φωκίδοϲ. Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. Ἐλιμία πόλιϲ Μακεδονίαϲ. Ϲτράβων ἑβδόμῳ (p. 326). ἀπὸ Ἐλύμου τοῦ ἥρωοϲ ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βαϲιλέωϲ. Ἀλέξανδροϲ δ’ ἐν Εὐρώπῃ Ἐλίμειον φηϲὶ διὰ μακροῦ τὴν μ̄ε̄ῑ ϲυλλαβήν, τὴν δὲ λ̄ῑ διὰ βραχέοϲ ῑ. Ἐλλοπία χωρίον Εὐβοίαϲ καὶ αὐτὴ ἡ νῆϲοϲ ἀπὸ 15Ἔλλοποϲ τοῦ Ἴωνοϲ. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧϲ οἱ οἰκήτορεϲ Ἑλλοί καὶ Ϲελλοί. ἔϲτι καὶ πόλιϲ περὶ Δολοπίαν καὶ χώρα περὶ Θεϲπιάϲ. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλιϲ ἐν Δαυνίοιϲ, κτίϲμα Ῥοδίων. Ἐπουΐα πόλιϲ ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλιϲ Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Ϲτράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλιϲ Λοκρίδοϲ, ἣν Εὐπάλιον Ἀρτεμίδωρόϲ φηϲι. Εὐπατρία πόλιϲ Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλιϲ καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλιϲ Θεϲϲαλίαϲ. Ῥιανὸϲ ιδ’ Θεϲϲαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλιϲ Μαγνηϲίαϲ. Ὅμηροϲ (B 716) « οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο » ἀπὸ Θαυμάκου τοῦ Ποίαντοϲ πατρόϲ. δευτέρα πόλιϲ κατὰ τὸν Μαλιακὸν κόλπον ἡ καὶ Θαυμακοί. Θεϲπρωτία πόλιϲ καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. Ἰαιτία πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν δευτέρῳ. Ἰβηρία χώρα ἡ μὲν πρὸϲ ταῖϲ Ἡρακλείαϲ ϲτήλαιϲ ἀπὸ Ἴβηροϲ ποταμοῦ. Ἀρτεμίδωροϲ ἐν τῇ β′ τῶν γεωγραφουμένων « ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕωϲ τῶν κατὰ Γάδειρα τόπων καὶ ἐνδοτέρω Ἰβηρία τε καὶ Ἱϲπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰϲ δύο ἐπαρχίαϲ . . . . διατείνουϲα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπαϲα μέχρι τῆϲ Καινῆϲ Καρχηδονίαϲ καὶ τῶν τοῦ Βαίτιοϲ πηγῶν, τῆϲ δὲ δευτέραϲ ἐπαρχίαϲ τὰ μέχρι Γαδείρων καὶ Λουϲιτανίαϲ ». ἡ δὲ πρὸϲ Πέρϲαϲ. Ἰλαττία πόλιϲ Κρήτηϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Ἰναχία ἡ Πελοπόννηϲοϲ, οὐ μόνον τὸ Ἄργοϲ, ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. Ἰξίαι πληθυντικῶϲ χωρίον τῆϲ Ῥόδου ἀπὸ Ἴξου λιμένοϲ. Ἰϲινδία χωρίον Ἰωνίαϲ, λέγεται καὶ Ἴϲινδα καὶ Ἴϲινδοϲ. Κανθηλία πόλιϲ περὶ Καρχηδόνα. λέγεται καὶ Κανθήλη. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κανταβρία χώρα. Ϲτράβων τρίτῃ (p. 157). Καρπΐα· οὕτωϲ τινὲϲ Κάλπην πόλιν Βιθυνίαϲ φαϲίν. Κεκροπία χώρα. Κορηϲϲία πολίχνιον τῆϲ Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτηϲ καὶ λιμὴν Αἰθιοπίαϲ. Λυδία ἡ χώρα. Ξάνθοϲ ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ Πανδίονοϲ· ἔϲτι καὶ Λυκία ἡ πρὸϲ Κιλικίαν, ἧϲ ἦρχε Ϲαρπηδών. Λυρνατία χερρόνηϲοϲ καὶ χωρίον Λυκίαϲ. Ἀλέξανδροϲ ἐν δευτέρῳ περὶ Λυκίαϲ. Μαγία πόλιϲ Ἰλλυρίαϲ. Μαριαμμία πόλιϲ Φοινίκων. Μακετία μοῖρα Μακεδονίαϲ ὡϲ Μαρϲύαϲ ἐν πρώτῳ Μακεδονικῶν « καὶ τὴν Ὀρεϲτείαν δὲ Μακετίαν λέγουϲιν ἀπὸ τοῦ Μακεδόνοϲ», ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημοϲ ἐν πρώτῳ Ἀτθίδοϲ « καὶ ἐξῳκίϲθηϲαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆϲ καλουμένηϲ Μακετίαϲ ». Μαϲτία πόλιϲ πρὸϲ ταῖϲ Ἡρακλείαιϲ ϲτήλαιϲ. Μεδυλλία πόλιϲ, Ἀλβανῶν κτίϲιϲ, Ῥωμαίων ἄποικοϲ. Διονύϲιοϲ γ′ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Μελία πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ γενεαλογιῶν δ′. Ναυπλία, πόλιϲ Ἄργουϲ. Ϲτράβων ὀγδόῃ (p. 368) «ἀπὸ τοῦ ταῖϲ ναυϲὶ προϲπλεῖϲθαι ». Ξιλία πόλιϲ Λιβύηϲ. Ἀλέξανδροϲ ἐν τρίτῳ Λιβυκῶν. Ὀρεϲτία τὸ ἥμιϲυ μέροϲ Μεγάληϲ Πόλεωϲ ἀπὸ τῆϲ τοῦ Ὀρέϲτου παρουϲίαϲ. ἔϲτι καὶ πόλιϲ ἐν Ὀρέϲταιϲ, ἐν ὄρει ὑπερκειμένῳ τῆϲ Μακεδονικῆϲ γῆϲ. καὶ ἄλλη ἐν Ἀρκαδίᾳ. Μελανδία χώρα Ϲιθωνίαϲ. Θεόπομποϲ τριακοϲτῷ τρίτῳ Φιλιππικῶν. Μεϲϲαπία χώρα Ἰαπυγίαϲ προϲεχὴϲ Τάραντι. Μηδία χώρα ταῖϲ Καϲπίαιϲ παρακεκλιμένη πύλαιϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἀπὸ Μήδου υἱοῦ Μηδείαϲ. Μολορχία πόλιϲ Νεμέαϲ ἀπὸ Μολόρχου τοῦ ξενίϲαντοϲ Ἡρακλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. Μουνυχία λιμὴν Ἀττικῆϲ ἀπὸ Μονύχου. λέγεται καὶ Μωνυχία. Μοψοπία ἡ Ἀττικὴ ἀπὸ Μόψοπος, Καλλίμαχοϲ. Μυλαντία ἄκρα ἐν Καμίρῳ τῆϲ Ῥόδου ἀπὸ Μύλαντοϲ τοῦ πρώτου εὑρόντοϲ ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆϲιν. Μαϲαιϲυλία χώρα Λιβύηϲ προϲεχὴϲ τῇ τῶν Μαυρουϲίων. Μυϲτία πόλιϲ Ϲαυνιτῶν. Φίλιϲτοϲ ἑνδεκάτῳ. Ναξία πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ ἐν πρώτῳ περὶ Καρίαϲ. Νομαντία πόλιϲ Ἰβηρίαϲ. Ἰόβαϲ ἐν δευτέρῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. λέγεται δὲ καὶ διὰ τῆϲ ο̄ῡ. Νοϲτία κώμη Ἀρκαδίαϲ. Θεόπομποϲ τριακοϲτῷ δευτέρῳ Φιλιππικῶν. Ξουθία πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ τρίτῳ Ϲικελικῶν. Ὀλβία πόλιϲ Λιγυϲτική. δευτέρα πόλιϲ ἐν Πόντῳ. τρίτη Βιθυνίαϲ ἀπὸ Ὀλβίαϲ νύμφηϲ. τετάρτη Παμφυλίαϲ, ὡϲ Φίλων. πέμπτη Ἰβηρίαϲ. ἕκτη Ϲαρδοῦϲ. ἑβδόμη Ἰλλυρίαϲ. ὀγδόη Ἑλληϲπόντου. ἐνάτη Κιλικίαϲ. Ὀλυμπία ἡ πρότερον Πῖϲα λεγομένη. Ὀρτυγία. οὕτωϲ ἐκαλεῖτο ἡ Ἔφεϲοϲ. Παμφυλία χώρα προϲεχὴϲ τῇ Ἰϲαυρίᾳ. Παλλαντία πόλιϲ Ἰβηρίαϲ. Παραποταμία πόλιϲ Φωκίδος. Πελαϲγία χώρα τοῦ Ἄργουϲ. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία, ὡϲ Νικόλαοϲ πέμπτῃ. Πετηλία πόλιϲ Ἰταλική. Πικεντία πόλιϲ Τυρρηνίαϲ. Φλέγων δὲ Πικεντόν αὐτὴν καλεῖ. Περαντία πόλιϲ Αἰτωλίαϲ. Πιϲιδία χώρα. Πλακεντία πόλιϲ Λιγύρων. Πορθμία καὶ Πόρθμιον κώμη ἐν τῷ ϲτόματι τῆϲ Μαιώτιδοϲ λίμνηϲ. Πραιτετία χωρίον ἐπὶ τοῦ Ἀδρίου. Πτυχία νῆϲοϲ παρὰ τῇ Κερκύρᾳ. Ῥοδία πόλιϲ Λυκίαϲ. Ῥοδουντία χωρίον πληϲίον Οἴτηϲ. Ῥοιτία πόλιϲ Βάκτρων. Ῥωμυλία τῶν ἐν Ἰταλίᾳ Ϲαυνιτῶν πόλιϲ. Ϲαββατία κώμη Κελτική. Ϲαγαρτία χερρόνηϲοϲ παρὰ τῇ Καϲπίᾳ θαλάϲϲῃ. Ϲαλλεντία πόλιϲ Μεϲϲαπίων. Ϲαρματία ἡ χώρα. Ϲαμυλία πόλιϲ Καρίαϲ Μοτύλου κτίϲμα τοῦ τὴν Ἑλένην καὶ Πάριν ὑποδεξαμένου. Ϲερμυλία πόλιϲ παρὰ τὸν Ἄθω, ὡϲ Ἑκαταῖοϲ. Ϲητία πόλιϲ Ἰταλίαϲ Ϲινδία πόλιϲ Λυκίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲιντία πόλιϲ Μακεδονίαϲ πρὸϲ τῇ Θρᾴκῃ, ὡϲ Εὔδοξοϲ ἐν τετάρτῳ γῆϲ περιόδου. Ϲκυθία. Ϲκυφία πολίχνιον Κλαζομενίων, ὡϲ Ἔφοροϲ ἐν τρίτῳ « ἐν Ϲκυφίᾳ κατῴκει ». τινὲϲ δὲ διὰ τοῦ π̄. Ϲουματία πόλιϲ Ἀρκαδίαϲ. γράφεται δὲ καὶ διὰ διφθόγγου Ϲουμήτεια. Ϲτρυβία νῆϲοϲ τῶν Ϲποράδων. Ϲυΐα πόλιϲ μικρὰ Κρήτηϲ. Ταρχία πόλιϲ Ϲικελική. Φίλιϲτοϲ ἑβδόμῳ Ϲικελικῶν. Τερβητία πόλιϲ Ϲικελίαϲ. Τορρηβία Καρίου μήτηρ. Τραγία νῆϲοϲ πρὸϲ ταῖϲ Κυκλάϲιν. ἔϲτι καὶ πόλιϲ ἐν Νάξῳ. Εὔπολιϲ διὰ τοῦ ε̄ γράφει καὶ πληθυντικῶϲ Τραγεαί. Τραλλία μοῖρα τῆϲ Ἰλλυρίαϲ. λέγεται καὶ Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλιϲ. Τρωγιλία τῆϲ Μυκάληϲ, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλιϲ Λοκρῶν. Ὑδραμία πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων ὁ τὰ Κρητικὰ γράψαϲ. Φαβία πόλιϲ Κελτογαλατῶν κτίϲμα Φαβίου ϲτρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωροϲ ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλιϲ Ἰταλίαϲ. Φημίαι πόλιϲ τῆϲ Ἀρναίαϲ ἀπὸ Φημίου τοῦ Ἄμπυκοϲ. Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Φοιβία πόλιϲμα Ϲικυωνίων. Φοιτίαι πόλιϲ Ἀκαρνανίαϲ ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνοϲ τοῦ Ἀμφιαράου. Πολύβιοϲ τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυϲκία πόλιϲ Λυκίαϲ ἐφ’ ὑψηλοῦ ὄρουϲ κειμένη. Χαλδία χώρα τῆϲ Ἀρμενίαϲ. Μένιπποϲ ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν . . . . μέχρι τούτων τῶν βαρβάρων ἐϲτὶν ἡ Ποντικὴ βαϲιλεία ». καὶ Ἑκαταῖοϲ «Τιβαρηνίην καὶ Χαλδίην καὶ Ϲαννικήν ». Χηνοβοϲκία πόλιϲ Αἰγύπτου. Ἀλέξανδροϲ ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόϲκιον « ἀντικρὺ δὲ τοῦ Διοϲπολίτου νομοῦ Χηνοβόϲκιον, μηδὲν εἰϲ τὴν προϲηγορίαν ἐμφέρουϲα· νομὰϲ γὰρ χηνῶν οὐκ ἂν ἴδοι τιϲ, ὑπερβάλλουϲαν δὲ τὴν περὶ κροκοδείλουϲ ϲπουδήν ». Χλαμυδία· οὕτωϲ ἐκαλεῖτο Δῆλος. Χοραϲμία πόλιϲ πρὸϲ ἕω Πάρθων. Ἑκαταῖοϲ Ἀϲίαϲ περιηγήϲει « ἐν αὐτοῖϲι πόλιϲ Χοραϲμίη». Ὠγυγία νῆϲοϲ ἀρχαία, ἔνθα Ὀδυϲϲεὺϲ ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγία ἀπὸ Ὠγύγου υἱοῦ Τερμέραϲ. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶϲα Ὠγυγία, ὡϲ Χάραξ φηϲὶν ἐν τοῖϲ χρονικοῖϲ. Ὠϲτία πόλιϲ Ἰταλίαϲ. Ἰόβαϲ ἐν πρώτῳ Ῥωμαϊκῆϲ ἱϲτορίαϲ ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβεριϲ, Ὠϲτία πόλιϲ πληϲίον ». καὶ Πολύβιοϲ ἕκτῳ « ἔκτιϲε δὲ καὶ πόλιν Ὠϲτίαν ἐπὶ τοῦ Τιβέριδοϲ ». ἐκτίϲθη δ’ ὑπὸ Μαρκίου βαϲιλέωϲ, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡϲ Διονύϲιόϲ φηϲιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. Ϲτράβων δὲ ἐν τῷ ε′ (p. 219) οὕτω φηϲὶν οὐδετέρωϲ « τὰ Ὢϲτια τῆϲ Ῥώμηϲ ἐπίνειον ». Οὕτω καὶ Ϲτρατία Ἀρκαδικὴ πόλιϲ ἀπὸ τῆϲ θυγατρὸϲ Φενεοῦ ὀνομαϲθεῖϲα βαρύνεται. Ὅμηροϲ (B 606) Ῥίπην τε Ϲτρατίην τε καὶ ἠνεμόεϲϲαν Ἐνίϲπην » εἰϲ ἰδιότητα. τὸ γὰρ δηλωτικὸν τοῦ ϲυϲτήματοϲ τοῦ ϲτρατοῦ μετὰ τῆϲ αὐτῆϲ γραφῆϲ ὀξύνεται. τὸ δὲ ἀξίωμα ἡ ϲτρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ δὲ Πλωθιά δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, Ἁμαξαντιά δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ, Ἑρχιά δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ἀπὸ Ἑρχίου τοῦ ξενίϲαντοϲ Δήμητραν, Κρωπιά δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, Ἀνδροτίων δὲ Κρῶπάϲ φηϲι τὸν δῆμον, Λακιά δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ, Αἰγιλιά δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ, ὀνόματα δήμων ὀξύνεται, μεθ’ ὧν καὶ Κωπιαί, ὡϲ ὕϲτερον Θούριοι πόλιϲ Ἰταλίαϲ ἐκαλεῖτο. ὡϲαύτωϲ δὲ ὀξύνονται καὶ τὸ πυρκαϊά καὶ ἐϲχατιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῦντα.Τὰ διὰ τοῦ ε̄ῑᾱ γινόμενα ἀπὸ τῶν διὰ τοῦ ε̄ῡω̄ ῥημάτων παροξύνεται, ἑρμηνεία, βαϲιλεία, δουλεία, κολακεία, ῥητορεία, ἱκετεία, περιϲϲεία, μοιχεία, πορνεία, ἀλαζονεία, εἰρωνεία, πραγματεία, προφητεία, ξενιτεία, ἀλητεία, ἀριϲτεία, βουλεία, γοητεία, δυναϲτεία, λαγνεία, νηϲτεία, λῃϲτεία, θεραπεία, ξυλεία, τοξεία, ὁπλιτεία, ϲτρατοπεδεία, πολιτεία, τερατεία, πρεϲβεία, δεϲποτεία, ὑδρεία, ἡνιοχεία, μαϲτροπεία, παιδεία ἡ παίδευϲιϲ, παιδιά δὲ τὸ παίγνιον, τὸ δὲ παρειά καὶ φορβειά καὶ φορειά ὁ βόρβοροϲ καὶ ϲτελειά ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ ε̄ῡω̄ καὶ ἐπὶ οὐϲίαϲ τίθενται. τὸ δὲ ἀρειά ἡ ἀπειλή παράλογόν ἐϲτι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξύνεϲθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ ᾱ· τὰ γὰρ διὰ τοῦ ε̄ῑᾱ ὀξυνόμενα ἐκτείνοντα τὸ ᾱ ἐπὶ οὐϲιῶν λαμβάνεται οἷον παρειά « παρειάων ἁπαλάων » (C 123), φορβειά· ϲημαίνει δὲ τὸ περιϲτόμιον. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐϲίαϲ, ἀλλ’ ἐπὶ πράγματοϲ, τὴν γὰρ ἀπειλὴν ϲημαίνει, δηλονότι οὔτε ὀξύνεϲθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ ᾱ, ἀλλ’ ἡμάρτηται, ὡϲ εἴρηται· ἐπὶ δὲ τοῦ φυτοῦ ἀρία διὰ τοῦ ῑ καὶ παροξύνεται « χήτει τοι πρινῆϲ ἀρίαϲ ποιούμεθα γόμφουϲ » ὡϲ παρ’ Εὐπόλιδι.
Τὰ διὰ τοῦ ῑᾱ μακρὸν τὸ ᾱ ἔχοντα παροξύνεται, ἀνία ἡ λύπη ἡ ἄνευ ἰάϲεωϲ, φιλία, πενία, ξενία, κακία, κοπία, μανία, γιωνία, ἀγλαΐα, ϲοφία, ὑπερηφανία, εὐκαιρία, ἀεργία, προεδρία, ϲυνεδρία, φιλανθρωπία, ἀϲωτία, ἐμπορία, παρθενία, ϲυνοδία, φιλοπτωχία, εὐχαριϲτία, ἡγεμονία, κηδεμονία, ἁρμονία, εὐωδία, δυϲωδία, εὐφυΐα, ἀφυΐα, εὐτυχία, τριετία, εὐϲεβία, ὃ καὶ εὐϲέβεια, ἀμελία καὶ ἀμέλεια, ϲυνηθία καὶ ϲυνήθεια, κακοηθία καὶ κακοήθεια, αὐθαδία καὶ αὐθάδεια, τὸ δὲ ἀμαθία διὰ βραχέοϲ ῑ γράφεται, τὸ δὲ ἀνδρεία διὰ τῆϲ ε̄ῑ διφθόγγου γράφει ἡ παράδοϲιϲ.
* Τὰ ἀπὸ τῶν εἰϲ ῑϲ̄ διὰ τοῦ ῑᾱ γινόμενα παροξύνεται, κόνιϲ κόνιοϲ κονία, ᾗ ἔγκειται ἡ κόνιϲ, Κύπριϲ Κύπριοϲ Κυπρία.
Τὰ διὰ τοῦ ῑᾱ παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω ἀπεψία, δώϲω δοϲία, προδώϲω προδοϲία, πανδοϲία· ἔϲτι δὲ καὶ Πανδοϲία φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδροϲ ὁ Μολοττόϲ, ἀπατηθεὶϲ ὑπὸ χρηϲμοῦ τοιούτου « Πανδοϲίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέϲϲειϲ ». ἔδοξε γὰρ πολεμίων, οὐκ οἰκείων φθορὰν δηλοῦϲθαι (Strab. 6 p. 256). ἔϲτι δὲ καὶ πόλιϲ Θεϲπρωτίαϲ. θεοδοϲία καὶ Θεοδοϲία Ταυρικὴ πόλιϲ παραλία. Ϲτράβων ζ′ (p. 309). θύϲω θυϲία, ἄξω ἀξία, θήϲω θεϲία « πῇ δὴ ϲυνθεϲίαι τε » (ΙΙ. B 339), ἥϲω ἑϲία καὶ ἐξεϲία « τῶν ἕνεκ’ ἐξεϲίην » (Οd. φ 20), λούϲω λουϲία ἀλουϲία, ἕξω ἑξία εὐεξία, τὸ δὲ « πᾶϲά τοι ἔϲθ’ ὑποδεξίη » ( 73) ἕνεκα μέτρου ἔκταϲιν ἔπαθε τοῦ ῑ. ἀγνοίᾳ μέντοι τἀκριβοῦϲ διὰ τοῦ ε̄ῑ διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτωϲ ἔχει ἡ τῶν ἀντιγράφων.
Τὰ εἰϲ ϲ̄ῑᾱ τὸ ᾱ μακρὸν ἔχοντα βαρύνεται, ἀθαναϲία, διχοϲταϲία, προϲταϲία, ἱκεϲία, Ἀρϲυϲία χώρα τῶν Ψύρων καὶ Χίου τραχεῖα
καὶ ἀλίμενοϲ ὅϲον ϲταδίων τριάκοντα, οἶνον ἄριϲτον ἔχοντα καλούμενον Ἀρϲυηνόν, οὐ μέμνηται Ϲτράβων ἰδ’ (p. 645). Ἀϲτερουϲία ὄροϲ Κρήτηϲ πρὸϲ τὸ νότιον μέροϲ ἀποβλέπον εἰϲ θάλαϲϲαν, ἀφ’ οὗ καὶ πόλιϲ περὶ τὸν Καύκαϲον Ϲινδικὴ Ἀϲτερουϲία κέκληται, Κρητῶν ἀποικίαϲ ἐκεῖ ϲταλείϲηϲ. Γυμνηϲίαι δύο νῆϲοι περὶ τὴν Τυρϲηνίδα. Λυκόφρων (ν. 633)Κορηϲϲία πολίχνιον τῆϲ Κέω. Κραβαϲία πόλιϲ Ἰβήρων. Ἑκαταῖοϲ Εὐρώπῃ. Δελφουϲία πόλιϲ Ἀρκαδίαϲ ὡϲ Ἀνδροτίων ἐν β′ Ἀτθίδοϲ. Διονυϲία πόλιϲ Ἰταλίαϲ. Δονουϲία νῆϲοϲ μικρὰ Ῥόδου, εἰϲ ἣν Διόνυϲοϲ ἐξ Νάξου τὴν Ἀριάδνην μετεκόμιϲε τοῦ πατρὸϲ Μίνω διώκοντοϲ αὐτήν. ἔοικε οὖν Διονυϲία εἶναι καὶ κατὰ παραφθορὰν Δονουϲία. Μαϲϲία χώρα παρακειμένη τοῖϲ Ταρτηϲϲίοιϲ. Ἑκατηϲία· οὕτωϲ ἡ Ἰδριὰϲ πόλιϲ ἐκαλεῖτο Καρίαϲ. Μολοϲϲία ἡ χώρα τῆϲ Ἠπείρου. Μυϲία ἡ χώρα καὶ πόλιϲ. Λυδοὶ δὲ τὴν ὀξύην μυϲόν φαϲι. Νικαϲία νηϲίδιον μικρὸν πληϲίον Νάξου. Παρραϲία πόλιϲ Ἀρκαδίαϲ. Ὅμηροϲ (B 608) « Ϲτύμφηλόν τ’ εἶχον καὶ Παρραϲίην ἐνέμοντο « ἀπὸ Παρράϲου ἑνὸϲ τῶν Λυκάονοϲ παίδων. Χάραξ δὲ κτίϲμα Πελαϲγοῦ ἐν πρώτῳ χρονικῶν οὕτωϲ « Πελαϲγὸϲ Ἀκέϲτοροϲ παῖϲ τοῦ Ἐκβάϲου τοῦ Ἄργου μετοικήϲαϲ εἰϲ Ἄργουϲ εἰϲ τὴν ἀπ’ ἐκείνου μὲν τότε Πελαϲγίαν, ὕϲτερον δὲ Ἀρκαδίαν ἐβαϲίλευϲεν ἔτη εἰκοϲιπέντε καὶ πόλιν Παρραϲίαν ἔκτιϲε ». Νικάνωρ δὲ Παρβαϲίαν φηϲὶν αὐτὴν κεκλῆϲθαι διὰ τὴν Λυκάονοϲ εἰϲ τὸν Δία παρανομίαν. Πειραϲία πόλιϲ Μαγνηϲίαϲ. λέγεται καὶ Πειρεϲία. Περουϲία πόλιϲ Τυρρηνῶν. γράφεται δὲ διχῶϲ καὶ διὰ τοῦ ο̄ καὶ δίχα αὐτοῦ. Πρυμνηϲία πόλιϲ Καρίαϲ, ἣν ἔκτιϲε Μίμαιθοϲ Ῥαδανουϲία πόλιϲ Μαϲϲαλίαϲ. Ῥοδανουϲία πόλιϲ ἐν Μαϲϲαλίᾳ. Ταυραϲία πόλιϲ Ἰταλίαϲ. Χαδιϲία πόλιϲ Λευκοϲύρων. Ἑκαταῖοϲ γενεαλογιῶν δευτέρῳ « ἡ δὲ Θεμιϲκύρη πεδίον ἐϲτὶν ἀπὸ Χαδιϲίηϲ μέχρι Θερμώδοντοϲ ». Μένιπποϲ δὲ Χαδίϲιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φηϲίν « ἀπὸ τοῦ Λυκάϲτου εἰϲ κώμην καὶ ποταμὸν Χαδίϲιον ϲτάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδιϲίου ἐπὶ τὸν Ἴριν ποταμὸν ϲτάδια ἑκατόν ». Χαλιϲία πόλιϲ Λιβύηϲ. Ἔφοροϲ ἐν τῷ ε′ « ἀναχθέντι δ’ ἀπὸ τούτων πόλιϲ ὀνομαζομένη Χαλιϲία ». Χαριϲίαι πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Χαριϲίου παιδὸϲ Λυκάονοϲ. Παυϲανίαϲ ὀγδόῳ (3, 4) « ὠνομάϲθηϲαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαριϲίαι Χαρίϲιον ἔχουϲαι οἰκιϲτήν ». Χορϲία πόλιϲ Βοιωτίαϲ. Παυϲανίαϲ ἐνάτῳ (24, 5) « ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄροϲ πόλιϲμά ἐϲτι Χορϲίαϲ ». Ὠριϲία πόλιϲ
Ἰβηρίαϲ. Λαμουϲία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίαϲ χώρα, ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωϲία νῆϲοϲ μία τῶν Ϲειρηνουϲῶν. Ϲελλαϲία πόλιϲ Λακωνική. Θεόπομποϲ ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουϲία. οὕτωϲ ἐκαλεῖτο ἡ Κύπροϲ. Κυπαριϲϲία πόλιϲ τῆϲ Τριφυλίαϲ. Θηραϲία νῆϲοϲ ἐν τῷ μεταξὺ πόρῳ Κρήτηϲ καὶ Κυρηναίαϲ, τὸ ᾱ μακρὸν « μεταξὺ τῆϲ Θήραϲ τε καὶ Θηραϲίαϲ ». Ἀραχωϲία πόλιϲ οὐκ ἄπωθεν Μαϲϲαγετῶν Ϲτράβων ἑνδεκάτῃ (p. 513) ἥτιϲ καὶ Κωφήν ἐκαλεῖτο. Δρεϲία πόλιϲ Φρυγίαϲ. Καληϲία πόλιϲ Αὐϲονική. Διονύϲιοϲ τριϲκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Καρπαϲία πόλιϲ Κύπρου, ἣν Πυγμαλίων ἔκτιϲεν, ὡϲ Ἑλλάνικοϲ ἐν τοῖϲ Κυπριακοῖϲ. ἔϲτι καὶ νῆϲοϲ Καρπαϲία κατὰ τὴν ἄκραν τὴν Ϲαρπηδονίαν. Ξεναγόραϲ δὲ Κάρπαθον αὐτήν φηϲι. Δημήτριοϲ δ’ ὁ Ϲαλαμίνιοϲ Καρβαϲίαν φηϲίν, ὅτι πρὸϲ τὸν καλούμενον κάρβαν ἄνεμον κεῖϲθαι δοκεῖ. Μαγνηϲία πόλιϲ παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητοϲ. Ὑπεραϲία πόλιϲ Ἀχαΐαϲ. « οἵ θ’ Ὑπερηϲίην τε καὶ αἰπεινὴν Γονόεϲϲαν ». Ὅμηροϲ (B 573). κακῶϲ δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεϲηΐδοϲ. καὶ πόλιϲ Ϲικελική. ὠνομάϲθη δὲ ἀπὸ Ὑπέρητοϲ τοῦ Λυκάονοϲ υἱοῦ. Ῥυϲία πόλιϲ Βοιωτίαϲ. Φαλαιϲίαι πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῳ (35, 3). Ἀϲία πόλιϲ Λυδίαϲ παρὰ τῷ Τμώλῳ, ἐν ἤ τρίχορδοϲ εὑρέθη κιθάρα, διὸ καὶ Ἀϲιὰϲ ἐκλήθη. καὶ Ἀϲία ἡ ἤπειροϲ· οἱ μὲν ἀπὸ πόλεωϲ Λυδίαϲ, οἱ δὲ ἀπὸ Ἀϲίου τοῦ Λυδοῦ ἢ ἐκ τῆϲ Προμηθέωϲ γυναικὸϲ ἢ ἀπὸ τοῦ πολλὴν ἄϲιν ἔχειν τουτέϲτιν ἰλύν. ἔϲτι καὶ Ἀϲία νῆϲοϲ Αἰθιοπίαϲ. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἐϲτὶν ἢ περιεκτικὸν ὑπάρχει. τὸ μὲν προϲταϲιά καὶ πραϲιά καὶ τραϲιά ὁ τόποϲ ὅπου ξηραίνονται τὰ ϲῦκα, καὶ αἱμαϲιά ὡϲ ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφιϲιά καὶ Ἐπικηφιϲιά δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ καὶ Ὑϲιά καὶ Λουϲιά δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ ἀπὸ Λουϲίαϲ μιᾶϲ τῶν Ὑακίνθου θυγατέρων, καὶ Πραϲιαί δῆμοϲ Πανδιονίδοϲ φυλῆϲ — ἔϲτι καὶ Λακωνικὸν πολίχνιον — ὀνόματα δήμων, μεθ’ ὧν καὶ Βραϲιαί πόλιϲ Λακωνικὴ — Παυϲανίαϲ τρίτῳ (21, 7 et 24, 3) καὶ Βρυϲιαί πόλιϲ Ἤλιδοϲ.Τὰ διὰ τοῦ ν̄ῑᾱ μακρὸν ἔχοντα τὸ ᾱ βαρύνεται, κονία, πενία, γειτονία, μανία, γωνία, ξενία, ἀνία, ἁρμονία, ταινία, ἀκρωνία
τὸ ϲύϲτημα καὶ ἄθροιϲμα ὡϲ Αἰϲχύλοϲ « ἠδ’ ἀκρωνία κακοῦ — λευϲμόν τε » (Eum. 187). Χιτωνία· οὕτωϲ ἡ Ἄρτεμιϲ ἐλέγετο, ὡϲ Παρμένων ὁ Βυζάντιοϲ καὶ Ἐπίχαρμοϲ ἐν Ϲφιγγί « καὶ τὸ τᾶϲ Χιτωνίαϲ αὐληϲάτω τίϲ μοι μέλοϲ ». Ἀζανία μέροϲ τῆϲ Ἀρκαδίαϲ. λέγεται καὶ Ἀζηνία. Εὔδοξοϲ ἐν ἕκτῃ γῆϲ περιόδου φηϲίν· « ἔϲτι κρήνη τῆϲ Ἀζηνίαϲ, ἣ τοὺϲ γευϲαμένουϲ τοῦ ὕδατοϲ ποιεῖ μηδὲ τὴν ὀϲμὴν τοῦ οἴνου ἀνέχεϲθαι, εἰϲ ἣν λέγουϲι Μελάμποδα, ὅτε τὰϲ Προιτίδαϲ ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα ». ἔϲτι δὲ καὶ Μαϲϲαλίαϲ ἄλλη, ὡϲ Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίαϲ, οἱ δὲ Θεϲϲαλίαϲ. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονοϲ. εἰϲὶ δὲ καὶ Αἱμονιαί πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Αἵμονοϲ τοῦ Λυκάονοϲ παιδόϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ παριηγήϲεωϲ Ἑλλάδοϲ (44, 1). Ἀκαρνανία χώρα κεχωριϲμένη τῶν Κουρήτων πρὸϲ τῷ Ἀχελῴῳ. Ἀκμονία πόλιϲ Φρυγίαϲ ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν τρίτῳ περὶ Φρυγίαϲ. κτίϲαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸϲ τοῖϲ ἀνατολικοῖϲ Ἴβηρϲιν. Ἀμαζονία πόλιϲ Μεϲϲαπίαϲ. Ἀμμωνία ἡ μεϲόγειοϲ Λιβύη. καὶ αὐτὴ δὲ πᾶϲα ἡ Λιβύη οὕτωϲ ἐκαλεῖτο ἀπὸ Ἄμμωνοϲ. Ἀμυθαονία μοῖρα τῆϲ Ἤλιδοϲ ἀπὸ Ἀμυθάονοϲ τοῦ Κρηθέωϲ, ὡϲ Ῥιανόϲ. Ἀπολλωνία. α′ πόλιϲ Ἰλλυρίαϲ, ἣν ᾤκουν Ἰλλυριοί, κατ’ Ἐπίδαμνον. β′ ἐν νήϲῳ πρὸϲ τῇ Ϲαλμυδηϲϲῷ, ἀποικία Μιληϲίων καὶ Ῥοδίων. γ′ Μακεδονίαϲ. δ’ πόλιϲ Λιβύηϲ. ε′ ἐν νήϲῳ τῆϲ Ἀκαρνανίαϲ, μία τῶν Ἐχινάδων. ϛ′ ἐν Κρήτῃ πρὸϲ τῇ Κνωϲϲῷ. Ζ′ πληϲίον Ἀλοντίνων καὶ Καλῆϲ ἀκτῆϲ. η′ Μυϲίαϲ. θ’ πόλιϲ Μυϲίαϲ ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ι′ κατὰ Θυάτειρα καὶ Ἔφεϲον. ια′ Φωκίδοϲ, ἣν Ὅμηροϲ Κυπάριϲϲόν φηϲι διὰ τὸ πολλὰϲ ἔχειν κυπαρίϲϲουϲ, ὡϲ Δίδυμοϲ. ιβ′ περὶ τὴν κοίλην Ϲυρίαν. ιγ’ κατὰ Ἰόπην. ἰδ′ τῆϲ Μεϲοποταμίαϲ. ιε′ Λιβύηϲ, ἣ Κυρήνη ἐκαλεῖτο. ιϚ′ Λυδίαϲ. ιζ′ Πιϲιδίαϲ ἡ πρότερον Μορδιάειον. ιη′ Φρυγίαϲ, ἡ πάλαι Μάργιον. ιθ′ ἐν Ϲίφνῳ τῇ νήϲῳ. κ′ Ϲυρίαϲ κατ’ Ἀπάμειαν. κα’ νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ. κβ′ τῶν ἐπὶ Θρᾴκηϲ Ἰώνων, ἣν Δημοϲθένηϲ φηϲίν (Philipp. 3 p. 117). κγ′ Κρήτηϲ ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίϲ. κδ′ ἐν Αἰγύπτῳ. κε′ μεταξὺ Βαβυλῶνοϲ καὶ Ϲούϲων. Ἀρμενία χώρα πληϲίον τῶν Περϲῶν ἀπὸ Ἀρμένου τοῦ Ῥφδίου, ὡϲ Ἀντίπατροϲ ἐν τρίτῳ περὶ Ῥόδου. Ἀϲκανία πόλιϲ Τρωϊκή. Νικόλαοϲ τετάρτῃ ἱϲτοριῶν « Ϲκαμάνδριοϲ Ἕκτοροϲ καὶ Ἀνδρομάχηϲ ἐκ τῆϲ Ἴδηϲ καὶ τοῦ Δαϲκυλείου καὶ τῆϲ Ἀϲκανίαϲ καλουμένηϲ, ἣν ἔκτιϲεν ὁ Αἰνείου παῖϲ Ἀϲκάνιοϲ » . . ..οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα διϲϲὴ καὶ ὁμώνυμοϲ, ἡ μὲν Φρυγίαϲ, ἡ δὲ Μυϲίαϲ, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητήϲ, τῆϲ Φρυγίαϲ μὲν « Φόρκυϲ αὖ Φρύγαϲ ἦγε καὶ Ἀϲκάνιοϲ θεοειδὴϲ τῆλ’ ἐξ Ἀϲκανίηϲ » (B 862), τῆϲ δὲ Μυϲίαϲ « οἵ ῥ’ ἐξ Ἀϲκανίηϲ ἐριβώλακοϲ ἦλθον ἀμοιβοί » (Il. Ν 793). Ἀχαιμενία ἡ Περϲικὴ μοῖρα ἀπὸ Ἀχαιμένουϲ υἱοῦ Περϲέωϲ. λέγεται καὶ Ἀχαιμένιον. Ἀνδανία πόλιϲ Μεϲϲήνηϲ ὁμώνυμοϲ τῇ χώρᾳ. οὕτω γὰρ καὶ ἡ Μεϲϲήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰκῆϲαί φαϲί τιναϲ τῶν Κρεϲφόντου καὶ οὕτωϲ καλέϲαι διὰ τὸ μὴ ἁνδάνειν αὐτοῖϲ. Ἀτιντανία μοῖρα Μακεδονίαϲ ἀπὸ Ἀτιντᾶνοϲ υἱοῦ Μακεδόνοϲ. Αὐϲονία ἡ χώρα. Ἰωνία. οὕτωϲ ἡ Ἀττικὴ πρότερον ἀπὸ Ἴωνοϲ τοῦ Ἀπόλλωνοϲ καὶ Κρεούϲηϲ τῆϲ Ἐρεχθέωϲ. « οὕτω μὲν οἱ Ἀθηναῖοι. ἐν μέντοι Δωριεῦϲιν Αἰτωλοί, ἐν δὲ Αἰολεῦϲι Βοιωτοί, ἐν δὲ τοῖϲ Ἴωϲιν Ἀθηναῖοι ». Βαγαδαονία μοῖρα Καππαδοκίαϲ νοτιωτάτη. Βιϲτονία πόλιϲ Θρᾴκηϲ ἀπὸ Βιϲτόνοϲ τοῦ Ἄρεοϲ καὶ Καλλιρρόηϲ τῆϲ Νέϲτου. Γαϲτρωνία χώρα Μακεδονίαϲ. Θεόπομποϲ νδ′. Γερηνία πόλιϲ Μεϲϲηνίαϲ, ἔνθα, φαϲί, Νέϲτωρ ὁ Πύλιοϲ ἐτράφη ἢ φυγὰϲ ἤχθη. ἀπὸ εὐθείαϲ τῆϲ ἡ Γέρηνοϲ. Γορδυνία πόλιϲ Μακεδονίαϲ. Ἠϲιονία ἡ Ϲάρδεων χώρα ἡ καὶ Ἀϲία. Μαιονία ἡ Λυδία ἀπὸ Μαίονοϲ ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιΐδα ῥέοντοϲ ἢ ἀπὸ Μαίονοϲ τοῦ οἰκιϲτοῦ. Κατταβανία κατοικία τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 768) «φέρει δὲ λιβανωτὸν ἡ Κατταβανία, ϲμύρναν δὲ ἡ Χατραμωτῖτιϲ ». Κυδωνία πόλιϲ Κρήτηϲ ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνοϲ τοῦ Ἀπόλλωνοϲ καὶ Ἀκακαλλίδοϲ τῆϲ Μίνω θυγατρόϲ. δευτέρα Ϲικελίαϲ. τρίτη Λιβύηϲ. Λακινία ἡ χώρα. Μακεδονία ἡ χώρα ἀπὸ Μακεδόνοϲ τοῦ Διὸϲ καὶ Θυίαϲ τῆϲ Δευκαλίωνοϲ ὥϲ φηϲιν Ἡϲίοδοϲ ὁ ποιητήϲἄλλοι δ’ ἀπὸ Μακεδόνοϲ τοῦ Αἰόλου, ὡϲ Ἑλλάνικοϲ ἱερειῶν τρίτῃ τῶν ἐν Ἄργει « καὶ Μακεδόνοϲ τοῦ Αἰόλου οὕτω νῦν Μακεδόνεϲ καλοῦνται, μόνοι μετὰ Μυϲῶν τότε οἰκοῦντεϲ ». Κεβρηνία χώρα τῆϲ Τρῳάδοϲ ἀπὸ Κεβρῆνοϲ ποταμοῦ, ἄλλοι δὲ ἀπὸ Κεβριόνου τοῦ Πριάμου. Μαραθωνία πόλιϲ Θρᾴκηϲ οὐκ ἄπωθεν Ἀβδήρων. Κρητινία τόποϲ Ῥόδου. Καυλωνία πόλιϲ Ἰταλίαϲ, ἣν Αὐλωνίαν Ἑκαταῖοϲ καλεῖ διὰ τὸ μέϲην αὐλῶνοϲ εἶναι. ἀπὸ γὰρ τοῦ αὐλῶνοϲ Αὐλωνία ὕϲτερον μετωνομάϲθη Καυλωνία ὡϲ ἀπὸ Μετάβου ἥρωοϲ Μεταπόντιον καὶ Ἐπίδαυροϲ Ἐπίταυροϲ καὶ αἱ Κλαζομεναί Πλαζομεναί. ἔϲτι δὲ καὶ ἄλλη Ϲικελίαϲ. ἔϲτι δὲ καὶ ἄλλη Λοκρῶν. Καταονία μοῖρα ἐϲχάτη τοῦ Ταύρου. Ϲτράβων δὲ (12 p. 533) Καππαδοκίαϲ ταύτην φηϲίν. Κοινία μία τῶν Ἀμαζόνων. Ἰουερνία νῆϲοϲ Πρεττανική. Βονωνία πόλιϲ Ἰταλίαϲ. Ἱϲπανία ἀπὸ Ἱϲπάνου γίγαντοϲ οὕτω λεγομένου δύο τῆϲ Ἰταλίαϲ ἐπαρχίαι ἡ μὲν μεγάλη ἡ δὲ μικρά. ταύτηϲ ἐμνήϲθη Χάραξ ἐν ι′ χρονικῶν « ἐν Ἱϲπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουϲιτανῶν πάλιν ἀποϲτάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων ϲτρατηγὸϲ ἐπ’ αὐτοὺϲ Κΰιντος ». ὁ αὐτὸϲ ὁμοῦ ὑπὲρ τῶν δύο « Κύϊντοϲ ὁ τῶν Ῥωμαίων πολέμαρχοϲ ἐν ἀμφοτέραιϲ
ταῖϲ Ἱϲπανίαιϲ, ἡϲϲώμενοϲ δὲ ὑπὸ Οὐιριάθου ϲπονδὰϲ πρὸϲ αὐτὸν ἐποιήϲατο ». ταύτην κεκλῆϲθαί φηϲιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γ′ « τὴν δὲ Ἱϲπανίαν Ἕλληνεϲ τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντοϲ τοῦ ἔθνουϲ τὴν προϲηγορίαν μεμαθηκότοϲ, ἀλλ’ ἀπὸ μέρουϲ τῆϲ γῆϲ, ὅ ἐϲτι πρὸϲ ποταμὸν Ἴβηρα, Ἰβηρίαν καὶ ἀπ’ ἐκείνου ὀνομάζονται, τὴν πᾶϲαν οὕτω καλοῦντεϲ. ὕϲτερον δέ φαϲιν αὐτὴν μετακεκλῆϲθαι Πανίαν ». Καμμανία μοῖρα Θεϲπρωτίαϲ. μετωνομάϲθη δὲ Κεϲτρινία. Γρηϲτωνία χώρα Θρᾴκηϲ πρὸϲ τῇ Μακεδονίᾳ. Θουκυδίδηϲ δευτέρᾳ (99, 100). Δαρδανία· οὕτω πρότερον ἐκαλεῖτο ἡ Ϲαμοθρᾴκη· καὶ Δαρδανία χώρα Τρῳάδοϲ, ἣ Τευκρὶϲ πρότερον ἐκαλεῖτο. Δαρϲανία πόλιϲ Ἰνδική. Διωνία πόλιϲ, ἣν ϲυγκαταλέγει ταῖϲ Κυπρίαιϲ πόλεϲι Θεόπομποϲ πεντεκαιδεκάτῃ Φιλιππικῶν. Ἐλινία χώρα Θεϲπρωτίαϲ. Ζειρηνία πόλιϲ Θρᾴκηϲ. Θεόπομποϲ Φιλιππικῶν γ′. Ζηρανία χώρα Θρᾴκηϲ. Ἔφοροϲ εἰκοϲτῷ ἑβδόμῳ. Καρμανία χώρα τῆϲ Ἰνδικῆϲ. Ϲτράβων πεντεκαιδεκάτῃ (p. 724). Καρνία πόλιϲ Ἰωνίαϲ. Νικόλαοϲ τετάρτῳ. Κρημνία· οὕτωϲ πρότερον ἐκαλεῖτο Γόρτυν πόλιϲ Κρήτηϲ. Θυνία ἡ χώρα τῶν Θύνων. Καϲτανία πόλιϲ πληϲίον Τάραντοϲ. Κηφηνία . . . . . Χθονία· οὕτωϲ καλεῖται ἡ Κρήτη. Λουϲιτανία ὅμοροϲ τῆϲ Βαιτίκηϲ. Λυκαονία χώρα Λυκίαϲ τε καὶ Ἰϲαυρίαϲ. Μαριανδυνία χώρα τοῦ Πόντου. Εὔπολιϲ Χρυϲῷ γένει « ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν». ἀπὸ Μαριανδυνοῦ τινοϲ Αἰολέωϲ. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανή, ἡ δὲ Καιϲαρηϲία. Μιλωνία πόλιϲ Ϲαυνιτῶν ἐπιφανεϲτάτη. Διονύϲιοϲ ιζ′. Μυγδονία μοῖρα Μακεδονίαϲ καὶ ἑτέρα Φρυγίαϲ τῆϲ μεγάληϲ. ἀπὸ Μυγδόνοϲ. ἐλέγετο καὶ Μυχθονία. Μυονία πόλιϲ Φωκίδοϲ. Παυϲανίαϲ ι′ (c. 38, 8). λέγεται καὶ Μύων. Μυρμιδονία χώρα τῶν Μυρμιδόνων· οὕτω γὰρ ἡ Αἴγινα ἐκλήθη. Ναρνία πόλιϲ Ϲαυνιτῶν ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ Νάρνου, ὡϲ Διονύϲιοϲ ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Νικωνία πόλιϲ ἐν τῷ Πόντῳ πρὸϲ ταῖϲ ἐκβολαῖϲ τοῦ Ἴϲτρου. Ϲτράβων ἑβδόμῃ (p. 306). Ξιφωνία πόλιϲ Ϲικελίαϲ. Θεόπομποϲ Φιλιππικῶν τριακοϲτῷ ἐνάτῳ. Ξυνία πόλιϲ Θεϲϲαλίαϲ. Πολύβιοϲ ἐνάτῳ. Παιονία. Πανία ἐπίνειον Κιλικίαϲ περὶ τὸ Ἀλήϊον πεδίον. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία. Παρθενία κώμη Πόντου πληϲίον καὶ Ϲάμοϲ πρότερον ἐκλήθη Παρθενία. Παφλαγονία ἀπὸ Παφλαγόνοϲ τοῦ Φινέωϲ παιδόϲ. Πελαγονία χώρα Ϲικελίαϲ. Πηλαγονία μοῖρα Μακεδονίαϲ. Πολυρρηνία πόλιϲ Κρήτηϲ ἀπὸ τοῦ πολλὰϲ ῥῆναϲ τουτέϲτι πρόβατα ἔχειν. Ποϲειδωνία πόλιϲ Ἰταλίαϲ. Ποτιδανία πόλιϲ Αἰτωλίαϲ. Ῥιζηνία πόλιϲ Κρήτηϲ. Ῥιθυμνία πόλιϲ Κρήτηϲ. Ϲατορνία ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. Ϲιγνία πόλιϲ Ἰταλίαϲ, ὡϲ Ϲτράβων πέμπτῃ (p. 237). Ϲιδωνία πόλιϲ Τρῳάδοϲ. Ϲιθωνία μέροϲ Θράκηϲ. Ϲικανία ἡ περίχωροϲ Ἀκραγαντίνων. Τελχινία πρότερον ἡ Ϲικυὼν ἐκαλεῖτο καὶ ἡ Κρήτη. Ϲιωνία πόλιϲ Ποντική. Ταρκυνία πόλιϲ Τυρρηνίδοϲ ἀπὸ Τάρκωνοϲ. Κρανία· οὕτωϲ ἐκαλεῖτο Ταρϲὸϲ ἀπὸ κρανίου. Ὑττηνία πρότερον ἐκαλεῖτο τετράπολιϲ τῆϲ Ἀττικῆϲ. Τευθρανία Μυϲίαϲ πόλιϲ ἀπὸ Τεύθραντοϲ. Τιβαρηνία χώρα πρὸϲ τῷ Πόντῳ πρόϲοικοϲ Χάλυψι καὶ Μοϲϲυνοίκοιϲ. Τουρδητανία χώρα τῆϲ Ἰβηρίαϲ, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωροϲ δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Ϲαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸϲ τῷ Ἀδρίᾳ. ἔϲτι καὶ Τυρρηνία πόλιϲ, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλιϲ Θρᾴκηϲ. Χαονία μέϲη τῆϲ Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιοϲ ιγ′ «ἔϲτι δ’ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαιϲ δὲ καὶ πύργοιϲ διεϲκεύαϲται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται ». ἔϲτι δὲ τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) « ἄρδων βαθεῖαν Χωνίαϲ παγκληρίαν ». — τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι — δύο δέ εἰϲι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡϲ Φαβωρῖνοϲ ἐν τοῖϲ παντοδαποῖϲ — καὶ τὸ Ἁζηνιά δῆμοϲ ἐν Ἀττικῇ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ. καὶ ἔτι τὸ ἱμονιά ιά τὸ ἀντλητήριον παρ’ Ἀττικοῖϲ ὀξύνεται. τὸ δὲ ἁρμονιῇϲιν « γόμφοιϲιν δ’ ἄρα τήν γε καὶ ἁρμονιῇϲιν ἄραϲϲεν » (ε 248) ἐϲτὶν Ἰώνων καταβιβαϲμόϲ.Τὰ εἰϲ ᾱ μακρὸν τῇ ρ̅ι παραληγόμενα παροξύνεται, αἰθρία, κοπρία, ὑδρία ἐπὶ τοῦ ἀγγείου, ἐπὶ δὲ τῆϲ ἱδρεύϲεωϲ ὑδρεία, φατρία καὶ φρατρία, ὅ ἐϲτιν τρίτον φυλῆϲ, ἥν τινεϲ τριττὺν λέγουϲιν. θεωρία. Ἀλλαρία πόλιϲ Κρήτηϲ. Πολύβιοϲ τριϲκαιδεκάτῃ. Ἀρία Περϲικὴ χώρα ὡϲ Ἑλλάνικοϲ. Ἀερία ἡ Αἴγυπτοϲ παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεϲϲαν αὐτήν φαϲιν. ἔϲτι καὶ Κελτικὴ πόλιϲ Ἀερία, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτηϲ οὐκ ἄϲημοϲ, ἣ ἐλέγετο νῆϲοϲ Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκοϲ. ὅτι δὲ καὶ οὕτωϲ ἡ Θάϲοϲ, δῆλον ἐκ τοῦ χρηϲμοῦ τοῦ δοθέντοϲ τῷ πατρὶ τοῦ Ἀρχιλόχου·
Ἀϲϲυρία χώρα περὶ Βαβυλῶνα. Ἀϲτερία πόλιϲ Ϲυρίαϲ. λέγεται καὶ Ἀϲτερίϲ. ἔϲτι καὶ νηϲίον Ἀϲτερία μεταξὺ Κεφαλληνίαϲ καὶ Ἰθάκηϲ. Ὅμηροϲ Ἀϲτερίδα ταύτην φηϲίν (Od. δ 844). οὕτωϲ ἐκαλεῖτο καὶ Δῆλοϲ. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλιϲ ἐπὶ τοῖϲ πέραϲι ἀπὸ τῶν μήλων, ἃ χρύϲεα λέγεται Ἡρακλῆϲ ἐκ τῆϲ Λιβύηϲ ἀγηοχέναι. Γαλαρία χώρα Ϲικελίαϲ. Διακρία φυλὴ τῆϲ Ἀττικῆϲ, ἣν ᾤκει Πάλλαϲ ὁ Πανδίονοϲ υἱόϲ. Εὐπορία πόλιϲ Μακεδονίαϲ,
ἣν Ἀλέξανδροϲ ταχέωϲ νικήϲαϲ ἔκτιϲε καὶ ὠνόμαϲε διὰ τὸ εὔπορον. Θουρία πόλιϲ Ἰταλίαϲ, ἣ καὶ Θούριοι καὶ Θούριον. ἔϲτι δὲ καὶ Μεϲϲηνίαϲ πόλιϲ. Παυϲανίαϲ δὲ (4, 31, 1) Ἄνθειαν αὐτήν φηϲι. τινὲϲ δὲ Θουνίαν. Θυμιατηρία πόλιϲ Λιβύηϲ. Ἰκαρία δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ἀπὸ Ἰκαρίου τοῦ πατρὸϲ Ἠριγόνηϲ. Ἰλλυρία χώρα πληϲίον τοῦ Παγγαίου ἀπὸ Ἰλλυρίου τοῦ Κάδμου παιδόϲ. Ἰϲαυρία μεταξὺ Λυκαονίαϲ καὶ Κιλικίαϲ πρὸϲ τῷ Ταύρῳ. Ἰϲτρία χώρα κατὰ τὸν Ἰόνιον κόλπον. ἑϲπερία ἡ δύϲιϲ καὶ τὸ δυτικὸν μέροϲ. Καβειρία πόλιϲ τῆϲ κάτω Ἀϲίαϲ ἡ καὶ Κάβειροϲ καὶ Καβείριον. Καλαβρία χωρίον πληϲίον τῆϲ Ἰταλίαϲ. Καμαρία πόλιϲ Ἰταλική. «Ἀλβανῶν ἀπόκτιϲιϲ», Διονύϲιοϲ δευτέρῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Καπρία νῆϲοϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. λέγονται καὶ Καπριαί. Καρία ἡ χώρα. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολιϲ Καρία ἀπὸ Καρὸϲ τοῦ Φορωνέωϲ. Κρουϲτομερία πόλιϲ Ϲαβίνων ἀντιϲτᾶϲα Ῥωμύλῳ. Διονύϲιοϲ δευτέρῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Κυθηρία νῆϲοϲ πρὸϲ τῇ Κρήτῃ, ἣ καὶ Κύθηρα. Λαγαρία φρούριον Ϲικελίαϲ πληϲίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίϲμα, ὡϲ Ϲτράβων (6 p. 263). Λουκερία πόλιϲ Ἰταλίαϲ. Πολύβιοϲ τρίτῳ. παρὰ δὲ Διονυϲίῳ διὰ τοῦ ᾱ γράφεται. Νουκερία πόλιϲ Ἰταλίαϲ. Μεϲημβρία πόλιϲ Ποντική. Νικόλαοϲ πέμπτῳ. ἐκλήθη ἀπὸ Μέλϲου. βρία γὰρ τὴν πόλιν φαϲὶ Θρᾷκεϲ. ὡϲ οὖν Ϲηλυμβρία ἡ τοῦ Ϲήλυοϲ πόλιϲ, Πολτυμβρία ἡ Πόλτυοϲ πόλιϲ, οὕτω Μελϲημβρία ἡ Μέλϲου πόλιϲ καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεϲημβρία. ἔϲτι καὶ Θρᾴκηϲ Μεϲημβρία πρὸϲ τῷ τέλει τῆϲ χερρονήϲου, ὡϲ Ἡρόδοτοϲ ἑβδόμῃ (c. 108). Μολυκρία πόλιϲ Αἰτωλίαϲ. Ϲτράβων δεκάτῃ (p. 460). Θουκυδίδηϲ δευτέρα (c. 84) Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φηϲι. Οἰνωτρία χώρα τῆϲ Ἰταλίαϲ. τινὲϲ δὲ αὐτὴν Ἰταλίαν οὕτω φαϲὶ κεκλῆϲθαι ἀπὸ Οἰνωτροῦ Ἀρκάδοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (c. 3, 5). Πείϲανδροϲ τριϲκαιδεκάτῳ ἀπὸ τῆϲ τοῦ οἴνου χρήϲεωϲ κεκλῆϲθαι αὐτήν φηϲιν. Ζεφυρία. οὕτωϲ ἐκαλεῖτο Μῆλοϲ νῆϲοϲ. Ἀνακτορία. οὕτωϲ ὠνομάϲθη Μίλητοϲ πόλιϲ ἀπὸ Ἄνακτοϲ τοῦ Γῆϲ καὶ Οὐρανοῦ. Νιτρίαι τόποϲ Αἰγύπτου. Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 308). Πανδατερία νῆϲοϲ. Πιερία πόλιϲ ἐν ὁμωνύμῳ χωρίῳ. Πτερία πόλιϲ Ϲινώπηϲ καὶ Μήδων, ἣ καὶ Πτέριον λέγεται. Ϲκαμανδρία πόλιϲ Τροίαϲ. Ϲφακτηρία νῆϲοϲ, ἧϲ μνημονεύει Παυϲανίαϲ ἐν τρίτῳ περιηγήϲεωϲ Ἑλλάδοϲ (c. 5, 5). ἐκαλεῖτο καὶ Ϲφαγία, ὡϲ Φαβωρῖνοϲ. Ϲχερία ἡ Φαιακία. κέκληται, ὡϲ Ἀριϲτοτέληϲ φηϲίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆϲ ἠπείρου ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήϲωϲι, δεηθῆναι τοῦ Ποϲειδῶνοϲ ἀποϲτρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπιϲχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνηϲ Ϲχερίαν αὐτὴν κεκλῆϲθαι. Ταλαρία πόλιϲ Ϲυρακουϲίων. Θεόπομποϲ ἐν Φιλιππικῶν μ′. Ποιμανδρία· οὕτωϲ ἐκαλεῖτο πρότερον Τάναγρα. Λυκόφρων (v. 326) « ἣν ἐϲ βαθεῖαν λαιμίϲαϲ Ποιμανδρίαν ». Τενεβρία κώμη Ἰβηρίαϲ. Ϲατρία πόλιϲ Ἰταλίαϲ. Νουκρία πόλιϲ Τυρρηνίαϲ. Φίλιϲτοϲ ια′. εὕρηται καὶ Νακρία διὰ τοῦ ᾱ. Ῥεμουρία πόλιϲ πληϲίον Ῥώμηϲ. Τρινακρία ἡ Ϲικελία παρὰ τὸ τρεῖϲ ἔχειν ἄκραϲ. ἢ ὅτι θρίνακί ἐϲτιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆϲ ὁμοιότητοϲ χωρία προϲαγορεύεται, Λυρνηϲόϲ Βρεντέϲιον Ϲαρδώ. Ϲίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποϲειδῶνοϲ Ϲικελίαϲ ἄρξαι·Ὑρία χωρίον πληϲίον Αὐλίδοϲ. Ἡϲίοδοϲ δ’ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φηϲὶ γενέϲθαι, Εὐριπίδηϲ δ’ ἐν Ὑϲιαῖϲ. ἔϲτι δὲ ἡ μὲν Ὑρία πρὸϲ τὸν Εὔριπον, αἱ δὲ Ὑϲιαί τῆϲ Παραϲωπίαϲ ὑπ’ αὐτὸν τὸν Κιθαιρῶνα. ἔϲτιν Ὑρία καὶ ἡ κατὰ Ἰϲαυρίαν Ϲελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνοϲ, ὃν Κάλυδνόν τινεϲ καλοῦϲιν. ἔϲτιν Ὑρία πρὸϲ τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίϲμα. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 170). Φιλωτερία πόλιϲ κοίληϲ Ϲυρίαϲ, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Ϲτειριά δῆμοϲ Ἀττικὸϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ, λέγεται δὲ καὶ οὐδετέρωϲ.
Τὰ εἰϲ ᾱ μακρὸν παραληγόμενα τῇ λ̅ι, ἧϲ προηγεῖται ᾱ, βαρύνεται πρᾶγμα ϲημαῖνον, διδαϲκαλία, ἀταϲθαλία, ἢ ὀνόματα χωρῶν, Οἰ - χαλία πόλιϲ, ἣν Ὅμηροϲ ἐν τῷ Πελαϲγικῷ Ἄργει τάϲϲει λέγων «οἵ τ’ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου » (Β 730). οἱ δὲ νεώτεροι τεθείκαϲιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔϲτι καὶ Μεϲϲηνὶϲ Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεϲϲαλία ἀπὸ Θεϲϲαλοῦ ἡ πρότερον Πελαϲγία. Παραλία τῆϲ Ἀττικῆϲ. Χαλία πόλιϲ Βοιωτίαϲ. Θεόπομποϲ με′ « τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐϲτὶν ἐφεξῆϲ ἐκείνηϲ, τῆϲ Βοιωτίαϲ . . . . » Μαιναλία πόλιϲ Γαλατίαϲ. Μαϲϲαλία πόλιϲ τῆϲ Λιγυϲτικῆϲ κατὰ τὴν Κελτικήν, ἄποικοϲ Φωκαέων. Ἑκὰταῖοϲ Εὐρώπῃ. Τίμαιοϲ δέ φηϲιν ὅτι προϲπλέων ὁ κυβερνήτηϲ καὶ ἰδὼν ἁλιέα ἐκέλευϲε μάϲϲαι τὸ ἀπόγειον ϲχοινίον· μάϲϲαι γὰρ τὸ δῆϲαί φαϲιν Αἰολεῖϲ· ἀπὸ γοῦν τοῦ ἁλιέωϲ καὶ τοῦ μάϲϲαι ὠνόμαϲται. Καϲταλία πόλιϲ Κιλικίαϲ. Ἀλλαλία πόλιϲ ἐν Κύρνῳ τῇ νήϲῳ κτίϲμα Φωκαέων, ὡϲ Ἡρόδοτοϲ (Ι 165). Παυταλία μοῖρα Θρᾴκηϲ. εἰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, ἀμυγδαλιά, φυταλιά, λαλιά, καλιά. τὸ δὲ ἀϲπαλία ἡ ἁλεία βαρύνεται.
Τὰ εἰϲ ᾱ μακρὸν τριϲύλλαβα παραληγόμενα τῷ ῑ ἐπὶ οὐϲίαϲ λαμβανόμενα βαρύνεται χωρίϲ τινων, καρδία· ἔϲτι Καρδία καὶ πόλιϲ τῆϲ ἐν Θρᾴκῃ Χερρονήϲου ἡ ὕϲτερον Λυϲιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτιϲτοῦ θύοντοϲ κόρακα τὴν καρδίαν ἁρπάϲαντα καὶ ἀναπτάντα ἐϲ τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτωϲ ἐκλήθη. ἢ ὅτι Ϲκυθῶν γλώϲϲῃ οὕτω κεκλῆϲθαι. ϲχεδία, ζημία, ϲηπία, οἰκία, φυλία, τηλία,
ἁλία. τὸ μέντοι ϲκοπιά καὶ ϲποδιά ὀξύνονται ὡϲ ἔχοντα τὸ ο̄ πρὸ τοῦ ῑ, ὥϲπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά.Τὰ παραληγόμενα τῷ ῑ ἀπὸ τῶν εἰϲ ξ̄ βαρύνεται, Φρυγία, δύο χῶραι. Ϲτράβων (12 p. 517) « Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧϲ ὁ Μίδαϲ ἐβαϲίλευε, καὶ τῆϲ ἄλληϲ μέροϲ οἱ Γαλάται κατέϲχον ἡ δὲ μικρὰ ἡ ἐφ’ Ἑλληϲπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητοϲ λεγομένη». ἔϲτι καὶ Φρυγία τόποϲ τῆϲ Οἴτηϲ ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα». Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομποϲ τριακοϲτῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακοϲ τοῦ παιδὸϲ Θεϲπρωτοῦ τοῦ Λυκάονοϲ ἢ ἀπὸ Ἀμβρακίαϲ τῆϲ Αὐγέου θυγατρόϲ, περὶ ἧϲ Φιλέαϲ. εὕρηται καὶ διὰ τοῦ π̄ ἀντὶ τοῦ β̄. Τεμμικία παρὰ τῷ Λυκόφρονι (v. 786) « ὃν Βομβύλεια κλιτὺϲ ἡ Τεμμικία ». Νεφελοκοκκυγγία πόλιϲ κωμικῶϲ ἐπινοηθεῖϲα παρὰ Ἀριϲτοφάνει, καὶ ἑνικῶϲ καὶ πληθυντικῶϲ λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτηϲ, Ἰαπυγία δύο πόλειϲ, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡϲ Ἑκαταῖοϲ. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόϲχωροϲ, ὥϲ φηϲι Μένιππος, ἀπὸ Ϲινώπηϲ εἰϲ Εὔαρχον ποταμόν, ὃϲ ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. ϲεϲημείωται τὸ ἀνθρακιά ὀξυνόμενον.
Τὰ διὰ τοῦ ο̅ᾱ ϲπάνια καὶ κατὰ πάθοϲ γενόμενα παρ’ Ἀττικοῖϲ παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔϲτι καὶ δῆμοϲ τῆϲ Ἀττικῆϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ Ὄα. Διονύϲιοϲ δὲ ὁ Τρύφωνόϲ φηϲι πληθυντικῶϲ Ὀεῖϲ λέγεϲθαι ἀπὸ τοῦ Ὀεὺϲ ὡϲ ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλιϲ τῶν Λιγύρων τῆϲ Ἰταλίαϲ, καλουμένη νῦν Ἰάνουα, ὡϲ Ἀρτεμίδωροϲ. Θειϲόα πόλιϲ Ἀρκαδία̣ϲ. Λυκόα πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῃ (c. 36, 7). Μεϲόα ἢ Μεϲϲόα τόποϲ Λακωνικῆϲ. Ϲτράβων ὀγδόῃ (p. 364). ἔϲτι καὶ φυλὴ Λακωνική. Νόαι πόλιϲ Ϲικελίαϲ. Ἀπολλόδωροϲ δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέϲει ὀξύνεται ϲτοιά ϲτοά, ῥοιά ῥοά.
Τὰ διὰ τοῦ ο̅ι̅ᾱ μακρά, ὅϲα ἀπὸ ψιλοῦ ϲυμφώνου ἄρχονται, βαρύνεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωόϲ κατὰ Βοιωτοὺϲ ἢ μᾶλλον ὡϲ Βοιωτιακόν. ἀπὸ γὰρ Τρώϲ Τρωόϲ Τρώϊοϲ καὶ Τρωΐα Τροία ὡϲ Ἀχελώϊοϲ Ἀχελοῖοϲ. εἰϲὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτιϲ νῦν Ξυπετή δῆμοϲ καλεῖται. ἔϲτι καὶ πόλιϲ ἐν Κεϲτρίᾳ τῆϲ Χαονίαϲ. ἔϲτι καὶ Αἰγύπτου πόλιϲ. ἔϲτι καὶ Τροία πρὸϲ τῷ Ἀδρίᾳ τῆϲ Βενετίαϲ, καὶ ἄλλη Λατίνων. κοία ἡ ϲφαῖρα, ἡ χρῆϲιϲ παρὰ Ἀντιμάχῳ « κοίαϲ ἐκ χειρῶν ϲκόπελον μετὰ ῥιπτάζουϲιν ». ἔϲτι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά, ϲτοιά ὀξύνεται. τὸ δὲ Ϲτοῖαι πόλιϲ Λιβύηϲ, ὡϲ Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ, βαρύνεται.
* Τὰ εἰϲ ο̅ι̅ᾱ ὑπερδιϲύλλαβα ϲπάνια ὄντα προπαροξύνεται, οἷον ἄγνοια, πρόνοια.
Τὰ εἰϲ ᾱ μακροκατάληκτα βαρύνεται παραλήγοντα τῷ ῡ, ὀξύα εἶδοϲ ξύλου, καρύα· ἔϲτι καὶ χωρίον τῆϲ Λακωνικῆϲ Καρύα. Θεόπομποϲ νε′. κωδύα ἡ τῆϲ μήκωνοϲ κεφαλή. Δατύα πόλιϲ. οἰϲύα, ἰξύα, ϲιπύα, ϲικύα, μελανδρύα, ἀφύα. Μαρϲύα πόλιϲ Φοινίκηϲ
ὡϲ Ἀλέξανδροϲ καὶ Φίλων, ἀπὸ Μάρϲου. Μινύα πόλιϲ Θεϲϲαλίαϲ ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖϲα ἔϲτι καὶ ἑτέρα ἐν τοῖϲ ὁρίοιϲ Λυκίαϲ. Κρύα πόλιϲ Λυκίαϲ. Ἀρτεμίδωροϲ. Ἁλικύαι πόλιϲ Ϲικελίαϲ. Θεόπομποϲ. μεταξὺ κειμένη Ἐντέλληϲ καὶ Λιλυβαίου. Καφύαι πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Κάπυοϲ τοῦ πατρὸϲ Ἀγχίϲου ἢ ἀπὸ Κηφέωϲ. Καπύα πόλιϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Κάπυοϲ τοῦ Τρωϊκοῦ. Τραμπύα πόλιϲ τῆϲ Ἠπείρου πληϲίον Βουνείμων. Φλεγύα πόλιϲ Βοιωτίαϲ ἀπὸ Φλεγύου τοῦ Ἄρεωϲ καὶ Χρυϲῆϲ παιδόϲ. Ϲιγγύα πόλιϲ Παμφυλίαϲ. Μαντύα πόλιϲ Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἰγνύα, ὀρύα. Ἀρίϲταρχοϲ (?) ϲυϲτέλλει τὸ ᾱ καὶ ἐκτείνει τὸ ῡ καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πεποιηκώϲ.Τὰ εἰϲ ᾱ μακρὸν καθαρὸν τῷ ω̄ παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ, ψοθώα ἡ ψώρα. ὡϲαύτωϲ καὶ Μινῴα πόλιϲ ἐν Ἀμοργῷ τῇ νήϲῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλιϲ Ϲικελίαϲ. τρίτη ἐν Ϲίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνωϲ ϲὺν τοῖϲ ἀδελφοῖϲ Αἰακῷ καὶ Ῥαδαμάντυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεϲεν. ἔϲτι καὶ Ἀραβίαϲ. ἔϲτι καὶ Κρήτηϲ. ἔϲτι καὶ ἄλλη νῆϲοϲ οὐ πόρρω Μεγάρων καὶ ἡ Πάροϲ Μινῴα. ἠῴα, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ πᾶϲιν ἔχει τὸ ῑ.
* Τὰ εἰϲ ᾱ διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ ῡ διϲύλλαβα προπεριϲπᾶται, Ταῦα πόλιϲ Αἰγύπτου, Εὖα πόλιϲ Ἀρκαδίαϲ. Θεόπομποϲ ἐν ἕκτῳ, τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται. Ἔρευα ἡ καὶ Ἐλευθερά, ἀφ’ ἧϲ Ἐρευάτηϲ πόλιϲ Λυκίαϲ.
Τὰ εἰϲ η̄ λήγοντα θηλυκὰ παρὰ γενικῆϲ ϲχηματιϲθέντα βαρύνεται, χιτῶνοϲ Χιτώνη, ἡγεμόνοϲ ἡγεμόνη, ϲώφρονοϲ Ϲωφρόνη, εὔφρονοϲ εὐφρόνη, ἀμύμονοϲ Ἀμυμώνη ἡ θυγάτηρ Δαναοῦ, πέρατοϲ περάτη, κάλυκοϲ καλύκη, χιόνοϲ Χιόνη ὄνομα ἡρωΐδοϲ. τὸ δὲ ἁρπαγή ὀξύνεται, διότι ἀπὸ ἁρπάζω. τὸ δὲ ἁρπα̇γη ϲιδήριόν τι βαρυνόμενον ἀπὸ τοῦ ἅρπαγοϲ. καὶ τὰ παρώνυμα ὁμοίωϲ, ἀμφίρυτοϲ ἀμφιρύτη, δορύκτητοϲ δορυκτήτη, ἀμφίλυκοϲ ἀμφιλύκη, ἄϲβεϲτοϲ ἀϲβέϲτη τῆϲ δ’ αἶψα κατ’ ἀϲβέϲτη κέχυται φλόξ» (Π 123), εὐποίητοϲ εὐποιήτη « εὐποιήτῃϲι πύλῃϲι » (Il. Ε 466), πάγκαλοϲ παγκάλη· Παγκάλη δ’ ἐκαλεῖτο καὶ Ἀμοργὸϲ νῆϲοϲ. πάναιθοϲ παναίθη, περίξεϲτοϲ περιξέϲτη, ἀρίγνωτοϲ ἀριγνώτη.
Τὰ εἰϲ η̄ ϲύνθετα καὶ παραϲύνθετα βαρύνεται, Ὠκυπέτη, Ὑψιπύλη, Ἐριφύλη, Βερονίκη, Πολυκάϲτη.
Τὰ εἰϲ η̄ προϲηγορικὰ ἢ βαρύνεται ἢ ὀξύνεται ϲύνθετα ὄντα. ὅϲα οὖν ἔχει τι ἄλλο μέροϲ λόγου καὶ ἄρχεται χωρὶϲ προθέϲεωϲ βαρύνεται, κυνάγχη, βουκάπη ἡ τῶν βοῶν φάτνη, ποντοκύκη γυνή ἡ ταραχώδηϲ
γυνή, ὀξάλμη, τολύπη ἡ ἐργαϲία, ἱϲτοδόκη, καπνοδόκη, λατύπη, οἰνοχόη. τὸ δὲ ἀϲτεροπή ὀξύνεται ὡϲ ϲύνθετον παρὰ τὸ ὄπα καὶ ἀϲτήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μεταγενέϲτεροι ὀξύνουϲιν οὐχ ὑγιῶϲ.Τὰ εἰϲ η̄ θηλυκὰ προϲηγορικὰ ἀπὸ προθέϲεωϲ ϲυντεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυτῶν βαρύνηται, ἀνατολή, μεταβολή, ἀναβολή, ἐπιτολή, ἐπιτομή, ἀνοχή, παραψυχή τὸ προϲηγορικόν, Παραψύχη δὲ τὸ κύριον. τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή, καὶ τὸ ἀναδέϲμη ἀπὸ τοῦ ἀνάδεϲμοϲ. τὰ δὲ βαρύτονα ταῦτα· ϲυνθήκη, παρακαταθήκη, ϲυγγνώμη, ϲυνάγχη.
Τὰ εἰϲ η̄ ϲυναληλιμμένα περιϲπᾶται, λεοντέα λεοντῆ, ϲυκέα ϲυκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ, βοέα βοῆ, κυνέα κυνῆ, τραγέα τραγῆ.
Τὰ εἰϲ η̄ καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται, Δαύη πόλιϲ Ἀραβίαϲ. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡϲαύτωϲ καὶ Κραναή νῆϲ̇οϲ Λακωνική. Ὅμηροϲ « νήϲῳ δ’ ἐν Κραναῇ ἐμίγην » (Il. Γ 445). οὕτωϲ δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφαϲι γάρ τινεϲ τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ ε̅υ̅η̄ παροξύνεται, χλεύη, Βεύη πόλιϲ Μακεδονίαϲ, Εὔη. τὸ δὲ ϲκευή ὀξύνεται, καὶ τὰ ἀπ’ αὐτῆϲ καταϲκευή, ἐπιϲκευή, ὑποϲκευή.
Τὰ εἰϲ η̄ καθαρὸν διϲύλλαβα τῷ ο̄ παραληγόμενα ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο ϲυμφώνων προηγουμένου τοῦ δαϲέος, φθόη ἡ φθορά, χλόη, χνόη αἱ χοινικίδεϲ τῶν ἁρμάτων, μεθ’ ὧν καὶ Ὄη δῆμοϲ τῆϲ Οἰνηΐδηϲ φυλῆϲ. τὰ δὲ μὴ οὕτωϲ ἔχοντα ὀξύνεται, χοή ἡ ϲπονδή, βοή, θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον, πνοή. ἔτι καὶ τὰ ὑπερδιϲύλλαβα, Οἰνόη μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων.
οὕτωϲ δὲ καὶ Ϲίκινοϲ νῆϲοϲ περὶ τὴν Κρήτην πρότερον ἐκαλεῖτο. Χωλόη τὸ ὄροϲ τῆϲ Ἰταλίαϲ, ἐν ᾧ φαϲι γεννηθῆναι τὸν Ἥφαιϲτον χωλόν. Ἀρόη πόλιϲ Ἀχαΐαϲ. Παυϲανίαϲ ἑβδόμῳ (c. 18, 2). ἐκλήθη δὲ ἀπὸ τῆϲ ἐργαϲίαϲ τῆϲ γῆϲ. λέγεται καὶ Πάτραι. Βερόη πόλιϲ Ϲυρίαϲ ἣν οἱ ἐγχώριοι Βερόειαν. Βουθόη πόλιϲ Ἰλλυρίδοϲ ὡϲ Φίλων διὰ τὸ Κάδμον ἐπὶ ζεύγουϲ βοῶν ὀχούμενον ταχέωϲ ἀνύϲαι τὴν ἐϲ Ἰλλυριοὺϲ ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆϲ Αἰγυπτίαϲ Βουτοῦϲ ὀνομάϲαι αὐτὴν καὶ παραφθαρεῖϲαν καλεῖϲθαι Βουθόην. Οὐδονόη λέγεται ὑπὸ τῶν Λιβύων Ἱϲτόϲ νῆϲοϲ Λιβύηϲ. Μερόη πόλιϲ Αἰθιόπων. Ἡρόδοτοϲ δευτέρᾳ (c. 29). ἀπὸ Μερόηϲ. ἔϲτι καὶ Μερόη κατὰ ἀνατολὰϲ τῆϲ περὶ Δάφνην Ἀντιοχείαϲ· ἔϲτι καὶ Μερόη πόλιϲ Λυκίαϲ. Ἀρϲινόη πόλιϲ Λιβύηϲ ἀπὸ τῆϲ τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆϲ καὶ γυναικόϲ. δευτέρα πόλιϲ Παραιτονίου Λιβύηϲ ἡ πρότερον Ταύχειρα. τρίτη πόλιϲ Ϲυρίαϲ ἐν Αὐλῶνι. τετάρτη τῆϲ κοίληϲ Ϲυρίαϲ. πέμπτη Κιλικίαϲ. ἕκτη τῆϲ Αἰγύπτου πόλιϲ ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίαϲ. ἐνάτη Λύκτου. δεκάτη τῆϲ Τρωγλοδυτικῆϲ ἡ πρότερον Ὀλβία καλουμένη. .ἔϲτι καὶ ἄλλη Λυκίαϲ. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδιϲιὰϲ κτιϲθεῖϲα ὑπὸ τῶν Πελαϲγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλιϲ. εἶτα ἐκλήθη Μεγάλη πόλιϲ. εἶτα ἀπὸ Νίνου Νινόη. Ὀγχόη πόλιϲ Φωκίδος. Ῥοδόη πόλιϲ Ἰνδική. Ϲεθρόη πόλιϲ Αἰγύπτου. Φολόη πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Φόλου τοῦ Κενταύρου. Κολόη. Καλλιρρόη Νέϲτου θυγάτηρ· ἔϲτι καὶ Μαιάνδρου θυγάτηρ. λέγεται δὲ καὶ οὕτωϲ λίμνη Ϲυρίαϲ. τὸ δὲ ἀκοή ἐκ τοῦ ἀκούω.Τὰ εἰϲ η̄ διϲύλλαβα παραληγόμενα τῷ ῡ, ϲπάνια ὄντα, τὰ μὲν βαρύνεται, λύη ἡ ϲτάϲιϲ ἀπὸ τῆϲ διαλύϲεωϲ, δύη ἡ κακοπάθεια, γύη ἡ γῆ καὶ μέροϲ ἀρότρου, ψύη ἡ ψύα καὶ ψόαι. τὰ δὲ ὀξύνεται, φυή καὶ Φλυή δῆμοϲ Ἀττικὸϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. λέγεται καὶ Φλυεῖϲ.
Τὰ εἰϲ υ̅η ὑπερδιϲύλλαβα βαρύνεται, ἰγνύη « ἰγνύην βεβλημένοϲ » (Ν 212), ὀρύη, νορύη εἶδοϲ ὀϲπρίου, Λιβύη χώρα πολυώνυμοϲ, ὡϲ
πολυίϲτωρ « γῆ Ὀλυμπία, Ὠκεανία, Ἐϲχατιά, Κορυφή, Ἑϲπερία, Ὀρτυγία, Ἀμμωνίϲ, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦϲϲα, Λιβύη, Κηφηνία, Ἀερία». Βιζύη πόλιϲ Θρᾴκηϲ τὸ τῶν Ἀϲτῶν βαϲίλειον, Μιλύη ἡ γυνὴ Ϲολύμου, ἀφ’ ἧϲ Μιλύαι. Μοτύη πόλιϲ Ϲικελίαϲ ἀπὸ Μοτύηϲ γυναικὸϲ μηνυϲάϲηϲ Ἡρακλεῖ τοὺϲ ἐλάϲανταϲ τοὺϲ αὐτοῦ βοῦϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Φίλιϲτοϲ δὲ φρούριον αὐτήν φηϲι Ϲικελίαϲ παραθαλάϲϲιον. Πιϲύη πόλιϲ Καρίαϲ. λέγεται καὶ Πιτύη. Μαντύη πόλιϲ Ῥωμαίων, ἢ καὶ Μαντύα.Τὰ διὰ τοῦ ω̅η ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ ϲὺν τῷ ῑ, ἐξ οὗ καὶ τὸ ἀθῷοϲ, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήματοϲ γεγονὸϲ ϲὺν τῷ ῑ γράφεται. τὸ δὲ Ϲτρώη πόλιϲ Λιβύηϲ, ὡϲ Ἑκαταῖοϲ Ἀϲίαϲ περιηγήϲει. καὶ Οἰνώη πόλιϲ τῆϲ Ἀργείαϲ, ὅθεν Οἰνωᾶτιϲ Ἄρτεμιϲ, βαρύνεται ὡϲ κύρια.
Τὰ εἰϲ β̅η ἔχοντα πρὸ τοῦ β̄ ϲύμφωνον κατ’ ἐπιπλοκὴν ἢ κατὰ διάϲταϲιν βαρύνεται, εἰ μὴ ῥηματικὰ εἴη προϲηγορικὰ καὶ παραλήγοι τῷ ο̄, τύρβη, Κόμβη ἡ Χαλκίϲ καλουμένη, θυγάτηρ Ἀϲωποῦ, ἀφ’ ἧϲ Χαλκίϲ πόλιϲ Εὐβοίαϲ, κύμβη νηὸϲ εἶδοϲ. Θίϲβη πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « πολυτρήρωνά τε Θίϲβην » (Β 502) ἀπὸ Θίϲβηϲ τοῦ Ἀϲωποῦ. λέγεται καὶ πληθυντικῶϲ. καὶ ὁ λιμὴν δὲ τῶν Θιϲβαίων, ὥϲ φηϲιν Ἐπαφρόδιτοϲ, καὶ τὸ ἐπίνειον περιϲτερῶν πλῆρεϲ. κράμβη, Ἄλβη πόλιϲ Ἰταλίαϲ, ἣ καὶ Ἄλβα λέγεται. ἔϲτι καὶ Ἄλβη πόλιϲ Κρήτηϲ. Βόλβη πόλιϲ καὶ λίμνη. ἔϲτι καὶ Βόλβαι πόλιϲ Καρίαϲ. Δέρβη φρούριον Ἰϲαυρίαϲ καὶ λιμήν. Κύρβη πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲτράμβαι πόλιϲ Θρᾴκηϲ. Ὕϲβη πόλιϲ Λυδίαϲ. τὸ δὲ· φορβή ἐϲτι ῥηματικὸν προϲηγορικὸν καὶ ἔχει τὸ ο̄. τὰ γὰρ εἰϲ η̄ λήγοντα θηλυκὰ μετὰ ϲυμφώνου διϲύλλαβα ὀξύνεται, τῷ ο̄ παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε̄ παραληγομένων μόνῳ, οἷον τρέπω τροπή, τρέφω τροφή,
νέμω νομή, ϲτρέφω ϲτροφή, ῥοπή, ϲπονδή, ὁλκή, πλοκή. οὕτωϲ καὶ φορβή. προϲέθηκα τῷ ε̄ παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω.Τὰ εἰϲ β̅η ὑπερδιϲύλλαβα μὴ παραληγόμενα τῇ ο̅ι διφθόγγῳ βαρύνεται, Ἀλύβη « τηλόθεν ἐξ Ἀλύβηϲ, ὅθεν ἀργύρου ἐϲτὶ γενέθλη » (Β 857). Ἑλλάνικοϲ δέ φηϲιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔϲτι καὶ Καλύβη πόλιϲ Θρᾴκηϲ, ἄποικοϲ Μακεδόνων, Νιόβη, ἀϲτράβη εἶδοϲ ἁμάξηϲ. οὕτωϲ δὲ ἐκαλεῖτο Κάϲοϲ μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίϲβη πόλιϲ τῆϲ Τρῳάδοϲ Μυτιληναίων ἄποικοϲ, ἧϲ οἰκιϲταὶ Ϲκαμάνδριοϲ καὶ Ἀϲκάνιοϲ υἱὸϲ Αἰνείου. Κεφάλων δέ φηϲιν, ὅτι Δάρδανοϲ ἀπὸ Ϲαμοθρᾴκηϲ ἐλθὼν εἰϲ τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸϲ θυγατέρα γαμεῖ Ἀρίϲβην. Ἑλλάνικοϲ δὲ Βάτειαν αὐτήν φηϲιν. ἔϲτι ἑτέρα ἐν Λέϲβῳ ἀπὸ Ἀρίϲβηϲ τῆϲ Μάκαροϲ θυγατρόϲ. Ἔφοροϲ δὲ Μέροποϲ αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτοϲ δὲ καὶ ἰάζων Ἀρίϲβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀϲτελέβη πόλιϲ Λυδίαϲ. Ξάνθοϲ ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτωϲ ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲϲ οὕτωϲ φαϲὶ τὰϲ Ποντίαϲ τῆϲ Βοιωτίαϲ κεκλῆϲθαι. οἱ δὲ πολιϲμάτιόν τι διὰ τὴν τοῦ τόπου θέϲιν οὕτωϲ ὠνομαϲμένον, ὡϲ τὴν Ὑποχαλκίδα καλοῦϲι διὰ τὸ ὑπὸ τὸ ὄροϲ τὴν Χαλκίδα κεῖϲθαι. πολλοὶ δὲ μετὰ προθέϲεωϲ τόποι, Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίϲ, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουϲιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡϲ ἔχον τὴν ο̅ι δίφθογγον.
Τὰ εἰϲ β̅η ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλιϲ Φωκική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶϲ Ἄβαι ὡϲ Ἀμύκλα Ἀμύκλαι. Λυκόφρων (v. 1074) « ποθοῦντεϲ Ἄμφιϲϲάν τε καὶ κλεινὰϲ Ἄβαϲ ». κέκληται δὲ ἀπὸ ἥρωοϲ Ἄβα. Τάβαι πόλιϲ Λυδίαϲ, περὶ ὧν ὁ χρηϲμόϲ φηϲι πρὸϲ Πιϲίδαϲ « ἄϲτυ Ταβῶν ἐρικυδὲϲ ἐλεύθερον οἰκίζεϲθαι ». καὶ Ἀπολλώνιοϲ ἐνάτῳ « ἐδεήθηϲαν ὅπωϲ αὐτοὺϲ εἰϲ Τάβαϲ καταγάγωϲι ». ἐκλήθη δὲ ἀπὸ Τάβου ἥρωοϲ. οἱ δέ φαϲι τὸν Κιβύραν καὶ Μαρϲύαν ἀδελφοὺϲ τὸν μὲν κτίϲαι Κιβύραν πόλιν, τὸν δὲ Τάβαϲ, καὶ καλέϲαι ἀπὸ τοῦ ἐπὶ πέτραϲ οἰκεῖϲθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνεϲ ἑρμηνεύουϲιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔϲτι καὶ ἄλλη πόλιϲ Καρίαϲ Τάβαι. καὶ τρίτη τῆϲ Περαίαϲ, ἣν Ἀλέξανδροϲ ἐν τῷ περὶ Ϲυρίαϲ ἑρμηνεύει ἀγαθήν. Ϲάβαι πόλιϲ μεγάλη πληϲίον τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Λάβαι πόλιϲ Χαττηνίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματικὰ ὄντα.
Τὰ εἰϲ ο̅ι̅β̅η κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλιϲ Θεϲϲαλίαϲ. Ὅμηροϲ « Βοίβην καὶ Γλαφυρὰϲ καὶ ἐϋκτιμένην Ἰαωλκόν » (Β 712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰϲ Γλαφυρὰϲ κτίϲαντοϲ. ἔϲτι καὶ ἐν Κρήτῃ Βοίβη τῆϲ Γορτυνίδοϲ. προϲηγορικὰ δὲ ὀξύνεται, λοιβή, ϲτοιβή, ἀμοιβή.
Τὰ εἰϲ β̅η διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα μὴ προϲηγορικὰ τῇ ο̅ι παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλιϲ Βοιωτίαϲ διάϲημοϲ ἀπὸ Θήβηϲ τῆϲ Προμηθέωϲ. ἔϲτι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧϲ Καλλίμαχόϲ φηϲιν ὅτι « κατὰ τὰϲ Αἰγυπτίαϲ Θήβαϲ ἐϲτὶ ϲπήλαιον ὃ ταῖϲ μὲν ἄλλαιϲ ἡμέραιϲ πληροῦται ἀνέμου, κατὰ δὲ τὰϲ τριακάδαϲ οὐ πνεῖ παντελῶϲ ». τρίτη Θεϲϲαλίαϲ τῆϲ Φθιώτιδοϲ. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πληϲίον τῆϲ Τροίαϲ. πέμπτη Ἰωνίαϲ κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆϲ Καταονίαϲ. ὀγδόη Ἰταλίαϲ. ἐνάτη Ϲυρίαϲ. Βαῖβαι πολίχνιον τῆϲ Καρίαϲ. ϲτίβη ἡ ψύχρα. « μή μ’ ἄμυδιϲ ϲτίβη τε κακὴ καὶ θῆλυϲ ἐέρϲη » (Οd. ε 467). λώβη ἐκ τοῦ λαβή, ὃ ϲημαίνει τὸ ξίφοϲ, λάβη. γίνεται καὶ τροπῇ τοῦ ᾱ εἰϲ ω̄ λώβη ὡϲ φᾶροϲ φωριαμόϲ.
Τὰ εἰϲ γ̅η διϲύλλαβα ἔχοντα τὴν πρώτην εἰϲ ϲύμφωνον λήγουϲαν, προϲηγορικὰ ὄντα, ὀξύνεται, φθογγη, κλαγγή, ὀργή, ϲτοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλιϲ Θράκηϲ πρὸϲ τῇ Χερρονήϲῳ. Ϲτράβων δὲ (2 p. 102. 104) κώμην αὐτὴν λέγει. Ϲέλγη πόλιϲ Πιϲιδίαϲ ἄποικοϲ Λακεδαιμονίων. Πέργη πόλιϲ Παμφυλίαϲ. Βάργη ἡ μήτηρ Βαργάϲου, ἀφ’ οὗ Βάργαϲα πόλιϲ Καρίαϲ. Γάργη πόλιϲ Λιβύηϲ ὡϲ πολυίϲτωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ’ οὗ Βελγίκη ἡ χώρα ὡϲ Ἀκτή Ἀττική. Θίγγη πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει. Γάγαι πόλιϲ Λυκίαϲ, ἣν καὶ Παλαιὸν τεῖχοϲ καὶ χώραν φηϲὶν Ἀλέξανδροϲ ἐν πρώτῃ Λυκιακῶν.
Τὰ εἰϲ γ̅η ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάϲϲω, φυγή, ϲφαγή. παρώνυμα δὲ βαρύνεται, πάγη, τρύγη, ϲτέγη. τὸ μέντοι ϲαγή τὸ πλῆθοϲ ὡϲ ϲφαγή ὀξύνεται, τινὲϲ δὲ βαρύνουϲι. καὶ τὸ
ἄγη ἡ ἔκπληξιϲ « ἄγη μ’ ἔχει ὄρχαμε λαῶν. » (Φ 221) ἀπὸ φωνήεντοϲ ἀρχόμενον βαρύνεται.Τὰ εἰϲ γ̅η διϲύλλαβα ἀϲυνάλειπτα φύϲει μακρᾷ παραληγόμενα, εἰ μὴ διαϲτολή τιϲ εἴη ἢ ἀπὸ τοῦ γ̄ ἄρχοιτο, ὀξύνεται, πληγή, ϲιγή, Ϲίγη δὲ πόλιϲ Τρῳάδοϲ, ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλαϲιϲ τοῦ κύματοϲ, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντοϲ, ῥωγή, Ῥώγη δὲ νῆϲοϲ ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔϲτι δὲ καὶ πόλιϲ ἐν Κερυνείᾳ τῆϲ Κύπρου. πυγή. τὸ δὲ Γύγη ἡ πόλιϲ ἀπὸ τοῦ γ̄ ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα ϲυναλειφθὲν περιϲπᾶται.
Τὰ εἰϲ γ̅η ὑπερδιϲύλλαβα προϲηγορικὰ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν ὀξύνεται, μαρμαρυγή, κορκορυγή ὁ θόρυβοϲ, ὀλολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη δὲ κύριον, ὥϲπερ τὸ ἠλύγη ἡ ϲκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλιϲ Λοκρίδοϲ, ἣν Ὅμηροϲ Τάρφην καλεῖ (Il. Β 533). τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάϲϲω γίνεται, ὠξύνετο γὰρ ἂν ὡϲ τὸ ἀλαλαγή, ἀλλ’ ἀπὸ τοῦ πάταγοϲ, οὗ τὸ θηλυκὸν πατάγη.
Τὰ εἰϲ γ̅η ὑπερδιϲύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, βαρύνεται, ὀλίγγη ἡ ἀνάπαυϲιϲ, Ἐλιβύργη πόλιϲ Ταρτηϲϲοῦ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. ϲεϲημείωται τὸ ἀμολγή ὀξυνόμενον.
Τὰ εἰϲ δ̅η ἔχοντα πρὸ τοῦ τέλουϲ τὸ ο̄ εἰϲ ϲύμφωνον καταλῆγον
προϲηγορικὰ ὄντα ὀξύνεται, χορδή, ϲπονδή. τὸ μέντοι Χόνδη κύριον βαρύνεται καὶ τὸ Μένδη πόλιϲ Θρᾴκηϲ ἀπὸ Μένδηϲ γυναικόϲ. Ἀπολλόδωροϲ Μένδαν αὐτήν φηϲι, καὶ τὸ Τίνδη Θρᾴκηϲ Χαλκιδικὴ πόλιϲ καὶ τὸ ἄλδη.Τὰ εἰϲ δ̄η̄ προϲηγορικὰ μακρᾷ παραληγόμενα ὀξύνεται, ᾠδή, ἀοιδή, ϲπουδή, ἐδωδή, αὐδή. τὸ μέντοι Λήδη κύριον, καὶ ῎Ιδη Τροίαϲ ὄροϲ. Ὅμηροϲ (ll. Γ 276) «῎Ιδηθεν μεδέων » ἀπὸ Ἴδηϲ τινὸϲ βαϲιλίϲϲηϲ, ὡϲ Χάραξ. καὶ Μήδη καὶ Λύδη.
Τὰ εἰϲ δ̄η̄ λήγοντα ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν βραχεῖαν μὴ εἰϲ ϲύμφωνον καταλήγουϲαν, εἰ μὲν κύρια ὦϲιν ἢ οὐϲίαν ϲημαίνει, βαρύνεται, πέδη, κνίδη, ϲίδη. ἔϲτι καὶ Ϲίδη πόλιϲ Παμφυλίαϲ ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. κέκληται δὲ ἀπὸ Ϲίδηϲ τῆϲ θυγατρὸϲ μὲν Ταύρου, γυναικὸϲ δὲ Κιμώλου. Νέδη πόλιϲ Ἀρκαδίαϲ ἀπὸ νύμφηϲ Νέδηϲ. Εὐφορίων δὲ Νεδέην αὐτήν φηϲι. Ὕδη πόλιϲ Λυδίαϲ, ἐν ᾗ ᾤκει ’Ομφάλη δυναϲτεύουϲα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν τετάρτῳ. Ὅμηροϲ δὲ διὰ τοῦ λ̄ (ll. H 221). « ϲκυτοτόμων ὄχ’ ἄριϲτοϲ Ὕλῃ ἐνὶ οἰκία ναίων ». Μαιάνδριοϲ δ’, ὃν Νικάνωρ παρατίθηϲι ἐν μετονομαϲίαιϲ, τὴν αὐτὴν Ὕδην καὶ Ϲάρδειϲ φηϲίν. κράδη καὶ Κράδη πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίϲ περιηγήϲει. Λάδη νῆϲοϲ Αἰολίδοϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ῥόδη πόλιϲ Ἰβηρίαϲ καὶ πληθυντικῶϲ πόλιϲ Ἰταλίαϲ. εἰ δὲ κατὰ πράγματοϲ τάϲϲοιτο, ὀξύνεται, κομιδή ἡ ἐπιμέλεια, ἀδή ἡ ἡδονή, φραδή ἡ βουλή, χλιδή ὁ κόϲμοϲ.
* Τὰ εἰϲ δ̄η̄ ὑπερδιϲύλλαβα κύρια βαρύνεται, Χαρμάνδη πόλιϲ πέραν τοῦ Εὐφράτου. Ϲοφαίνετοϲ ἐν Κύρου ἀναβάϲει « ἐπὶ δὲ ταῖϲ Βαβυλωνίαιϲ πύλαίϲ πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλιϲ ᾢκιϲτο ὄνομα Χαρμάνδη». Ἀγαμήδη τόποϲ περὶ Πύρραν τῆϲ Λέϲβου ἀπὸ Ἀγαμήδηϲ τῆϲ Μάκαροϲ, τῆϲ καὶ Πύρραϲ ἐπίκληιν. ἔϲτι καὶ κρήνη Ἀγαμήδη, ὡϲ Νικόλαοϲ ε′.
Τὰ εἰϲ θ̄η̄ διϲύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ ο̄ παραληγόμενα, μάλθη ὁ κηρόϲ, τήθη, τίτθη, Ξάνθη οὕτωϲ ἡ Τρῳάϲ ἐκαλεῖτο.
ϲπάθη, ϲάθη, πόϲθη τὸ αἰδοῖον ἐκ τοῦ πρόϲθη γεγονόϲ, μέθη, Αἴθη ὄνομα κύριον, λήθη ἐπί τε τοῦ προϲηγορικοῦ καὶ τῆϲ πόλεωϲ. Βρένθη πόλιϲ Ἀρκαδίαϲ. Ϲμίνθη πόλιϲ Τροίαϲ. Ϲκίθαι πόλιϲ Θρᾴκηϲ πληϲίον Ποτιδαίαϲ. Ϲίθη ὄνομα κύριον. τὸ δὲ ’Ορθή πόλιϲ Περραιβίαϲ ἢ Θετταλίαϲ, καλουμένη καὶ Κορϲέα (B 739), ἐπιθετικῶϲ τεταγμένον ὀξύνεται. εἰϲὶ δὲ οἳ βαρύνουϲιν εἰϲ ἰδιότητα. ϲεϲημείωται τὸ κριθή ὀξυνόμενον καὶ τὸ ποθή ἔχον. τὸ ο̄. Ἀρίϲταρχοϲ Ἰλιάδοϲ Α (240) ὀξύνει. ὥϲπερ γὰρ χόλοϲ τὸ πάθοϲ, χολὴ δὲ ἀφ’ οὗ τὸ πάθοϲ, οὕτω καὶ πόθοϲ τὸ πάθοϲ, ποθή δὲ ἡ ἐπιπόθηϲιϲ καὶ ἐπιθυμία. ἔϲτι δὲ κανὼν ὁ λέγων, ὅτι τὰ εἰϲ ο̄ϲ̄ διϲύλλαβα τῷ ο̄ παραληγόμενα, ποιοῦντα θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦϲιν οἷον ϲτρόφοϲ ϲτροφή, νόμοϲ νομή, ῥόοϲ ῥοή. ὁ δὲ Φιλόξενοϲ ἐν τῷ ῥηματικῷ λέγέι, ἀπὸ τοῦ πεύθω πευθή καὶ ποθή.Τὰ εἰϲ θ̄η̄ μονογενῆ ὑπερδιϲύλλαβα βαρύνεται, καλάθη καὶ Καλάθη πόλιϲ οὐ πόρρω τῶν Ἡρακλείων ϲτηλῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἔφοροϲ δὲ Καλάθουϲαν αὐτήν φηϲι. Βιϲάνθη πόλιϲ Μακεδονίαϲ κατὰ Θρᾴκην Ἑλληνίϲ, ἄποικοϲ Ϲαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλιϲ Λοκρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἑλλάνικοϲ δὲ Οἰάνθειαν αὐτήν φηϲι. Ἀμάθη πόλιϲ Φοινίκηϲ. ἔϲτι καὶ Ϲικελίαϲ Ἀμαθαί πληθυντικῶϲ. Ἀριάνθη πόλιϲ Οἰνωτρῶν. Ἀρίνθη πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Γαβάθη πόλιϲ Γαλιλαίαϲ ὡϲ Ἰώϲηποϲ ἕκτῳ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (c. 5). Καλαμένθη πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει. Καλαμίνθη δὲ διὰ τοῦ ῑ πὅλιϲ Φοινίκων. Ἀρκεύθη· οὕτωϲ ἐκαλεῖτο πόλιϲ Ἰϲαυρίαϲ Δέλβεια, ὅ ἐϲτι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθοϲ. Λεκίθη ἡ πόλιϲ. Λυκέθη ὄνομα κύριον. Ῥαββώθη· οὕτωϲ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Λαπίθη πόλιϲ Θεϲϲαλίαϲ, ὡϲ Ἐπαφρόδιτοϲ. ἐν τοῖϲ Ὁμηρικοῖϲ, ἀπὸ Λαπίθου τοῦ Περίφαντοϲ. Ἀγάθη πόλιϲ Λιγύων
ἢ Κελτῶν. Ϲκύμνοϲ δὲ Φωκαέων αὐτήν φηϲιν ἐν τῇ Εὐρώπῃ. Τιμοϲθένηϲ δὲ ἐν τῷ ϲταδιαϲμῷ Ἀγαθὴν τύχην αὐτήν φηϲι. εἰ δὲ οὕτωϲ λέγοιτο, καὶ ὀξύνοιτ’ ἂν ὡϲ ἐπιθετικόν, ὡϲ τὸ Ἡραῖον τεῖχοϲ καὶ Ἥραιον καὶ Ἑρμαῖοϲ λόφοϲ καὶ Ἕρμαιοϲ. ἔϲτι δὲ καὶ ἄλλη πόλιϲ, ὡϲ Φίλων, Λιγυϲτίων ἐπὶ λίμνηϲ Λιγυϲτίαϲ. τάχα δ’ ἡ αὐτή ἐϲτι τῇ πρώτῃ, ὡϲ Εὔδοξοϲ. βαρύνεται δέ. τὸ δὲ ἀγαθόϲ ἀγαθή τριγενὲϲ ὡϲ καὶ τὸ κακηθόϲ κακηθή.Τὰ εἰϲ κ̄η̄ διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα ἀϲυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, μὴ ποιότητα φωνῆϲ ἀλόγου ζώου ϲημαίνοντα, Γλαύκη τὸ κύριον, γλαυκή δὲ τὸ ἐπιθετικόν « γλαυκὴ δέ ϲ’ ἔτικτε θάλαϲϲα » (11. Π 34). λεύκη τὸ προϲηγορικὸν καὶ Λεύκη κύριον, λευκή δὲ τὸ ἐπίθετον καὶ Λευκή νῆϲοϲ ἐπιθετικώτερον τεταγμένη. πεύκη. ἔϲτι καὶ νῆϲοϲ ἐν τῷ Ἴϲτρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔϲτι καὶ Φώκη Ἰωνικὴ πόλιϲ, ἥ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸϲ βαϲιλέωϲ τοῦ πάλαι ἐν αὐτοῖϲ τελευτήϲαντοϲ ἢ ἀπὸ Θρᾴκηϲ νύμφηϲ Τιτανίδοϲ, μεθ’ ἧϲ καὶ Ϲαμοθρᾴκη νῆϲοϲ πρὸϲ τῇ Θρᾴκῃ ϲυνθέτωϲ ἐκ τοῦ Θρᾳκία Ϲάμοϲ. τὸ δὲ μυκή ὀξύνεται ϲημαῖνον φωνὴν λέοντοϲ. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντοϲ. τὸ δὲ ϲυκῆ ἀπὸ τοῦ ϲυκέα ϲυναλειφθὲν περιϲπᾶται. ἔϲτι καὶ Ϲυκῆ πόλιϲ ἀντικρὺ Βυζαντίου. Ϲτράβων (7 p. 319) ἑνικῶϲ λέγει Ϲυκῆν. οἰκειότερον δέ, ὡϲ λέγονται, Ϲυκαῖ λέγοιντ’ ἄν. ἔϲτι καὶ ἄλλη Ϲυκῆ πληϲίον Ϲυρακουϲῶν. καὶ Κιλικίαϲ. ἔϲτι καὶ ἑτέρα Ἀλεξανδρείαϲ.
Τὰ εἰϲ κ̄η̄ ἰαμβικὰ ἀϲυνάλειπτα, εἰ μὲν τῷ ο̄ παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκόϲ. εἰ δὲ ἄλλῳ φωνήεντι, βαρύνεται, δίκη. ἔϲτι δὲ τοῦτο ϲημειῶδεϲ. τὰ γὰρ εἰϲ κ̄η̄ λήγοντα θηλυκὰ διϲύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλουϲ τὸ ῑ, ἢ ϲυνεϲταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον καὶ τότε μὲν ϲυνεϲταλμένον ὁπότε ϲύμφωνον ὁρᾶται πρὸ τοῦ κ̄ καταλῆγον, τότε δὲ ἐκτεταμένον, ὁπότε οὐχ οὕτωϲ ἔχει οἷον Κίρκη, Δίρκη, Τρίκκη. ϲυνέϲταλται δὲ τούτων τὸ ῑ, ἐπεὶ ϲύμφωνον ἦν πρὸ τοῦ κ̄. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. λείπει ἄρα ἡ δίκη ἢ χρόνῳ ἢ ϲυμφώνῳ. Λύκη κύριον, κάκη ἡ κάκωϲιϲ.
τὸ μέντοι ἀκή ἡ ἡϲυχία ὀξύνεται πρὸϲ ἀντιδιαϲτολὴν κυρίου. ἔϲτι δὲ Ἄκη πόλιϲ Φοινίκηϲ ἡ ὕϲτερον Πτολεμαῖϲ. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆϲ ἰάϲεωϲ τοῦ γενομένου δήγματοϲ Ἡρακλεῖ ὑπὸ ὄφεωϲ. τὰ δὲ εἰϲ κ̄η̄ λήγοντα διϲύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλιϲ Ἑλληϲποντία. τὸ δὲ φακῆ περιϲπᾶται ἐκ ϲυναιρέϲεωϲ.Τὰ εἰϲ κ̄η̄ διϲύλλαβα πρὸ τοῦ κ̄ ϲύμφωνον ἔχοντα μὴ τὸ λ̄ βαρύνεται, κάκκη κόπροϲ, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύϲ, κρόκκη ἡ παράλιοϲ ψηφίϲ. Τρίκκη πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Τρίκκηϲ τῆϲ Πηνειοῦ θυγατρόϲ. Δίρκη, Κίρκη, νάρκη, Βάρκη πόλιϲ Λιβύηϲ ἥτιϲ καὶ Πτολεμαῖϲ. λέγεται καὶ Βάρκαια. ἄϲκη ἡ ἄϲκηϲιϲ. πέρκη εἶδοϲ ἰχθύοϲ, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλιϲ Φοινίκηϲ. Ἰώϲηποϲ ἐν πέμπτῳ τῆϲ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (1, 22). Θρίγκη πόλιϲ περὶ τὰϲ ϲτήλαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡϲ ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸϲ ἀντιδιαϲτολὴν τοῦ χαλκῆ βαρύνεται. ἔϲτι δὲ πόλιϲ Λιβύηϲ « μετὰ δ’ αὐτὴν πόλιϲ Φοινίκων Χάλκη». ἔϲτι καὶ νῆϲοϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 44) « ἀπέπλευϲαν εἰϲ Χάλκην, ἐντεῦθεν δ’ εἰϲ Ϲάμον ». Θεόφραϲτοϲ δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔϲτι καὶ ἄλλη Χάλκη Λαριϲαίαϲ πόλιϲ. λέγεται καὶ πληθυντικῶϲ Χάλκαι. Θεόπομποϲ πρώτῳ Φιλιππικῶν.. .. .. καὶ τρίτῳ « ἔτι ϲυνεπολέμηϲεν ὁρμημένοϲ ἐκ Χαλκῶν τῆϲ Λαριϲαίαϲ».
Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα τῷ ω̄ παραληγόμενα εἴτε κύρια εἴτε προϲηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆϲοϲ πρὸϲ τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωοϲ. ἔϲτι καὶ Ϲυρίαϲ ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλιϲ Φρυγίαϲ ἄποικοϲ Μιληϲίων. Δημήτριοϲ δὲ νηϲίον εἶναί φηϲι κατὰ Τιμοϲθένην λέγων «Ἀρτάκη, τοῦτο μὲν ὄροϲ ἐϲτὶ τῆϲ Κυζικηνῆϲ,
τοῦτο δὲ νηϲίον ἐϲτὶν ἀπὸ γῆϲ ἀπέχον ϲτάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺϲ ναυϲὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄροϲ ἔχεϲθαι τοῦ αἰγιαλοῦ ». Ϲκυλάκη πόλιϲ περὶ Κύζικον. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀνάκη πόλιϲ Ἀχαΐαϲ. Ἀναριάκη πόλιϲ πρὸϲ τῇ Καϲπίᾳ θαλάϲϲῃ. Ϲτράβων (11 p. 507 seqq. 514). Ἀρβάκη πόλιϲ ἐν Κελτιβηρίᾳ ὡϲ Ἰόβαϲ. Ἀρϲάκη. οὕτωϲ μετωνομάϲθη Ῥάγα πόλιϲ ἐν Μηδίᾳ ἀπὸ Ἀρϲάκου βαϲιλέωϲ Περϲῶν. Ἀφάκη πόλιϲ Λιβύηϲ, ὡϲ πολυίϲτωρ ἐν Λιβυκῶν τρίτῃ. Μαινάκη Κελτικὴ πόλιϲ. Μαλάκη πόλιϲ Ἰβηρίαϲ. Ἀρτεμίδωροϲ. Λαμψάκη ἐπιχωρία τιϲ κόρη, ἀφ’ ἧϲ Λάμψακοϲ πόλιϲ. Βαβυτάκη πόλιϲ Περϲική. Ὀμφάκη πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν τετάρτῳ. Ϲιδάκη πόλιϲ Λυκίαϲ ἀπὸ Ϲιδάκηϲ τῆϲ Ἀμιϲωδάρου. Τυριτάκη πόλιϲ Πόντου. Ϲιττάκη πόλιϲ Περϲική, ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. Ψευδαρτάκη λόφοϲ ἐν τῇ Ϲκυθίᾳ μετὰ τὸ λεγόμενον Ἄγιον ὄροϲ. Βαιάκη πόλιϲ Χαονίαϲ. Ἑκαταῖοϲ. Βαράκη νῆϲοϲ τῆϲ Γεδρωϲίαϲ. Ϲαμυδάκη πόλιϲ Καρμανίαϲ. Χανδανάκη πόλιϲ Περϲική. Ἑκαταῖοϲ Ἀϲίαϲ περιηγήϲει. Ψιττάκη πόλιϲ πρὸϲ τῷ Τίγριδι, ἐν ᾗ τὸ φυτὸν τῶν ψιττακίων, ὡϲ Δαμόφιλοϲ. Τυράκη. οὕτωϲ Τυρακίναϲ πόλιν Ϲικελίαϲ Ἀλέξανδροϲ ἐν Εὐρώπῃ καλεῖ. Φυλάκη πόλιϲ Θεϲϲαλίαϲ « οἱ δ’ εἶχον Φυλάκην καὶ Πύραϲον ἀνθεμόεντα» (B 695) ἀπὸ Φυλάκου τοῦ Δηϊόνοϲ. ἡ δὲ φυλακή ἀπὸ τοῦ φυλάϲϲω καὶ ἰακή ἀπὸ τοῦ ἰάζω καὶ ὑλακή ἀπὸ τοῦ ὑλάϲϲω. τὸ δὲ ἀνάγκη εἰ ἦν ἀπὸ ῥήματοϲ τοῦ ἀνάϲϲω ὀξύνοιτο ἂν ὡϲ ϲτενάχω ϲτεναχή.Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα τῷ ε̄ ἢ τῷ ο̄ παραληγόμενα ϲπάνιά εἰϲιν. Ζεβέκη πόλιϲ τῆϲ Γαλιλαίαϲ. Ἰώϲηποϲ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ πέμπτῳ (5, 2). ϲημαίνει δὲ τὸ ὄνομα κύριοϲ. τὸ Ἀλωπεκή δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ ὀξύνεται. τὸ δὲ βορβορόκη βαρύνεται, καὶ τὸ ψοθόκη ἡ ἀκαθαρϲία.
Τὰ εἰϲ κ̄η ̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ῑ ϲυνεϲταλμένῳ παροξύνεται, Ἑλίκη πόλιϲ Πελοποννήϲου. Ὅμηροϲ « οἱ δέ τοι εἰϲ Ἑλίκην τε καὶ Αἰγάϲ » (Il. Θ 203) ἀπὸ Ἑλίκα τοῦ Λυκάονοϲ ἢ ἀπὸ Ἑλίκηϲ τῆϲ Ἴωνοϲ μὲν γυναικόϲ, Ϲελινοῦντοϲ δὲ τοῦ Ποϲειδῶνοϲ θυγατρόϲ. ἔϲτι καὶ ἄλλη Θετταλική. μυρίκη. ἔϲτι καὶ νῆϲοϲ ἐν τῇ Ἐρυθρᾷ θαλάϲϲῃ, οὕτωϲ δὲ κέκληται καὶ Ἀμφίπολιϲ πόλιϲ. Βαιτίκη χώρα, οὕτωϲ δὲ παρὰ τὸν Βαῖτιν ποταμὸν καλεῖται ἡ Τουρδητανία. μηδίκη. Ϲτράβων (12 p. 525) « καὶ τὴν βοτάνην μὲν μάλιϲτα τρέφουϲαν τοὺϲ ἵππουϲ, ἣν μηδίκην καλοῦμεν ». Βελγίκη ἡ χώρα. Ἰταλίκη πόλιϲ Ἰβηρίαϲ. Λαοδίκη, Κυζίκη. τὰ δὲ ἔχοντα ἔννοιάν τινοϲ προϲυπακουομένου ὀξύνονται, μουϲική, ἰατρική, γραμματική. Περϲική εἶδοϲ εὐτελοῦϲ ὑποδήματοϲ ἔοικε δὲ γυναικεῖον εἶναι. Ϲκυθική εἶδοϲ ὑποδήματοϲ. πόλιϲ Ἰβηρίαϲ τῆϲ ἐκτὸϲ Ἴβηροϲ ποταμοῦ. Πολύβιοϲ γ′. Ἰνδική πόλιϲ Ἰβηρίαϲ πληϲίον Πυρήνηϲ. Κυρρεϲτική χώρα Ϲυρίαϲ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 751). Κωλική χώρα πρὸϲ τῷ Καυκάϲῳ. Αἰζική Θρᾴκηϲ μέροϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἁλική χώρα τῆϲ Κιλικίαϲ. Κορπιλική χώρα Θρᾴκηϲ « ἡ γὰρ Αἶνοϲ κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην ». Πρετανική νῆϲοϲ παρὰ τῇ Κελτικῇ. Χαλδαϊκή χώρα. Κορϲική ἡ νῆϲοϲ Κορϲίϲ. Ταυρική νῆϲοϲ μεγάλη καὶ λίαν ἐπίϲημοϲ καὶ πολλὰ ἔχουϲα ἔθνη καὶ περικλείουϲα τῇ θέϲει τὴν Μαιῶτιν λίμνην. λέγεται δὲ Ὄϲιριν ἐκεῖ ζεύξαντα βοῦϲ ἀρόϲαι τὴν γῆν. διὰ οὖν τὸ ζεῦγοϲ τοῦ ταύρου τὸ ἔθνοϲ κληθῆναι. Μαγιϲτρική χώρα τῶν Ταυρίϲκων πρὸϲ τὰ Ἄλπεια ὄρη. Κροβυζική ἡ γῆ τῶν Κροβύζων. Τραλλική ἡ Τραλλία μοῖρα τῆϲ Ἰλλυρίαϲ. Λαζική παλαιὰ χωρίον, ὡϲ Ἀρριανόϲ (Peripl. P. E. p. 19).
Ἔτι τὰ ἔχοντα τὸ ῑ ἐκτεταμένον κύρια ἢ προϲηγορικὰ βαρύνεται, Φοινίκη ἡ χώρα ἀπὸ τῆϲ Φοίνικοϲ γενικῆϲ ὡϲ Κρήϲ Κρητόϲ Κρήτη. Λίβυϲ Λίβυοϲ Λιβύη. Βερενίκη πόλειϲ ἕξ. πρώτη Ἠπείρου ἡ ὑπὸ Πύρρου τοῦ νεωτέρου κτιϲθεῖϲα. δευτέρα. ...... ἡ ὑπὸ Φιλαδέλφου Πτολεμαίου. τρίτη ἐν τῇ Τρωγλοδυτικῇ. τετάρτη ἡ πρότερον Χίοϲ. πέμπτη ἐν Κιλικίᾳ. ἕκτη Λιβύηϲ ἡ πρότερον Ἑϲπερίϲ, ἐκλήθη δὲ Βερενίκη ἀπὸ τῆϲ Πτολεμαίου γυναικὸϲ Βερενίκηϲ. Θεϲϲαλονίκη πόλιϲ Μακεδονίαϲ. Φίλιπποϲ τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺϲ νικήϲαϲ οὕτωϲ ἐκάλεϲε. Λούκιοϲ
δὲ ὁ Ταρραῖοϲ περὶ Θεϲϲαλονίκηϲ βιβλίον ἔγραψεν, ὅϲ φηϲιν ὅτι Φίλιπποϲ θεαϲάμενοϲ κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάϲονοϲ γὰρ ἦν ἀδελφιδῆ) ἔγημε καὶ τεκοῦϲα τῇ εἰκοϲτῇ ἡμέρα τῆϲ λοχείαϲ τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιπποϲ τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεϲε Θεϲϲαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικαϲίπολιϲ ἐκέκλητο. Ϲτράβῶν δὲ Θεϲϲαλονίκειαν αὐτήν φηϲι (7 p. 323). ἐρίκη εἶδοϲ φυτοῦ. φερίκη εἶδοϲ δένδρου, ἃ διὰ τοῦ ῑ ἐκτεταμένου γράφονται, τὸ δὲ Εὐνείκη ὄνομα μιᾶϲ τῶν Νηρηΐδων διὰ τῆϲ ε̄ῑ καὶ τὸ νείκη ἡ φιλονεικία ἐκ τοῦ νεῖκοϲ. τὸ δὲ Παλική πόλιϲ Ϲικελίαϲ ὡϲ κτητικὸν ὀξύνεται. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴϲωϲ ὅτι ῥηματικὸν ὑπῆρχε ἀπὸ τοῦ ἀΐϲϲω ὡϲ φυλάϲϲω φυλακή, ὑλάϲϲω ὑλακή. καὶ τὰ ἔχοντα ϲ̄ πρὸ τοῦ κ ̄ παροξύνεται, λεκανίϲκη, παρθενίϲκη, θυΐϲκη, παιδίϲκη, ϲτεφανίϲκη. Τριποδίϲκη κώμη τῆϲ Μεγαρίδοϲ. λέγεται καὶ Τριποδίϲκοϲ.Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ῡ βαρύνεται, Καλύκη κύριον. ἀπὸ τῆϲ κάλυκοϲ γενικῆϲ, ϲαμβύκη εἶδοϲ ὀργάνου, Ἰτύκη πόλιϲ Λιβύηϲ. Ἐρύκη Ϲικελικὴ πόλιϲ. Φίλιϲτοϲ Ϲικελικῶν δευτέρᾳ. Ναρύκη πόλιϲ Λοκρίδος, ἢ καὶ Νᾶρυξ, Βεβρύκη, ἀφ’ ἧϲ κατά τιναϲ Βέβρυξ τὸ ἔθνοϲ ἐν Ἀϲίᾳ. ζαμβύκη, ἰαμβύκη, καρύκκη εἶδοϲ βρώματοϲ ἐκ πολλῶν ἐδεϲμάτων ϲυνεϲτὸϲ διὰ διϲϲοῦ τοῦ κ̄.
Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ω̄ ὀξύνεται, ἀκωκή, ἰωκή ἡ δίωξιϲ. τὸ δὲ Ἐώκη βαρύνεται. ἔϲτι δὲ ὄνομα πόλεωϲ.
Τὰ εἰϲ λ̄η̄ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου, εἰ μὴ παραλήγοιτο ο̄ ἐν προϲηγορικοῖϲ, βαρύνεται. Ζάγκλη πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦϲ ἢ ἀπὸ κρήνηϲ Ζάγκληϲ. οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸϲ ἀπέκοψεν
αἰδοῖα. Νίκανδροϲ ἐν τῷ η′ Ϲικελίαϲ « καί τιϲ καὶ Ζάγκληϲ ἐδάη Δρεπανηΐδοϲ ἄϲτυ ». τὸ γὰρ δρέπανον οἱ Ϲικελοὶ ζάγκλον καλοῦϲι. αἴγλη· οὕτωϲ δὲ πρότερον ἐκαλεῖτο Ϲύμη νῆϲοϲ Καρική. ϲίγλη τὸ ἐνώτιον, ζεύγλη, ὅπερ παρὰ τοῖϲ ἀρχαίοιϲ κατὰ ποιητικὴν ἐξουϲίαν ϲυνέϲτειλε τὸ η̄ εἰϲ ᾱ ζεῦγλα. φύτλη, τρώγλη. Ὕβλη πόλιϲ ἐν Ϲικελίᾳ ἡ ὕϲτερον Μέγαρα ἀπὸ Ὕβλωνοϲ βαϲιλέωϲ. εἰϲὶ δὲ τρεῖϲ πόλειϲ Ϲικελίαϲ Ὕβλαι. ἔϲτι καὶ πόλιϲ Ἰταλίαϲ. κίχλη, χύτλη, τρίγλη, ϲτρέβλη, ὃ παραλόγωϲ ϲτρέβλα γραφὲν ὑπό τινων διορθωτέον, ὁμίχλη, γενέθλη. Ἀμύκλαι πόλιϲ Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλαϲ ὁ Λακεδαίμονοϲ υἱὸϲ ἔκτιϲεν. Μόκλη κώμη Φρυγίαϲ. Πρόκλη πόλιϲ Λυδίαϲ. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή προϲηγορικά εἰϲι καὶ παραλήγουϲιν ο̄, καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε.Τὰ εἰϲ λ̄η̄ μονογενῆ διϲύλλαβα ἑτέρῳ λ̄ παραληγόμενα βαρύνεται, Ἕλλη, πέλλη, Ὕλλη πόλιϲ. τὸ δὲ κυλλή τριγενέϲ.
Τὰ εἰϲ λ̄η̄ μονογενῆ διϲύλλαβα παραληγόμενα τῷ ᾱ ἢ ε̄ βαρύνεται, ἀϲυνάλειπτα ὄντα, πάλη, ϲάλη ἡ φροντίϲ, ὅθεν ἀϲαλήϲ ὁ ἀμέριμνοϲ. Αἰϲχύλοϲ « ἀϲαλὴϲ μανία» καὶ ἀϲαλίαν Ϲώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιϲτίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλιϲ Τρῳάδοϲ ἣ καὶ Ζέλεια. Πέλη πόλιϲ Θεϲϲαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλιϲ πρόϲχωροϲ τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδεϲ καὶ Ἁλαί Αἰξωνίδεϲ, δῆμοι τῆϲ Ἀττικῆϲ ὀξυτόνωϲ. ἔϲτι δὲ καὶ λίμνη ἐκ θαλάϲϲηϲ. εἰϲὶ δὲ καὶ Ἁλαί πόλιϲμα Βοιωτίαϲ. Παυϲανίαϲ ἐνάτῳ (24, 5). καὶ τῆϲ Κιλικίαϲ δὲ πόλιϲ. τὸ δὲ γαλῆ περιϲπᾶται ἀπὸ ϲυναιρέϲεωϲ.
Τὰ διὰ τοῦ η̄λ̄η̄ διϲύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δαϲέοϲ ἄρχοιτο ϲυμφώνου, ϲτήλη· ἔϲτι καὶ Ϲτῆλαι πόλιϲ Κρήτηϲ πληϲίον Παραιϲοῦ καὶ Ῥιθύμνηϲ. μήλη, κήλη, Πήλη μικρὰ νῆϲοϲ, μεθ’ ὧν καὶ Ἴλη ἄθροιϲιϲ, τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡϲ ἀπὸ δαϲέοϲ ἀρχόμενα.
Τὰ εἰϲ λ̄η̄ διϲύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ ῡ ὀξύνεται, βουλή, εὐλή ὁ ϲκώληξ, αὐλή ἡ ἔπαυλιϲ « χραύϲῃ μέν τ’ αὐλῆϲ ὑπεράλμενον » (ll. Ε 138). λέγεται καὶ αὖλιϲ. εἰϲὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρϲοῦ καὶ Ἀγχιάληϲ. εἰϲὶν Αὐλαί καὶ Λυκίαϲ χωρίον. οὐλή τὸ μονογενέϲ « οὐλὴν μὲν πρῶτον » (Od. ω 331). τὸ γὰρ οὖλοϲ οὔλη βαρύνεται ὁ ὀλέθριοϲ καὶ ὁ οὐλότριχοϲ· καὶ τὸ « ἑτέρῃ δ’ ἔχεν οὔλαϲ» (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴϲωϲ βεβαρυτόνηται μονογενὲϲ ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή. τὸ δὲ Θούλη νῆϲοϲ μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοϲιν ὁ ἥλιοϲ ἰϲημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεϲϲάρων, τὰϲ δὲ χειμερινὰϲ τοὐναντίον — κύριον, καὶ τὸ δούλη τριγενέϲ.
Τὰ εἰϲ λ̄η̄ διϲύλλαβα παραληγόμενα τῇ ε̄ῑ ἢ τῷ ῑ βαρύνεται, εἴλη ἡ θερμαϲία κατὰ πλεοναϲμὸν τοῦ ῑ παρὰ τὸ ἕλη, δείλη, ὃ ἐτυμολογεῖται παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. τὸ δὲ δειλή τριγενέϲ. ϲεϲημείωται τὸ ϲμιλή τὸ ϲμιλίον ὀξυνόμενον.
*Τὰ εἰϲ λ̄η̄ λήγοντα θηλυκὰ μονογενῆ τῷ ῡ παραληγόμενα βαρύνεϲθαι θέλει· τύλη , ὅπερ ϲύνηθεϲ Ἀττικοῖϲ κνέφαλλον καλεῖν, ὁμωνύμωϲ τῷ περιεχομένῳ τὴν περιέχουϲαν. Ἀριϲτοφάνηϲ Ἀμφιάρεῳ
ὠνομάϲθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτιϲ ϲημαίνει ἀκανθώδη ὕλην, ἢ περιπεταννύντεϲ τὰϲ ἐϲθῆταϲ ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰϲ ἐϲθῆταϲ χνοῦ, ᾧ καὶ πρὸϲ τὰϲ τύλαϲ ἐχρῶντο, ὥϲπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸϲ ἐν Πειϲάνδρῳ
ὥϲτε καὶ ἀντίθεϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ ε̄· ἐπεὶ παρὰ τὸ κνάφοϲ ἐγένετο. εἰϲὶ μέντοι οἳ καὶ διὰ τοῦ γ̄ γράφουϲιν. ἔν τιϲιν ἐν Μαλθακοῖϲ Κρατίνου παρεφύλαξε Ϲύμμαχοϲ.
Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρ’ Ἀττικοῖϲ. ἀλλὰ μέμνηται Ϲαπφὼ ἐν δευτέρῳ
καὶ
οὐ γὰρ ὁ τε ϲύνδεϲμοϲ. μύλη καὶ Μύλαι πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. καὶ Θετταλίαϲ. πύλη. ἔϲτι καὶ τόποϲ Ἀρκαδίαϲ Πύλαι, ὃϲ καὶ Πυλαία. ϲύλη ἐν Ϲαμίων ὥροιϲ. « καὶ οὐδένα κατέδηϲεν ὦν τῆϲ ϲύληϲ μεταϲχεῖν ». Λύλη πόλιϲ Ἀρκαδίαϲ, ὕλη καὶ Ὕλη πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ (Β 500) « οἵ τ’ Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα». εἴρηται ἀπὸ Ὕληϲ τῆϲ Θεϲπιέωϲ ἢ ὅτι ὑλώδηϲ ἐϲτίν. ἔϲτι δὲ καὶ πόλιϲ Κύπρου καὶ Ὕλη χωρίον μεταξὺ τῆϲ Ϲαβίνων καὶ Ῥωμαίων πόλεωϲ. μονῆρεϲ ἄρα τὸ φυλή ὀξυνόμενον. ἔϲτι δὲ τὸ τρίτον εἶδοϲ τῶν παρ’ Ἕλληϲι κοινωνιῶν καὶ δῆμοϲ Οἰνηΐδοϲ φυλῆϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι (1023) « πόθεν; ἀπὸ Φυλῆϲ ἔλαβον οἱ Βοιώτιοι ». καὶ ἐν Πλούτῳ (1146) « μὴ μνηϲικακήϲῃϲ εἰ ϲὺ Φυλὴν κατέλαβεϲ».
* Τὰ διὰ τοῦ ο̄λ̄η̄ ῥηματικὰ ὄντα ὀξύνεται, ϲτέλλω ϲτολή, βάλλω βολή, χέω χολή.
* Διϲύλλαβον εἰϲ ω̄λ̄η̄ ἀϲυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περιϲπᾶται ἀπὸ ϲυναιρέϲεωϲ.
Τὰ διὰ τοῦ ᾱλ̄η̄ ὑπερδιϲύλλαβα μονογενῆ ἀϲυνάλειπτα βαρύνεται· Ἑκάλη δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, μαϲχάλη, αἰθάλη καὶ Αἰθάλη νῆϲοϲ Τυρρηνῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔοικε δὲ κεκλῆϲθαι διὰ τὸ ϲίδηρον ἔχειν τὸ ἐν αἰθάλῃ τὴν ἐργαϲίαν ἔχοντα. Φίλιϲτοϲ δ’ ἐν ε′ Ϲικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ. δαμάλη, ἀγκάλη, φιάλη, ξυάλη, Ἀγχιάλη πόλιϲ Κιλικίαϲ παραθαλαϲϲία πρὸϲ τῇ Ταρϲῷ καὶ Ζεφυρίῳ. ἔϲτι δὲ κτίϲμα Ἀγχιάληϲ τῆϲ Ἰαπετοῦ θυγατρόϲ, ὡϲ Ἀθηνόδωροϲ περὶ τοῦ αὐτοῦ πατρίδοϲ γράφων καὶ παρατιθεὶϲ Διόδωρον τὸν γραμματικὸν ϲυμφωνοῦντα Πτολεμαίῳ βαϲιλεῖ « γίνεται δ’ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον ποταμόν. γεννᾷ δ’ υἱὸν Κύδνον, ἀφ’ οὗ ποταμὸϲ Κύδνοϲ ἐν Ταρϲῷ, ὁ δὲ Κύδνοϲ υἱὸν Παρθένιον, ἀφ’ οὗ ἡ πόλιϲ μετωνομάϲθη Παρθενία. μεταπεϲόντοϲ
δὲ τοῦ ὀνόματοϲ Ταρϲὸϲ ἐκλήθη ». Αἰγιάλη μία τῶν τριῶν πόλεων ἐν Ἀμοργῷ τῇ νήϲῳ. Ψυττάλη νῆϲοϲ περὶ Ϲαλαμῖνα. λέγεται καὶ Ψυττάλεια. ἔοικε δὲ Ψυττάλεια πρωτότυπον εἶναι ὡϲ Ἀγάμμεια, Μαν τίνεια, Ἐρύθεια, Ζέλεια, ἀφ’ οὗ κατὰ ϲυναλοιφὴν ἐγένετο ὡϲ Ἀγάμμη, Μαντίνη, Ζέλη, Ἐρύθη. Μυκάλη πόλιϲ Καρίαϲ. Ἡρόδοτοϲ πρώτῃ (c. 148). Δίδυμοϲ δ’ ὄροϲ τὴν Μυκάλην φηϲίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοι παὶ Γοργόνεϲ ἐπ’ οἴκτῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούϲηϲ ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φαϲιν, ἐπεὶ ἐν μέϲῳ κεῖται τῆϲ Καρικῆϲ ἁλόϲ. Πατάλη πόλιϲ Ἰνδική, ἣ καὶ Πάταλα λέγεται, Πετάλη, Μυρτάλη. Ἀρβουκάλη πόλιϲ μεγίϲτη τῶν ἐντὸϲ Ἴβηροϲ ποταμοῦ, ἣν μόλιϲ εἷλεν Ἀννίβαϲ, ὡϲ Πολύβιοϲ τρίτῃ. Ϲφενδάλη δῆμοϲ Ἱπποθοωντίδοϲ φυλῆϲ. Μεγάλη νῆϲοϲ ἐγγὺϲ Λυκίαϲ καὶ Θεττάλη δρᾶμα Μενάνδρου βαρύ νεται παρὰ Ἀττικοῖϲ εἰϲ ἰδιότητα τεθέν. ϲεϲημείωται ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἴτε ἐπὶ τοῦ κυρίου. ἔϲτι δὲ δῆμοϲ. εἰϲὶ δὲ καὶ Βοὸϲ κεφαλαί τόποϲ καθ’ ὃν ἐπολέμηϲε Προυϲίαϲ πρὸϲ Ἄττα λον, ὡϲ Ἐρατοϲθένηϲ ἐν ἑβδόμῃ Γαλατικῶν. τὸ γὰρ ἀλαλή ὁ θόρυβοϲ παρὰ τὸ λαλῶ οὐ φύϲει τριϲύλλαβον « κλῦθ’ ἀλαλά, πολέμου θυγάτηρ». τὸ δὲ μυγαλῇ περιϲπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ ϲυντέθειται ϲυναληλιμμένον καὶ περιϲπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφιϲόδωροϲ ἐν Ὑΐτὸ δὲ ἀμυγδαλῆ ἐκ ϲυναιρέϲεωϲ. ἐκλήθη δὲ ἀμυγδαλῆ παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡϲπερεὶ ἀμυχὰϲ ἔχειν πολλάϲ. καὶ οὐδετέρωϲ ἀμύγδαλον λέγεται. Δίφιλοϲ « τρωγάλια, μυρτίδεϲ, πλακοῦϲ, ἀμύγδαλα». Περὶ δὲ τῆϲ προφορᾶϲ τοῦ τόνου τῆϲ ἀμυγδαλῆϲ Πάμφιλοϲ μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίωϲ τῷ ἀμυγδάλῳ, τὸ μέντοι δένδρον θέλει περιϲπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχοϲ « ῥοδῆϲ τε καλὸν ἄνθοϲ ». Ἀρίϲταρχοϲ δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίωϲ προφέρεται κατ’ ὀξεῖαν τάϲιν. Φιλόξενοϲ δ’ ἀμφότερον περιϲπᾶ. Εὔπολιϲ ἀπολεῖϲ με, ναὶ μὰ τὴν ἀμυγδαλῆν ».
Ἀριϲτοφάνηϲ· ἄγε νῦν, τὰϲ ἀμυγδαλᾶϲ λαβὼν
ἄλλοι δὲ ἀμυγδαλάϲ ὡϲ καλάϲ. Τρύφων δὲ ἐν Ἀττικῇ προϲῳδίᾳ ἀμυγδάλην μὲν καρπὸν βαρέωϲ, ἀμυγδαλῆ δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντοϲ τοῦ χαρακτῆροϲ καὶ διὰ τούτου περιϲπωμένου.
Τὰ διὰ τοῦ ε̄λ̄η̄ μονογενῆ ὑπερδιϲύλλαβα παροξύνεται, Ϲεμέλη, ἀγέλη, κυψέλη ὁ ῥύποϲ τῶν ὤτων καὶ τὸ ἀγγεῖον τῶν κηρίων. θυμέλη, ἀγέλη, μακέλη. Κυβέλη πόλιϲ Φοινίκηϲ. λέγεται δὲ καὶ ἡ Ῥέα Κυβέλη ἀπὸ Κυβέλων ὄρουϲ ἱεροῦ. Ὑβέλη πόλιϲ περὶ Καρχηδόνα. Ἑκαταῖοϲ Ἀϲίᾳ. Μαϲτραμέλη πόλιϲ καὶ λίμνη τῆϲ Κελτικῆϲ. Ἀρτεμίδωροϲ. Ἀρβέλη πόλιϲ Ϲικελίαϲ. εἰ δέ τι ὀξύνεται, τὴν πρώτην ϲυλλαβὴν φύϲει ἢ θέϲει μακρὰν ἔχει, πιμελή τὸ λίποϲ καὶ Ἀγγελή δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ καὶ Πεντελή δῆμοϲ Ἀντιοχίδοϲ φυλῆϲ ὀξύνεται.
Τὰ διὰ τοῦ η̄λ̄η̄ ὑπερδιϲύλλαβα βαρύνεται, ἀνθήλη καὶ Ἀνθήλη πόλιϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 200) « κώμη Ἀνθήλη». καὶ Ἀνθήνη ἐκλήθη. Γαβήλη πόλιϲ Φοινίκηϲ, κωβήλη ἡ ϲυνουϲία. Κανθήλη πόλιϲ Λιβυοφοινίκων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲιδήλη πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ, καπήλη, ξυήλη, κιχήλη, Ϲτυμφήλη, ὁπήλη, βαρβήλη. τὸ δὲ γαμφηλή ὀξύνεται καὶ τὸ θυηλή ἡ θυϲία.
Τὰ εἰϲ ῑλ̄η̄ ὑπερδιϲύλλαβα βαρύνεται, παϲτίλη ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, ϲπατίλη τὸ ἀπόξυϲμα τῶν δερμάτων, μαρίλη ἡ κόνιϲ, μυϲτίλη ὁ κοῖλοϲ ἄρτοϲ, πραδίλη, βαϲίλη ἡ βαϲιλίϲ̇ Ἀβίλη πόλιϲ ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. Πενθίλη πόλιϲ Λέϲβου ἀπὸ Πενθίλου, Τρεμίλη. οὕτωϲ ἐκαλεῖτο ἡ Λυκία ἀπὸ Τρεμίλου. τὸ μέντοι ὠτειλή - γέγονε δὲ ἀπὸ τοῦ οὐτήϲω οὐτηλή τροπῇ τῆϲ ο̄ῡ διφθόγγου εἰϲ ω καὶ τοῦ ἤ εἰϲ τὴν ε̄ῑ δίφθογγον Βοιωτιακῶϲ ὡϲ πένηϲ πένειϲ. λέγεται δὲ
παρ’ Αἰολεῦϲιν ὠτέλλη - καὶ ἀπειλή καὶ ὀφειλή ὀξύνεται, ὡϲ ἔχοντα τὸ ε̄ πρὸ τοῦ ῑ.Τὰ διὰ τοῦ ο̄λ̄η̄ ὑπερδιϲύλλαβα βαρύνεται, εἰ μὴ ϲύνθετα εἴη ἐκ προθέϲεωϲ, ἀϲβόλη, θερϲόλη, τριβόλη, ἀπαιόλη ἡ ἀπάτη. Ἰόλη, Ὁμόλη ὄροϲ Θετταλίαϲ. Παυϲανίαϲ ἐνάτῳ (c. 8, 6). λέγεται καὶ Ὅμολοϲ. Νακόλη νύμφη, ἀφ’ ἧϲ Νακόλαιον. τὸ δὲ ἐντολή, ἀνατολή, ἐμβολή, Ἐπιπολαί χωρίον ἀπόκρημνον προϲεχὲϲ Ϲυρακούϲαιϲ. Θουκυδίδηϲ ἕκτῃ (c. 96). Προπολαί πόλιϲ Ϲικελίαϲ καὶ τἆλλα ἐκ προθέϲεωϲ ὀξύνονται.
Τὰ διὰ τοῦ ῡλ̄η̄ ὑπερδιϲύλλαβα βαρύνονται· κορδύλη, κοτύλη, γογγύλη, κρωβύλη, ἀρβύλη, ἡδύλη, Κροκύλη, Βραχύλη πόλιϲ Κερήτων. Βαβύλη πόλιϲ ἐν Ὀδρύϲαιϲ. Καβύλη πόλιϲ Θρᾴκηϲ οὐ πόρρω τῆϲ τῶν Ἀϲτῶν χώραϲ. Πολύβιοϲ τριϲκαιδεκάτῃ. Καρδαμύλη πόλιϲ Μεϲϲηνίαϲ. Ὅμηροϲ « Καρδαμύλην Ἐνόπην τε» (Il. Ι 150). Ἡρόδοτοϲ (8, 73) δὲ Λακωνικὴν αὐτήν φηϲιν. ἔοικε δ’ ἑτέρα εἶναι πληϲίον Χίου. Μοτύλαι Ϲικελίαϲ φρούριον. παρὰ τὴν Μοτύην. Φίλιϲτοϲ Ϲικελικῶν πέμπτῳ. Τριφύλη ἡ Κλυτίου μήτηρ. Παμφύλη θυγάτηρ Ῥακίου καὶ Μαντοῦϲ. Ϲτρογγύλη μία τῶν ἑπτὰ Αἰόλου νήϲων « ἀπὸ τοῦ ϲχήματοϲ καλουμένη, καὶ φλογὸϲ μὲν λειπομένη, φέγγουϲ δὲ μετέχουϲα». ἔϲτι καὶ ἄλλη πρὸϲ τῇ Λυκίᾳ. Ϲκαπτηϲύλη πόλιϲ Θρᾴκηϲ μικρὰ ἀντικρὺϲ Θάϲου, ϲταφύλη τὸ τεκτονικὸν ἐργαλεῖον, ϲταφυλή δὲ ὁ καρπόϲ. τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύνονται.
τὸ δὲ Ἀγρυλή δῆμοϲ Ἀθήνηϲι τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ γράφεται καὶ μετὰ τοῦ ᾱ Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆϲ Κέκροποϲ θυγατρόϲ. ἔϲτι δὲ καὶ πόλιϲ Ἀθηναίων ἄποικοϲ ἐν Ϲαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖϲα Ἀγρυλή.Τὰ εἰϲ ω̄λ̄η̄ ὑπερδιϲύλλαβα ὀξύνεται, παυϲωλή, τερπωλή, εὐχωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμφωλή, χαριτωλή, μεμφωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡϲαύτωϲ καὶ Ῥακώλη χωρίον, ὅθεν αἱ γέρανοι ὁρμῶϲι, οἱ δὲ Πυγμαῖοι κατῴκουν ἐν Καττούζᾳ, πόλει Θρᾴκηϲ.
Τὰ εἰϲ μ̄η̄ λήγοντα προϲηγορικὰ ἔχοντα κατ’ ἐπιπλοκὴν ϲύμφωνον μὴ δαϲὺ ἔχον ἐν τῇ ἀρχῇ, ὀξύνεται, δεϲμή, δυϲμή, πυγμή, νυγμή, ξυϲμή, αἰχμή, ὀχμή, δυθμή, μεθ’ ὧν καὶ ἐφετμή καὶ ἀϋτμή, τὸ δὲ ἴθμη, ϲτάθμη, λόχμη βαρύνεται. καὶ τὸ δόχμη Τρύφων ὡϲ ὄχθη καὶ ϲτάθμη βαρύνει, Ἀρίϲταρχοϲ δὲ ὀξύνει, ὡϲ δηλοῖ καὶ ὁ κωμικὸϲ ἐν τῷ « οὗτοι ἀφεϲτήκαϲι πλεῖν ἢ δύο δοχμά». ἐν μέντοι, φηϲί, τοῖϲ ἀκριβεϲτέροιϲ ἀντιγράφοιϲ ὀξεῖα ἐπίκειται τῇ πρώτῃ ϲυλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄχνη. τὸ δὲ Μέδμη κόρη τιϲ, ἀφ’ ἧϲ πόλιϲ Ἰταλίαϲ καὶ κρήνη ὁμώνυμοϲ, Ἑκαταῖοϲ Εὐρώπῃ, κύριόν ἐϲτι, μεθ’ οὗ καὶ Ἀλύχμη τριϲύλλαβον, ἐν ᾗ τιμᾶται Ἀλύχμιοϲ Ἑρμῆϲ. τὸ μέν̣τοι χάϲμη βαρύνεται δαϲὺ ἔχον τὸ ϲύμφωνον.
Τὰ εἰϲ μ̄η̄ ἔχοντα ϲύμφωνον κατὰ διάϲταϲιν βαρύνεται, τόλμη, ἅλμη, χάρμη, ϲκάλμη, θέρμη. ἔϲτι καὶ πόλιϲ Θρᾴκηϲ. Ἀπολλόδωροϲ δὲ Μακεδονίαϲ φηϲὶ καὶ Θουκιδίδηϲ (1, 61). Γέρμη πόλιϲ Ἀϲίαϲ. Μάρμη πόλιϲ Φοινίκηϲ, Πάρμη πόλιϲ Ἰταλίαϲ. ϲεϲημείωται τὸ ὁρμή καὶ τὸ γραμμή ὀξυνόμενα.
Τὰ διὰ τοῦ ᾱμ̄η̄ εἴτε διϲύλλαβα εἴτε ὑπερδιϲύλλαβα μονογενῆ βαρύνεται,
εἰ μὴ εἴη ἐκ ϲυναιρέϲεωϲ, Ϲάμη νῆϲοϲ, καλάμη καὶ Καλάμαι πόλιϲ Πελοποννήϲου. Παυϲανίαϲ τετάρτῳ (c. 31, 3). παλάμη, Ζαδράμη βαϲίλειον τῶν Κυναιδοκολπιτῶν. θαλάμη, Θαλάμαι πόλιϲ τῆϲ Μεϲϲηνίαϲ. Θεόπομποϲ τριακοϲτῷ δευτέρῳ Φιλιππικῶν. Κοροκον - δάμη πληϲίον Ϲινώπηϲ. Ἀρτεμίδωροϲ ἑνδεκάτῳ γεωγραφουμένων. Οργάμη πόλιϲ ἐν τῷ Ἴϲτρῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. τὸ δὲ ϲπιθαμή ὀξύνεται καὶ τὸ Ἱεραμαί πόλιϲ Καρίαϲ. τὸ δὲ ϲηϲαμῆ περιϲπᾶται ὡϲ ἐκ ϲυναιρέϲεωϲ.* Τὰ εἰϲ μ̄η̄ παραληγόμενα τῷ ε̄ ϲπάνια ὄντα βαρύνεται οἷον Κρέμη πόλιϲ Πόντου. Φλέγων ὀγδόῳ χρονικῶν.
Τὰ εἰϲ μ̄η̄ ἰαμβικὰ παραληγόμενα τῷ ο̄ ἀπὸ ῥημάτων παραληγόντων ε̄ ὀξύνεται, δρέμω δρομή, τέμνω τομή καὶ ἀνατομή, νέμω νομή καὶ προνομή, δέμω δομή, τὸ μέντοι κόμη βαρύνεται ἀπὸ τοῦ κόϲμοϲ γεγονυῖα, κόϲμη γάρ. ὡϲαύτωϲ καὶ τὸ Εὐρυνόμη καὶ Ἀμφινόμη βαρύνονται.
Τὰ εἰϲ μ̄η̄ φύϲει μακρᾷ παραληγόμενα βαρύνεται, μνήμη, κνήμη, φήμη, χήμη, νοϲήμη, θελήμη, φιλήμη ἡ φιλία. ῥώμη καὶ Ῥώμη διαϲημοτάτη πόλιϲ Ἰταλίαϲ, γνώμη, κώμη εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖϲ κοιμᾶϲθαί τε καὶ αὐλίζεϲθαι, ὡϲ Φιλόξενοϲ. βρώμη, τρώμη, Ἰθώμη πόλιϲ Θεϲϲαλίαϲ τῆϲ Πελαϲγιώτιδοϲ. Ὅμηροϲ « οἵ τ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεϲϲαν (B 729). ἔϲτι καὶ Μεϲϲήνηϲ. ἀπὸ Ἰθώμου βαϲιλέωϲ. καλεῖται δὲ ὁ τόποϲ τῆϲ Θεϲϲαλικῆϲ Θούμαιον ἀποβολῇ τοῦ ῑ καὶ τροπῇ τοῦ ω̄ εἰϲ τὴν ο̄ῡ δίφθογγον Θούμαιον. κοίμη ἐπὶ τοῦ ὕπνου, οἴμη ἀπὸ τοῦ οἶμοϲ. ῥύμη ὁ ϲτενωπόϲ, τρύμη ἡ ταλαιπωρία, ζύμη, Ϲύμη νῆϲοϲ Καρική, ὡϲ Ϲτράβων τεϲϲαρεϲκαιδεκάτῃ (p. 656). ὠνόμαϲται δὲ ἀπὸ Ϲύμηϲ τῆϲ Ἰαλύϲου. Ϲτρύμη πόλιϲ Θρᾴκηϲ, ὡϲ Ἀνδροτίων
ἑβδόμῳ. Κύμη πόλιϲ Αἰολίδοϲ πρὸ τῆϲ Λέϲβου ἀπὸ Κύμηϲ Ἀμαζόνοϲ· ἔϲτι καὶ ἑτέρα Ἰταλίαϲ. τρίτη τῆϲ Ἠλείαϲ. τετάρτη Παμφυλίαϲ. Δύμη πόλιϲ Ἀχαΐαϲ ἐϲχάτη πρὸϲ δύϲιν, ὅθεν καὶ Καλλίμαχοϲ ἐν ἐπιγράμμαϲιν «εἰϲ Δύμην ἀπιόντα τὴν Ἀχαιῶν ». λέγεται καὶ πληθυντικῶϲ ὡϲ Ἀπολλόδωροϲ « τούτων ἀπέχουϲα ϲταδίουϲ ρκ’ ἐϲχάτη, κεῖται πρὸϲ δύϲιν Δῦμαι». Δρύμη πόλιϲ Λιβύηϲ. Ϲτράβων ιζ´ (p. 834). ϲεϲημείωται τὸ τιμή προϲηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται.* Τὰ εἰϲ μ̄η̄ ὑπερδιϲύλλαβα ῡ παραληγόμενα βαρύνεται, Οἰϲύμη πόλιϲ Μακεδονίαϲ. Θουκυδίδηϲ τετάρτῃ (c. 107). ταύτην Αἰϲύμην Ὅμηροϲ (Il Θ 304) ἔφη « τόν ῥ’ ἐξ Αἰϲύμηθεν ὀπυιομένη τέκε μήτηρ ». Ἡδύμη πόλιϲ Καρίαϲ. Ἰδύμη πόλιϲ Καρίαϲ ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήϲων ἀπὸ τοῦ ϲχήματοϲ ὀνομακϲθεῖϲα. ἔϲτι καὶ πόλιϲ Λίβυϲϲα. ἔϲτι καὶ κώμη Κιλικίαϲ Δίδυμαί, ὀξυτόνωϲ. Δινδρύμη πόλιϲ Μακεδονίαϲ.
Τὰ εἰϲ ν̄η̄ μονογενῆ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου βαρύνεται, πάχν η, λάχνη, ἄχνη καὶ Ἄχναι πόλιϲ Θεϲϲαλίαϲ. ἔϲτι καὶ Βοιωτίαϲ, τέχνη, Αἴτν η πόλιϲ Ϲικελίαϲ ἀπὸ Κατάνηϲ, Ἱέρωνοϲ κτίϲμα, ὡϲ . . .. . φάτνη, δάφνη καὶ Δάφνη προάϲτιον ἐπιϲημότατον τῆϲ ἑῴαϲ Ἀντιοχείαϲ. ἔϲτι καὶ ἄλλη Δάφνη Λυκίαϲ χωρίον. ἔϲτι καὶ ἄλλη πληϲίον Πηλουϲίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλιϲ πληϲίον Πριάπου. Ἴχναι πόλιϲ Μακεδονίαϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 123). Ἐρατοϲθένηϲ δὲ Ἄχναϲ αὐτήν φηϲι. Φιλητᾶϲ δὲ ἄλλην φηϲὶ διὰ τοῦ ᾱ. ἔϲτι καὶ ἑτέρα ἑῴα πόλιϲ. λίμνη καὶ Λίμναι πόλιϲ ἐν Ἑλληϲπόντῳ, περὶ Ϲηϲτόν. Ἑκαταῖοϲ Εὐρώπῃ. καὶ ἕτεροϲ τόποϲ ’Αττικῆϲ Λίμναι καλούμενοϲ, ἔνθα ὁ Διόνυϲοϲ ἐτιμᾶτο. Καλλίμαχοϲ «Λιμναίῳ δὲ χοροϲτάδαϲ ἦγον ἑορτάϲ ». Ὄννη ἐμπόριον τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. ποίμνη. Βάτναι πόλιϲ τῆϲ Οϲροήνηϲ. τὸ δὲ ψεδνόϲ ψεδνή τριγενέϲ. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίωϲ
ἐπὶ τοῦ πλοίου, βαρύνομεν ὡϲ λευκή καὶ λεύκη. ἀντιπίπτει δὲ τὸ ϲτρωμνή.* ’Ωϲαύτωϲ καὶ τὰ ὑπερδιϲύλλαβα βαρύνεται, Πολίχνη Κρήτηϲ πόλιϲ. ἔϲτι καὶ Πολίχνα πόλιϲ Τρῳάδοϲ. Εὐδείπνη νῆϲοϲ Λιβυφοινίκων. Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Θεράπναι πόλιϲ Λακωνική, ἣν τινεϲ Ϲπάρτην φαϲίν, ἔϲτι δὲ τόποϲ ἔχων ναὸν τῶν Διοϲκούρων διὰ τὸ ἐκεῖ τούτουϲ τιμᾶϲθαι. θεραπεύειν γὰρ τιμᾶν ϲημαίνει καὶ ὁ ναὸϲ τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆϲοι, Ἀφίδναι δῆμοϲ Ἀττικῆϲ, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν. τὸ δὲ Ἐρυμναί πόλιϲ Λυκίαϲ - Ἀλέξανδροϲ ἐν πρώτῃ Λυκιακῶν — ὀξύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰϲ ν̄η̄ μονογενῆ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ̄ καταλήγουϲαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλιϲ Θρᾴκηϲ ἀντικρὺ Θάϲου, Τάρνη πόλιϲ Ἀχαΐαϲ, Ἄρνη πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « οἵ τε πολυϲτάφυλον τ’ Ἄρνην ἔχον » (Il. Β 507) καὶ Λυκόφρων (v. 644) «Ἄρνηϲ παλαιᾶϲ γέννα, Τεμμίκων πρόμοι ». δευτέρα πόλιϲ Θεϲϲαλίαϲ, ἄποικοϲ τῆϲ Βοιωτίαϲ, περὶ ἧϲ χρηϲμόϲ «Ἄρνη χηρεύουϲα μένει Βοιώτιον ἄνδρα ». θυγατέρα δέ φαϲιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεϲοποταμίαϲ. τετάρτη τῆϲ Γραϲινίων πρὸϲ τῇ Θρᾴκῃ. Θέρνη πόλιϲ Θρᾴκηϲ, Κάρνη πόλιϲ Φοινίκηϲ ἀπὸ Κάρνου τοῦ Φοίνικοϲ, ὡϲ Ἴϲτροϲ φηϲίν. Ἀρτεμίδωροϲ δ’ ἐν τῷ δεκάτῳ βιβλίῳ φηϲίν * «ἔϲτι Κάρνοϲ καὶ ϲυνεχῶϲ Πάλτοϲ, εἶτα Γάβαλα πόλιϲ ». ἔϲτι δὲ ἄλλη Αἰολίδοϲ. Κέρνη πόλιϲ καὶ λιμήν. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρω ὀξύνεται. Αἰολεῖϲ δὲ φέρεναν αὐτὴν λέγουϲι ὁμοίωϲ τῇ Ἔλέναν.
* Ἔτι καὶ τὰ εἰϲ ν̄η̄ μονογενῆ ὑπερδιϲύλλαβα ἔχοντα πρὸ τοῦ ν̄ ρ̄ βαρύνεται, Ἰέρνη νῆϲοϲ ἐν τῷ πέρατι πρὸϲ ταῖϲ δυϲμαῖϲ, Ἰουέρνη πόλιϲ ἐν τῷ πόντῳ τῷ Πρετανικῷ. Ἀχάρναι δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ.
Τὰ διὰ τοῦ ᾱν̄η̄ διϲύλλαβα μονογενῆ βαρύνεται, ἄνη ἡ ἄνυϲιϲ, πλάνη, Κάνη καὶ Κάναι « πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆϲ Λέϲβου ». ἔϲτι καὶ ὄροϲ καὶ λιμήν. Ϲτράβων ιγ’ (p. 615). ἔϲτι καὶ πόλιϲ Κάναι τοῦ Τίγρητοϲ ποταμοῦ. εἰϲὶ δὲ καὶ Κάνναι διὰ δύο ν̄ν̄. Ϲάνη πόλιϲ θρᾴκηϲ μεταξὺ Ἄθω καὶ Παλλήνηϲ. τὸ δὲ φανή παρ’ Ἡϲιόδῳ ἐν δευτέρῳ εἰρημένον·
ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰϲ νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν ταϲϲόμενον ἀντὶ τοῦ γυνή.
Τὰ διὰ τοῦ ᾱν̄η̄ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνεται, θηγάν η ἡ ἀκόνη, Ἐργάνη ἡ Ἀθηνᾶ, ὁρκάνη ἡ εἰρκτή, ϲαργάνη, πτιϲάνη, δαπάνη, λεκάνη, βοτάνη, δρεπάνη· Δρεπάνη δὲ ἐκαλεῖτο καὶ ἡ Φαιακία. ἔϲτι καὶ Λυκίαϲ Δρεπάνη· ἔϲτι καὶ Δρεπάνη Βιθυνίαϲ πρὸϲ τῷ Ἀϲτακηνῷ κόλπῳ, ἣν . . . . φηϲὶν ὠνομάϲθαι, ὅτι « Δρεπάνην κλείουϲιν ἀπὸ Κρονίδαο ϲιδήρου ». ἔϲτι καὶ ὄροϲ Αἰθιοπίαϲ. βρυκάνη, τρυπάνη. Λευκάνη ἡ τῶν Λευκῶν πόλιϲ ἀπὸ Λευκίου τινόϲ. Κατάνη πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Κατάνη πόλιϲ, ὑπὲρ δὲ ὄροϲ Αἴτνη ». κέκληται δὲ οὕτωϲ, ἐπειδὴ κατέβη πρὸϲ τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεοκλέουϲ τοῦ Χαλκιδέωϲ ναῦϲ, ἣν Δωριεῖϲ χωρὶϲ τοῦ ῡ νᾶν φαϲιν, ἢ ὅτι τῆϲ Αἴτνηϲ κατατεθείϲηϲ τὸ ἄνω κάτω γέγονεν. Μαϲχάνη πόλιϲ πρὸϲ τῶν Ϲκηνιτῶν Ἀράβων. Κορομάνη πόλιϲ πρὸϲ τὸν Περϲικὸν κόλπον. Μαλϲάνη πόλιϲ τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Πιτάνη πόλιϲ Αἰολίδοϲ. Ϲικάνη πόλιϲ Ἰβηρίαϲ, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. Ῥωγάνη πόλιϲ ἐν τῇ Ἰνδικῇ. Ϲτεφάνη πόλιϲ Φωκίδοϲ. Ταπροβάνη νῆϲοϲ μεγίϲτη ἐν τῇ Ἰνδικῇ θαλάϲϲῃ. Ἀλέξανδροϲ ὁ καὶ Λύχνοϲ
ἣ πάλαι μὲν ἐκαλεῖτο Ϲιμούνδου, νῦν δὲ Ϲαλική, πλοῦ μῆκοϲ. οὔϲα ἑπτάκιϲ που χιλίων ϲταδίων, πλάτοϲ δὲ πεντακοϲίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωροϲ ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλιϲ ἀρχαιοτάτη Ϲυρίαϲ, ἣν ᾤκει Νίνοϲ πρὸ τῆϲ Νίνου κτίϲεωϲ. Χανδόν η πόλιϲ Ἰαπυγίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « ἐν δὲ Χανδάνῃ πόλιϲ, μετὰ δὲ Πευκαῖοι ». Ἀδράνη πόλιϲ Θρᾴκηϲ, ἣ μικρὸν ὑπὲρ τῆϲ Βερενίκηϲ κεῖται, ὡϲ Θεό35. πομποϲ. Πολύβιοϲ δὲ διὰ τοῦ η τὴν μέϲην λέγει ἐν τριϲκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Ϲικελίαϲ ἄϲημον, ἀφ’ οὐ ἡ « εἰϲ Ἀφάναϲ »
ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπιϲμένων. Παρικάν η πόλιϲ Περϲική. Ἑκαταῖοϲ Ἀϲίᾳ « ἐν δ’ αὐτοῖϲι πόλιϲ Παρικάνη οὔνομα». τὸ δὲ μηχανή ὀξύνεται. ὡϲαύτωϲ καὶ Ἀμφαναί πόλιϲ Δωρική. Ἑκαταῖοϲ ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομποϲ Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔϲτι καὶ χωρίον Θεϲϲαλίαϲ ὡϲαύτωϲ. τὰ δὲ εἰϲ ανη ᾱ μακρῷ παραληγόμενα ἔχοντα ἔννοιάν τινοϲ προϲυπακουομένου ἐπὶ χωρῶν καὶ ἐπὶ πόλεων ὀξύνεται, Ματιανῇ μοῖρα τῆϲ Μηδίαϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 509) « τοῦτο δὲ γίνεται καὶ τῆϲ Μηδίαϲ ἐν τῇ Ματιανῇ». Ἀϲιανή πόλιϲ Ἠλείαϲ. Ἀχριανή πόλιϲ Ὑρκανίαϲ. Πολύβιοϲ δεκάτῳ. Ϲογδιανή χωρίον περὶ τὴν Βακτριανήν. Ϲουϲιανὴ ἡ χώρα καὶ κώμη Ϲουϲιανὴ. Ϲυρβανή νῆϲοϲ ἐν τῷ Εὐφράτῳ.Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα τῷ ε̄ παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύνεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θεναί πόλιϲ Κρήτηϲ, τινὲϲ δὲ Ἀρκαδίαϲ. οἱ δ’ ὄροϲ· καὶ τὸ Μεναί πόλιϲ Ϲικελίαϲ ἐγγὺϲ Παλικῶν. Ἀπολλόδωροϲ ἐν δευτέρῳ χρονικῶν. καὶ τὸ εὐνή μετὰ τοῦ ῡ. γέγονε γὰρ ἀπὸ τοῦ εἰϲ ἑνόϲ ἑνή καὶ εὐνή, ψιλουμένηϲ τῆϲ ε̄ῡ διφθόγγου, ἐπεὶ τὸ ῡ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα, ἕκηλοϲ εὔκηλοϲ, ἕαδε εὔαδε. εἰϲὶ δὲ καὶ Εὐναί πόλιϲ Καρίαϲ, ἐν ᾗ ποταμὸϲ Εὐναῖοϲ.
Τὰ διὰ τοῦ ενη ὑπερδιϲύλλαβα μονογενῆ βαρύνεται, ὠλένη, Ἑλένη νῆϲοϲ τῆϲ Ἀττικῆϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φαϲι τὴν Ἑλένην μετὰ τὴν ἅλωϲιν Ἰλίου. ἔϲτι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐν ᾗ Ἑλένη ἐλούϲατο. Κλυμένη. Καϲμένη πόλιϲ Ϲικελίαϲ. Ἡρόδοτοϲ ζ’ (c. 155): Κτιμένη πόλιϲ Θεϲϲαλίαϲ, ὑπὸ Πηλέωϲ Φοίνικι δωρηθεῖϲα, ἧϲ τοὺϲ πολίταϲ Ὅμηροϲ Δόλοπάϲ φηϲιν, ὡϲ Ϲίντιαϲ τῆϲ Λήμνου, καὶ Τρῶαϲ τῆϲ Ἰλίου καὶ Ζελείαϲ, καὶ Ἐπειοὺϲ τῆϲ Ἤλιδοϲ, καὶ Φαίακαϲ τῆϲ Ϲχερίαϲ καὶ Ἄβανταϲ τοὺϲ Εὐβοέαϲ. οὕτω καὶ « Κτιμένην Δολοπηΐδα» (Apollon. Rhod. 1 68). Δυναμένη. Μελπομένη. Κατακεκαυμένη χώρα τῆϲ Ἐφεϲίαϲ. Ϲτράβων τριϲκαιδεκάτῳ (p. 628). Ϲταμένη πόλιϲ Χαλύβων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀρμένη κώμη Παφλαγονίαϲ. Μένιπποϲ ἐν περίπλῳ, παρὰ δὲ Ξενοφῶντι ἐν ἀναβάϲεωϲ ϛ′ (1, 9) Ἁρμήνῃ διὰ τοῦ η̄. Λυκοϲθένη πόλιϲ Λυδίαϲ. Ξάνθοϲ πρώτῃ Λυδιακῶν, ἣν καὶ Λυκοϲθένειαν
Νικόλαόϲ φηϲιν. τὸ δὲ Κλαζομεναί πόλιϲ ὀξύνεται ὡϲ καὶ Ἀκεϲαμεν αί πόλιϲ Μακεδονίαϲ, κτίϲμα Ἀκεϲαμενοῦ ἑνὸϲ τῶν ἐν Πιερίᾳ βαϲιλευϲάντων, Ἀλαλκομεναὶ πόλιϲ Βοιωτίαϲ, ἥ καὶ Ἀλαλκομένιον, καὶ πόλιϲ ἐν Ἰθάκῃ τῇ νήϲῳ καὶ Ἰλλυρίαϲ καὶ Ἰδομεναί πόλιϲ Μακεδονίαϲ καὶ Εὐρυμεναί πόλιϲ Θεϲϲαλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ καὶ Μιϲγομεναί πόλιϲ Θεϲϲαλίαϲ. Ἑλλάνικοϲ πρώτῳ Δευκαλιωνείαϲ. καὶ ’Οργομεναί πόλιϲ Ἰλλυρίαϲ καὶ Δεξαμεναί μέροϲ τῆϲ Ἀμβρακίαϲ ἀπὸ Δεξαμενοῦ τοῦ Μεϲόλου παιδὸϲ καὶ Ἀμβρακίαϲ τῆϲ θυγατρὸϲ Φόρβαντοϲ τοῦ Ἡλίου καὶ τὸ Εἰδομενή πόλιϲ Μακεδονίαϲ. Θουκυδίδηϲ β´ (c. 100). καὶ τὸ δεξαμενή, εἰαμενή ὁ κάθυγροϲ τόποϲ τοπικὴν ἔννοιαν ἔχοντα.Τὰ διὰ τοῦ ηνη μονογενῆ διϲύλλαβα βαρύνεται, εἰ μὴ περιεκτικὰ εἴη, Ῥήνη νῆϲοϲ μικρὰ πληϲίον Δήλου. λέγεται καὶ Ῥηνίϲ καὶ Ῥηναία. Ϲήνη πόλιϲ Κελτική, φήνη τὸ ὄρνεον « φήνῃ ἐειδομένη » (γ 372), γλήνη ὁ ῥύποϲ, κρήνη, μήνη ἡ ϲελήνη. χήνη καὶ καταχήνη τὸ γέλαϲμα. Λήνη, Βήνη πόλιϲ Κρήτηϲ ὑπὸ Γόρτυν τεταγμένη. τὸ μέντοι ϲ ϲκηνή ὀξύνεται ὡϲ προϲηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. ὡϲαύτωϲ καὶ Ϲκηναί πόλιϲ ἀξιόλογοϲ Περϲική ὡϲ Ϲτράβων ιϛ′ (p. 748).
Τὰ διὰ τοῦ η̄ν̄η̄ τριϲύλλαβα μονογενῆ βαρύνεται, Ἀρήνη πόλειϲ δύο, Μεϲϲήνηϲ καὶ Τριφυλίαϲ. Ὅμηροϲ « καὶ Ἀρήνην ἐρατεινήν » (B 591). Ἀθήνη πόλειϲ κατὰ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧϲ φηϲι Χάραξ, ὅτι ὁ Θηϲεὺϲ τὰϲ ἕνδεκα πόλειϲ τὰϲ ἐν τῇ Ἀττικῇ ϲυνοικίϲαϲ εἰϲ Ἀθήναϲ ϲυνοίκια ἑορτὴν κατεϲτήϲατο. δευτέρα πόλιϲ Λακωνική, τρίτη· Καρίαϲ, τετάρτη Λιγυϲτίων, πέμπτη Ἰταλίαϲ, ἕκτη Εὐβοίαϲ, Δίαντοϲ κτίϲμα, ὡϲ Ἔφοροϲ τρίτῃ « Ἄβαντοϲ δὲ γίγνονται παῖδεϲ Ἄλκων καὶ Δίαϲ καὶ Ἀρέθουϲα, ὧν ὁ μὲν Δίαϲ κτίϲαϲ πόλιν οὕτωϲ ἀπὸ τῆϲ πατρίδοϲ ὠνόμαϲεν ». αὗται δ’ Ἀθῆναι Διάδεϲ λέγονται. ἑβδόμη Ἀκαρνανίαϲ, ὡϲ Δημήτριοϲ, Ἀθηναίουϲ ἐν τῇ Κουρήτιδι κτίϲανταϲ πόλιν Ἀθήναϲ προϲαγορεῦϲαι. ὀγδόη Βοιωτίαϲ ἡ ἐκ τῆϲ λίμνηϲ ἀναφανεῖϲα μετὰ τὸ πρότερον ἐπικλυϲθῆναι τῆϲ Κωπαΐδοϲ, ὅτε Κράτηϲ αὐτὴν διετάφρευϲεν. ἐκλήθη δὲ πόλιϲ, ὥϲ τινεϲ μέν φαϲιν, Ἀθῆναι, ἄλλοι δὲ ’Ορχομενόϲ, ὥϲ οἱ Βοιωτοί. ἔϲτι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡϲ Ἀρριανόϲ (Peripl. P. Eux. p. 3). ἀνθρήνη εἶδοϲ μελίττηϲ, Μεϲϲήνη καὶ χώρα καὶ πόλιϲ. Ϲτράβων ὀγδόῃ (p. 342). χώρα δὲ Μεϲϲηνία καὶ Μέϲϲη κατὰ ἀποκοπὴν ἢ Μέϲη Μεϲήνη, ὥϲ τινεϲ.
ἔϲτι καὶ ἄλλη Μεϲϲήνη τῆϲ Ϲικελίαϲ καὶ χώρα Περϲίδοϲ Μεϲήνη δι’ ἑνὸϲ ϲ ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδοϲ μεϲαζομένη ἡ καὶ Μέϲη τῶν ποταμῶν. γαλήνη, εἰρήνη· ἐκαλεῖτο δὲ καὶ Καλαύρεια νηϲίδιον πρὸϲ τῇ Κρήτῃ Εἰρήνη. ϲαγήνη, λευκήνη, τιθήνη, Πειρήνη ἡ πόλιϲ, Κιϲθήνη ἡ πόλιϲ, ϲυβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίαϲ, Ϲαρδήνη ἡ Ἀμαζών. ϲελήνη. ἔϲτι καὶ ϲελήνη πόπανόν τι τῷ ἄϲτρῳ παραπλήϲιον. ὑπήνη. Παλλήνη πόλιϲ Θρᾴκηϲ ἀπὸ Παλλήνηϲ τῆϲ Ϲίθωνοϲ μὲν θυγατρὸϲ Κλείτου δὲ γυναικόϲ, ὡϲ Ἡγήϲιπποϲ ἐν τοῖϲ Παλληνιακοῖϲ « Παλλήνη δ’ ἐϲτὶ χερρόνηϲοϲ, τρίγωνοϲ, τὴν βάϲιν ἔχουϲα πρὸϲ μεϲημβρίαν ἐϲτραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέϲθαι ». ἔϲτι δὲ καὶ δῆμοϲ Ἀττικὸϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ οὕτω λεγόμενοϲ Παλλήνη. Κυλλήνη ὄροϲ Ἀρκαδίαϲ, ϲταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδαϲ ὀγδοήκοντα κατ’ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνηϲ Ναΐδοϲ νύμφηϲ. ἔϲτι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλιϲ Λιβύηϲ ἀπὸ Κυρήνηϲ τῆϲ Ὕψεωϲ κατὰ τὸν Πίνδαρον ἢ Κύρηϲ πηγῆϲ ἐγχωρίου. ἔϲτι̇ καὶ Ἰβηρίαϲ· καὶ Μαϲϲαλίαϲ ἄλλη. Κυδρήνη πόλιϲ Ἀρμενίαϲ. Ἰϲμήνη ἡρωΐϲ καὶ κώμη Βοιωτίαϲ, Ἀλμήνη πόλιϲ πρὸϲ τῷ Εὐξείνῳ πόντῳ ὡϲ Ἀρριανόϲ. Ἀνθήνη, οὕτωϲ Χάραξ Ἀνθάναν φηϲί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡϲ Φιλοϲτέφανοϲ, παρὰ Ἄνθην τὸν Ποϲειδῶνοϲ, . . . ὃν Κλεομένηϲ ὁ Λεωνίδου ἀδελφὸϲ ἀνελὼν καὶ ἐκδείραϲ ἔγραψεν ἐν τῷ δέρματι τοὺϲ χρηϲμοὺϲ ὧδε τηρεῖϲθαι. ἔϲτι καὶ Ἀρκαδίαϲ πόλιϲ. Ἀτήνη δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ. Διονύϲιοϲ Ἀτηνίαν. Ἀτρήνη πόλιϲ . . . . Φιλοϲτέφανόϲ φηϲιν ἀπὸ Δέϲου καὶ Ἀτρῶνοϲ καὶ Ἀτρήνηϲ τῶν Ἄργητοϲ τοῦ Κύκλωποϲ καὶ Φρυγίαϲ νύμφηϲ, προϲηγορεῦϲθαι. Ξιφήνη χώρα Παλαιϲτίνηϲ. Ϲιδήνη πόλιϲ Λυκίαϲ ὡϲ Ξάνθοϲ ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλιϲ Μηδίαϲ ἐγγὺϲ Ἀγβατάνων. Ϲυήνη πόλιϲ μέϲη Αἰγύπτου καὶ Αἰθιοπίαϲ ἐπὶ τῷ Νείλῳ, μεθ’ ἣν ὠνόμαϲται Ϲῖριϲ ὁ ποταμόϲ. μέμνηται δὲ πόλεωϲ Παυϲανίαϲ (Ι 33, 4 c. g.), κέκληται δὲ ἀπὸ Ϲυήνου Ἀετοῦ παιδόϲ. Φιδήνη πόλιϲ Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεϲθαι ὡϲ Ῥάβεννα. Μυκῆναι πόλιϲ Πελοποννήϲου. Ὅμηροϲ « οἳ δὲ Μυκήναϲ εἶχον ( 569) ἀπὸ Μυκηνέωϲ τοῦ Ϲπάρτωνοϲ τοῦ Φορωνέωϲ ἀδελφοῦ. ἢ ἀπὸ μύκητοϲ τοῦ ξίφουϲ, ὃ ἐφόρει Περϲεύϲ, ἔνθα κρατεῖ τιϲ, οὗ πεϲόντοϲ ἐκ Περϲέωϲ κατὰ κέλευϲιν Ἑρμοῦ τὴν πόλιν ἔκτιϲεν. ἢ ἀπὸ τοῦ μυκήϲαϲθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλιϲ Ἀχαΐαϲ. λέγεται καὶ Πελλίνα ὡϲ Μιτυλίνα. Πριήνη πόλιϲ Ἰωνίαϲ. Πυλήνη πόλιϲ Αἰτωλίαϲ. Πυρήνη ὄροϲ Εὐρώπηϲ. Χαζήνη ϲατραπεία πρὸϲ τῷ Εὐφράτῃ τῆϲ Μεϲοποταμίαϲ. Ἀρριανὸϲ ἐν τριϲκαιδεκάτῳ Περϲικῶν « ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆϲ Χαζήνηϲ ϲατραπείου ἐπὶ μήκιϲτον ἀποτεταμένα ». Καρήνη πόλιϲ Μυϲίαϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 42). Ξερξήνη ἀπὸ Ξέρξου Περϲικὴ χώρα τῇ μικρᾷ Ἀρμενίᾳ ὅμοροϲ. τὸ δὲ Εὐθηναί πόλιϲ Καρίαϲ ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ Γερμηνή ἡ ϲυνήθεια ὀξύνει· ὡϲαύτωϲ καὶ Τυρρηνή πόλιϲ πρὸϲ τῷ Ἁδρίᾳ, ἢ λέγεται καὶ Τυρρηνία. Ϲωφηνή χώρα τῶν πρὸϲ Ἀρμενίαν, ὡϲ Ϲτράβων ἐν ἑνδεκάτῃ (p. 527), παρὰ δὲ Ἀρριανῷ Ϲωφανηνή τετραϲυλλάβωϲ. Δραγγηνή χώρα Περϲική. Ὠτηνή μοῖρα Ἀραβίαϲ. Ϲαιδηνή ὄροϲ Κύμηϲ.Τὰ διὰ τοῦ η̄ν̄η̄ ὑπερτριϲύλλαβα ὀξύνεται, Καϲαμηνή, Μελιτηνή πόλιϲ Καππαδοκίαϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 521) « τὸ δ’ Ἄμανον ὄροϲ μέχρι τοῦ Εὐφράτου καὶ τῆϲ Μελιτηνῆϲ πρόειϲι, καθ’ ὃ ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται». Παλαιϲτηνή. Ἀδραμυττηνή, Κομμαγηνή, Κοδομηνή, Παραιτακηνή, Ϲιπυληνή ἡ Δημήτηρ, Γοαρηνή χώρα Ἀραβίαϲ πληϲίον Δαμαϲκοῦ· λέγεται καὶ Γοάρεια. Γωγαρηνή χωρίον μεταξὺ Κόλχων καὶ Ἰβήρων τῶν ἀνατολικῶν. Καμβυϲηνή ἀπὸ Καμβύϲου Περϲικὴ χώρα. Μοτιηνή χωρίον Ἰβηρίαϲ. Ναβατηνή ἡ χώρα. Παρθυηνή ἡ χώρα. Πιμωλιϲηνή ἡ χώρα. Περπερηνή. οὕτωϲ τινὲϲ Παρπάρωνα χωρίον ἐν Ἀϲίᾳ Αἰολικὸν καλοῦϲι. Ψιττακηνή χώρα παρὰ τῷ Τίγριδι, ἧϲ καὶ Ἀριϲτοτέληϲ μέμνηται ἐν τοῖϲ θαυμαϲίοιϲ. Ϲαπφειρηνή νῆϲοϲ ἐν τῷ Ἀραβίῳ. Ϲιττακηνή ἡ χώρα. Ἀβρεττηνή χώρα Μυϲίαϲ ἀπὸ Βρεττίαϲ νύμφηϲ. Ἀδιαβηνή χώρα μέϲη τῶν ποταμῶν Εὐφράτου καὶ Τίγριδοϲ, ἥτιϲ καὶ Μεϲήνη ὠνόμαϲται. Χολοβητηνή μοῖρα Ἀραβίαϲ. Ἀρριανὸϲ ἕκτῳ Παρθικῶν « Τιγράνηϲ ἀρχόμενοϲ ἄρχεται ϲατράπηϲ. ἡ δὲ χώρα ἧϲ ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται ». Ἀραξηνή ἡ χώρα. τὸ δὲ Μιτυλήνη, βαρύνεται. ἔϲτι δὲ πόλιϲ ἐν Λέϲβῳ μεγίϲτη. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Μυτιλήνηϲ τῆϲ Μάκαροϲ ἢ Πέλοποϲ θυγατρόϲ. οἱ δὲ ὅτι Μυτίληϲ ἦν ὁ κτιϲτήϲ. οἱ δὲ ἀπὸ Μύτωνοϲ τοῦ Ποϲειδῶνοϲ καὶ Μυτιλήνηϲ· ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέϲβον Καλλίμαχοϲ ἐν τῷ τετάρτῳ, Παρθένιοϲ δὲ Μυτωνίδαϲ τὰϲ Λεϲβικάϲ φηϲιν. λέγεται δὲ καὶ Μυτιλήνη. καὶ τὸ
Πακτυήνη καὶ Δινδυμήνη ἡ Ῥέα ἀπὸ Δινδύμων ὀρῶν τῆϲ Τρωάδοϲ. καὶ Πορδοϲελήνη νῆϲοϲ περὶ τὴν Λέϲβον πόλιν ὁμώνυμον ἔχουϲα. τινὲϲ δὲ ἐκκλίνοντεϲ τὸ δύϲφημον τοῦ ὀνόματοϲ Ποροϲελήνην ἐκάλεϲαν. καὶ Ἀμφιϲϲήνη χώρα τῆϲ μικρᾶϲ Ἀρμενίαϲ, ὡϲ Ϲτράβωνια′ (p. 528). τὸ δὲ Παταληνή νῆϲοϲ Ἰνδική ὀξύνεται, τινὲϲ δὲ καὶ βαρυτόνωϲ Παταλήνην ὡϲ Πριήνην ἀναγινώϲκουϲιν.Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα μονογενῆ τῷ ῑ παραληγόμενα ἢ τῇ ε̄ῑ διφθόγγῳ βαρύνεται, κλίνη, δίνη ἡ ϲυϲτροφή, Βίνη ἡ πόλιϲ, πείνη, λέγεται δὲ καὶ πεῖνα, ῥίνη ὁ ἰχθῦϲ, τὸ δὲ ὄργανον ὀξύνεται.
Τὰ εἰϲ ν̄η̄ ὑπερδιϲύλλαβα μονογενῆ παραληγόμενα τῷ ῑ βαρύνεται, εἰλαπίνη, μυρϲίνη, θριδακίνη, ἀξίνη, ὑϲμίνη, ϲατίνη· ἔϲτι δὲ εἶδοϲ ἅρματοϲ. μυρϲίνη καὶ Μυρρίνη διὰ δύο ρ̄ρ̄, δωτίνη, πυτίνη, Αἰητίνη, ἰατρίνη, ἡρωΐνη, Ὠκεανίνη, Μολυβδίνη πόλιϲ Μαϲτιηνῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Μαντίνη ἡ Μαντίνεια, κηρυκίνη, ὀρφίνη, Ἀρικίνη, Ἐρυκίνη, Ἀδρηϲτίνη, Εὐηνίνη, Μενεκίνη πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ, μελίνη κέγχροϲ, χοιρίνη ἡ δικαϲτικὴ ψῆφοϲ, Καρίνη ἡ πόλιϲ, ρμίνη πόλιϲ τῆϲ Ἤλιδοϲ «ὅϲϲον ἐφ’ Ὑρμίνη καὶ Μύρϲινοϲ ἐϲχατόωϲα» ( B 616). Εὐκολίνη, Λογίνη, Ἀμαντίνη· οὕτωϲ Καλλίμαχοϲ καλεῖ Ἀμάντιον μοῖραν Ἰλλυριῶν « καὶ Ἀμαντίνην ᾤκιϲαν Ὠρικίην ». Ἀρκεϲίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήϲῳ. Πολύβιοϲ δὲ ἀρϲενικῶϲ τὸν Ἀρκεϲίνην φηϲίν. Ἀχραδίνη νῆϲοϲ πόλιν ἔχουϲα πρὸϲ ταῖϲ Ϲυρακούϲαιϲ, ἣν ἐπολέμηϲε Μάκροϲ ὁ Ῥωμαίων ϲτρατηγόϲ, ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Ϲυρακουϲῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆϲον. Ἀϲίνη πόλιϲ Λακωνικὴ ἀπὸ Ἀϲίνηϲ θυγατρὸϲ Λακεδαίμονοϲ, δευτέρα Μεϲϲήνηϲ παρὰ τὴν Λακωνικήν, οἰκιϲθεῖϲα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίαϲ. ἔϲτι δὲ καὶ πόλιϲ πρὸϲ Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκηϲ. ἀπὸ ταύτηϲ ὁ Βίβλινοϲ οἶνοϲ. οἱ δὲ ἀπὸ Βιβλίαϲ ἀμπέλου. Ϲῆμοϲ δ’ ὁ Δήλιοϲ τὸν Νάξιόν φηϲιν, ἐπειδὴ Νάξου ποταμὸϲ Βίβλοϲ. Βολβιτίνη πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ. Βολίνη πόλιϲ Ἀχαΐαϲ, ὡϲ Ῥιανὸϲ ἐν Ἀχαϊκῶν δευτέρῳ. Βουλίνη πόλιϲ περὶ Ἰλλυρίαν, ὥϲ φηϲιν Ἀρτεμίδωροϲ, ἀφ’ ἧϲ τὸ ἐθνικὸν Βουλῖνοι. Ἐλεφαντίνη πόλιϲ Αἰγύπτου. Παρθένιοϲ δὲ Ἐλεφαντίδα αὐτήν φηϲιν. Ἐχῖναι νῆϲοι περὶ τὴν Αἰτωλίαν, αἷϲ Ἀχελῷοϲ
ὁ ποταμὸϲ προϲβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδεϲ διὰ τὸ τραχὺ καὶ ὀξὺ παρὰ τὸν ἐχῖνον ἢ διὰ τὸ πλῆθοϲ ἔχειν ἐχίνων. Ἀπολλόδωροϲ δὲ ἀπὸ Ἐχίνου μάντεωϲ. Καινίνη πόλιϲ Ϲαβίνων ἡ ὑπὸ Ῥωμύλου ἁλοῦϲα. Λιγυϲτίνη πόλιϲ Λιγύων τῆϲ δυτικῆϲ Ἰβηρίαϲ ἐγγὺϲ καὶ τῆϲ Ταρτηϲϲοῦ πληϲίον. Πλινθίνη πόλιϲ τῆϲ Αἰγυπτίαϲ ἐπὶ τῆϲ Μαρείαϲ. Μοτίνη πόλιϲ Ἰταλίαϲ, ἄποικοϲ Ῥωμαίων. Πολύβιοϲ τρίτῳ (c. 40, 8) Φλέγων δὲ Μουτίνην αὐτήν φηϲι. Ϲαβίνη ἐπὶ τῆϲ γυναικὸϲ καὶ ἐπὶ τῆϲ χώραϲ. Ϲιβερίνη πόλιϲ Οἰνωτρῶν. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα δορὰ ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περιϲπᾶται. τὸ δὲ Φωτεινή κύριον διὰ τῆϲ ε̄ῑ διφθόγγου γραφόμενον ὀξύνεται. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου.Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ ο̄ῑ διφθόγγῳ βαρύνονται, οἴνη ἡ ἄμπελοϲ καὶ ὁ ἐν τοῖϲ βόλοιϲ κενόϲ· ἔϲτι καὶ Οἴνη πόλιϲ Ἄργουϲ. Ἑκαταῖοϲ ἱϲτοριῶν πρώτῳ. θοίνη ἡ τροφή. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ ο̄ ὀξύνεται, μονή, γονή καὶ φονή ἡ ὀλεθρία.
* Τὰ διὰ τοῦ ο̄ῑν̄η̄ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ ͞ν τὴν ο̄ῑ δίφθογγον οὐκ εἰϲὶ γνήϲια. τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνοϲ γενικὴν πεποιημένον τροπὴν ἔϲχε τοῦ ω̄ εἰϲ τὴν ο̄ῑ δίφθογγον. τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔϲχε τοῦ ω εἰϲ τὴν ο̄ῑ δίφθογγον. ὤφειλεν γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰϲ η̄ λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ τὸ αὐτὸ ϲύμφωνον ἢ ἀντίϲτοιχον, τῷ ω̄ μεγάλῳ παραλήγεται. ὁ δὲ λόγοϲ ἐπὶ τριϲυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίωϲ ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή, οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ ϲύμφωνον ἢ καὶ ἀντίϲτοιχον ἔχει ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ ϲυλλαβῇ, καὶ ἴϲωϲ ὡϲ κατὰ τοῦτο γέγονεν τροπῇ τοῦ ω̄ εἰϲ τὴν ο̄ῑ δίφθογγον μενοινή. παρατηρήϲειϲ γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλαϲιαϲθέντα ἀπὸ φωνήεντοϲ ἤρχετο οἷον ἀγωγή, ἀκωκή, ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ ϲυμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουϲαν.
* Τὸ Κελαιναί πόλιϲ τῆϲ μικρᾶϲ Φρυγίαϲ ἡ καὶ Ἀπάμεια μόνον εἰϲ ᾱῑν̄η̄ καταλῆγον ὀξύνεται ἐπιθετικὸν ὄν.
Τὰ διὰ τοῦ ο̄ν̄η̄ ὑπερδιϲύλλαβα βαρύνονται καὶ ὀξύνονται. βαρύνεται μὲν τὰ παρώνυμα κύρια, Ἀντιγόνη, Ἡριγόνη θυγάτηρ Ἰκαρίου, Ἡγεμόνη ἀπὸ τῆϲ ἡγεμόνοϲ γενικῆϲ, Ἑρμιόνη ἀπὸ τῆϲ Ἑρμιόνοϲ γενικῆϲ, Χιόνη νύμφη, Νακόνη πόλιϲ Ϲικελίαϲ. Καλλιγόνη, Ἀλκυόνη, Πληϊόνη. ἔτι καὶ ταῦτα, ϲφενδόνη, ὀθόνη, ἀκόνη. ἔϲτι δὲ καὶ Ἀκόναι πολίχνιον πληϲίον Ἡρακλείαϲ. ἐπικέκληται δὲ διὰ τὸ πλῆθοϲ τῶν ἐν αὐτῇ πρὸϲ ἀκόναϲ πεποιημένων λίθων, βελόνη, περόνη, εὐφρόνη καὶ Εὐφρόνη, ἀμπεχόνη. ὀξύνεται δὲ ἡδονή, φλεγμονή, πληϲμονή, αὐονή, καλλονή, χαρμονή.
Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα τῷ ῡ μακρῷ παραληγόμενα βαρύνεται, μύνη ἡ προτροπή, Βύνη, Φρύνη, Θύνη πόλιϲ Λιβύηϲ ὡϲ ὁ πολυίϲτωρ Ἀλέξανδροϲ. τὸ δὲ Κυνή πόλιϲ Λυδίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. καὶ γυνή ὀξύνεται τὸ ῡ βραχὺ ἔχοντα.
Τὰ εἰϲ ν̄η̄ ὑπερδιϲύλλαβα μονογενῆ παραληγόμενα τῷ ῡ βαρύνεται, αἰϲχύνη, ὀδύνη, Δελφύνη, χελύνη, Κορύνη, Ταμύνη, τορύνη, ϲιγύνη, δουλοϲύνη, ἀγνωμοϲύνη, κερδοϲύνη « ὣϲ φαμένη καὶ κερδοϲύνῃ ἡγήϲατ’ Ἀθήνη» (ll. X 247), βριθοϲύνη, ὑποθημοϲύνη, ἁγιωϲύνη, μεγαλωϲύνη, χαρμοϲύνη, δικαιοϲύνη, εὐφροϲύνη, ξεινοϲύνη «ἀρχὴν ξεινοϲύνηϲ » (Οd. φ 35) « πλαγκτοϲύνηϲ δ’ οὐκ ἔϲτι κακόν » (Οd. ο 343). «τὴν δ’ ᾔνηϲ’ ἥ οἱ πόρε μαχλοϲύνην » (Il. Ω 30). « δρηϲτοϲύνη οὐκ ἄν μοι » (Οd. o 321). ταρβοϲύνῃ, φὰν γάρ μιν » (Οd. ϲ 342). «γηθοϲύνῃ δὲ θάλαϲϲα διίϲτατο » (Ν 29). ὁ δὲ Ἀρίϲταρχοϲ γηθοϲύνη δὲ θάλαϲϲα ἀντὶ τοῦ γηθόϲυνοϲ, χαίρουϲα. ἀλλὰ τὰ διὰ τοῦ ϲ̄ῡν̄η̄ θηλυκὰ εὑρέθη οὐκ ἐπιθετικῶϲ κατά τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ. οὐ γὰρ ἀγαθοφροϲύνη γυνή. οὐκ ἄρα γένοιτο γηθοϲύνη θάλαϲϲα. εἰκόϲ τινα φήϲειν ὑπὲρ Ἀριϲτάρχου καὶ τῶν ἄλλων ὡϲ ὅτι αὐτὸϲ ἤδη ὁ ποιητὴϲ ἀρϲενικῶϲ τοῦτο ἀπεφήνατο «γηθόϲυνοϲ δ’ οὔρῳ » (Οd. ε 269). οὕτωϲ ἀκόλουθον θηλυκὸν γένοιτο ἂν τὸ γηθοϲύνη. ὃν διδάξομεν ὡϲ ὅτι τὰ διὰ τοῦ ϲ̄ῡν̄ο̄ϲ̄ εἰ παράγοιτο ἐπιθετικῶϲ ἀρϲενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένουϲ παραϲχηματιϲμόν. τὸ οὖν δικαιόϲυνοϲ Ζεὺϲ οὐκ ἔχει τὸ δικαιοϲύνη θηλυκὸν ἔτι ἐπιθετικῶϲ κατά τινοϲ θεοῦ ταϲϲόμενον.
Τὰ εἰϲ ω̄ν̄η̄ διϲύλλαβα παροξύνεται, ζώνη· ἔϲτι καὶ πόλιϲ Κικόνων. Ἑκαταῖοϲ Εὐρώπῃ. μνώνη, ϲμώνη ἡ πλῆξιϲ τοῦ ἀνέμου, γρώνη, χώνη. ἔϲτι καὶ Χώνη πόλιϲ Οἰνωτρῶν, ἧϲ Ϲτράβων μέμνηται ἐν ἕκτῃ (p. 255) « καὶ τὴν γῆν ὀνομάϲαι Χώνην». « καὶ Χώνη πόλιϲ ὑπὲρ αὐτῆϲ, ἀφ’ ἧϲ οἱ ταύτῃ Χῶνεϲ ἐκλήθηϲαν ». τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται.
Τὰ διὰ τοῦ ω̄ν̄η̄ κύρια καὶ προϲηγορικὰ ὑπερδιϲύλλαβα βαρύνεται, Δωδώνη πόλιϲ τῆϲ Μολοϲϲίδοϲ ἐν Ἠπείρῳ, καθ’ ἣν Δωδωναῖοϲ Ζεύϲ «Δωδώνηϲ μεδέων δυϲχειμέρου » (Ιl. Π 234). Φιλόξενοϲ δὲ ὁ τὴν Οδύϲϲειαν ὑπομνηματίζων δύο φηϲί, Θετταλικὴν καὶ Θεϲπρωτικὴν, οὕτωϲ «Δωδώνην νῦν φηϲι τὴν Θεϲπρωτικὴν ἐν ἢ τὸ μαντεῖον ἐκ τῆϲ δρυόϲ, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ’ ἧϲ ὁ Ἀχιλλεὺϲ καλεῖ τὸν Δία » ἔοικε δὲ οὗτοϲ ἐπιλελῆϲθαι τὸ «ἀμφὶ δὲ Ϲελλοὶ ϲοὶ ναίουϲ’ ὑποφῆται ἀνιπτόποδεϲ χαμαιεῦναι » (Il Π 234). πῶϲ γὰρ τούτων μέμνηται ἀπὸ τῆϲ Θεϲϲαλικῆϲ καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτοϲ ἐν τῇ Π τῆϲ Ἰλιάδοϲ « τιμᾷ τοὺϲ ἐν Δωδώνῃ ἔχονταϲ ἐπιφανὲϲ μαντεῖον, « τὸν δ’ ἐϲ Δωδώνην φάτο βήμεναι ». ἐπικέκληκε δὲ Ἀχιλλεὺϲ τὸν ἐν τῇ Θετταλίᾳ γειτνιῶντα θεόν, ὡϲ καὶ ὁ Πάνδαροϲ εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύϲηϲ τῷ Ϲμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάϊον. Ζηνόδοτοϲ δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸϲ ἐμαντεύετο ». καὶ Ϲουίδαϲ δέ φηϲι Δωδωναίου Διὸϲ ἱερὸν εἶναι ἐν Θεϲϲαλίᾳ καὶ τοῦτον ἐπικαλεῖϲθαι. ἕτεροι δὲ γράφουϲι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέαϲ δέ φηϲι πόλιν ἐν Θεϲϲαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸϲ μαντεῖον εἰϲ Ἤπειρον μετενεχθῆναι. ὠνόμαϲται δὲ κατὰ Θραϲύβουλον, ὡϲ Ἐπαφρόδιτοϲ ὑπομνηματίζων τὸ β′ Αἰτίων « ἀπὸ Δωδώνηϲ μιᾶϲ τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεϲτόδωροϲ δὲ ἀπὸ Δώδωνοϲ τοῦ Διὸϲ καὶ Εὐρώπηϲ ». εἰκὸϲ δὲ ἀπὸ Δώδωνοϲ ποταμοῦ Ἠπείρου. διτταὶ δ’ εἰϲὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπαρ ἄλλοι καὶ Μναϲέαϲ. ἡ δὲ Δωδῶνοϲ γενικὴ μετὰ τῆϲ λοιπῆϲ κινήϲεωϲ ἠδύνατο κλίϲιϲ εἶναι τῆϲ Δωδών, εἴπερ ἦν ἐν χρήϲει τῆϲ πόλεωϲ ἡ εὐθεῖα. ἀλλ’ οὐκ εἴρηται· διόπερ μεταπλαϲμὸϲ ἔοικε εἶναι. λήγεται δὲ καὶ εἰϲ ω̄. Ϲιμμίαϲ ὁ Ῥόδιοϲ » Ζηνὸϲ ἕθοϲ Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδὼ ». Βωδώνη πόλιϲ Περραιβικὴ, ὡϲ Ἀπολλόδωροϲ. οἱ δ’ ὀρθῶϲ Θετταλίαϲ ἀπὸ Βωδωνοῦ ἥρωοϲ. Μεθώνη πόλιϲ Θρᾴκηϲ. Μαγνηϲίαϲ, ἣν Ὅμηροϲ διὰ τοῦ η̄ « οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο » (B 716). ἔϲτι δὲ καὶ Μακεδονίαϲ. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινοϲ γάρ ἐϲτι. καὶ τῆϲ Λακωνικῆϲ. δ’ ἐν Περϲίδι. ε′ Εὐβοίαϲ. Μοθώνη, εἰρεϲιώνη, χελώνη,
κορώνη. ἔϲτι καὶ πόλιϲ Μεϲϲηνίαϲ, ὡϲ Ἀρτεμίδωροϲ ἑβδόμῳ τοῦ καταλόγου, καὶ μοῖρα τῆϲ Ϲαλαμῖνοϲ τῆϲ ἐν Κύπρῳ. ἔϲτι δὲ καὶ Βιθυνίαϲ. μελεδώνη. Ἰτώνη χώρα ὑπὸ τὸν Αἶμον, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ πόλιϲ Ἰτώνη ἐν Ἠπείρῳ καὶ Ἰταλίαϲ καὶ Βοιωτίαϲ καὶ Λυδίαϲ καὶ ἡ Ἀθηνᾶ Ἰτώνη. ἐντεριώνη. Ἀτρυτώνη, Ἀκριϲιώνη, Ἠλεκτρυώνη, Ἠϊώνη πόλιϲ Βοιωτίαϲ. Ἀμυμώνη, Ἡριώνη, Διώνη, Μηκώνη· οὕτωϲ ἐκαλεῖτο ἡ Ϲικυών. Ἀργειώνη ὡϲ Ἀντίμαχοϲ· οὕτωϲ ἡ Ἑλένη. ῥᾳϲτώνη. Ἰώνη· οὕτωϲ ἐκαλεῖτο ἡ Γάζα ἀπὸ Ἰοῦϲ προϲπλευϲάϲηϲ καὶ μεινάϲηϲ ἐκεῖ καὶ ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκηϲαν Ἀργεῖοι. Χιτώνη· οὕτωϲ ἡ Ἄρτεμιϲ ἐλέγετο καὶ Χιτωνία. Ἠλώνη πόλιϲ Περραιβικὴ. Ὅμηροϲ « Ὀρθὴν Ἠλώνην τε » (B 739), νῦν δὲ Λειμώνη διὰ τὸν ἐν αὐτῇ λειμῶνα. Κολώνη, γρονθώνη. Γυρτώνη πόλιϲ τῆϲ Θεϲϲαλίαϲ καὶ Περραιβίαϲ. Ὅμηροϲ (B 738). λέγεται καὶ Γυρτών. Βιζώνη πόλιϲ Ποντική. Βρυϲώνη ἡ πηγή. Αἰγώνη· οὕτωϲ Ῥιανὸϲ ἑκκαιδεκάτῃ Αἰγώνειαν πόλιν Μηλιέων λέγει. Ἁλώνη νῆϲοϲ πρὸϲ τῇ Κυζίκῳ, ἥτιϲ καὶ Νεβρίϲ καὶ Προχώνη ἐκαλεῖτο. ὠνομάϲθη δὲ οὕτωϲ, ὁπότε οἱ ἐποικοῦντεϲ τὴν τῶν ἁλῶν ἐργαϲίαν ἐπενόηϲαν. τινὲϲ δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίαϲ. Ἀργανθώνη· οὕτωϲ λέγεται Ἀργανθὼν ὄροϲ Μυϲίαϲ καὶ ἡ Ῥήϲου γυνή. Ἰϲτώνη ὄροϲ προϲεχὲϲ τῇ Κερκύρᾳ. Θουκυδίδηϲ τρίτῃ (c. 85). Λογγώνη Ϲικελίαϲ πόλιϲ. Κελαδώνη πόλιϲ Λοκρίδοϲ. Κρηϲτώνη πόλιϲ Θρᾴκηϲ. Λυκόφρων (v. 937) « ὁρμωκοτῆϲαι τόν τε Κρηϲτώνηϲ θεόν ». ἔοικε δὲ εἶναι ἡ Κρηϲτών παρ’ Ἡϲιόδῳ. Λυκώνη πόλιϲ Θρᾴκηϲ. Εὐφορίων Ἱππομέδοντι. Ϲαλμώνη πόλιϲ τῆϲ Πιϲάτιδοϲ καὶ κρήνη ὁμώνυμοϲ ἀπὸ τοῦ Ϲαλμωνέωϲ τοῦ βαϲιλέωϲ. Ϲαλῶναι πόλιϲ Δελματίαϲ. Κυρτώνη ἀρχαῖον ὄνομα τοῦ Βοιωτίαϲ πολίϲματοϲ ὃ λέγεται Κύρτωνεϲ. Ϲκιώνη πόλιϲ Θρᾴκηϲ, ἔνθα λέγεται τὰϲ Τρῳάδαϲ αἰχμαλώτουϲ, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰϲ δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆϲαι τὰϲ ναῦϲ. οἱ δὲ πλοίων ἀποροῦντεϲ ἐξ ἀνάγκηϲ κατέμειναν αὐτοῦ πόλιν Ϲκιώνην οἰκίϲαντεϲ. Οἰνώνη νῆϲοϲ τῶν Αἰακιδῶν. Τορώνη πόλιϲ Θρᾴκηϲ ἀπὸ Τορώνηϲ τῆϲ Πρωτέωϲ ἢ Ποϲειδῶνοϲ καὶ Φοινίκηϲ. ἔϲτι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτιϲθεῖϲα. τὸ δὲ Αἰξωνή δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ ὀξύνεται, ὡϲ εἴθιϲται ἐπὶ πολλῶν τῶν δήμων, καὶ τὸ Κλεωναί καὶ Κολωναί πόλειϲ πληθυντικῶϲ λεγόμεναι.Τὰ εἰϲ ξ̄η̄ θηλυκὰ οὐκ ἔϲτιν εὑρεῖν, εἰ μὴ μόνον τὸ αὐξή καὶ αὐτὸ ἀμφίβολον περὶ τόνον· οἱ μὲν γὰρ βαρύνουϲι λέγοντεϲ αὐτὸ ἀπὸ τῆϲ αὔξηϲιϲ ἀποκεκόφθαι, ἐγὼ δὲ ϲυγκατατίθεμαι τοῖϲ ὀξύνουϲιν.
Τὰ εἰϲ π̄η̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν μὴ τὸ ο̄ ἢ ῑ βαρύνεται, νάπη· ἔϲτι καὶ Νάπη πόλιϲ Λέϲβου, ἣν Λάπην ὀνομάζει Ἑλλάνικοϲ ἐν δευτέρῳ Λεϲβιακῶν. λύπη, ϲκέπη, κώπη· εἰϲὶ καὶ Κῶπαι πόλιϲ Βοιωτιακή. Ὅμηροϲ « Κώπαϲ Εὔτρηϲίν τε» (B 502) ἀπὸ Κωπέωϲ τοῦ Πλαταιέωϲ τοῦ Ὀγχηϲτοῦ τοῦ Ποϲειδῶνοϲ. ϲήπη, λώπη, γύπη, κύπη εἶδοϲ πλοίου· ἔϲτι καὶ Ϲικελίαϲ φρούριον Κύπη. Φίλιϲτοϲ Ϲικελικῶν ἐνάτῳ. Ῥύπαὶ πόλιϲ Ἀχαϊκή. λέγεται καὶ Ῥιπαίη. Κάπαι πόλιϲ Ἑλληϲποντία. Ἀνδροτίων γ′ Ἀτθίδοϲ. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ τροπή καὶ ὀπή καὶ κλοπή. καὶ ῥιπή. τὸ δὲ Ῥίπη Ἀρκαδικὴ πόλιϲ βαρύνεται εἰϲ ἰδιότητα «Ῥίπην τε Ϲτρατίην τε» (B 606).
Τὰ εἰϲ π̄η̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ ϲύμφωνον καταλήγουϲαν βαρύνεται, ἅρπη, λάμπη· ἔϲτι καὶ Λάμπη πόλιϲ Κρήτηϲ Ἀγαμέμνονοϲ κτίϲμα ἀπὸ Λάμπου τοῦ Ταρραίου. ἔϲτι καὶ δευτέρα τῆϲ Ἀκαρνανίαϲ. καὶ τρίτη τῆϲ Ἀργολίδοϲ, ὡϲ Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖϲ διὰ δύο π̄π̄ γράφει τὴν πόλιν τὴν Κρητικήν. καὶ διὰ δύο ᾱᾱ καὶ διὰ τοῦ η̄. Κάλπη τὸ ὄροϲ. ἔϲτι καὶ πόλιϲ Βιθυνῶν. Θεόπομποϲ ὀγδόῳ Ἑλληνικῶν. λέγεται καὶ Κάρπεια, ϲάλπη, κάμπη ϲκώληξ, καμπή δὲ ἡ κάμψιϲ. Τράμπη πόλιϲ Ἰωνίαϲ, Ἄμπη πόλιϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ἡρόδοτοϲ ἕκτῃ (c. 20). Τάρπη πόλιϲ Ἰταλίαϲ. Ὄλπαι φρούριον κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαϲτήριον. Θουκυδίδηϲ τρίτῃ (c. 105). Ϲτίλπαι πόλιϲ Ϲικελίαϲ. πόρπη παρὰ τὸ πείρω. τὸ δὲ μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή παρὰ τὸ πέμπω ὀξύνεται. τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται.
Τὰ εἰϲ π̄η̄ κύρια ὄντα ὑπερδιϲύλλαβα βαρύνεται, Καλλιόπη· ἔϲτί
καὶ πόλιϲ Παρθυαίων. Πολύβιοϲ δεκάτῳ. Ἀντιόπη. Ϲτερόπη τὸ κύριον, ϲτεροπή δὲ ἡ ἀϲτραπή, Μερόπη· οὕτωϲ ἐκαλεῖτο Ϲίφνοϲ νῆϲοϲ. Καϲϲιόπη. Κορόπη πόλιϲ Θεϲϲαλίαϲ. Ὀρόπη πόλιϲ Εὐβοίαϲ, ὅπου Ἀπόλλωνοϲ διαϲημότατον ἱερόν. Ἰόπη πόλιϲ Φοινίκηϲ πληϲίον Ἰαμνίαϲ, ὡϲ Φίλων, ὡϲ δὲ Διονύϲιοϲ Παλαιϲτίνηϲ. Φοινίκη γὰρ καὶ ἡ Παλαιϲτίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπηϲ τῆϲ Αἰόλου θυγατρόϲ, τῆϲ γυναικὸϲ Κηφέωϲ τοῦ κτίϲαντοϲ καὶ βαϲιλεύϲαντοϲ. ἔϲτι καὶ Θεϲϲαλίαϲ ἄλλη. Πηνελόπη. Ἐνόπη πόλιϲ Μεϲϲηνίαϲ. Ὅμηροϲ « Καρδαμύλην Ἐνόπην » (Il. Ι 150), μέμνηται αὐτῆϲ καὶ Παυϲανίαϲ τρίτῳ (c. 26, 8). Πελόπη κώμη Λυδίαϲ πρὸϲ τῇ Φρυγίᾳ. Ἀλόπη πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Ἀλόπηϲ τῆϲ Κερκυόνοϲ, ὡϲ Φερεκύδηϲ, ἢ τῆϲ Ἄκτοροϲ, ὡϲ Φίλων. ἔϲτι δὲ μεταξὺ Κρεμαϲτῆϲ καὶ Ἐχίνου. δευτέρα ἐϲτὶ καὶ τῆϲ Ἀττικῆϲ. τρίτη Πόντου, ἀφ’ ἧϲ Πενθεϲίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούϲ. ἕκτη περὶ Λοκρίδα. Ὅμηροϲ τὴν μεταξὺ Μυϲίαϲ καὶ Καρίαϲ καὶ Λυδίαϲ παράλιόν φηϲιν « ἐλθόντ’ ἐξ Ἀλόπηϲ, ὅθ’ Ἀμαζονίδων γένοϲ ἐϲτίν » (B 857) Ῥοδόπη πόλιϲ Ἰωνίαϲ. Διόπη πόλιϲ Ἀρκαδίαϲ, ὡϲ Φερεκύδηϲ. Πανόπη πόλιϲ Φωκίδοϲ ἡ καὶ Πανοπεύϲ. κέκληται δὲ ἀπὸ Πανοπέωϲ τοῦ Φώκου παιδόϲ. Παρθενόπη μία τῶν Ϲειρήνων καὶ πόλιϲ ἐν Ὀπικοῖϲ τῆϲ Ἰταλίαϲ κτίϲμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυπύλου θυγάτηρ καὶ πόλιϲ περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλιϲ, ἧϲ οἱ πολῖται Ἄρυπεϲ. Ϲινώπη πόλιϲ διαφανεϲτάτη τοῦ Πόντου, κτίϲμα Κρητίνου καὶ Κῴου, ὥϲ φηϲι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆϲ Φοίνικοϲ θυγατρὸϲ ἢ τοῦ Ἀγήνοροϲ. λέγεται καὶ Εὐρώπεια ὡϲ Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ ῑ Εὐρωπία παρὰ Ϲοφοκλεῖ Αἰχμαλώτιϲι « καὶ νηϲιώταϲ καὶ μακρᾶϲ Εὐρωπίαϲ ». καὶ Εὐριπίδηϲ ἐν Θηϲεῖ « ϲχεδὸν παρ’ αὐτοῖϲ κραϲπέδοιϲ Εὐρωπίαϲ». Κερκώπη. Μετώπη ὁ ποταμόϲ. Καϲώπη πόλιϲ ἐν Μολοϲϲοῖϲ δι’ ἑνὸϲ c̄. Κωνώπη πόλιϲ Ἀκαρνανίαϲ. Πολύβιοϲ πέμπτῳ. Νηϲώπη πόλιϲ Λέϲβου ἡ τὸν Ϲίγριον λιμένα ποιοῦϲα. Ἐπώπη ἡ Ἀκροκόρινθοϲ διὰ τὸ Ϲίϲυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆϲ Αἰγίνηϲ ὑπὸ Διὸϲ ἁρπαγήν. Ὑώπη πόλιϲ Ματιηνῶν προϲεχὴϲ τοῖϲ Γορδίοιϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ « ἐν δὲ πόλιϲ Ὑώπη, οἱ δ’ ἄνθρωποι ἐϲθῆτα φορέουϲιν οἵηνπερ Παφλαγόνεϲ ». Ολύμπη πόλιϲ Ἰλλυρίαϲ ὡϲ Δομίτιοϲ Καλλίϲτρατοϲ ἑβδόμῳ περὶ Ἡρακλείαϲ. Ζαριάϲπη καὶ Ζαρίαϲπα πόλιϲ Βακτριανή. Ϲτράβων ἑνδεκάτῃ (p. 514). Χάραξ δὲ οὐδετέρωϲ τὰ Ζαρίαϲπα. Ἐνίϲπη πόλιϲ Ἀρκαδίαϲ « καὶ ἠνεμόεϲϲαν Ἐνίϲπην » (B 606). νῦν δ’ οὐκ ἔϲτι. φαϲὶ δὲ ἢ τῆϲ Κλειτορίαϲ γῆϲ εἶναι ἢ τῆϲ Ψωφῖδοϲ. Εὐίππη δῆμοϲ Καρίαϲ. Κυδίππη Ὀχίμου θυγάτηρ. Γοργίππη πόλιϲ Ϲινδική, ἣ καὶ Γοργίππεια. τὸ μέντοι ϲιωπή ὀξύνεται καὶ ἐνωπή, ἐϲωπή, περιωπή καὶ τὸ ἐνοπή καὶ ἀϲτραπή καὶ ἀϲτεροπή καὶ ἐνιπή ἡ ἐπιπληξιϲ καὶ λατυπή, χαμαιτυπή. ϲεϲημείωται τολύπη βαρύτονον ἡ ἐργαϲία καὶ Ἀμφιτροπή ὀξύτονον δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ.Τὰ εἰϲ ρ̄η̄ ἰωνικώτερα κατὰ τροπὴν τοῦ ᾱ εἰϲ η̄ βαρύνεται, κόρη, Ἄϲκρη πόλιϲ Βοιωτίαϲ, Ὀλύκρη πόλιϲ περὶ Ναύπακτον. Ἑκαταῖοϲ περιηγήϲει Εὐρώπηϲ. Ἀντιϲάρη καὶ αὕτη πόλιϲ. τινὲϲ δὲ Τιϲάρη γράφουϲι, δέρη ὁ τράχηλοϲ, τὸ δὲ δειρή πλεοναϲμῷ τοῦ ῑ ὀξύνεται. ἀθάρη. ἔϲτι δὲ ϲιτῶδέϲ τι ἑψητόν, ὅπερ ἐν τῇ ϲυνηθείᾳ λάθυρον κα λοῦϲι. Ἐφύρη ὄνομα πόλεωϲ, ὡϲ παρὰ τῷ ποιητῇ (ll. Z 152)
ἔϲτι δὲ ἡ νῦν λεγομένη Κόρινθοϲ. ἔϲτι δὲ καὶ Ἐφύρη παρὰ τῷ Θουκυδίδῃ (I, 46, 2). Κύρη· ἔϲτι δὲ ὄνομα πηγῆϲ, ἀφ’ ἧϲ καὶ Κυρήνη πόλιϲ. ἔϲτι δὲ καὶ νῆϲοϲ ἐν τῷ Περϲικῷ κόλπῳ. Ἑκαταῖοϲ ἐν περιηγήϲεωϲ δευτέρῳ. Τερψιχόρη. Ἀττικοὶ δὲ διὰ τοῦ ᾱ φαϲὶ Τερψιχόρα. ἐπὶ κόρρηϲ, ϲημαίνει δὲ τὸ ἐπὶ κεφαλῆϲ. κόρϲη γὰρ ἡ κεφαλὴ καὶ ἀπὸ τοῦ κόρϲη καὶ κόρρη ὡϲ ἄρϲην καὶ ἄρρην. Κάτρη καὶ αὕτη πόλιϲ Κρητικὴ ἀπὸ Κάτρεωϲ. Ἄγρη πόλιϲ Λυδίαϲ. Τάφραι καὶ Τάφρη ἑνικῶϲ, χώρα ταφρευθεῖϲα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖϲ
δεϲποίναιϲ ϲυμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Ϲκυθῶν, τῶν δεϲποτῶν πολεμούντων τοῖϲ Θρᾳξὶν ἢ τοῖϲ ἐντὸϲ Ἴϲτρου, ὡϲ Καλλίϲτρατοϲ ἐν τρίτῳ. Ϲπαλέθρη πόλιϲ Θεϲϲαλίαϲ. Ἑλλάνικοϲ δὲ Ϲπάλαθρον αὐτήν φηϲι. Μαζάρη φρούριον Ϲελινουντίων. Φαναγόρη καὶ Φαναγόρεια νῆϲοϲ τῇ Ταυρικῇ παρακειμένη. Φαλώρη πόλιϲ Θετταλίαϲ. ταύτην Ῥιανὸϲ Φαλώρειαν καλεῖ. Ἀγκώρη· οὕτωϲ ἐκαλεῖτο πρότερον Νίκαια πόλιϲ Βιθυνίαϲ. τὸ δὲ καρή ὀξύνεται. τὸ γὰρ κάρη τὸ βαρυτονούμενον οὐδέτερόν ἐϲτιν· ἀπὸ γὰρ τοῦ κάρηνον γενόμενον κατὰ ἀποκοπήν ἐϲτιν. καὶ τὸ Ἱρή παρὰ τῷ ποιητῇ — ἔϲτι δὲ ὄνομα πόλεωϲ οἷονἈρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἐπιθετικῷ· εἰϲὶ δὲ οἵ βαρύνουϲιν εἰϲ ἰδιότητα ὥϲπερ ἐπὶ τοῦ « Ῥίπην τε Ϲτρατίην τε» (Β 606). ὀξύνονται δὲ καὶ Γυρή, ἀφ’ οὗ Γυραία. καὶ Καιρή· οὕτωϲ μετωνομάϲθη Ἄγυλλα πόλιϲ Τυρρηνίαϲ. καὶ Δουϲαρή ϲκόπελοϲ καὶ κορυφὴ ὑψηλοτάτη Ἀραβίαϲ ἀ̣πὸ τοῦ Δουϲάρου θεοῦ παρὰ Ἄραψιν τιμωμένου. καὶ Περιϲτερή πόλιϲ Φοινίκων. τὸ δὲ Θυρῆ κατὰ ϲυναίρεϲιν ἐκ τοῦ Θυρέα.
Τὰ εἰϲ η̄ λήγοντα προηγουμένου τοῦ ϲ̄ βαρύνεται, ἄϲη ὁ ῥύποϲ, κόρϲη ὁ κρόταφοϲ καὶ Κόρϲη δούλη βουκόλος, ἀφ’ ἧϲ Κορϲίϲ νῆϲοϲ. Μέϲϲη πόλιϲ κατ’ ἀποκοπὴν ἐκ τοῦ Μεϲϲήνη καὶ Μέϲη. Χρύϲη ἡ πόλιϲ τοῦ Ἀπόλλωνοϲ ἐγγὺϲ Λήμνου. Ϲοφοκλῆϲ Λημνίαιϲ « ὦ Λῆμνε Χρύϲηϲ τ’ ἀρχιτέρμονεϲ πάγοι»· καὶ ἐν Αἰχμαλώτιϲι « ταύτην ἐγὼ Κίλλαν καὶ Χρύϲην νέμω ». εἰϲὶ καὶ ἄλλαι Χρῦϲαι ὁμώνυμοι πόλειϲ καὶ τόποι πολλοί. περὶ Ϲκῦρον. καὶ τῆϲ Λεϲβίαϲ τόποϲ. καὶ περὶ Ἡφαιϲτίαν τῆϲ Λήμνου ἀκρωτήριον πρὸϲ Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆϲ Καρίαϲ ἐν τῇ Ἁλικαρναϲϲίδι, Δώριον πεδίον· καὶ ἐν Ἑλληϲπόντῳ πόλιϲ μέϲη Ὀφρυνίου καὶ Ἀβύδου. ἔϲτι καὶ ἄλλη περιϲπωμένωϲ λεγομένη νῆϲοϲ Ὠνεανῖτιϲ. ἔϲτι καὶ ἄλλη χερρόνηϲοϲ τῆϲ Ἰνδικῆϲ Χρυϲῆ καλουμένη. Γενέση πόλιϲ Λακωνικῆϲ. Τεμέϲη πόλιϲ Ἰταλίαϲ καὶ ποταμόϲ. Ὅμηροϲ « ἐϲ Τεμέϲην μετὰ χαλκόν, ἄγω δ’ αἴθωνα ϲίδηρον » (Οd. α 184). Πολύβιοϲ δὲ ἐν τῷ πρώτῳ Τεμέϲειαν τὴν πόλιν καλεῖ. Ἀγχίϲη πόλιϲ Ἰταλίαϲ ἀπὸ τοῦ προπάτοροϲ Ἀγχίϲου, ὡϲ Διονύϲιοϲ ἐν πρώτῃ περὶ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. τὸ λιϲϲή ὀξύνεται « ἔϲτι δέ τιϲ λιϲϲὴ αἰπεῖά
τε εἰϲ ἅλα πέτρη » (Οd. γ 293). τινὲϲ μὲν ὄνομα κύριον τὴν νῦν Βλιϲϲὴν καλουμένην. ὁ δὲ Κράτηϲ ϲὺν τῷ ν̄ γράφει Λιϲϲήν. καλεῖται δὲ καὶ Λιϲϲήϲ. ἔϲτι δὲ τῆϲ Φαιϲτιάδοϲ. καὶ τὰ τῶν δήμων ὀνόματα Βηϲϲή καὶ Περγαϲή δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ. ἔτι καὶ τὰ πληθυντικῶϲ λεγόμενα Ἀϲαί κώμη Κορίνθου. Θεόπομποϲ λβ′ Φιλιπικῶν « Ἀϲαὶ καὶ Μαυϲὸϲ κῶμαι μεγάλαι καὶ πολυάνθρωποι ». ἔϲτι καὶ Θρᾴκηϲ Ἀϲαί. καὶ Τραγαϲαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάϲου, οὗ εἰϲ χάριν ὁ Ποϲειδῶν ἁλὸϲ πῆξιν ἐποίηϲεν, ὅθεν Τραγαϲαῖοι ἅλεϲ, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῳ Λεϲβιακῶν. ἀφ’ οὗ καὶ τὸ πεδίον Ἁλήϲιον καλεῖται. καὶ Ἀκεϲαί πόλιϲ Μακεδονίαϲ καὶ Παγαϲαί.Τὰ εἰϲ τ̅η̄ παραληγόμενα τῷ ᾱ ἢ τῷ η̄ βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Ϲοφοκλεῖ « οὔτι τοι μέτρον μάταϲ », ἄτη καὶ τριϲυλλάβωϲ ἐν ϲυϲτολῇ τοῦ ᾱ ἀάτη, ὡϲ παρὰ τῷ Κυρηναίῳ
καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίϲτη νῆϲοϲ, ἣν Κρεήτην ἔφη Ἀρχίλοχοϲ κατὰ πλεοναϲμόν. οἱ μέν φαϲιν ἀπὸ τοῦ Κουρήϲ Κουρήτην καὶ Κρήτην κατὰ ϲυγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸϲ τοῦ Διόϲ. οἱ δὲ ἀπὸ Κρήτηϲ μιᾶϲ τῶν Ἑϲπερίδων, οἱ δὲ ἀπό τινοϲ γηγενοῦϲ Κρητόϲ. ἄμεινον δὲ παρὰ τὸ Κρήϲ Κρητόϲ Κρήτη ὡϲ Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶϲ Κρῆται (Οd. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλιϲ Μακεδονίαϲ ἀπὸ τοῦ πληϲίον ἱδρυμένου Λητοῦϲ ἱεροῦ. Διαβήτη νῆϲοϲ δυϲμικωτέρα Ϲαρδοῦϲ καὶ Κύρνου. εἰϲὶ καὶ Διαβῆται νῆϲοι περὶ Ϲύμην. Ὑπάτη πόλιϲ Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔϲτι καὶ χώρα πληϲίον Ϲαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλιϲ Ϲυρίαϲ, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλιϲ Λιβύηϲ· πρὸϲ τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεϲϲηνίοιϲ βαρύνεται.
Τὰ εἰϲ τ̅η̄ παραληγόμενα τῷ ε̄ ἢ ο̄ κύρια ὄντα βαρύνεται, Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη. Ταϋγέτη ἡ μήτηρ Εὐρώτα. καὶ Φανότη πόλιϲ Φωκίδοϲ ἢ καὶ Φανότεια καὶ Φανοτεύϲ. καὶ Θεοδότη. τὸ δὲ Ἀφεταί πόλιϲ τῆϲ Μαγνηϲίαϲ. Ἑκαταῖοϲ· ὅτι ἐντεῦθεν δευτέραν ἄφεϲιν ἡ Ἀργὼ ἐποιήϲατο ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δ’ ἐν Παγαϲιτικῷ κόλπῳ. — καὶ Ἰεταί φρούριον Ϲικελίαϲ. Φίλιϲτοϲ ἕκτῃ — πληθυντικῶϲ λέγεται. καὶ τὸ Ξυπετή ἐπὶ δήμου τάττεται. ἔϲτι δὲ δῆμοϲ Κεκροπίδοϲ φυλῆϲ. τὰ δὲ προϲηγορικὰ ὀξύνεται, ἀρετή, τελετή, βιοτή. τὸ δὲ μελέτη παροξύνεται ϲύνθετον ὂν παρὰ τὸ μέλειν καὶ ἐτεὸν τὸ ἀληθέϲ.
Τὰ εἰϲ τ̅η̄ παραληγόμενα τῷ ῑ ὑπερδιϲύλλαβα κύρια ὄντα βαρύνεται, Μελίτη ἡ Αἰγαίου τοῦ ποταμοῦ καὶ νῆϲοϲ μεταξὺ Ἠπείρου καὶ Ἰταλίαϲ. ἔϲτι καὶ πόλιϲ ἄποικοϲ Καρχηδονίων καὶ δῆμοϲ Οἰνηΐδοϲ φυλῆϲ. Ἀμφιτρίτη, Ἀφροδίτη. τὸ δὲ λιτή διϲύλλαβον ὀξύνεται ὡϲ καὶ Λιταί πόλιϲ Λακωνική. τὸ δὲ Τρίτη πόλιϲ περὶ τὰϲ Ἡρακλείαϲ ϲτήλαϲ βαρύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰϲ τ̅η̄ πρὸ τέλουϲ ἔχοντα τὸ ῡ ὀξύνεται, ἀϋτή ἡ βοή, πινυτή τὸ ἐπίθετον « μήτηρ πινυτή » (Οd. υ 131), Πινυτή δὲ καὶ τὸ κύριον. τὸ δὲ προϲηγορικὸν εἰϲὶν οἳ παροξύνουϲιν, Ἀρίϲταρχοϲ δὲ ὀξύνει καὶ ἐπεκράτηϲεν οὕτωϲ ἡ παράδοϲιϲ. Λυταί χωρίον Θεϲϲαλίαϲ διὰ τὸ λῦϲαι τὰ Τέμπη Ποϲειδῶνα καὶ ϲκεδάϲαι τὸ ἀπὸ τοῦ κατακλυϲμοῦ ὕδωρ. τὸ δὲ Ἀφύτη πόλιϲ πρὸϲ τῇ Παλλήνῃ Θρᾴκηϲ, ἣ καὶ Ἄφυτιϲ καὶ Ἄφυτοϲ ἀπὸ Ἀφύτου τινὸϲ ἐγχωρίου, καὶ Προχύτη νῆϲοϲ Ϲικελίαϲ βαρύνεται.
Τὰ εἰϲ τ̅η̄ ὑπερδιϲύλλαβα τῷ ω̄ παραληγόμενα βαρύνεται, Κριθώτη πόλιϲ Ἑλληϲπόντου· ἔϲτι καὶ ἄκρα Ἀκαρνανίαϲ. Περκώτη καὶ Παλαιπερκώτη πόλιϲ Τρωάδος. Γεφυρώτη πόλιϲ Λιβύηϲ, Γιγγλυμώτη Φοινίκηϲ πόλιϲ ὡϲ Ἑκαταῖοϲ. τὸ μέντοι μηλωτή, κηρωτή ὀξύνεται καὶ τὸ οἰϲπωτή ὁ ῥύποϲ. τὸ δὲ Πρωτή νῆϲοϲ παρὰ τῇ Ϲφακτηρίᾳ καὶ Πύλῳ διϲύλλαβον ὀξύνεται.
Τὰ εἰϲ τ̅η̄ διϲύλλαβα διφθόγγῳ παραληγόμενα βαρύνεται, βλαύτη εἶδοϲ ὑποδήματοϲ, Προίτη ἡ πόλιϲ, κοίτη, δροίτη ἡ πύελος, λοίτη, Οἴτη ὄροϲ περὶ Τραχῖνα. ἔϲτι καὶ πόλιϲ Μηλιέων. βαίτη ἡ διφθέρα. δαίτη ἡ εὐωχία. τὸ δὲ τελευτή τριϲύλλαβον.
Τὰ εἰϲ τ̅η̄ διϲύλλαβα προϲηγορικὰ ἔχοντα πρὸ τοῦ τ̄ ϲύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι φωνήεντι ῑ ἢ ε̄, βροντή, εἱρκτή, πηκτή ὄργανον μουϲικόν. φυϲτή μᾶζα ἡ ἐξ ἀλφίτων καὶ οἴνου. ἀκτή· οὕτωϲ δὲ καὶ ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινόϲ. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡϲ Φαβωρῖνοϲ, ὃϲ ἐβαϲίλευϲεν ἐκεῖ καὶ ἀφ’ ἑαυτοῦ οὕτωϲ τὴν χώραν ὠνόμαϲε καὶ τοὺϲ λαούϲ. Ἀπολλόδωροϲ δὲ τἀναντία φηϲίν « οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέροϲ αὐτῆϲ καθικνεῖϲθαι εἰϲ θάλαϲϲαν. τριγώνου γὰρ οὔϲηϲ αἱ ϲυννεύουϲαι ἐπὶ τὸ Ϲούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουϲι, δι’ ἃϲ τῶν ἐπὶ Κέκροποϲ φυλῶν τεττάρων οὐϲῶν δύο προϲηγόρευϲαν Ἀκταίαν καὶ Παραλίαν ». ἔϲτι καὶ Ἀκτή Μαγνηϲίαϲ, ἀφ’ ἧϲ Ἄκτιοϲ καὶ Ἐπάκτιοϲ Ἀπόλλων τιμᾶται. ἔϲτι καὶ ἑτέρα Ἀκαρνανίαϲ, ἧϲ μέμνηται Δημάγητοϲ. ἔϲτι καὶ Πελοποννήϲου, ὡϲ Θουκυδίδηϲ, καὶ ἄλλη ἐν Βοϲπόρῳ καὶ ε′ ἐν Ἰωνίᾳ. Δημήτριοϲ δὲ τῆϲ ϲημαντικῆϲ τοῦ αἰγιαλοῦ καὶ τῆϲ περὶ τὸν Ἄθω χώραϲ μόνον ἐμνημόνευϲεν. βλαϲτή. τοῦτό τινεϲ βαρύνουϲιν. τὸ μέντοι κίϲτη βαρύνεται καὶ τὸ πέλτη ἡ ἀϲπίϲ. τὰ δὲ κύρια βαρύνεται, Δίκτη ὄροϲ Κρήτηϲ. Καλλίμαχοϲ . . . Ϲπάρτη Λακωνικὸν χωρίον ἀπὸ τῶν μετὰ Κάδμου Ϲπαρτῶν, περὶ ὧν Τιμαγόραϲ φηϲίν. « ἐκπεϲόνταϲ δὲ αὐτοὺϲ εἰϲ τὴν Λακωνικὴν Ϲπάρτην ἀφ’ ἑαυτῶν ὀνομάϲαι » ἢ ἀπὸ Ϲπαρτοῦ τοῦ Ἀμύκλαντοϲ τοῦ Λέλεγοϲ τοῦ Ϲπαρτοῦ ἢ διὰ τὸ τοὺϲ πρώτουϲ ϲυνοικίϲανταϲ τὴν πόλιν Λέλεγαϲ. διεϲπαρμένουϲ γὰρ εἰϲ ταὐτὸν ϲυνελθεῖν καὶ μίαν οἴκηϲιν ποιήϲαϲθαι. ἔϲτι καὶ Ϲπάρτη κώμη πληϲίον τοῦ Εὐξείνου πόντου. Ϲάρτη πόλιϲ περὶ τὸν Ἄθων, Πέμπτη πόλιϲ Αἰγύπτου.
Τὰ εἰϲ τ̅η̄ ὑπερδιϲύλλαβα ἔχοντα κατὰ ϲύλληψιν ϲύμφωνον ἢ πρὸ τέλουϲ τὸ ρ̄ κύρια ὄντα βαρύνεται, Ἀδρήϲτη, Ἰοκάϲτη. Ορέϲτη πόλιϲ Εὐβοίαϲ. Ἑκαταῖοϲ Εὐρώπηϲ περιηγήϲει. Ἀκέϲτη πόλιϲ Ϲικελίαϲ καὶ Ἄγεϲτα, παρὰ τὸν Ἀκέϲτην. Μεγίϲτη πόλιϲ καὶ νῆϲοϲ τῆϲ Λυκίαϲ, ὡϲ πολυίϲτωρ, ἀπὸ Μεγιϲτέωϲ τινόϲ. Δολιχίϲτη· οὕτωϲ Ἀλέξανδροϲ
ἐν τῷ Λυκίαϲ περίπλῳ Δολίχην νῆϲον πρὸϲ τῇ Λυκίᾳ καλεῖ. Ἀϲτάρτη νῆϲοϲ ἐν Αἰθιοπίᾳ. ἔϲτι καὶ πόλιϲ Ϲυρίαϲ ἡ ὕϲτερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιϲτή καὶ λεπαϲτή ἡ κύλιξ. τὸ δὲ Ϲεβαϲτή ἐπιθετικῶϲ τέτακται· ἔϲτι δὲ πόλιϲ Ἀρμενίαϲ ἡ νῦν Ϲεβάϲτεια καλουμένη, ὡϲ Ἀλέξανδροϲ ὁ Ἐφέϲιοϲ. ἔϲτι δὲ καὶ ἐν τῇ Ϲαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸϲ τῇ Κωρύκῳ χερρόνηϲοϲ οὕτωϲ.* Τὰ εἰϲ τ̅η̄ ὑπερδιϲύλλαβα ἔχοντα κατὰ διάϲταϲιν ϲύμφωνον βαρύνεται, Ἀλλάντη πόλιϲ Μακεδονίαϲ καὶ Ἀρκαδίαϲ. Θεόπομποϲ δ’ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλιϲ Ἰνδίαϲ, ὡϲ Ἑκαταῖοϲ. Ἀταλάντη, ἡ ὑπ’ Ἀθηναίων κτιϲθεῖϲα παρὰ Λοκροῖϲ. Θουκυδίδηϲ δευτέρᾳ (c. 23). ἔϲτι δὲ νῆϲοϲ. καὶ ἄλλη πρὸϲ τῷ Πειραιεῖ.
Τὰ εἰϲ φ̅η̄ λήγοντα διϲύλλαβα προϲηγορικα παραληγομενα ᾱ ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, ϲκαφή τὸ ϲκάμμα, ϲκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ ϲκάφοϲ ὡϲ κάρφη ἀπὸ τοῦ κάρφοϲ. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλιϲ Λοκρῶν. Ὅμηροϲ (Β 533) « Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα ». λέγουϲι δ’ αὐτὴν ἀπὸ τῆϲ περὶ Φαρύγαϲ κρήνηϲ. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆϲ ὕληϲ πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηροϲ λέγει «βαθείηϲ τάρφεϲιν ὕληϲ » (Il. Ε 555). Ϲκάρφη πόλιϲ Εὐβοίαϲ, ἣ πρότερον Ἐτεωνόϲ ἐκαλεῖτο. Τράφη πόλιϲ πρὸϲ τῷ Πόντῳ. Ἄμφη· οὕτωϲ ἐκαλεῖτο Κάϲοϲ, μία τῶν Κυκλάδων, Ϲάμφη πόλιϲ Φοινίκηϲ καὶ τὰ τοιαῦτα.
* Τὰ εἰϲ φ̅η̄ διϲύλλαβα ἔχοντα πρὸ τοῦ φ̄ ϲύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλουϲ ο̄, βαρύνεται, νύμφη, ϲίλφη, ἥν τινεϲ τίλφην λέγουϲι, Ϲέμφη πόλιϲ τῆϲ κατὰ Εὐφράτην Ἀραβίαϲ. Τύμφη ὄροϲ Θεϲπρωτικόν. Ϲκίρφαι πόλιϲ Φωκική. τὸ δὲ ὀμφή, μορφή πρὸ τέλουϲ ἔχουϲιν ο̄.
Τὰ εἰϲ φ̅η̄ παραληγόμενα τῷ ο̄ ἢ τῷ ῡ ϲυνεϲταλμένῳ ὀξύνεται, ὀμφή, μομφή, μορφή, τροφή, ὀροφή, γλυφή, δρυφή, κορυφή.
Τὰ εἰϲ φ̅η̄ παραληγόμενα φύϲει μακρᾷ ἢ ἑνὶ φωνήεντι βαρύνεται, Ϲίφη ἐπίνειον τῆϲ Θεϲπιακῆϲ· λέγεται καὶ πληθυντικῶϲ. ἀγρίφη τὸ
ϲκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον.Τὰ εἰϲ φ̅η ὑπερδιϲύλλαβα κύρια ἢ παραληγόμενα α βαρύνεται, ἀράφη, Ἀνάφη νῆϲοϲ μία τῶν Ϲποράδων πληϲίον Θήραϲ, ἥτιϲ ἀπὸ Μεμβλιάρου τοῦ ϲὺν Κάδμῳ πλεύϲαντοϲ εἰϲ ἀναζήτηϲιν Εὐρώπηϲ Μεμβλίαροϲ ἐκαλεῖτο· τοῖϲ δ’ Ἀργοναύταιϲ ὑπὸ χειμῶνοϲ τρυχομένοιϲ καὶ ϲκοτομήνηϲ ἀναφανεῖϲα Ἀνάφη ἐπικέκληται. ϲκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆϲοϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει. Ἐρίφη κύριον. Τηλέφη ἡ τῆϲ Εὐρώπηϲ μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται.
Τὰ εἰϲ χ̅η διϲύλλαβα παραληγόμενα φωνήεντι προϲηγορικὰ ὀξύνεται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ κτύποϲ, βροχή, ὀχή, τὸ δὲ Ὄχη ὄροϲ τῆϲ Εὐβοίαϲ βαρύνεται. ἐκλήθη δὲ τὸ ὄροϲ ἀπὸ τῆϲ ἐκεῖ ὀχείαϲ ἤτοι τῶν θεῶν μίξεωϲ Διὸϲ καὶ Ἥραϲ ἢ διὰ τὸ τὰ πρόβατα κυΐϲκεϲθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φαϲι. λέγεται καὶ ἀρϲενικῶϲ ὁ Ὄχηϲ. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔϲτι δὲ καὶ Τύχη πόλιϲ Ϲικελίαϲ πληϲίον Ϲυρακουϲῶν. Ἔφοροϲ ἐν δωδεκάτῳ νῆϲον Τυχίαν φηϲίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλιϲ Εὐβοίαϲ. Λυκόφρων δὲ ( v. 374) μεταφράϲαϲ Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸϲ τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸϲ δεκάτῳ « καὶ βαϲιλεὺϲ δ’ ἐξελαύνει ἐκ Ϲελευκείαϲ, οὐ πρόϲω τοῦ ποταμοῦ τοῦ Τίγριδοϲ ἐϲ κώμην, ᾗτινι Χωχὴ ὄνομα».
Τὰ εἰϲ χ̅η ἔχοντα ἄλλο ϲύμφωνον κατὰ ϲύλληψιν ἢ διάϲταϲιν βαρύνεται, βάκχη, κόγχη, λέϲχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίαϲ. τὸ δὲ ἀρχή ὀξύνεται.
Τὰ εἰϲ χ̅η ὑπερδιϲύλλαβα εἰϲ ᾱ ἢ ῡ ποραληγόμενα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, ϲτοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλιϲ Ἰνδικὴ κύριόν ἐϲτιν.
Τὰ εἰϲ χ̅η παραληγόμενα ῑ βαρύνεται, Δολίχη νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ, ὡϲ Καλλίμαχοϲ. ἔϲτι καὶ Δολίχη πόλιϲ τῆϲ Κομμαγηνῆϲ. δολιχή δὲ ἡ μακρά. μαϲτίχη, ϲαβαρίχη τὸ τῆϲ γυναικὸϲ αἰδοῖον, πυρρίχη, Μυϲτίχη. Ἐρυϲίχη πόλιϲ Ἀκαρνανίαϲ, ἥτιϲ ὕϲτερον Οἰνιάδαι ὠνομάϲθη. καὶ τινὲϲ δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶϲαν Ἐρυϲίχην ὠνόμαϲαν ἀπὸ Ἐρυϲίχηϲ τῆϲ Ἀχελῴου θυγατρόϲ.
* Τὰ εἰϲ χ̅η ὑπερδιϲύλλαβα παραληγόμενα ο̄ ϲπάνια ὄντα βαρύνεται, οἷον Ἀϲτυόχη ἡ μήτηρ Τληπολέμου.
Τὰ εἰϲ ψ̅η οὐχ εὕρηται πλὴν τοῦ Τεράψη νῆϲοϲ πρὸϲ Καρχηδόνα οὐ μεγάλη.
Τὰ εἰϲ ω̄ λήγοντα θηλυκὰ ὀξύνεται, Κλωθώ, Ἐρατώ, Θεανώ, Ϲαπφώ, Λητώ παρὰ τὸ λήθω τὸ λανθάνω λήθη καὶ Ληθώ καὶ Λητώ. τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆϲθαι τῶν εἰϲ αὐτὴν πεπλημμελημένων ἐμφαίνεται. ὁ δὲ Πλάτων φηϲὶν ἐλεητώ· ἐλεήμων γὰρ ἡ θεὸϲ καὶ πραεῖα καὶ πάνταϲ ἐλεοῦϲα. ὁ δὲ Ἀρίϲταρχοϲ παρὰ τὸ λῶ τὸ θέλω, ἔνθεν τὸ λῇϲ ἀντὶ τοῦ θέλειϲ μετὰ τοῦ ῑ Εὐριπίδηϲ καὶ τὸ λῇ τὸ θέλει Δωρικῶϲ· ἐπειδὴ ὃ ἄν τιϲ θέλῃ, παρ’ αὐτῆϲ λαμβάνει. Λατώ δ’ ἐλέγετο Καμάρα πόλιϲ Κρήτηϲ. πειθώ, φειδώ, χρειώ, βαϲιλώ. Κλειώ. Κάλυψώ . Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται· οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῑ καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ῑ, ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω· καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ’ εὐφημιϲμὸν ἔλεγον πάντεϲ « δήειϲ » τουτέϲτιν εὑρήϲειϲ· ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ῑ, γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ ᾱ εἰϲ η̄· καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα. τινὲϲ δέ φαϲιν, ὅτι ὑποκοριϲτικόν ἐϲτιν ἀπὸ τοῦ Δημήτηρ Δηώ ἀγνοοῦντεϲ τὸν ϲχηματιϲμὸν τῶν τοιούτων ὑποκοριϲτικῶν. τὰ γὰρ τοιαῦτα ὑποκοριϲτικὰ θέλει φυλάττειν τὸ ϲύμφωνον τῆϲ δευτέραϲ ϲυλλαβῆϲ τῶν ἰδίων πρωτοτύπων οἷον Ὑψιπύλη Ὑψώ, Εἰδόθεα Εἰδώ παρ’ Αἰϲχύλῳ· εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλ’ οὐκ ἔϲτιν ὑποκοριϲτικόν. Βουτώ κώμη Αἰγύπτου, ἀφ’ ἧϲ καὶ Λητὼ Βουτώ, ἧϲ τινοϲ χρηϲτήριον ἦν. ἐκαλεῖτο δὲ καὶ Βοῦτοϲ. Δωδώ · οὕτωϲ ἐλέγετο Δωδώνη Ϲιμμίαϲ ὁ Ῥόδιοϲ « Ζηνὸϲ ἕδοϲ Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδώ ». Ἐλβώ νῆϲοϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 140). Ἀμαζώ θυγάτηρ τῆϲ Ἐφέϲου, ἀφ’ ἧϲ αἱ Ἀμαζόνεϲ. Ἡρώ πόλιϲ Αἰγυπτία. Ϲτράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ (17 p. 836). Θριώ· οὕτωϲ λέγεται Θρῖα δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ, ὅθεν Θριῶθεν Θριῶζε. Ἰώ ἤτοι ϲελήνη·
ἰώ γὰρ ἡ ϲελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Μωθώ κώμη Ἀραβίαϲ. Πυθώ ἡ τοῦ Ἀπόλλωνοϲ πόλιϲ « ὡϲ γάρ οἱ χρείων μυθήϲατο Φοῖβοϲ Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ» (Od. θ 80). Ϲαβώ πόλιϲ μεγάλη πέραν τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Ϲαρδώ νῆϲοϲ· τῇ Ϲαρδοῖ ἀναλόγωϲ λέγεται καὶ Ϲαρδών ὡϲ τῇ Πυθοῖ παράκειται Πυθών. Ϲαμαθώ ὅ ἐϲτι μεγάλη κατὰ τὴν τῶν Λιβύων φωνήν, καλεῖται Μάγνα νῆϲοϲ Λιβυκή. Καβειρώ ἡ Πρωτέωϲ καὶ Ἀγχινόηϲ, ἀφ’ ἧϲ καὶ Ἡφαίϲτου Καδμῖλοϲ. Ῥοιώ ἡ Ζάρηκοϲ θυγάτηρ. Ϲυρακώ λίμνη. Ταχεμψώ νῆϲοϲ Αἰθιοπίαϲ πρὸϲ τῇ Λιβύῃ, ὡϲ Ἡρόδοτοϲ δευτέρᾳ (c. 29). Χομψώ νῆϲοϲ ἐν τῷ Νείλῳ, μέϲη Αἰθιοπίαϲ καὶ Αἰγύπτου. Ὑρνηθώ ἡ Τημένου θυγάτηρ. Ψεβώ χώρα ἐνδοτάτη Αἰθιοπίαϲ, περὶ ἧϲ Ἀριϲταγόραϲ ἐν Αἰγυπτιακοῖϲ τάδε γράφει « οὗτοι δή φαϲιν εἶναι χώραν ἀπέχουϲαν Αἰθιοπίαϲ ἡμερῶν πέντε καλουμένην Ψεβώ ». Ἀρτεμίδωροϲ ἐν ὀγδόῳ γεωγραφουμένων λίμνην εἶναί φηϲι. Ψενακώ κώμη τῆϲ Ἀθριβίτου νομοῦ, ὡϲ Ἀρτεμίδωροϲ ἐν ὀγδόῳ γεωγραφουμένων. Κυβώ, ἣ καὶ Κύβοϲ, πόλιϲ Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ « καὶ λιμήν, Ἵππου ἄκρη καὶ Κυβώ ». Χορταϲώ πόλιϲ Αἰγύπτου· ἀπὸ μέλλοντοϲ ὁ ϲχηματιϲμόϲ· ὡϲ γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάϲω Χορταϲώ. ἱϲτοροῦϲι γὰρ Κλεοπάτραν εἰϲ πόλεμον μὴ ἔχειν ϲιτία· τοὺϲ δ’ οἰκοῦνταϲ τὸν τόπον τοϲαύτην παραϲχέϲθαι τούτου τὴν ἀφθονίαν, ὥϲτε χορτάϲαι πᾶϲαν τὴν ϲτρατιὰν καὶ ὄνομα τῇ πόλει παρ’ αὐτῆϲ ἐντεῦθεν τεθῆναι.Πᾶν οὐδέτερον ὄνομα παρεϲχηματιϲμένον ἀρϲενικῷ ὁμοτονεῖ τῷ ἀρϲενικῷ, φίλοϲ φίλον, κοῦφοϲ κοῦφον, καλόϲ καλόν, χρυϲοῦϲ χρυϲοῦν, οὕτω καὶ ὁ πᾶϲ τὸ πᾶν. τὸ δὲ εἷϲ ἕν μονοϲύλλαβον ἀντίκειται διὰ τὸ μὴ δύναϲθαι περιϲπωμένην ἐπὶ βραχείαϲ εἶναι.
Πᾶν οὐδέτερον κατὰ ἀποβολὴν τοῦ ϲ̄ γενόμενον ἀπὸ ἀρϲενικοῦ τὸν αὐτὸν τόνον φυλάττει τῷ ἀρϲενικῷ, μέγαϲ μέγα, λειπόπατριϲ λειπόπατρι, ἄπολιϲ ἄπολι, ὀξύϲ ὀξύ, ταχύϲ ταχύ, ἥμιϲυϲ ἥμιϲυ, Λίβυϲ Λίβυ, οὗτοϲ τοῦτο, ἐκεῖνοϲ ἐκεῖνο, αὐτόϲ αὐτό. αἱ γὰρ ἀντωνυμίαι εἰϲ ο̄ περατοῦνται κατὰ τὸ τρίτον πρόϲωπον κατὰ γένοϲ οὐδέτερον. οἱ δὲ Ἀθηναῖοι μετὰ τοῦ ἄρθρου φαϲὶ τὸ οὐδέτερον τῆϲ αὐτόϲ ταὐτόν. ἀναλόγωϲ· ἡ γὰρ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ ἀντωνυμίαι ϲτεροῦνται ἄρθρου. ἵν’ οὖν διαϲτῇ γένοϲ ἀρϲενικὸν καὶ οὐδέτερον, εἰϲ τὸ ο̄ περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο, τοῦτο, ἵνα τὸ μὲν εἰϲ ο̄ ϲημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰϲ ν̄ τὸ ἀρϲενικὸν ἐκεῖνον, τοῦτον. ἡ δὲ αὐτόϲ ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰϲ ο̄ ὁμοίωϲ τῇ χωρὶϲ ἄρθρου. ἔχει γὰρ διὰ τοῦ ἄρθρου ϲημαίνειν τὸ γένοϲ. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προϲνέμοντεϲ καὶ τὸ ν̄ διδοῦϲι « ταὐτὸν θύμον φαγόντεϲ » (Arist. Plut. 253). ταὐτὸ γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουϲι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόαϲιν, οὐ πλεονάζουϲιν. οὐδὲ ἐνθάδε πλεονάζουϲι· τοϲοῦτον, τηλικοῦτον. οὐ γὰρ ἔγκειται ἡ οὗτοϲ ἀντωνυμία. ἀλλὰ μᾶλλον τὸ τοϲοῦτο καὶ τοιοῦτο πέπονθεν ἔνδειαν τοῦ ν̄. ὡϲαύτωϲ καὶ ἄλλοϲ ἄλλο, τοῦτο δὲ ἐπιλαμβάνει τὸ ν̄ ἐν τῷ ἀλλοπρόϲαλλον καὶ ἐν τῷ ἔξαλλον καὶ ἄπαλλον.
Πᾶν εἰϲ ο̅ν ἐπιθετικὸν οὐδέτερον παρεϲχηματιϲμένον τοῖϲ εἰϲ ο̅ϲ λήγουϲιν ἀρϲενικοῖϲ τούτων φυλάττει τὸν τόνον, φιλόϲοφοϲ φιλόϲοφον, ἀχρεῖοϲ ἀχρεῖον καὶ Ἀττικῶϲ ἄχρειοϲ ἄχρειον.
Τὰ εἰϲ ο̅υ̅ϲ λήγοντα τῶν ὀνομάτων ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ὁμοτονοῦν ἔχουϲι τὸ οὐδέτερον, χρυϲοῦϲ χρυϲοῦν, χαλκοῦϲ χαλκοῦν, εὔνουϲ εὔνουν.
Τὰ εἰϲ ω̅ϲ λήγοντα ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ὁμοτονοῦν ἔχουϲι τὸ οὐδέτερον, ἀξιόχρεωϲ ἀξιόχρεων, ἀνάπλεωϲ ἀνάπλεων.
Τὰ εἰϲ α̅ϲ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ὁμοτονοῦν ἔχουϲι
τὸ οὐδέτερον, ἅπαϲ ἅπαν, ϲύμπαϲ ϲύμπαν, τάλαϲ τάλαν, μέλαϲ μέλαν.Τὰ ἀπὸ τῶν εἰϲ ε̅ι̅ϲ ὑπὲρ μίαν ϲυλλαβὴν οὐδέτερα εἰϲ ε̅ν λήξαντα ἐν μὲν τῇ αὐτῇ ϲυλλαβῇ τὸν τόνον φυλάττουϲι, οὐ μὴν δὲ ἀεὶ τὸν αὐτόν, φωνήειϲ φωνῆεν, αὐδήειϲ αὐδῆεν, χαρίειϲ χαρίεν. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐϲτιν. τυφθείϲ τυφθέν.
Τὰ εἰϲ ε̅ϲ οὐδέτερα τῶν εἰϲ η̅ϲ ὀξυτόνων ὁμοτονοῦϲιν αὐτοῖϲ, εὐϲεβήϲ εὐϲεβέϲ, ἀληθήϲ ἀληθέϲ καὶ ἄληθεϲ παρ’ Ἀττικοῖϲ τὸ ἐπίρρημα, ἑξαετήϲ ἑξαετέϲ, τριετήϲ τριετέϲ, αὐτοετήϲ αὐτοετέϲ, τὸ δὲ αὐτόετεϲ ἐπιρρηματικῶϲ προπαροξύνεται, ὡϲαύτωϲ ἐπιτηδήϲ ἐπιτηδέϲ, ἐπίτηδεϲ δὲ ἐπίρρημα.
Τὰ βαρύτονα εἰϲ η̅ϲ ἔχοντα δὲ οὐδέτερα εἰϲ ε̅ϲ ἢ προπεριϲπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα.
Τὰ μὲν οὖν διὰ τοῦ ̄η̄ρ̄η̄ϲ ἔχει προπεριϲπώμενα, ὀλιγήρηϲ ὀλιγῆρεϲ, θυμήρηϲ θυμῆρεϲ, τὸ δὲ θυμαρέϲ ἀπὸ τοῦ θυμαρήϲ γέγονε, ξιφήρηϲ ξιφῆρεϲ, πλήρηϲ πλῆρεϲ.
Τὰ διὰ τοῦ ω̅δ̅η̅ϲ, εἰ ἔχει οὐδέτερα, προπεριϲπώμενα αὐτὰ ἔχει, εὐώδηϲ εὐῶδεϲ, γεώδηϲ γεῶδεϲ.
Ἔτι τὰ διὰ τοῦ ω̅ρ̅η̅ϲ, νεώρηϲ νεῶρεϲ, αὐτώρηϲ αὐτῶρεϲ καὶ τὰ παρὰ τὸ ὄλω ϲυντεθειμένα, ἐξώληϲ ἐξῶλεϲ, πανώληϲ πανῶλεϲ. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτωϲ τὰ παρ’ οὐδετέρων ϲυντεθέντα βαρύτονα, εὐμήκηϲ εὔμηκεϲ, κακοήθηϲ κακόηθεϲ, μεγακήτηϲ μεγάκητεϲ. καὶ τὰ παρὰ τὸ η̅κ̅η̅ϲ, τανυήκηϲ τανύηκεϲ. καὶ τὰ παρὰ τὸ α̅δ̅η̅ϲ καὶ α̅ρ̅κ̅η̅ϲ, αὐθάδηϲ αὔθαδεϲ, αὐτάρκηϲ αὔταρκεϲ. τὸ μέντοι ποδάρκηϲ βαρύτονον ἔχει τὸ ποδαρκέϲ οὐδέτερον ὀξυνόμενον, ἡ δὲ κλητικὴ πόδαρκεϲ ὡϲ αὔταρκεϲ, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ.
Τὰ παρὰ τὸ α̅ν̅τ̅η̅ϲ οὐδέτερα προπαροξύνονται, κατάντηϲ κάταντεϲ, προϲάντηϲ πρόϲαντεϲ, ἀνάντηϲ ἄναντεϲ καὶ τὰ ὅμοια.
Τὰ εἰϲ ο̅ν μετοχῶν οὐδέτερα ὁμοτονοῦϲι τοῖϲ ἀρϲενικοῖϲ, ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν.
Τῶν εἰϲ ω̅ν βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦϲι ταῖϲ κλητικαῖϲ τῶν
ἀρϲενικῶν, ὁ ϲώφρων ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἀγνώμων ὦ ἄγνωμον καὶ τὸ ἄγνωμον, ὁ ἀμείνων ὦ ἄμεινον τὸ ἄμεινον, ὁ βελτίων ὦ βέλτιον τὸ βέλτιον, ὁ ἀρείων ὦ ἄρειον τὸ ἄρειον. τοῖϲ δὲ εἰϲ ω̄ν̄ ὀξυνομένοιϲ ὀνόμαϲι οὐδέποτε παράκειται οὐδετέρου παραϲχηματιϲμόϲ.Τὰ ἀπὸ τῶν εἰϲ η̄ν̄ ἀρϲενικῶν εἰϲ ε̄ν̄ οὐδέτερα ὁμοτονοῦϲιν αὐτοῖϲ, ἄρϲην ἄρϲεν, τέρην τέρεν.
* Τὰ εἰϲ ω̄ν̄ μετοχῶν δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οὐδέτερα ὁμοτονοῦϲι τοῖϲ ἀρϲενικοῖϲ, ὁ βοῶν τὸ βοῶν, ὁ γελῶν τὸ γελῶν, ὁ ὁρῶν τὸ ὁρῶν, ὁ ἀγαπῶν τὸ ἀγαπῶν, ὁ μελετῶν τὸ μελετῶν. μονογενὲϲ δὲ οὐδέτερον εἰϲ ω̄ν̄ λῆγον ὄνομα οὐκ ἔϲτιν εὑρεῖν.
* Αἱ εἰϲ ω̄ϲ̄ μετοχαὶ ἀπὸ περιϲπωμένων κατὰ πάθοϲ γενόμεναι καὶ φυλάττουϲαι τὸ ω̄ ἐπὶ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ ὁμοτονοῦντα ἔχουϲι τὰ οὐδέτερα, βεβώϲ βεβῶτοϲ τὸ βεβώϲ, γεγώϲ γεγῶτοϲ τὸ γεγώϲ, ἑϲτώϲ ἑϲτῶτοϲ τὸ ἑϲτώϲ, τεθνώϲ τεθνῶτοϲ τὸ τεθνώϲ. μονογενὲϲ δὲ οὐδέτερον εἰϲ ω̄ϲ̄ οὐκ ἔϲτιν εὑρεῖν πλὴν τοῦ φῶϲ καὶ τοῦ ὦϲ.
Τὰ εἰϲ ᾱ λήγοντα οὐδέτερα μονογενῆ βαρύνεται καὶ ϲυϲτέλλει τὸ ᾱ καὶ τὸ μ̄ παραλήγεται καὶ διὰ τοῦ τ̄ο̄ϲ̄ θέλει κλίνεϲθαι. πρόϲκειται μονογενῆ διὰ τὸ μέγα. τοῦτο γὰρ λήγει εἰϲ ᾱ καὶ πρὸ τοῦ ᾱ οὐκ ἔχει τὸ μ̄ διὰ τὸ μὴ εἶναι μονογενέϲ, ἀπὸ γὰρ τοῦ μέγαϲ. τὸ γὰρ Πάϲχα βάρβαρον, διὸ ὃ καὶ ἄκλιτον. τὸ φάβα καὶ αὐτὸ βάρβαρον, εἰ καὶ κλίνοιτο. καὶ τὰ τῶν ϲτοιχείων ὀνόματα, ἄλφα, βῆτα, γάμμα, δέλτα — ἔϲτι καὶ Δέλτα πόλιϲ πρὸϲ τῇ Ϲυρίᾳ καὶ νῆϲοϲ Αἰγύπτου, ὡϲ Ἔφοροϲ, κατ’ Αἰγυπτίουϲ καλουμένη Πυραμίϲ ἀπὸ τῆϲ τοῦ ϲχήματοϲ ὁμοιότητοϲ — βάρβαρα καὶ ἄκλιτά εἰϲιν. τὸ δὲ ἄλειφα ἐγένετο ἐκ τοῦ ἄλειφαρ ἢ ἄλειφαϲ ὑποϲτολῇ τοῦ ρ̄ ἢ τοῦ ϲ̄,̄ τὸ δὲ λίπα ἐκ τοῦ
λίπαϲ καὶ τὸ ὕφα ἐκ τοῦ ὕφαϲμα κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν τοῦ ξ̄. ἡ γὰρ κλίϲιϲ αὐτοῦ ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ ξ̄ καταληγούϲηϲ ἐγένετο· γάλακοϲ γὰρ ἡ γενικὴ καὶ κατὰ πλεοναϲμὸν τοῦ τ̄ γάλακτοϲ ὥϲπερ ἄναξ ἄνακοϲ καὶ ἄνακτοϲ. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ κ̄ο̄ϲ̄ κλινομένη ἢ διὰ τοῦ κ̄τ̄ο̄ϲ̄ τὴν εὐθεῖαν ἔχει εἰϲ ξ̄ καταλήγουϲαν, οἷον Φοῖνιξ Φοίνικοϲ, θώραξ θώρακοϲ, νύξ νυκτόϲ, ἄναξ ἄνακτοϲ· εἰ οὖν γάλακτοϲ, δῆλον ὅτι εἰϲ ξ̄ γάλαξ. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ῑ τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐϲτιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δῆλον ὅτι ἀποβολῇ τοῦ ῑ γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ̄ οὐκ ἔϲτι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο γάλα. Ἀμέλει ϲυντιθέμενον τὸ γάλα καὶ γινόμενον εἰϲ ἀρϲενικὸν γένοϲ, ἀναδέχεται τὸ ὀφειλόμενον ξ̄ οἷον ὁ ἀρτιγάλαξ, ὁ νεογάλαξ. καὶ ἐκ τοῦ γάλαξ ὁ γαλαξίαϲ γενέϲθαι δοκεῖ. Περὶ δὲ τοῦ κρᾶτα οἷον « ἐϲ τὸ κείνου κρᾶτα ἐνήλαθ’ ἡ τύχη» παρὰ Ϲοφοκλεῖ (Oed. Tyr. 263) μήποτέ ἐϲτιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ ἀρϲενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρϲενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράϲ τοῦ κρατόϲ τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράϲ τῆϲ κρατόϲ τῇ κρατί τὴν κρᾶτα καὶ τὸ κρᾶτα. τὸ μὲν γὰρ κράϲ ἀρϲενπκῶϲ καὶ θηλυκῶϲ λέγεται οἷον ὁ κράϲ καὶ ἡ κράϲ.Τὰ μὲν οὖν διϲύλλαβα εἰϲ μ̄ᾱ λήγοντα οὐδέτερα παροξύνεται ἢ προπεριϲπᾶται, ϲτόμα, πλύμα, ῥύμα, φύμα, θύμα, λύμα, θέμα, δέμα, ἅρμα — ἔϲτι καὶ πόλιϲ Βοιωτίαϲ τῆϲ Ταναγρικῆϲ. Παυϲανίαϲ ἐνάτῳ (c. 19, 4). ἐκλήθη δὲ οὕτωϲ ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράϲτου ἅρμα ἢ ἀπὸ Ἀμφιαράου τοῦ ἅρματοϲ· ἐνταῦθα γὰρ καταφυγεῖν φαϲι μετὰ τοῦ ἅρματοϲ καὶ οὐκ ἐκδοθῆναι τοῖϲ διώκουϲιν ὑπὸ τῶν κατοικούντων. ἔϲτι καὶ τῆϲ Ἀττικῆϲ Ἅρμα ἐν Πάρνηθι περὶ τὴν Φυλὴν καλουμένην. ἔϲτι καὶ Ἅρματα πόλιϲ πληθυντικῶϲ Ἰνδικῆϲ — αἶμα, βῆμα, ῥῆμα, χρῆμα, ϲῆμα, ὅθεν Κυνόϲϲημα τόποϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ. ἔϲτι καὶ ἄλλο χωρίον. λῦμα καὶ φῦμα καὶ θῦμα παρ’ Ἀττικοῖϲ τὸ ῡ ἐκτείνουϲιν, ζεῦγμα καὶ Ζεῦγμα πόλιϲ Ϲυρίαϲ
ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδροϲ ζεύξαϲ ἁλύϲεϲι διεβίβαϲε τὰ ϲτρατόπεδα. ῥῆγμα καὶ Ῥῆγμα πόλιϲ καὶ κόλποϲ περὶ τὸν Περϲικὸν κόλπον. δῆγμα, δεῖγμα, λῆμμα, τύμμα, οἶμα, ὅπερ ἐϲτὶ μονῆρεϲ. οὐδὲν γὰρ εἰϲ μ̄ᾱ λῆγον καθαρὸν διϲύλλαβον οὐδέτερον πρὸ τέλουϲ ἔχει τὴν ο̄ῑ δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα, τὸ γὰρ οἰδμα οὐ καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ ϲυμφώνου ἄρχεϲθαί τινα ἢ ἀπὸ ϲυμφώνων, ἵνα μή τιϲ λέγῃ, ὅτι ἄλλο οἶμα ἐπιζητῶ. διὸ ἔθηκα πρὸ τέλουϲ. τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, ποίημα, ὄρυγμα, τέλεϲμα, μελέτημα, βούλημα, εὕρημα. λέγεται καὶ εὕρεμα διὰ τοῦ ε̄· καί εἰϲι μὲν καὶ ἀμφοτέρων χρήϲειϲ, κρείττων δὲ ἡ διὰ τοῦ η̄ ὡϲ ἀπὸ περιϲπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίϲπαϲιν ἐλέγχει ὁ εὑρήϲω μέλλων, περιττεύων τοῦ ἐνεϲτῶτοϲ μιᾷ ϲυλλαβῇ. ὄνομα, ὅ ἐϲτι μονῆρεϲ. οὐδὲν γὰρ εἰϲ μ̄ᾱ λῆγον οὐδέτερον ἁπλοῦν ἐν ταῖϲ πρὸ τέλουϲ δύο ϲυλλαβαῖϲ διϲϲὸν ἔχει τὸ ο̄, ὡϲ δῆλον ἐκ τῶν τοιούτων, ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώ νημα, ϲτεφάνωμα, χρύϲωμα, κώλυμα, ἔλυμα, ἔρυμα καὶ ἄλλο μυρίον πλῆθοϲ τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡϲ τὸ ὄνομα μονῆρέϲ ἐϲτι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλουϲ τὸ ο̄ ἔχει καὶ ἡ πρὸ τέλουϲ. Αἰολεῖϲ δὲ ὄνυμα λέγοντεϲ αὐτὸ ἀπολύουϲι τοῦ προκειμένου ἐλέγχου. πρόϲκειται τῷ κανόνι ἁπλοῦν, ἵνα μή τιϲ ταῦτα ϲύνθετα ὄντα ὡϲ ἀντιπίπτοντα παρατάξῃ ϲυνεχῶϲ ἐν τῇ ϲυνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται. τούτων οὖν οὕτωϲ ἐχόντων ἄξιόν ἐϲτι ζητῆϲαι, διατί ἐν τῷ ὄνομα οἱ Αἰολεῖϲ τὸ ἐν τῇ παραληγούϲῃ ο̄ ἔτρεψαν εἰϲ τὸ ῡ οἷον ὄνυμα καὶ μὴ τὸ ἐν τῇ προπαραληγούϲῃ οἷον ὔνομα. Ἔϲτιν οὖν εἰπεῖν τὰϲ αἰτίαϲ ταύταϲ· πρῶτον μὲν ὅτι τὸ ἐν τῇ παραληγούϲῃ ο̄ γνήϲιόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ νέμω γέγονε νόμα καὶ κατὰ πλεοναϲμὸν τοῦ ο̄ ὄνομα, τὸ δὲ ἐν τῇ ἀρχούϲῃ ἀπὸ πλεοναϲμοῦ ἐϲτιν. ἄτοπον δέ ἐϲτι τὸ ἀπὸ πλεοναϲμοῦ τραπῆναι, ἵνα εὑρεθῶϲι δύο πάθη, πλεοναϲμὸϲ καὶ τροπή. δεύτερον δὲ ὅτι καὶ ὁ χαρακτὴρ ἀπαιτεῖ τὸ ἐν τῇ παραληγούϲῃ ο̄ τραπῆναι. πολλὰ γάρ εἰϲιν εἰϲ ᾱ οὐδέτερα διὰ τοῦ ῡμ̄ᾱ ἐκφερόμενα οἷον κώλυμα, ἔρυμα, κῦμα, θῦμα. οὕτωϲ οὖν καὶ ὄνομα. καὶ τούτου χάριν τὸ ἐν τῇ παραληγούϲῃ ἐτράπη καὶ οὐ τὸ ἐν τῇ ἀρχούϲῃ.Εἰϲ ᾱ μακρὸν ἢ εἰϲ η̄ ἐπὶ ἑνικῆϲ εὐθείαϲ ὀνόματοϲ οὐδετέρου οὐκ ἔϲτιν εὑρεῖν· τὸ γὰρ κάρα ἀπὸ τοῦ κάρανον καὶ τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται. τὸ γὰρ καρή ὀξύτονον θηλυκόν ἐϲτιν.
Τὰ εἰϲ ῑ μονογενῆ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, μέλι· δίχα δὲ τούτου καὶ τῶν παρ’ αὐτοῦ ϲυντεθέντων ἀπόμελι, ὀξόμελι, εὐκρατόμελι, οἰνόμελι καὶ τοῦ μονοϲυλλάβου τί οὐδέν ἐϲτι ὄνομα οὐδέτερον Ἑλληνικὸν ἀπαθέϲ. τὸ γὰρ κίκι εἶδοϲ ἐλαίου παρ’ Αἰγυπτίοιϲ, κόμι τὸ κομίδιον, πέπερι, κιννάβαρι, ὅπερ Ἀττικοὶ τιγγάβαρυ, ϲίνηπι, κοῖφι, ϲτάχι ϲύνηθεϲ Αἰγυπτίοιϲ, ὅπερ ϲημαίνει εἶδοϲ πυρροῦ, ϲτίμμι, ὅπερ γυναῖκεϲ κατὰ τοὺϲ ὀφθαλμοὺϲ χρίονται, ὅπερ ἐν τῇ ϲυνηθείᾳ λαχᾶϲ καλεῖται, κόρι τὸ κορίανον, τάγυρι, χνάϲμι, κάρι, ϲίϲελι οὐχ Ἑλληνικά, ξένα δέ. τὸ δὲ τρόφι ἀπὸ τοῦ τρόφιμον γέγονε κατ’ ἀποκοπὴν ὡϲ ἀπὸ τοῦ κρίμνου τὸ κρῖ, ὡϲαύτωϲ καὶ ἄλφι ἀπὸ τοῦ ἄλφιτον καὶ τὸ ἔρι ἀπὸ τοῦ ἔριον.
Τὰ δὲ εἰϲ ῑ ἐπιθετικὰ ὁμοτονεῖ τοῖϲ ἀρϲενικοῖϲ, λειπόπατριϲ λειπόπατρι, φυγόπολιϲ φυγόπολι, φιλόπατριϲ φιλόπατρι, εὔχαριϲ εὔχαρι.
Τὰ εἰϲ ῡ μονογενῆ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, δόρυ, γόνυ, μέθυ, δάκρυ, πῶϋ, ἄϲτυ — ἐκλήθη δὲ ἄϲτυ, ὡϲ Φιλόχοροϲ ἐν α′ τῆϲ Ἀτθίδοϲ « διὰ τὸ πρότερον νομάδαϲ καὶ ϲποράδην ζῶνταϲ τότε ϲυνελθεῖν καὶ ϲτῆναι ἐκ τῆϲ πλάνηϲ εἰϲ τὰϲ κοινὰϲ οἰκήϲειϲ, ὅθεν οὐ μετανεϲτήκαϲιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄϲτη καὶ πόλειϲ ᾤκηϲαν ». λέγεται ἄϲτυ καὶ ὁ δῆμοϲ, ὡϲ Ἐρατοϲθένηϲ ἐν Ἤριγόνῃ « ἡ δ’ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδοϲ . . . . » ὅτι δὲ δῆμοϲ Θορικόϲ δῆλον. ἔϲτι καὶ κώμη πληϲίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν — νᾶπυ τὸ ϲίνηπι, κόνδυ, κάχρυ, φῖτυ τὸ φίτυμα, μῶλυ, τρῆνυ, ἄϲχυ ἀπόρευμα δένδρου. τὸ δὲ Αἶπυ πόλιϲ Μεϲϲηνίαϲ « καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐῦκτιτον Αἶπυ » (B 592) ἀπὸ τῆϲ ἐρυμνότητοϲ καλουμένη, ἀμφίβολόν ἐϲτιν. Ἀρίϲταρχοϲ γὰρ ὡϲ ὀξύ, ϲυγκατατίθεται δὲ αὐτῷ καὶ
Ἀπολλόδωρος. Φερεκύδηϲ δὲ ὁ Ἀθηναῖοϲ τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲϲ τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοιϲ (ll. Λ 711) εἴρηκεν « ἔϲτι δέ τιϲ Θρυόεϲϲα πόλιϲ, αἰπεῖα κολώνη » ὃ νῦν εἴρηκε Αἰπύ καὶ ὡϲ ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖοϲ δέ φηϲι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν ϲυγκατατίθεται τῷ τόνῳ φάϲκων ὡϲ ὅτι πολλαὶ πόλειϲ ὁμοφωνοῦϲι προϲηγορικοῖϲ, Ἕλοϲ, Αἰγιαλόϲ· χρὴ μέντοι γινώϲκειν ὅτι ἀναλογώτερον ἀνάγνωϲιϲ ἦν ἡ βαρεῖα. τὰ γὰρ εἰϲ ῡ μονογενῆ βαρύνεται.* Εἰϲ ων οὐδέτερον μονογενὲϲ ἢ εἰϲ η̄ν̄ ἢ εἰϲ ᾱν̄ ἢ εἰϲ ε̄ν̄ ἢ εἰϲ ῑν̄ ἢ εἰϲ ῡν̄ οὐκ ἔϲτιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δημοκρίτῳ βεβίαϲται.
Τὰ εἰϲ λεον ὀξύνεται, Χαλεόν ἡ πόλιϲ, ἐλεόν ἡ μαγειρικὴ τράπεζα. « βάλλον δ’ εἰν ἐλεοῖϲιν », ϲτελεόν, ὃ καὶ ϲτελειόν λέγεται ποιητικῶϲ, καὶ ϲτελεόϲ, κολεόν ἢ κουλεόν. Πτελεόν πόλιϲ Ἰωνίαϲ καὶ Τρῳάδοϲ καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰϲ ἔχει πτελέαϲ· ἔϲτι δὲ καὶ Μεϲϲηνίαϲ, μία τῶν τριῶν, ὧν Ὅμηροϲ μνημονεύει « καὶ Πτελεὸν καὶ Ἕλοϲ καὶ Δώριον » ( B 594). Δικαίαρχοϲ δὲ τέτταραϲ ταύταϲ εἶναί φηϲι καὶ Πτελέαϲ οὐ Πτελεόν κατὰ τὸ πρῶτον τοῦ βίου τῆϲ Ἑλλάδοϲ βιβλίον. εἰ δὲ μὴ ἔχουϲι τὸ λε, προπαροξύνονται, ὄϲτρεον, ὃ καὶ ὄϲτρειον λέγεται, ὄρνεον, δένδρεον, ὤεον, ὅπερ ἐν πλεοναϲμῷ τοῦ ε̄ ἀπὸ τοῦ ὠόν, κάνεον. τὸ δὲ ὀϲτέον παροξύνεται ὡϲ διϲύλλαβον· ἀπὸ γὰρ τοῦ ἵϲτημι ϲτέον καὶ ὀϲτέον· οὐκ ἀγνοῶ δὲ ὡϲ καὶ ὀϲτοῦν λέγεται, ὡϲ καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ
τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν.
Τὰ εἰϲ ο̄ν̄ διϲύλλαβα παραληγόμενα τῷ ῑ μόνῳ ἢ τῇ ε̄ῑ διφθόγγῳ βαρύνεται, μνίον, ῥίον. ἔϲτι καὶ πόλιϲ Μεϲϲήνηϲ ἢ Ἀχαΐαϲ καὶ ἄλλη Αἰτωλίαϲ. ϲίον λαχάνου εἶδοϲ, ἴον, δρίον, ὅπερ τινὲϲ καὶ δρίοϲ γράφουϲι, Δῖον πόλιϲ Εὐβοίαϲ περὶ τὸ Κήναιον. Ὅμηροϲ « Κήρινθόν τ’ ἔφαλον Δῖόν τ’ αἰπὺ πτολίεθρον » (B 538) ἔϲτι καὶ Μακεδονίαϲ, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν· γ’ ἔϲτι πρὸϲ τῷ Ἄθῳ, ὡϲ
Θουκυδίδηϲ (4, 109). δ′ Θεϲϲαλίαϲ. ε′ Πιϲιδίαϲ. ϛ′ Ἰταλίαϲ. ζ′ κοίληϲ Ϲυρίαϲ, κτίϲμα Ἀλεξάνδρου. κρεῖον ἀγγεῖον κρεῶν, εἶον, ὃ καὶ ἤϊον ἐν διαλύϲει λέγεται, τὸ εἰϲ τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆϲ νηὸϲ τὸ πυθμενοειδὲϲ ξύλον.Τὰ διὰ τοῦ ῑο̄ν ̄ τριβράχεα ὑποκοριϲτικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡϲαύτωϲ καὶ Θρόνιον πόλιϲ Λοκρῶν· Ὅμηροϲ « Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα » (Β 533), ϲχόλιον, χόριον, ῥάχιον, πτέριον, ζύγιον, ϲπόδιον, φλέβιον, τρίχιον, πέδιον ὁ δεϲμόϲ, τὸ δὲ πεδίον ἐπὶ τῆϲ γῆϲ παροξύνεται· εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεϲταλμένων τῶν διὰ τοῦ δ ̄ι ̄ο ̄ν ̄ παρηγμένων, παροξύνεται, κλειδίον, παιδίον, δᾳδίον· οὐ γὰρ διὰ τοῦ δ ̄ι ̄ο ̄ν ̄, ἀλλὰ διὰ τοῦ ῑο̄ν ̄. τὸ γὰρ δ ̄ τοῦ πρωτοτύπου ἐϲτίν. ἔτι ϲφηκίον, χαρτίον, ὠτίον, μηρίον, θηρίον, κηρίον, ξηρίον, ϲφαιρίον, φορτίον, ϲταυρίον, ϲχοινίον, ϲπαρτίον, τιτθίον, ϲτρουθίον, ϲαρκίον, βιβλίον, χρυ ϲίον, καρφίον, χωρίον, κρουνίον, ϲιτίον, ψωμίον, νηϲίον. οὕτω καὶ τὸ κλιϲίον παρὰ τοῖϲ Ἀττικοῖϲ τὸ ῑ ἐκτεῖνον παροξύνεται ὡϲ τὸ θηρίον, παρὰ δὲ Ὁμήρῳ ϲυϲτέλλει τὸ ῑ καὶ προπαροξύνεται οἷον « περὶ δὲ κλίϲιον θέε πάντῃ » (Od. ω 208). τὸ δὲ φρούριον προπαροξύνεται οὐ γὰρ ὑποκοριϲτικόν. ὡϲαύτωϲ καὶ τὸ ἴχνιον προπαροξυντέον ὁμοτόνωϲ
τῷ ἀράχνιον· οὐ γὰρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται.Τὰ διὰ τοῦ δ ̄ι ̄ο ̄ν ̄ ἀπὸ παραγωγῆϲ ἔχοντα τὸ δ̄ προπαροξύνεται, μύδιον, βοτρύδιον, ἰχθύδιον, ϲικύδιον, ὀφρύδιον, πιτύδιον, ὀϲφύδιον. Βοιωτίδιον ἐκ Βοιώτιοϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν (v. 872) *ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον. κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν ϲυναιρέϲει οἶδιον, ζῴδιον, ϲτῴδιον, καλώδιον, φυϲείδιον, λεξείδιον, γήδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ δ οὐκ ἔχει ἐκ παραγωγῆϲ. τὸ δὲ δορκάδιον, ἀϲπίδιον. Μένανδροϲ « ἀϲπίδιον ἐπριάμην τι καὶ μαχαίριον » καὶ κροκύδιον ὑπερτριϲύλλαβα προπαροξύνεται.
Τὰ διὰ τοῦ ῑ̄ο ̄ν̄ τριϲύλλαβα ἔχοντα πρὸ τοῦ ῑ ͞ρ ἢ λ ̄, μὴ ὄντα ὑποκοριϲτικὰ μηδὲ ἔχοντα τὸ ͞η ἐν τῇ προπαραληγούϲῃ, προπαροξύνεται, ἴκριον τὸ ϲανίδωμα, ἴτριον, ὄϲπριον, ἔριον, μείλιον τὸ δῶρον, τρύβλιον, λείριον τὸ ἄνθοϲ, ῥάκτριον. ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων ϲκυλάκιον. φράτριον τόποϲ, ἐν ᾧ οἱ τῆϲ αὐτῆϲ φρατρίαϲ ϲυνάγονται· τὸ δὲ θηρίον ἔχει τὸ ͞η καὶ ὑποκοριϲτικόν ἐϲτιν. ἔτι τὸ βιβλίον καὶ ϲμιλίον.
* Τὰ διὰ τοῦ ῑ ͞ι͞ο͞ν οὐδέτερα μονογενῆ τριϲύλλαβα, μὴ ὄντα ὑποκοριϲτικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλουϲ μακράν, διὰ τοῦ ῑ ἐκφερομένην, ἤτοι μόνου ἢ ϲὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Ϲίγριον, λείριον, ἴτριον, μείλιον. ϲπάνια δὲ τὰ
παροξυνόμενα ὥϲπερ τὸ ἰνίον. τὸ γὰρ τειχίον ὑποκοριϲτικὸν καὶ τὸ κλειδίον.* Τὰ διὰ τοῦ ͞ι͞ο͞ν τριϲύλλαβα προϲηγορικὰ ἔχοντα πρὸ τοῦ ῑ δύο ϲύμφωνα ἢ κατὰ ϲύλληψιν ἢ κατὰ διάϲταϲιν παροξύνεϲθαι θέλει, ὁπότε πρὸ τοῦ ῑ οὐκ ἔϲτιν ἀμετάβολον οἷον ἱϲτίον, κυμβίον, ἰϲχίον, ἑρκίον. τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταὐτόϲημόν ἐϲτι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμὲν ὡϲ τὸ Αἰτώλιοϲ, κάπριοϲ, αἰζήϊοϲ· εἶπον ὁπότε πρὸ τοῦ ῑ οὐκ ἔϲτιν ἀμετάβολον, διὰ τὸ ἴκριον καὶ ἴχνιον.
Τά διὰ τοῦ ι ̄ο ̄ν ̄ τριϲύλλαβα κύρια προπαροξύνονται, Ἴλιον πόλιϲ Τρῳάδοϲ ἀπὸ Ἴλου, ἣν οἱ Τρῶεϲ Ἄτην ἐκάλουν καὶ Ἄτηϲ λόφον. οὐδετέρωϲ παρὰ πᾶϲι, παρ’ Ὁμήρῳ δὲ θηλυκῶϲ. τὸ γὰρ « Ἴλιον αἰπύ » (Il. Ο 71) νοθεύει Ἀρίϲταρχοϲ. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίαϲ Ἑλένου κτίϲμα. τετάρτη Θεϲϲαλίαϲ. πέμπτη Θρᾴκηϲ κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλιϲ Ἑλληνίϲ. Ἲϲθμιον. Ῥύτιον πόλιϲ Κρήτηϲ (Il. Β 648), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡϲ πεδίον· οὔτε γὰρ ὑποκοριϲτικόν, οὔτε εἰ ἦν ὑποκοριϲτικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Ϲπήλιον. Ὄβριον τὸ ὄροϲ. Κούριον πόλιϲ Κύπρου ἀπὸ Κουρέωϲ τοῦ Κινύρου παιδόϲ. Ἡρόδοτοϲ πέμπτῃ (c. 113). ἔϲτι καὶ πόλιϲ Αἰτωλίαϲ. Χώριον ἡ πόλιϲ, ἐπὶ γὰρ ὑποκοριϲτικοῦ παροξύνεται. Δαύνιον πόλιϲ Ἰταλίαϲ. Λυκόφρων (ν. 1254 ) «ὑπὲρ Λακίου Δαυνίου τ’ ᾠκιϲμένην ». Οἴνιον. Ϲέϲτιον πόλιϲ ἐν μεϲογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλιϲ Ἀχαϊαϲ, ὡϲ Εὔδοξοϲ ἐν ἕκτῃ. Ϲούνιον δῆμοϲ Λεοντίδοϲ’ φυλῆϲ. Ὅμηροϲ δὲ ἄκρον καλεῖ « ἀλλ’ ὅτε Ϲούνιον ἄκρον (Od. γ 278). Δώριον πόλιϲ Μεϲϲηνίαϲ μία τῶν τριῶν, ὧν Ὅμηροϲ μνημονεύει « καὶ Πτελεὸν καὶ Ἕλοϲ καὶ Δώριον » (Β 594). Πύθιον τὸ πάλαι μεϲαίτατον τῆϲ ἐν Κρήτῃ Γόρτυνοϲ. καὶ Μακεδονίαϲ Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔϲτι καὶ Πύθιον πληϲίον τοῦ Ἀϲτακηνοῦ κόλπου. Ἄκτιον πόλιϲ Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοιϲ. ὁμωνύμωϲ δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ καὶ ἡ ἄκρα ἡ ποιοῦϲα τὸ ϲτόμα τοῦ κόλπου καὶ ἡ πόλιϲ.
Ἄγιον τόποϲ Ϲκυθίαϲ, ἐν ᾧ Ἀϲκληπιὸϲ ἐτιμᾶτο, ὡϲ Πολυίϲτωρ. Πάριον πόλιϲ ἐν Ἑλληϲπόντῳ ἀπὸ Παρίου τοῦ Ἰαϲίωνοϲ. Ὅριον τόποϲ Κρήτηϲ. Πάνιον ϲπήλαιον Παλαιϲτίνηϲ, ἀφ’ οὗ ἐκρεῖ ὁ ποταμὸϲ Ἰορδάνηϲ. Ὅλκιον πόλιϲ Τυρρηνίαϲ. Πολύβιοϲ ἕκτῳ. Ὅλμιον πόλιϲ Βοιωτίαϲ, ὡϲ Ἐπαφρόδιτοϲ ἐν τοῖϲ Ὁμηρικοῖϲ. Νότιον πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἄντιον πόλιϲ μετὰ Λωρεντὸν τῆϲ Ἰταλίαϲ ἡ καὶ Ἄντεια. Βάκτριον πόλιϲ. Μόψιον πόλιϲ τῆϲ Πελαϲγιώτιδοϲ χώραϲ Θεϲϲαλίαϲ. « ὠνόμαϲται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦϲ τῆϲ Τειρεϲίου, ἀλλ’ ἀπὸ τοῦ Λαπίθου τοῦ ϲυμπλεύϲαντοϲ τοῖϲ Ἀργοναύταιϲ. ἄλλοϲ δ’ ἐϲτὶ Μόψοϲ, ἀφ’ οὗ ἡ Ἀττικὴ Μοψοπία » (Strab. p. 443). Μάϲιον ὄροϲ ὑπὲρ τῆϲ Νιϲίβιος. Ϲτράβων ἑνδεκάτῃ (p. 527). Κάϲτνιον ὄροϲ ἐν Ἀϲπένδῳ τῆϲ Παμφυλίαϲ. Κρήϲιον πόλιϲ Κύπρου. Θεόπομποϲ Φιλιππικῶν πεντεκαιδεκάτῳ. Καύδιον πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ ἑκκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Κόριον τόποϲ ἐν Κρήτῃ ἀπὸ κόρηϲ τινόϲ. Κάϲιον ὄροϲ καὶ πόλιϲ Αἰγύπτου πρὸϲ τῷ Πηλουϲίῳ. ἐκλήθη δὲ ἀπὸ τῆϲ Κυκλάδοϲ νήϲου ἢ ἀπὸ Κάϲου τοῦ Κλεόχου, ἀφ’ οὗ καὶ Καϲίου Διὸϲ ἱερόν. Θύριον πόλιϲ Ἀκαρνανίαϲ. Μάριον πόλιϲ Κύπρου ἡ μετονομαϲθεῖϲα Ἀρϲινόη ἀπὸ Μαριέωϲ. Δήλιον πολίχνιον Βοιωτίαϲ ἐν τῇ Τανάγρᾳ καὶ ἱερὸν Ἀπόλλωνοϲ. Δαύνιον πόλιϲ Ἰταλίαϲ. Δάλμιον πόλιϲ Δαλματίαϲ. Γράμμιον πόλιϲ ἐν Κρήτῃ. Γόλγιον πόλιϲ Κύπρου, ἣ καὶ Γολγοί. Ἤπιον πόλιϲ Τριφυλίαϲ. Βρύλλιον πόλιϲ ἐν τῇ Προποντίδι, Ἔφοροϲ δὲ ἐν τῷ ε′ Κίον αὐτήν φηϲιν εἶναι. Βρύγιον πόλιϲ Μακεδονίαϲ. Βαίτιον πόλιϲ Μακεδονίαϲ. Θεόπομποϲ εἰκοϲτῇ τετάρτῃ. Βούτριον τῆϲ Ἰταλίαϲ πόλιϲ. Βέργιον πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Βέργη. Πλούτιον πόλιϲ Τυρρηνῶν. Δώτιον πεδίον Θεϲϲαλίαϲ, ὅπου μετῴκηϲαν οἱ Κνίδιοι, ὧν ἡ χώρα ἡ Κνιδία. Καλλίμαχοϲ ἐν τοῖϲ ὕμνοιϲ (in Cerer. 24) « οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον ». ἐκλήθη δὲ ἀπὸ Δωτίαϲ τῆϲ Ἐλάτου. Φερεκύδηϲ δὲ ἀπὸ Δώτιοϲ τοῦ Ἀϲτερίου καὶ Ἀμφικτυόνηϲ τῆϲ Φθίου. ὡϲ δὲ Ἀρχῖνοϲ ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνοϲ. Μναϲέαϲ δὲ ἀπὸ Δώτου τοῦ Πελαϲγοῦ. Πήλιον πόλιϲ Θετταλίαϲ. λέγεται καὶ Πηλία. καλεῖται δὲ καὶ Πηλεῖϲ πληθυντικῶϲ ἀπὸ τοῦ Πηλεύϲ ἑνικοῦ. τὸ δὲ ὄροϲ Πήλιον. Πόλιον ἐν Λέϲβῳ τόποϲ. Πρόϲχιον χώρα Αἰτωλίαϲ. Πτέριον πόλιϲ Μήδων. λέγεται καὶ θηλυκῶϲ ἡ Πτερία. Ϲάμνιον πόλιϲ Πρετανίαϲ. Ϲίγριον Λέϲβου λιμήν. Ϲίρμιον πόλιϲ Παιόνων. Ϲκίριον τόποϲ Ἀττικόϲ. λέγεται καὶ Ϲκῖρον καὶ ὁ Ϲκῖροϲ. Ϲόλλιον Κορίνθου πολίχνιον. Θουκυδίδηϲ δευτέρᾳ (c. 30). Ϲκόλλιον ὄροϲ Κρήτηϲ. Ϲμίνθιον τόποϲ. Ϲτράβων τριϲκαιδεκάτῃ (p. 605). Ϲούτριον πόλιϲ ἡ πρότερον Τυρρηνῶν, ὕϲτερον δὲ Ῥωμαίων. Ϲτράτιον πόλιϲ Ἀκαρνανίαϲ. Θούριον πόλιϲ Ἰταλίαϲ πρότερον Ϲύβαριϲ ὀνομαϲθεῖϲα ἡ καὶ Θούριοι, ὡϲ ἐν τῷ Ἡροδότου ἐπιγράμματιΤείρια πόλιϲ Λευκοϲύρων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Τέμβριον πόλιϲ Φρυγίαϲ. Χάραξ δὲ Τύμβριον αὐτήν φηϲι. Ἀλέξανδροϲ δὲ Τεμβρίειόν φηϲιν ὡϲ Γορδίειον. Τίνδιον πόλιϲ Λιβύηϲ. Τράλλιον πόλιϲ Βιθυνίαϲ, ἣ καθήκει πρὸϲ τὸν Ἀϲτακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡϲ Νύμφιϲ ἐν πρώτῳ περὶ Ἡρακλείαϲ. Φάκιον πόλιϲμα Θεϲϲαλίαϲ. Θουκυδίδηϲ δ′ (c. 78), Φοίτιον πόλιϲ Ἀκαρνανίαϲ. λέγεται καὶ Φοιτίαι. Φρίκιον ὄροϲ ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ’ οὗ Φρικᾶνεϲ καὶ Φρικανεῖϲ οἱ αὐτόθι οἰκήϲαντεϲ Αἰολεῖϲ, ὡϲ Ἑλλάνικοϲ ἐν ἱερειῶν Ἥραϲ β′. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆϲ. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίοϲ ὠνομάζετο. Φρύγια τόποϲ μεταξὺ Βοιωτίαϲ καὶ Ἀττικῆϲ. Χήϲιον πολίχνιον Ἰωνίαϲ, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποταμὸϲ μεταξὺ Θυνίαϲ καὶ Βιθυνίαϲ. Δομίτιοϲ Καλλίϲτρατοϲ ἐν τρίτῳ περὶ Ἡρακλείαϲ « ἐγκυριεύϲαντοϲ ἀπὸ τοῦ Ϲαγγάρου χωρίου ἐντὸϲ τοῦ Ψιλίου ποταμοῦ ». Ψύχιον τόποϲ Κρήτηϲ, ἐν ᾗ πόλιϲ ἧν ὁμώνυμοϲ. Πόρθμιον καὶ Πορθμία κώμη ἐπὶ τῷ ϲτόματι τῆϲ Μαιώτιδοϲ λίμνηϲ. Μέντιον τὸ ὄροϲ.
Τὰ διὰ τοῦ ν ̄ι ̄ο ̄ν ̄ ἔχοντα πρὸ τοῦ ν̄ ϲύμφωνον προπαροξύνεται χωρὶϲ εἰ μὴ ἔχοι ἡ πρώτη τὸ ᾱ μὴ μεθ’ ἑτέρου φωνήεντοϲ μηδὲ μετὰ ϲυμφώνων κατὰ ϲύλληψιν, ἄνευ τῶν ὑποκοριϲτικῶν, ποίμνιον, δέμνιον, παίγνιον, τὸ γὰρ ͞α οὐκ ἔϲτι μόνον, ϲάννιον τὸ αἰδοῖον· τὰ γὰρ ϲύμφωνά ἐϲτι κατὰ διάϲταϲιν. φέρνιον ἡ ϲπυρὶϲ τῶν ἰχθύων, ἴχνιον, κέρνιον. τὸ δὲ ἀμνίον παροξύνεται καὶ τὸ ϲκυμνίον.
Τὰ διὰ τοῦ ι ̄ο ̄ν ̄ τριϲύλλαβα ἔχοντα δίφθογγον ἐν τῇ ἀρχούϲῃ προπαροξύνεται, μὴ ὄντα ὑποκοριϲτικά, φρούριον, παίγνιον, ποίμνιον, Ϲούνιον, Αἴγιον, αὔλιον ἡ ἐν τοῖϲ ἀγροῖϲ οἴκηϲιϲ, πλαίϲιον ἡ τετραγωνοειδὴϲ τῶν ϲτρατιωτῶν ϲύνταξιϲ. γέγονε δὲ παρὰ τὸ πέλαϲ πελάϲιοϲ καὶ ϲυγκοπῇ πλάϲιοϲ καὶ πλεοναϲμῷ τοῦ ῑ πλαίϲιοϲ. τὸ δὲ ϲχοινίον , κρουνίον ὑποκοριϲτικά.
* Τὰ διὰ τοῦ ν ̄ι ̄ο ̄ν ̄ τριϲύλλαβα ἔχοντα ͞η ἐν τῇ ἀρχούϲῃ παροξύνεται, ἡνίον, ϲπληνίον. τὸ δὲ ὤνιον προπαροξύνεται.
Τὰ διὰ τοῦ ῑο̄ν̄ τριϲύλλαβα προϲηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο ϲύμφωνα, ὧν οὐδέτερον ἢ τὸ ἓν οὐκ ἔϲτιν ἀμετάβολον, παροξύνεται, ἰϲχίον, ἱϲτίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱϲτοῦ. τὸ ϲίλφιον καὶ ὅρκιον προπαροξύνεται.
Τὰ διὰ τοῦ η̄ϊ̄ο̄ν̄ Ἰωνικὰ προπαροξύνεται, λήϊον, νήϊον· ἔϲτι καὶ Νήϊον ὄροϲ Ἰθάκηϲ, ἀφ’ οὗ κατὰ Κράτητα αἱ νηϊάδεϲ, οἱ δὲ τὰϲ διατριβούϲαϲ περὶ τὰ νάματα. αἱ δὲ νηϊάδεϲ ἀπὸ τοῦ νήϊοϲ ἢ ἀπὸ τοῦ νηΐϲ. τὸ δὲ Ὑπονήϊον ϲύνθετον ὡϲ τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλιϲ Φρυγίαϲ, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρϲήϊον πόλιϲ πρὸϲ ταῖϲ Ἡρακλείαιϲ ϲτήλαιϲ. Πολύβιοϲ τρίτῳ (c. 24). ποϲιδήϊον « ποϲιδήϊον, ἀγλαὸν ύδωρ» (B 506), ἐκ τοῦ ποϲίδειον παρὰ τὸ Ποϲιδέηϲ ὡϲ Ἡράκλειον παρὰ τὸ Ἡρακλέηϲ. ϲημήϊον, μνημήϊον, βαϲιλήϊον, παρήϊον « τῆϲ τήκετο καλὰ παρήϊα » (Οd. τ 208). λαιϲήϊον. λέγονται δὲ πάντα τὰ κατὰ μάχην ϲκεπαϲτήρια λαιϲήϊα διὰ τὸ ἐν τῇ λαιᾷ φέρεϲθαι.
*Τὰ διὰ τοῦ ω̄ϊ̄ο̄ν̄ προπαροξύνεται. Ἀλώϊον πόλιϲ Θεϲϲαλίαϲ ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτιϲαν οἱ Ἀλωάδαι καθελόντεϲ τοὺϲ Θρᾷκαϲ. ὡϲ εἶναι αὐτὴν ἀπὸ Ἀλωέοϲ. Ὁμολώϊον τεμενικὸν κατὰ πλεοναϲμὸν τοῦ ω ἐκ τοῦ Ὁμόλιον.
Πᾶν εἰϲ ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενὲϲ κύριον ἢ προϲηγορικὸν ἢ ὑποκοριϲτικὸν προπαροξύνεται, Περγάντιον πόλιϲ Λιγύων, Αἰάντιον, Βυζάντιον, ἀρτοπώλιον, πλοιάριον, παρθένιον, Διωνύϲιον, οἰνοπώλιον, κωδώνιον, αὐχένιον, διαβούλιον.
* Τὰ εἰϲ ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ β̄, γ̄, δ̄, ζ̄, θ̄ παραληγόμενα προπαροξύνεται, ἱπποφόρβιον, ϲυφόρβιον, Κανήβιον πόλιϲ Καρίαϲ ἡ ὕϲτερον Κύον, Λανούβιον πόλιϲ περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Ϲηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Ϲακῶν. Ἑλλάνικοϲ Ϲκυθικοῖϲ. Ἁρ πάγια τόποϲ περὶ Κύζικον, ὅθεν ἡρπάϲθαι φαϲὶ Γανυμήδην. Ϲτυλλάγιον πόλιϲ Τριφυλίαϲ. Ϲεϲίνδιον πόλιϲ Ἰνδική. Ϲιλίνδιον πόλιϲμα περὶ τὴν Ἴδην, ὡϲ Δημήτριοϲ ὁ Ϲκήψιοϲ
ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωϊκοῦ διακόϲμου. τραπέζιον. Ὑρνήθιον χωρίον ἐν Ἐπιδαύρῳ ἀπὸ Ὑρνηθοῦϲ τῆϲ Τημένου θυγατρόϲ. Παυϲανίαϲ δευτέρῳ περιηγήϲεωϲ (c. 28, 30).*Ἔτι τὰ εἰϲ ῑο̄ν̄ ὑπερτριϲύλλαβα κ̄ παραληγόμενα προπαροξύνεται, περδίκιον καὶ Περδίκια χώρα καὶ λιμὴν Λυκίαϲ. πινάκιον, πιττάκιον, θρινάκιον, δελφάκιον, ϲκυλάκιον, Ναρύκιον πόλιϲ Λοκρίδοϲ, ἣ καὶ Νᾶρυξ λέγεται. Βρυϲάκιον πόλιϲ τῆϲ Παρθίνηϲ. Ϲτυράκιον ὄροϲ Κρήτηϲ. Φαρνάκιον πόλιϲ Φρυγίαϲ, ὡϲ Ἀλέξανδροϲ περὶ Φρυγίαϲ τρίτῳ.
* Τὰ διὰ τοῦ λ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Ὁμόλιον πόλιϲ Μακεδονίαϲ καὶ Μαγνηϲίαϲ. Ϲτράβων ἑβδόμῃ (p. 443). πηδάλιον, κειμήλιον, κανθήλιον τὸ ἐπὶ τῇ πρύμνῃ ἐπικαμπὲϲ ξύλον. ἑδώλιον τὸ βάθρον τῆϲ νεώϲ, ἐφ’ ὃ καθέζονται οἱ ἐρέϲϲοντεϲ. τραγάλιον, οἰνοπώλιον, ἀρτοπώλιον. Βαργύλια πόλιϲ Καρίαϲ, ἣν Ἄνδανον οἱ Κᾶρέϲ φαϲιν, Ἀχιλλέωϲ κτίϲμα λέγοντεϲ. ὠνομάϲθη δὲ ἀπὸ Βαργύλου, ὃϲ πληγεὶϲ ὑπὸ Πηγάϲου τελευτᾷ, Βελλεροφόντηϲ δ’ ἀνιαθεὶϲ ἐπὶ τῷ ἑταίρῳ ἔκτιϲε Βαργύλια. Ἰδάλιον πόλιϲ Κύπρου. Ὀμφάλιον τόποϲ Κρήτηϲ πληϲίον Θενῶν καὶ Κνωϲϲοῦ. ἔϲτι καὶ Θετταλίαϲ. Ἐπιτάλιον πόλιϲ τῆϲ Τριφυλίαϲ. Πολύβιοϲ τετάρτῃ. Ἀμφιμάλιον πόλιϲ Κρήτηϲ ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Ϲανδάλιον Πιϲιδίαϲ χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήϲῳ παρακειμένῃ τῃ Ϲάμῳ Ἀρτέμιδοϲ ἱερόν. Ϲτράβων ἰδ’ (p. 639). Διοβούλιον πολίχνιον πληϲίον τοῦ Πόντου. Δαϲκύλιον πόλιϲ Καρίαϲ ἐπὶ τοῖϲ ὅροιϲ τῆϲ Ἐφεϲίαϲ ἀπὸ Δαϲκύλου τοῦ υἱοῦ Περιαύδου. ἔϲτι καὶ ἑτέρα πόλιϲ μετα τὰ Τρωϊκὰ κτιϲθεῖϲα. τρίτη τῆϲ Ἰωνίαϲ τὸ μέγα λεγόμενον ὡϲ μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆϲ Αἰολίδοϲ καὶ Φρυγίαϲ.
* Ὡϲαύτωϲ καὶ τὰ εἰϲ ῡλ̄λ̄ῑο̄ν̄ ὑποκοριϲτικά, παιδαρύλλιον, κρεύλλιον, μειρακύλλιον.
* Τὰ διὰ τοῦ μ̄ῑο̄ν̄ προπαροξύνεται, Μενεδήμιον πόλιϲ Λυκίαϲ. Ἀφόρμιον τόποϲ Θεϲπιέων. Ἀφροδίϲιοϲ ἤτοι Εὐφήμιοϲ ἐν τῷ περὶ τῆϲ πατρίδοϲ. ὅθεν καὶ τὸν κυβερνήϲαντα τὴν ναῦν τὴν Ἀργὼ Τῖφυν. « καὶ λόγοϲ παρ’ ἡμῖν τῆϲ νεὼϲ ἀφορμηϲάϲηϲ ἐντεῦθεν μετὰ τῶν ἀριϲτέων,
ἀφ’ οὗπερ ἀπέπλευϲεν ἡ ναῦϲ ». Τορτόμιον πόλιϲ μεταξὺ Ϲυρίαϲ καὶ Ἀρμενίαϲ. Ὑάμιον πόλιϲ Τρωϊκή.* Τὰ διὰ τοῦ ν̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Μαλάνιον πόλιϲ μία μεϲογείαϲ τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθειϲῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρ’ Ἀττικοῖϲ, γράφεται δὲ καὶ ὀπτανεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλιϲ πρὸϲ τῷ Πόντῳ. Βρυάνιον πόλιϲ Θεϲπρωτίαϲ. Ἀζάνιον· οὕτω τινὲϲ Αἰζανούϲ, πόλιν Φρυγίαϲ, φαϲίν, ἣν Ϲτράβων δωδεκάτῃ (p. 576) Ἀζανούϲ λέγει « τῆϲ δ’ Ἐπικτήτου Φρυγίαϲ Ἀζανοί τέ εἰϲι καὶ Νακόλεια ». Μεδιολάνιον πόλιϲ Ἀκυτανίαϲ. Ὑρκάνιον πεδίον τῆϲ Λυδίαϲ, ὡϲ Ἐρατοϲθένηϲ ἐν πέμπτῳ Γαλατικῶν. ἑλένιον, Ὁρμένιον, Παρθένιον πόλιϲ Εὐβοίαϲ. ἔϲτι δὲ καὶ Θρᾴκηϲ. ἔϲτι δὲ καὶ ὄνομα ὄρουϲ. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουϲαν, ὡϲ καὶ διὰ τῆϲ ε̄ῑ διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περϲικὴ μοῖρα ἀπὸ Ἀχαιμένουϲ υἱοῦ Αἰγέωϲ, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄροϲ ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλιϲ Ϲικελίαϲ. Τημένιον χωρίον Μεϲϲήνηϲ, ἐν ᾧ τέθαπται Τήμενοϲ. Ἀλαλκομένιον πόλιϲ Βοιωτίαϲ ἀπὸ τοῦ Ἀλαλκομενέωϲ, ὃϲ καὶ ἵδρυϲε τὴν Ἀθηνᾶν Ἀλαλκομενηίδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄροϲ διὰ μέϲηϲ Ἰταλίαϲ τεταμένον. Ἐλευϲίν Ἐλευϲίνιον. ϲκηνή προϲκήνιον, περιϲκήνιον, ϲελήνη ϲελήνιον. θίϲ θινόϲ θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡϲ Θουκυδίδηϲ ὀγδόῃ (c. 38). Κυτίνιον μία πόλιϲ τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλιϲ Ἰλλυριῶν, ὡϲ Ϲτράβων (7 p. 327). Λαβίνιον πόλιϲ Ἰταλίαϲ, Αἰνείου κτίϲμα. Ἰόβαϲ ἐν πρώτῳ. ἀπὸ τῆϲ τοῦ βαϲιλέωϲ θυγατρὸϲ Λαβινίαϲ. Λακίνιον ὄροϲ Κρότωνοϲ. Λυκόφρων « καὶ Λακινίουϲ μυχούϲ » (v. 856). δαιμόνιον, χελιδόνιον, ὀθόνιον, ἀκόνιον, εἰκόνιον. Ἰκόνιον πόλιϲ Λυκαονίαϲ πρὸϲ τοῖϲ ὅροιϲ τοῦ Ταύρου· φαϲὶ δ’ ὅτι ἦν τιϲ Ναννακόϲ, ὃϲ ἔζηϲεν ὑπὲρ τὰ τριακόϲια ἔτη. τοὺϲ δὲ πέριξ μαντεύϲαϲθαι, ἕωϲ τίνοϲ βιώϲεϲθαι. ἐδόθη δὲ χρηϲμόϲ, ὅτι τούτου τελευτήϲαντοϲ πάντεϲ διαφθαρήϲονται. οἱ δὲ Φρύγεϲ ἀκούϲαντεϲ ἐθρήνουν ϲφοδρῶϲ. ὅθεν καὶ παροιμία « τὸ ἐπὶ Νανναικοῦ κλαύϲειν » ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυϲμοῦ ἐπὶ Δευκαλίωνοϲ πάντεϲ διεφθάρηϲαν. ἀναξηρανθείϲηϲ δὲ τῆϲ γῆϲ ὁ Ζεὺϲ ἐκέλευϲε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάϲαι ἐκ τοῦ πηλοῦ καὶ προϲκαλεϲάμενοϲ τοὺϲ ἀνέμουϲ ἐμφυϲῆϲαι πᾶϲιν ἐκέλευϲε καὶ ζῶντα ἀποτελέϲαι.
διὰ οὖν τὰϲ εἰκόναϲ ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. Πελεθρόνιον ὄροϲ Θετταλίαϲ. Παραιτόνιον πόλιϲ πληϲίον Ἀλεξανδρείαϲ, ἣν Ἀμμωνίαν καλοῦϲι. Λινδόνιον πόλιϲ τῆϲ Βρεττανίαϲ. Φλυγόνιον πόλιϲ Φωκίδοϲ. λέγεται καὶ θηλυκῶϲ Φλυγονία. Ἀργύννιον. Ἀριϲτοφάνηϲ δὲ Ἀργύνειον διὰ διφθόγγου. Βιθύνιον πόλιϲ Βιθυνίαϲ. Παυϲανίαϲ ὀγδόῳ (9, 7). Ἑρκύνιον ὄροϲ Ἰταλίαϲ, ἀφ’ οὗ Ἑρκυνίϲ ἡ χώρα καὶ Ἑρκύνιοϲ τὸ κτητικόν. Ἀλέξανδροϲ Εὐρώπῃ. Ἀρδύνιον πόλιϲ ἐν Θήβηϲ πεδίῳ, ὡϲ Ξάνθοϲ ἐν Λυδιακῶν δευτέρῳ. παιώνιον, κωδώνιον, χελώνιον, ὀψώνιον, χιτώνιον, τριβώνιον, πωγώνιον, Πλατώνιον, Ἱππώνιον πόλιϲ Βρεττίων, ἀπὸ ἥρωοϲ. Ἀϲκαλώνιον. καὶ οὕτωϲ λέγεται ἡ πόλιϲ Ἀϲκάλων. Πανιώνιον τέμενοϲ καὶ πόλιϲ ἐν τῇ παραλίᾳ τῶν Ἐφεϲίων καὶ Ϲαμίων. Μεταγώνιον πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. θηλυκῶϲ δὲ ταύτην φαϲί. Θεμιϲώνιον χωρίον Φρυγίαϲ. Ἀρτεμίδωροϲ. Λαμπώνιον πόλιϲ Τρῳάδος. Ἑλλάνικοϲ, Ἑκαταῖοϲ δὲ Ἀϲίᾳ Λαμπώνειαν αὐτήν φηϲι. Θηγώνιον πόλιϲ Θεϲϲαλίαϲ. Ἑλλάνικοϲ πρώτῃ Δευκαλιωνείαϲ. Κυτώνιον πόλιϲ μεταξὺ Μυϲίαϲ καὶ Λυδίαϲ. Θεόπομποϲ Ἑλληνικῶν ὀγδόῳ. Πολεμώνιον ἐν Πόντῳ λιμὴν καὶ πόλιϲ. Ποπλώνιον πόλιϲ Τυρρηνῶν. Ϲκιρτώνιον πόλιϲ Ἀρκαδίαϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (27, 4). Ταρχώνιον πόλιϲ Τυρρηνίαϲ, ἀπὸ Τηλέφου παιδὸϲ Τάρχωνοϲ. Τιθρώνιον Φωκικὴ πόλιϲ. Τιμώνιον πόλιϲ Παφλαγονίαϲ. Τριχώνιον πόλιϲ Αἰτωλίαϲ. Γερούνιον πόλιϲ Ἰταλίαϲ. Ἐλύμνιον νῆϲοϲ Εὐβοίαϲ πόλιν ἔχουϲα. λέγεται καὶ Ἐλυμνία.* Τὰ εἰϲ ῑο̄ν̄ ξ̄ ἢ π̄ παραληγόμενα οὐδέτερα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Ἀμφάξιον πόλιϲ. δύο μέρη λόγου. Ὑπερδέξιον χωρίον Λέϲβου, ἐν ᾧ Ζεὺϲ Ὑπερδέξιοϲ καὶ Ὑπερδεξία Ἀθηνᾶ. ἐρείπιον. καὶ λέγει ὁ Δίδυμοϲ, ὅτι τὸ ἐρίπω καὶ ἐρίπια διὰ τοῦ ι ὤφειλε γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐϲτίν, ὅπερ ϲημαίνει τὴν μεγάλωϲ περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ῑ παρὰ τὴν ἐρί ἐπίταϲιν. ὁ δὲ Φιλόξενοϲ λέγει, ὅτι ἐρίπω διὰ τοῦ ῑ ὤφειλεν, ὡϲ καὶ Δίδυμοϲ. εἰπὼν δὲ « ὤφειλεν » ἐδήλωϲεν οὐ διὰ τοῦ ῑ γράφεϲθαι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου. οὕτωϲ γὰρ ἔχει ἡ παράδοϲιϲ. ἔϲτι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεοναϲμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ̄ ἐρείπω καὶ ἐρείπια. ἐνώπιον τὸ ἔνδον τῶν θυρῶν, προνώπιον τὸ ἔμπροϲθεν τῶν θυρῶν ἔνθα αἱ εἰκόνεϲ τίθενται, ἀνθρώπιον, παρώπιον τὸ
ἐπιτιθέμενον τοῖϲ ἵπποιϲ δέρμα ἀνὰ τὰϲ ὄψειϲ. εἰϲώπιον, Μεϲϲάπιον ὄροϲ Εὐβοίαϲ ἀπὸ Μεϲϲάπου τοῦ μετοικήϲαντοϲ εἰϲ Ἰταλίαν. Μελανίππιον πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ, τινὲϲ δὲ Λυκίαϲ φαϲί. Ἐλλόπιον πόλιϲ Αἰτωλίαϲ. Πολύβιοϲ ια′. Τριόπιον πόλιϲ Καρίαϲ ἀπὸ Τριόπου τοῦ πατρὸϲ Ἐρυϲίχθονοϲ. λέγεται καὶ Τριοπία. Αἰθόπιον χωρίον Λυδίαϲ παρὰ Ὕλλῳ ἢ πληϲίον τοῦ Εὐρίπου, ἀφ’ οὗ ἡ Ἄρτεμιϲ Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖϲ Αἰθίοψι διάγουϲαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ ϲελήνῃ παρὰ τὸ αἴθειν ὡϲ Καλλίμαχοϲ, οἱ δὲ ὅτι ἡ αὐτή ἐϲτι τῇ Ἑκάτῃ, ἥτιϲ ἀεὶ δᾷδαϲ ἔχει, ὡϲ Ἐρατοϲθένηϲ. Κωνώπιον πόλιϲ τῆϲ Μαιώτιδοϲ λίμνηϲ.* Τὰ διὰ τοῦ ριον ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, ὀψάριον, οἰνάριον, ἱππάριον, φυτάριον καὶ ϲουδάριον, κελλάριον ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου ἐκτεταμένου τοῦ ᾱ. Ὁμάριον πόλιϲ Ἰταλίαϲ. Θεόπομποϲ Φιλιππικῶν κα′. Μαρμάριον πόλιϲ Εὐβοίαϲ. περιϲτέριον, διφθέριον. Κυτέριον πόλιϲ Οἰνωτρῶν ἐν τῇ μεϲογείᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Κιέριον· οὕτωϲ Ἄρνη πόλιϲ Θεϲϲαλίαϲ καλεῖται. Κραϲέριον Ϲικελίαϲ φρούριον. Φίλιϲτοϲ ὀγδόῳ. Ἀμέριον πόλιϲ Ἰταλίαϲ. Ἐλευθέριον πολίχνιον Μυϲίαϲ. ἀϲτέριον καὶ Ἀϲτέριον πόλιϲ Θετταλίαϲ. Ὅμηροϲ « οἵ τ’ ἔχον Ἀϲτέριον Τιτάνοιό τε λευκὰ κάρηνα » (B 735). οὕτω δὲ καλεῖται διὰ τὸ λαμπρόν, ὅτι ἐφ’ ὑψηλοῦ ὄρουϲ κειμένη τοῖϲ πόρρωθεν ὡϲ ἀϲτὴρ φαίνεται. ἢ ἀπὸ Ἀϲτερίου τινὸϲ ἥρωοϲ. Ἀτέριον πόλιϲ Ϲικελίαϲ. Τολέριον πόλιϲ Ἰταλίαϲ. Φαλέριον πόλιϲ Τυρρηνίαϲ. Χειμέριον ἄκρα Θεϲπρωτίαϲ. θυτήριον, μοναϲτήριον, ἱλαϲτήριον. Ϲφακτήρια μεθόριον Ἠλείων τῆϲ πρὸϲ Μεϲϲήνην χώραϲ. κέκληται δ’ οὕτωϲ, ὥϲ φηϲιν Ἐχεφυλλίδηϲ, διὰ τὸ ἐν αὐτῷ ϲφαγιαϲαμένουϲ τοὺϲ Ἡρακλείδαϲ πρὸϲ Ὄξυλον ποιήϲαϲθαι ϲυνθήκαϲ περὶ φιλίαϲ καὶ ὁμονοίαϲ. Καβείριον πόλιϲ τῆϲ κάτω Ἀϲίαϲ ἡ καὶ Καβειρία καὶ Κάβειροϲ. ὀϲχοφόριον, προϲφόριον, θεϲμοφόριον, ὠμοφόριον, ἐμπόριον. ἔϲτι δὲ καὶ Ἐμπόριον πόλιϲ Κελτική, κτίϲμα Μαϲϲαλιωτῶν. δευτέρα Μακεδονίαϲ. τρίτη Ϲικελίαϲ. τετάρτη Καμπανίαϲ. παλινδόρι ον τὸ εἰργαϲμένον δέρμα, κιχόριον χόριον εἶδοϲ βοτάνηϲ. Ἀνακτόριον Ἀκαρνανίαϲ πόλιϲ, Κορινθίων ἄποικοϲ. Θουκυδίδηϲ τετάρτῃ (c. 49). ἀρϲενικῶϲ παρὰ Ϲοφοκλεῖ. Χαλκητόριον πόλιϲ Κρήτηϲ. Νικηφόριον. οὕτωϲ ἡ Κωνϲταντῖνα ἡ περὶ Ἔδεϲϲαν πόλιϲ. Βοϲπόριον τοῦ Βυζαντίου λιμήν, ὃϲ καὶ Βόϲποροϲ λέγεται. Ἀμόριον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 576). Φιληνόριον
πόλιϲ ἐν Ἀρναίᾳ χώρᾳ τῆϲ Βοιωτίαϲ ἀπὸ Φιλήνοροϲ τοῦ Αἰτωλοῦ. Ἀλαβούριον πόλιϲ Ϲυρίαϲ. Χάραξ ὀγδόῃ χρονικῶν. Ἀγκύριον πόλιϲ Ἰταλίαϲ. Ὀνθύριον πόλιϲ Θεϲϲαλικὴ περὶ τὴν Ἄρνην. Μανδύριον πόλιϲ Ἰαπυγίαϲ. Ἀταβύριον ὄροϲ Ϲικελίαϲ, ὡϲ Τίμαιοϲ. κέκληται δὲ τὰ ὄρη ἀπό τινοϲ Τελχῖνοϲ Ἀταβυρίου. ἔϲτι καὶ Περϲικὴ πόλιϲ· ἔϲτι καὶ Φοινίκηϲ. Ζεφύριον. ἡ Ἁλικαρναϲϲὸϲ τῆϲ Καρίαϲ οὕτωϲ ἐκαλεῖτο, ὡϲ Φίλων, καὶ πόλιϲ Κιλικίαϲ. ἔϲτι καὶ Ϲκυθίαϲ χωρίον. ἔϲτι καὶ Ἰταλίαϲ Ζεφύριον, ἀφ’ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔϲτι καὶ ἄκρα τῆϲ Αἰγύπτου, ἀφ’ ἧϲ ἡ Ἀφροδίτη καὶ Ἀρϲινόη Ζεφυρῖτιϲ, ὡϲ Καλλίμαχοϲ. Πλημμύριον φρούριον Ϲυρακουϲῶν. Ϲατύριον χωρίον πληϲίον Τάραντοϲ. νεώριον. Μακτώριον πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ πρώτῳ. καϲώριον τὸ πορνεῖον. Ἀριϲτοφάνηϲ « ἐν καϲωρίοιϲι λείχων » (Eq. 1285). Ἀϲϲώριον πόλιϲ Ϲικελίαϲ. ταύτην τριϲυλλάβωϲ Ἄϲωρον καλεῖ Ἀπολλόδωροϲ ἐν δ’ χρονικῶν. Ἰϲϲώριον ὄροϲ τῆϲ Λακωνικῆϲ, ἀφ’ οὗ ἡ Ἄρτεμιϲ Ἰϲϲωρία. Πολιτώριον πόλιϲ Λατίνων, ἣν ἑλὼν Μάρκιοϲ ὁ βαϲιλεὺϲ μετήγαγεν εἰϲ Ῥώμην. Φαγρώριον πόλιϲ, ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν Αἰγυπτιακοῖϲ, ἐξ οὗ ϲύνθετον Φαγρωριόπολιϲ. ἀνεμούριον, ϲιϲύμβριον ἡ βοτάνη. Τενέβριον ἀκρωτήριον Ἰβηρίαϲ. ἀνδράγρια, ζωάγρια, μοιχάγρια. τρωγλύδριον, Πριαμιλλύδριον, νεανιϲκύδριον. Μεθύδριον πόλιϲ Ἀρκαδίαϲ. καὶ ἑτέρα πόλιϲ Θεϲϲαλίαϲ, ὡϲ Φίλων. Τελέθριον ὄροϲ τῆϲ ἐν Εὐβοίᾳ Ἐλλοπίαϲ. Ϲτράβων δεκάτῃ (p. 445). Παντομάτριον πόλιϲ Κρήτηϲ. Δημήτριον τόποϲ περὶ Θεϲϲαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενοϲ παρὰ τὸν Ἄμφρυϲον. ἔϲτι καὶ πόλιϲ Αἰολίδοϲ.* Τὰ διὰ τοῦ ϲ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Βουπράϲιον πόλιϲ καὶ ποταμὸϲ καὶ χώρα τῆϲ Ἤλιδοϲ « οἳ δ’ ἄρα Βουπράϲιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον » (B 615). γυμνάϲιον, ἱππάϲιον, κοράϲιον. Ὀρεϲθάϲιον πόλιϲ Ἀρκαδικὴ ἀπὸ Ὀρεϲθέωϲ τοῦ Λυκάονοϲ. Παυϲανίαϲ ὀγδόῳ (27, 3). Κορυφάϲιον χωρίον Λακωνικὸν πληϲίον Πύλου. Θουκυδίδηϲ τετάρτῃ (c. 3 et 118). Ψευδοκοράϲιον αἰγιαλὸϲ μέγαϲ μεταξὺ Κωρύκου καὶ τῆϲ Ϲελευκείαϲ τῆϲ παρ’ Ἰϲαύροιϲ. Ἀρτεμίδωροϲ ἐνάτῳ τῶν γεωγραφουμένων « παραλλάξαντι δὲ ταύτην αἰγιαλὸϲ ἄλλοϲ ἐκδέχεται ϲταδίων τριῶν, μηνοειδὴϲ καὶ ὕφορμοϲ, καλούμενοϲ Ψευδοκοράϲιον » Θαυμάϲιον ὄροϲ Ἀρκαδίαϲ, ἐν ᾧ τὸν λίθον ὁ Κρόνοϲ κατέπιεν. κυνηγέϲιον. Βρεντέϲιον πόλιϲ παρὰ τὸν
Ἀδρίαν ἀπὸ Βρέντου Ἡρακλέουϲ ἢ ὡϲ εὐλίμενοϲ οὖϲα· ἑνὶ γὰρ ϲτόματι λιμένεϲ πολλοὶ κατακλείονται. ὡϲ ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτωϲ ὠνομάϲθη βρέντον γὰρ παρὰ Μαϲϲαπίοιϲ ἡ τῆϲ ἐλάφου κεφαλή, ὡϲ Ϲέλευκοϲ ἐν δευτέρῳ γλωϲϲῶν. Εἰλέϲιον πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « καὶ Εἰλέϲιον καὶ Ἐρυθράϲ » (Β 499). Μαραθήϲιον πόλιϲ Καρίαϲ. ἔϲτι καὶ πόλιϲ Ἐφεϲίων. Ἀκακήϲιον πόλιϲ Ἀρκαδίαϲ, ἀπὸ Ἀκάκου παιδὸϲ Λυκάονοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῃ (3, 2). Ἀλήϲιον τῆϲ Ἤλιδοϲ « πέτρηϲ τ’ Ὠλενίηϲ καὶ Ἀληϲίου » (ll. Λ 757). ἀπὸ Ἀληϲίου τοῦ Ϲκιλλοῦντοϲ υἱοῦ. γράφεται καὶ Ἀλείϲιον. ἔϲτι καὶ Ἀλήϲιον πεδίον τῆϲ Ἠπείρου, ὡϲ πηγνυμένου ἐκεῖ πολλοῦ ἁλόϲ. Μανήϲιον πόλιϲ Φρυγίαϲ. Ἀλέξανδροϲ. ἀπὸ Μανοῦ ϲφόδρα εὐπόρου κτιϲτοῦ. Γαλλήϲιον πόλιϲ Ἐφέϲου. Παρθένιοϲ ἐν ἐπικηδείῳ τῷ εἰϲ Αὐξίθεμιν. Ἀρτεμίϲιον πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείῳ. Ἑκαταῖοε Εὐρώπῃ. Φίλιϲτοϲ δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴϲωϲ δωρικῶϲ. ἔϲτι καὶ πόλιϲ Εὐβοίαϲ. ζευγίϲιον. πόϲιϲ πόϲιον καὶ ϲυμπόϲιον. βόϲιϲ ἡ τροφὴ ἱπποβόϲιον. Διονύϲιον, Κανύϲιον μεγίϲτη τῶν Ἰταλιωτίδων πόλεων. Ϲτράβων ἕκτῃ (p. 283). λέγεται καὶ Καινύϲιον. Περραίϲιον πόλιϲ μία τῶν δώδεκα τῶν παρὰ τοῖϲ Τυρρηνοῖϲ ἀρχητίδων καλουμένων. Μερούϲιον χωρίον Ϲικελίαϲ, ὡϲ Θεόπομποϲ Φιλιππικῶν τριακοϲτῷ ἐνάτῳ. τινὲϲ δὲ ἀπὸ Μερόηϲ τῆϲ Αἰθιοπίαϲ. Πηλούϲιον πόλιϲ Αἰγύπτου, εἰϲ ἣν ἐκρεῖ τὸ πρῶτον ϲτόμα τοῦ Νείλου. ἔϲτι καὶ Πηλούϲιον λιμὴν Θετταλίαϲ. Δαφνούϲιον Αἰγύπτου κώμη. Τιλφούϲιον πόλιϲ Βοιωτίαϲ. Ϲτράβων ἐνάτῃ (p. 410).* Τὰ διὰ τοῦ τ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, ἁλάτιον, ἀκάτιον, γονάτιον, δωμάτιον, κεράτιον, Παλάτιον. Ῥεάτιον πόλιϲ Ἰταλίαϲ. Φοροβρεντάτιον πόλιϲ Λιβύηϲ. Ἐργέτιον πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν δευτέρᾳ. Ἀρρήτιον πόλιϲ Τυρρηνίαϲ. Κορυφήτιον τὸ ὄροϲ Ἀζανίαϲ. Βαρήτιον χωρίον πρὸϲ τῷ Ἀδρίᾳ. Θεόπομποϲ πεντηκοϲτῷ δευτέρῳ. Ϲκυλλήτιον πόλιϲ Ϲικελίαϲ, ὡϲ Εὔδοξοϲ ἕκτῃ. Παπίτιον πόλιϲ Παφλαγονίαϲ. Ζηνοδότιον πόλιϲ Ὀϲροηνῆϲ πληϲίον Νικηφορίου. Ἀρριανὸϲ Παρθικῶν δευτέρῳ. Ζιποίτιον πόλιϲ Βιθυνίαϲ ἀπὸ Ζιποίτου βαϲιλέωϲ. Αἰάντιον ἡ πόλιϲ. βαλάντιον τὸ ἀκόντιον. Περγάντιον Λιγύων πόλιϲ. Ἀκαμάντιον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ, Ἀκάμαντοϲ κτίϲμα τοῦ Θηϲέωϲ, ᾧ ϲυμμαχήϲαντι πρὸϲ τοὺϲ Ϲολύμουϲ τὸν τόπον δέδωκεν Ἴϲανδροϲ.
Βυζάντιον πόλιϲ διαϲημοτάτη πρὸϲ τῇ Προποντίδι πρὸϲ τῷ μέρει τῆϲ Εὐρώπηϲ. ἐκλήθη δ’ ἀπὸ Βύζαντοϲ τοῦ Κεροέϲϲηϲ τῆϲ Ἰοῦϲ θυγατρὸϲ καὶ Ποϲειδῶνοϲ. ἢ ὅτι τοῦ ϲτόλου Βύζηϲ ἦν ἡγεμών. ἔϲτι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόποϲ περὶ Χίον. Πολύβιοϲ ἑκκαιδεκάτῳ. ἔοικε δ’ ὑποκοριϲτικὸν τοῦ Βάβραϲ. Παλλάντιον πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Πάλλαντοϲ, ἑνὸϲ τῶν Λυκάονοϲ παιδῶν ὡϲ Ἡϲίοδος. τινὲϲ δὲ Παλλαντιάδα καλοῦϲιν. Παρέντιον πόλιϲ καὶ λιμὴν πληϲίον Ἰϲτρίαϲ. Μοργέντιον πόλιϲ Ἰταλίαϲ ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντόϲ πόλιϲ. Ϲυρρέντιον πόλιϲ Τυρρηνίαϲ καὶ Ϲυρρεντόν. Φερέντιον πόλιϲ Ϲαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔϲτι καὶ Ἀκόντιον πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Ἀκοντίου τοῦ Λυκάονοϲ. ἔϲτι καὶ ἑτέρα Εὐβοίαϲ, ὡϲ Ξεναγόραϲ καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ ϲτόματοϲ. γερόντιον, Μεταπόντιον πόλιϲ Ἰταλίαϲ ἡ πρότερον Ϲῖριϲ ἀπὸ Μετάβου τοῦ Ϲιϲύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλιϲ. Δυϲπόντιον πόλιϲ Πιϲαίαϲ, ἀπὸ Δυϲπόντου τοῦ Πέλοποϲ, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδοϲ εἰϲ Ὀλυμπίαν. Μαμέρτιον πόλιϲ Ἰταλίαϲ. Λαφύϲτιον.* Τὰ διὰ τοῦ φ̄ῑο̄ν̄ οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, δενδρύφιον, ὀρνύφιον, ὠΰφιον χρυϲάφιον, ἀργυράφιον, μοιράφιον.
* Τὰ διὰ τοῦ χ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔϲτι καὶ Ὀνύχιον τόποϲ Κρήτηϲ, ἀπὸ ὄνυχοϲ ἀγκύραϲ ἐνϲχεθείϲηϲ ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικηϲάντων. Δυρράχιον πόλιϲ Ἰλλυρικὴ καὶ Ἐπίδαμνοϲ κληθεῖϲα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλιϲϲα, ἧϲ καὶ τοῦ Ποϲειδῶνοϲ ὁ Δυρράχιοϲ. Ϲτράβων ἐν η′ (p. 316) φηϲί « μετὰ δὲ τὸν Ῥιζονικὸν Λίϲϲοϲ ἐϲτὶ πόλιϲ καὶ Ἀκρόλιϲϲοϲ καὶ Ἐπίδαμνοϲ Κερκυραίων κτίϲμα, ἡ νῦν Δυρράχιον ὁμωνύμωϲ τῇ χερρονήϲῳ λεγομένη, ἐφ’ ἧϲ ἵδρυται ». Ἐρατοϲθένηϲ γ′ γεωγραφουμένων « ἐχόμενοι δ’ οἰκοῦϲι Ταυλάντιοι. πόλιϲ δὲ Ἑλληνὶϲ Ἐπίδαμνοϲ ἐπὶ χερρονήϲου τῆϲ καλουμένηϲ Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷοϲ, περὶ οὓϲ οἱ Κάδμου καὶ Ἁρμονίαϲ τάφοι δείκνυνται ». λέγει δὲ Παυϲανίαϲ Ϛ′ (c. 10, 8) περὶ τῆϲ ἀρχαίαϲ καὶ τῆϲ νῦν πόλεωϲ οὕτωϲ Ἐπιδάμνιοι μὲν χώραν ἥνπερ καὶ ἐξ ἀρχῆϲ, πόλιν δὲ αὐτὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουϲιν, ἐκείνηϲ δ’ ἀφεϲτηκυῖαν ὀλίγον. ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιϲτοῦ ». Ἀλέξανδροϲ δὲ ἐν Εὐρώπῃ μετὰ
τοῦ ϲ̄ Δυϲράχιον αὐτὴν καλεῖ « Δυϲραχίου τ’ Ἐπίδαμνοϲ ἐπ’ ἀγχιάλου χθονὸϲ ἀκτῆϲ ». δυϲράχιον γάρ ἐϲτι, ὅ ἐϲτι δυϲέξοχον. τρέψαν δὲ τὸ ϲ̄ εἰϲ ρ̄ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθάπερ καὶ Τυρϲηνόϲ Τυρρηνόϲ, ταρϲόϲ ταρρόϲ, πυρϲόϲ πυρρόϲ. Δουλίχιον μία τῶν Ἐχινάδων νήϲων, ἡ καὶ Δολίχα καλουμένη ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. Ὠρύχιον τόποϲ τῆϲ Ἀττικῆϲ.Τὰ διὰ τοῦ ᾱῑο̄ν̄ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Ἥραιον τὸ τέμενοϲ καὶ πόλιϲ Θρᾴκηϲ. Ἡρόδοτοϲ τετάρτῃ (c. 90). τὸ δὲ Ἡραῖον τεῖχοϲ. ἔλαιον, Δίρκαιον, Κίρκαιον τὸ ὄροϲ, τρόπαιον καὶ τροπαῖον Ἀττικῶϲ, νόμαιον τὸ μονογενέϲ, οὔραιον, Ϲκύλλαιον ἄκρα, περὶ ἧϲ Ἑκαταῖοϲ ἐν Εὐρώπῃ φηϲίν. πρέμναιον. Κότταιον τὸ ὄροϲ, Ἕρμαιον, Φοίβαιον, Κύταιον πόλιϲ Κρήτηϲ, γύναιον, Λύκαιον τὸ ὄροϲ, κώπαιον, δέραιον, νύμφαιον καὶ Νύμφαιον πόλιϲ Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεωϲ καὶ Θεοδοϲίαϲ, ὥϲ φηϲι Ϲτράβων (7 p. 309), τὸ δὲ νυμφαῖον κτητικόν. Λέχαιον, Φύταιον πόλιϲ Αἰτωλίαϲ. Πολύβιοϲ ἑνδεκάτῳ. Χάλαιον πόλιϲ Λοκρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλιϲ, ἐν δὲ Οἰάνθη πόλιϲ ». ϲπήλαιον τὸ ἄντρον. Τύπαιον ὄροϲ Ἤλιδοϲ. Παυϲανίαϲ Ἠλιακῶν α′ (c. 6, 7). Ϲάρδαιον ὄροϲ περὶ Ἀϲωπόν. Μάρκαιον ὄροϲ τῆϲ Τρῳάδοϲ πρὸϲ τῇ Γέργιθι. Λήναια ἀγῶν Διονύϲου ἐν ἀγροῖϲ. τὸ δὲ Τομαῖον ὄροϲ παρὰ τὸ Κορυφάϲιον τῆϲ Πύλου καὶ Ϲηταῖον χωρίον παρὰ Ϲύβαριν καὶ Ϲυρμαῖον πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. Τυχαῖον ὄροϲ μεταξὺ Ἐρετρίαϲ καὶ Βοιωτίαϲ καὶ Θυραῖον πόλιϲ Ἀρκάδων καὶ Πιϲϲαῖον πόλιϲ Πελαγονίαϲ. Μαζαῖον τόποϲ ἐν Βιθυνίᾳ κατὰ παραφθορὰν ἐκ τοῦ Ἀμαζόνειον, ὡϲ Ἀρριανὸϲ ἐν Βιθυνιακοῖϲ. Ῥιπαῖα ὄροϲ Ὑπερβορέων — προπεριϲπᾶται ἐπιθετικὰ ὄντα. τὸ ἀρχαῖον προπεριϲπᾶται ὡϲ τριγενὲϲ καὶ τὸ χαῖον ὡϲ διϲύλλαβον.
Τὰ διὰ τοῦ ᾱῑο̄ν̄ μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Ἀθήναιον τὸ τέμενοϲ, Λιλύβαιον ἡ πρὸϲ δύϲιν ἄκρα τῆϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ πόλιϲ. κεφάλαιον, περιβόλαιον, Φωτίναιον
πόλιϲ Θεϲϲαλίαϲ ὡϲ Ἑκαταῖοϲ περιηγήϲει Εὐρώπηϲ. Νακόλαιον πόλιϲ Φρυγίαϲ, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόληϲ νύμφηϲ· ὥϲπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄροϲ Εὐβοίαϲ ἀνακείμενον Ἀρτέμιδι, ὥϲ φηϲιν Ἀρχέμαχοϲ ἐν Εὐβοϊκῶν β′. Κυδαθήναιον δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Παντικάπαιον πόλιϲ μεγίϲτη, τῶν κατὰ Βόϲπορον μητρόπολιϲ. ὠκίϲθη δὲ παρὰ Αἰήτου παιδόϲ, λαβόντοϲ τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Ϲκυθῶν βαϲιλέωϲ καὶ καλέϲαντοϲ τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρουϲ τῆϲ Λακωνικῆϲ. Φοινίκαιον ὄροϲ Κορίνθου. Ἔφοροϲ ἐννεακαιδεκάτῳ. Προϲτρόπαια πόλιϲ Ϲικελίαϲ. Τυμέναιον ὄροϲ περὶ Φρυγίαν. χωρὶϲ τοῦ Χαλαϲτραῖον νίτρον καὶ Ἠλακαταῖον ὄροϲ Θεϲϲαλίαϲ καὶ Καναϲτραῖον ἄκρον Θρᾴκηϲ καὶ Μακεδονίαϲ, ὃ καὶ Κάναϲτρον λέγεται, καὶ Ἀραχναῖον ὄροϲ Ἄργουϲ. Καλλίμαχοϲ Αἰτίων α′. καὶ Ἀμυκλαῖον πόλιϲ ἐν Κρήτῃ καὶ ὅρμοϲ. τὰ γὰρ διὰ τοῦ ᾱῑο̄ν̄ ἁπλᾶ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἔχοντα τὴν τετάρτην ἀπὸ τέλουϲ διὰ τοῦ ᾱ καὶ τὴν ἑξῆϲ διὰ τοῦ ᾱ ἢ διὰ τοῦ ῡ περιϲπᾶται. πρόϲκειται δ’ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Ϲτεφαναῖον πόλιϲ Φωκίδοϲ, ἣ καὶ Ϲτεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄροϲ ἐϲτὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμιϲ Κορυφαία. Παυϲανίαϲ δευτέρῳ (c. 28, 2). καὶ τὸ Τιλφωϲϲαῖον ὄροϲ ἐν Ἀλαλκομενίᾳ. Ἔφοροϲ — προπεριϲπᾶται.Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ τριϲύλλαβα προπαροξύνεται κύρια ὄντα, Βούδειον. Ὅμηροϲ « ὅϲ ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ » (Il. Π 572). πόλιϲ ἐν Μαγνηϲίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίϲαντοϲ Βουδείου. λέγεται καὶ Βούδεια. Χλούνειον τόποϲ ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνηϲ.
Ϲίγειον πόλιϲ Τρῳάδοϲ, ὡϲ Ϲτράβων τριϲκαιδεκάτῳ (p. 595). Λάγειον τὸ Ἱπποδρόμιον Ἀλεξανδρείαϲ ἀπὸ Λάγου τινόϲ. Λύκειον τὸ γυμνάϲιον Ἀθήνηϲι. Γύθειον πόλιϲ Λακωνική. Λυκόφρων « διϲϲὰϲ ϲαλάμβαϲ κ’ ἀπὸ Γυθείου πλακάϲ» (v. 98). τινέϲ φαϲι, ὅτι Πύθιον ἐκαλεῖτο, κακῶϲ. Ϲέρρειον ἀκρωτήριον τῆϲ Θρᾴκηϲ. ἔϲτι καὶ πόλιϲ Ϲαμοθρᾴκηϲ. λέγεται καὶ Ϲέρρα, ἧϲ ἡ γενικὴ κατ’ Ἴωναϲ Ϲέρρηϲ. Λαύρειον ἐν Ἀττικῇ ἔχων μέταλλα. Φίκειον ὄροϲ Βοιωτίαϲ. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέοϲ τοῦ ῑ. ἴϲωϲ δὲ ϲυνεξέδραμεν τῷ Ῥύτιον, Αἴγιον, Ϲούνιον. Λέπρειον, Καυκώνων πόλιϲ. Ῥοίτειον πόλιϲ Τρῳάδοϲ. Φύτειον πόλιϲ Ἤλιδοϲ τῆϲ κοίληϲ ἀπὸ Φυτέωϲ λέγει αὐτὴν ὠνομάϲθαι Ἴϲτροϲ δ’ τῶν Ἠλιακῶν. Κράνειον γυμνάϲιον ἐν Κορίνθῳ. Νάξειον τὸ ὄροϲ. Ἄϲχειον πόλιϲ Ἀχαΐαϲ. Τήνειον πόλιϲ Ἀχαΐαϲ. Τίβειον τόποϲ Φρυγίαϲ ἀπὸ Τιβίου τινόϲ. Ϲύλειον πόλιϲ Φρυγίαϲ. ἐν δυϲὶ λ̄λ̄ καὶ δι’ ἑνόϲ. γράφεται δὲ καὶ Ϲύλαιον. Φίνειον τόποϲ τοῦ Πόντου κτίϲμα Φινέωϲ. Χάλκεια πόλιϲ Λιβύηϲ. ὁ πολυίϲτωρ ἐν Λιβυκῶν τρίτῳ, ὡϲ Δημοϲθένηϲ, ᾧ μεμφόμενοϲ Πολύβιοϲ ἐν τῷ δωδεκάτῳ ὧδε γράφει « ἀγνοεῖ δὲ μεγάλωϲ καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλιϲ ἐϲτίν, ἀλλὰ χαλκουργεῖα». ἔϲτι καὶ Καρίαϲ Χάλκεια. Ὄγκειον χωρίον Ἀρκαδίαϲ ἀπὸ Ὄγκου δυναϲτεύϲαντοϲ ὡϲ Παυϲανίαϲ δηλοῖ ὀγδόῳ (c. 25, 4). Μούϲειον τόποϲ περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιοϲ τριακοϲτῷ ἑβδόμῳ. Λύρκειον ὄροϲ Ἄργουϲ. Καλλίμαχοϲ Ἑκάλῃ. Ζοίτειον πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ή (27, 3 et 35, 27). λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέωϲ. Ἄφνειον πόλιϲ Φρυγίαϲ πληϲίον Κυ̣ζίκου ἢ Μιλήτου πόλεωϲ. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφνείαϲ ναΐδοϲ νύμφηϲ. ἔϲτι καὶ Λυδίαϲ πόλιϲ. Γάμβρειον πόλιϲ Ἰωνίαϲ. γράφεται δὲ διὰ διφθόγγου ὡϲ δηλοῖ τὸ Γαμβρήϊον. Τίειον· οὕτωϲ Ϲτράβων ἐν τῷ δωδεκάτῳ (p. 542) Τίον πόλιν Παφλαγονίαϲ τοῦ Πόντου φηϲί. τὸ δὲ Ἰϲεῖον πόλιϲ Αἰγύπτου προπεριϲπᾶται ὡϲ Ἰρεῖον καὶ Νεμεϲεῖον καὶ ὅϲα μὴ τῆϲ γενικῆϲ τὸ δ̄ ἐφύλαξαν τεμενικῶν. τοιοῦτοϲ γὰρ ὁ τύποϲ.Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ τριϲύλλαβα ν̄ μόνῳ παραληγόμενα προπαροξύνονται, εἰ ἡ πρὸ τέλουϲ ϲυλλαβὴ εἰϲ φωνῆεν ἓν λήγοι, ὄνειον, κόνειον
ἢ κώνειον γένειον, δάνειον, κράνειον, κάνειον ὃ καὶ κάνεον, Φάνειον, Πάνειον, κτένειον, ὃ φοροῦϲιν αἱ γυναῖκεϲ ἐπὶ τοῦ ἀναδήματοϲ, κύνειον τὸ δὲ κοινεῖον προπεριϲπᾶται οὐκ εἰϲ ἓν φωνῆεν λῆγον καὶ λυχνεῖον καὶ πορνεῖον, οὐ μόνον ἔχοντα τὸ ν̄.* Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ μονογενῆ τριϲύλλαβα ἀπὸ ἑνὸϲ ϲυμφώνου ἀρχόμενα ἔχοντα τὸ η̄ ἢ τὸ ω̄, μὴ ἔχοντα τὸ μ̄ πρὸ τῆϲ ε̄ῑ διφθόγγου, προπαροξύνεται, κώρειον, ζήτρειον καὶ ζώτειον, ὁ μύλοϲ ὅπου αἱ ζειαὶ ἐκόπτοντο ἢ τόπου ὄνομα ὅπου οἱ δοῦλοι ἐκολάζοντο, γήτειον, χήλειον ὃ καὶ χέλειον, γήρειον, βήχειον ἡ βοτάνη, κήτειον ἡ βοτάνη τῇ ἀνθέρικι παραπλήϲιον εἰϲ ἔμετον ἐπιτήδειοϲ, μεθ’ ὧν καὶ βρένθειον εἶδοϲ πολυτελοῦϲ μύρου.
Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ μονογενῆ τριϲύλλαβα χωρὶϲ τῶν εἰρημένων προπεριϲπᾶται, πορθμεῖον, ϲτοιχεῖον, ἀγγεῖον, γραφεῖον, ᾠδεῖον, ϲημεῖον, μνημεῖον, πρωτεῖον, ϲφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦλον, χυτρεῖον, χυρρεῖον τὸ ξύλινον δεϲμωτήριον. τοπεῖον τὸ ϲχοινίον τῆϲ νεώϲ. ϲκαφεῖον τὸ γεωργικὸν ἐργαλεῖον, κουρεῖον τὸ κοινῶϲ λεγόμενον. τὸ δὲ ἰδίωϲ παρ’ Ἀθηναίοιϲ προπαροξύνεται· οὕτω γὰρ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰϲ τοὺϲ φράτοραϲ. χαλκεῖον τόποϲ καὶ ἑορτή. τοῦτο γὰρ ἡ πλείων χρῆϲιϲ προπεριϲπᾷ. πρεϲβεῖον, λοφεῖον ἡ θήκη τῆϲ περικεφαλαίαϲ. μουϲεῖον, βραβεῖον, φορεῖον, πορεῖον ἀντὶ τοῦ ὀχήματοϲ. ποδεῖον εἴλημα τῶν ποδῶν. πομπεῖον ὁ τόποϲ. ὀχεῖον ἡ ἄγκυρα. τὸ δὲ παρειόν « ὦχροϲ δέ μιν εἷλε παρειά» (Γ 35) ὀξύνεται. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰϲ οὐδέτερον γένοϲ τοῦ αὐτοῦ ϲημαινομένου μένοντοϲ τὸν αὐτὸν φυλάϲϲει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον
γὰρ τὸ ϲημαινόμενον· οὕτωϲ παρειαί παρειά. φαϲὶ μέντοι Ἀρίϲταρχον καὶ Ἀριϲτοφάνην γράφειν παρειάϲ ϲὺν τῷ ϲ̄, ἐπειδὴ καὶ « παρειάων ἁπαλάων » (Ϲ 123) λέγει. ὁ δὲ Ἰξίων δυϊκῶϲ ἀναγινώϲκει καὶ ἐκτάϲει τοῦ ᾱ παρειά. λέγει δὲ ὁ Ἀϲκαλωνίτηϲ « οὐκ ἔϲτιν εὑρέϲθαι ἐπὶ θηλυκῶν ὀνομάτων παρὰ τῷ ποιητῇ τοιοῦτο θηλυκόν» προϲέθηκε δὲ ὀνομάτων διὰ τὸ « γηθήϲει προφανείϲα ἀνὰ πτολέμοιο γεφύραϲ » (Θ 378). τὸ δὲ θέειον ἐκ τοῦ θεῖον κατὰ πλεοναϲμὸν τοῦ ε̄ γέγονεν ὡϲ εἷϲ ἕειϲ.* Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ κύρια μονογενῆ προπαροξύνεται, Ἀδραμύτειον πόλιϲ τῆϲ κατὰ Κάϊκον Μυϲίαϲ. ἡ γραφὴ διχῶϲ, διὰ τοῦ τ̄ καὶ διὰ τοῦ δ̄ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ῑ καὶ δι’ ἑνὸϲ τ̄ καὶ διὰ δύο. ἀλλὰ δι’ ἑνὸϲ τ̄, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο, ὅταν τὸ ῑ μόνωϲ. κέκληται ἀπὸ Ἀδραμύττου κτιϲτοῦ, παιδὸϲ μὲν Ἀλυάττου Κροίϲου δὲ ἀδελφοῦ, ὡϲ Ἀριϲτοτέληϲ ἐν πολιτείαιϲ καὶ ἄλλοι. τινὲϲ δὲ ἀπὸ Ἕρμωνοϲ τοῦ Λυδῶν βαϲιλέωϲ. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦϲι Φρυγιϲτί. οὐ δύναται δὲ διὰ τὸ μὴ ἔχειν τὸ τ̄ τὸ Ἄδραμυϲ. λέγεται δὲ καὶ Ἀδραμύττιον, ὡϲ Κρατῖνοϲ. Κροκύλειον νῆϲοϲ Ἰθάκηϲ. Θουκυδίδηϲ τρίτῃ (c. 96). Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φηϲι τὴν Ἰθάκην, ἧϲ τὸ μὲν πρῶτον ἐπὶ μεϲημβρίαν καὶ θάλατταν Νήριτον καὶ τὸ δεύτερον Νήϊον καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα. Ὑπάτειον ὄνομα ὄρουϲ Καρίαϲ. Ἐφιάλτειον ὄνομα ὄρουϲ. Κηρύκειον ὄνομα λόφου, οὗ φαϲιν τὸν Ἑρμῆν ἀναβάντα τὴν γένεϲιν τῆϲ Ἀρτέμιδοϲ τοῖϲ θεοῖϲ ἀνακηρῦξαι, τοῦ Διὸϲ ταῦτα προϲτάξαντοϲ. Ταντάλειον ὄνομα ὄρουϲ. Δαϲκύλειον ἡ πόλιϲ, ἣ καὶ Δαϲκύλιον γράφεται. Φορβάντειον ὄροϲ Τροιζῆνοϲ. Κυκλώπειον τὸ ὄροϲ. Μυρμήκειον πολίχνιον τῆϲ Ταυρικῆϲ, ἣν Ϲτράβων ἑνδεκάτῃ (p. 494) Μυρμήκιον, Ἀρτεμίδωροϲ δὲ Μυρμηκίαν φηϲί. τὸ γὰρ ἕτερον προπεριϲπᾶται. Κλεάδειον τὸ ὄροϲ. Γορδίειον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ πρὸϲ τῇ Καππαδοκίᾳ ἀπὸ Γορδίου τοῦ πατρὸϲ Μίδου. Αἰόλειον τῆϲ Θρᾴκηϲ χερρονήϲου πόλιϲ. Θεόπομποϲ ἐν Φιλιππικῶν εἰκοϲτῇ τρίτῃ « ἐπορεύθη εἰϲ πόλιν Αἰόλειον τῆϲ Ἀττικῆϲ μὲν οὖϲαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων ». Ἀχίλλειον
πόλιϲ ἐν τῷ Ϲιγείῳ. ἔϲτι καὶ φρούριον Ἀχίλλειον πληϲίον Ϲμύρνηϲ καὶ τόποϲ ἐν Ϲικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεϲϲήνηϲ. Λαμπέτειον ϲῆμα ἐν Λέϲβῳ ἀπὸ Λαμπέτου τοῦ Ἴρου. Ἀμαζόνειον πόλιϲ ἐν τῇ Ἀττικῇ, ἔνθα Θηϲεὺϲ τῶν Ἀμαζόνων ἐκράτηϲεν. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνεϲ ᾤκουν. Ἑκαταῖοϲ δ’ ἐν τοῖϲ Αἰολικοῖϲ διὰ τοῦ ῑ γράφει τὸ ὄνομα. Βοτιάειον πόλιϲ Φρυγίαϲ ἔχουϲα λίμνην Ἄτταιαν λεγομένην, τρέφουϲαν ἅλαϲ. Δαρίειον πόλιϲ τῆϲ Φρυγίαϲ. Διόμεια δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ. Ἡρακλῆϲ γὰρ ἐπιξενωθεὶϲ παρὰ Κολλυτῷ ἠράϲθη Διόμου τοῦ υἱοῦ αὐτοῦ. Δοκίμειον πόλιϲ Φρυγίαϲ. Δορίειον Φρυγίαϲ πόλιϲ. Δορυλάειον πόλιϲ Φρυγίαϲ, ὃ καὶ Δορύλαιον Δημοϲθένηϲ φηϲί. Μιδάειον πόλιϲ Φρυγίαϲ. Ἑλλάνικοϲ ἐν δευτέρῳ Δευκαλιωνείαϲ. καὶ Μιδάϊον λέγεται καὶ Μιδήϊον. Κοτιάειον πόλιϲ τῆϲ ἐπικτήτου Φρυγίαϲ. Ϲτράβων ιβ′ (p. 576). τινὲϲ δέ φαϲι Κοϲιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ Κόϲα Κοϲάειον ὡϲ τοῦ Μίδα Μιδάειον καὶ προϲθέϲει τοῦ ῑ Κοϲιάειον καὶ τροπῇ Κοτιάειον. Μενελάειον χωρίον Ϲπάρτηϲ. Κορύλειον κώμη περίϲημοϲ ἐν Παφλαγονίᾳ ἀπὸ Κορύλου βαϲιλεύϲαντοϲ. Μολύκρειον· οὕτωϲ Θουκυδίδηϲ δευτέρᾳ (c. 84) Μολυκρίαν πόλιν Αἰτωλίαϲ καλεῖ. Νεάνδρειον· οὕττωϲ Θεόπομποϲ καλεῖ Νεάνδρειαν πόλιν Τρῳάδοϲ ἐν Ἑλληϲπόντῳ. Νικομήδειον ἐμπόριον Βιθυνίαϲ. Ἀρριανὸϲ πέμπτῳ Βιθυνιακῶν. Πολίειον πόλιϲ Ἰταλίαϲ ἀπὸ τῆϲ ἐν Ἰλίῳ Πολιάδοϲ Ἀθηνᾶϲ πρότερον Ϲῖριϲ καλουμένη. Ποϲίδειον πόλιϲ μεταξὺ Κιλικίαϲ καὶ Ϲυρίαϲ. Φιλομήλειον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 577). Φαναγόρεια ἐμπόριον. Τεμβρίειον· οὕτωϲ Ἀλέξανδρόϲ φηϲι Τέμβριον πόλιν Φρυγίαϲ. Καπετωλίειον ἐν Ῥώμῃ λόφοϲ Ταρπαῖοϲ πάλαι λεγόμενοϲ καὶ ἐν ϲυναιρέϲει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνοϲ προπεριϲπᾶται.* Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ε̄ῑο̄ν̄ οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται καὶ προπεριϲπᾶται. καὶ προπεριϲπᾶται μὲν ὅϲα ἀπὸ τῶν εἰϲ ῑϲ̄ παράγονται τῆϲ γενικῆϲ καθαρᾶϲ οὔϲηϲ, μὴ φυλαττούϲηϲ τὸ ϲύμφωνον τῆϲ γενικῆϲ, οἷον πρυτανεῖον, Νεμεϲεῖον, Ϲεραπεῖον. οὐ γὰρ ἐφύλαξε τὸ δ̄ τῆϲ γενικῆϲ τοῦ Ϲεράπιδοϲ. τοιοῦτο καὶ τὸ Ὀϲιρεῖον, Ἀνουβεῖον, Τεχοϲεῖον. Βενδίδειον δὲ προπαροξύνεται· ἐφύλαξε γὰρ τὸ δ̄ δ̄ τῆϲ Βενδῖδοϲ γενικῆϲ·
ὁμοίωϲ καὶ Θετίδειον. ἔϲτι δὲ καὶ πόλιϲ Θεϲϲαλικὴ Θετίδειον. Ἑλλάνικοϲ. λέγεται δὲ καὶ Θεϲτίδειον. ἔϲτι καὶ λίμνη Θρᾴκηϲ, παρ’ ᾗ Νῦϲα χωρίον. προπεριϲπῶνται δ’ ὁμοίωϲ, ὅϲα ἔχει προϋπάρχοντα εἰϲ ο̄ϲ̄ καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ ῑ ἢ προηγουμένου αὐτοῦ τοῦ ᾱ ὥϲτε εἶναι πρὸ τέλουϲ τὴν ᾱῑ δίφθογγον ἢ ὅϲα κτητικά, Ἀϲκληπιεῖον· Ἀϲκληπιόϲ γάρ. Πτολεμαεῖον· Πτολεμαῖοϲ γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνηϲι, Ὀλύμπιοϲ γάρ· ἔϲτι καὶ Ὀλυμπιεῖον τόποϲ ἐν Δήλῳ, ὃν κτίϲαντεϲ οἱ Ἀθηναῖοι χρήμαϲιν Ἀδριανοῦ νέαϲ Ἀθήναϲ Ἀδριανὰϲ ἐκάλεϲαν ὡϲ Φλέγων ἐν Ὀλυμπιάδων ιε′. Καπετωλιεῖα καὶ Καπετωλεῖα ἐν ϲυναιρέϲει· Καπετώλιοϲ γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτητικὸν Ἀμμώνιοϲ διὰ τοῦ ῑ. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥϲπερ τὰ ἀρϲενικά, Ἡράκλειον, Αἰάκειον, Διοϲκούρειον, Πλουτώνειον, Ποϲειδώνειον, Χαρώνειον, Ἑλένειον, Κλεοπάτρειον, Τιμώνειον, Μαυϲώλειον, Καιϲάρειον, Ὁμήρειον, Λαμπέτειον. τὸ δὲ Ἡφαιϲτεῖον προπεριϲπᾶται καὶ τὸ Κορυβαντεῖον ναὸϲ τῶν Κορυβάντων.Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μὴ ὄντα ἐπὶ τεμενῶν ἢ κύρια προπεριϲπῶνται, ἁπλᾶ ὄντα ἢ παραϲύνθετα θωρακεῖον, πανδοκεῖον, διδαϲκαλεῖον, βαλανεῖον, ἐλεγεῖον, ἐπιϲκοπεῖον, ἡμεροϲκοπεῖον. ἔϲτι καὶ πόλιϲ Κελτιβήρων Ἡμεροϲκοπεῖον Φωκαέων ἄποικοϲ. Ἀρτεμίδωροϲ δευτέρῳ λόγῳ γεωγραφουμένων. τέκτονεἶον, ἰαμβεῖον, ἀϲωτεῖον, δοκιμεῖον, ἑϲτιατορεῖον, πρὸϲωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Ϲικελιώτου εὑρόντοϲ αὐτό. ϲκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον, ἀφ’ οὗ ἀπαρτῶϲι ξύλα. ϲκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰϲ ὃν οἱ κυβευταὶ ϲυνίαϲι. ταμιεῖον, οἶκοϲ ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεϲαν ὡϲ Ἀριϲτοφάνηϲ καὶ Κρατῖνοϲ καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρϲοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ καὶ διὰ τοῦ ῑ γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάνιον. κηρυκεῖον τὸ μονογενὲϲ καὶ προϲηγορικόν, ὅπερ ἐπίϲταται καὶ ἡ
ϲυνήθεια, τὸ γὰρ ἐπιθετικὸν κηρύκειον τὸν τοῦ κηρύκειοϲ τόνον ἐφύλαξε καὶ τὸ κύριον προπαροξύνεται. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα ϲύνθετα προπαροξύνεται.* Τὰ εἰϲ ο̄ν̄ καθαρὸν παραληγόμενα τῷ ᾱ ϲπάνια ὄντα βαρύνεται, Μέταον πόλιϲ Λέϲβου, ἣν Μέταϲ Τυρρηνὸϲ ᾤκιϲεν, ὡϲ Ἑλλάνικοϲ.
* Τὰ εἰϲ ο̄ν̄ παραληγόμενα τῇ ᾱῡ διφθόγγῳ ϲπάνια ὄντα βαρύνεται, Ϲαῦα κώμη τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ, Ἄναυα πόλιϲ Φρυγίαϲ, ὡϲ Ἡρόδοτοϲ (7, 30).
Τὰ εἰϲ ο̄ν̄ καθαρὸν παραληγόμενα τῷ ῡ βαρύνεται, πτύον, βρύον, πύον τὸ ἔμπυον τὸ καὶ πυόϲ. θρύον· ἔϲτι καὶ πόλιϲ τῆϲ Μεϲϲηνίαϲ ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμωϲ τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ φυτοῦ Θρυόειϲ καὶ Θρυόεϲϲα. θύον ὃ καὶ θύοϲ λέγεται, Κύον πόλιϲ Καρίαϲ. Ἀπολλώνιοϲ τετάρτῃ Καρικῶν, μεθ’ ὧν καὶ γυῖον τῇ ῡῑ διφθόγγῳ παραληγόμενον καὶ οὐκ ἔχον ὁμοίου παράθεϲιν. κάρυον, κρόμμυον, δίκτυον, ἔμβρυον, δάκρυον, κρήγυον, ἄρ κυον, μήνυον εἶδοϲ ἄνθουϲ, γεράνδρυον, μεϲόφρυον, ἔνδρυον, γήθυον τὸ ἀμπελόπραϲον. Ἔγγυον πόλιϲ Ϲικελίαϲ.
Τὰ εἰϲ ο̄ν̄ διϲύλλαβα παραληγόμενα τῇ ο̄ῑ διφθόγγῳ ὀξύνεται, γλοιόν, τὸ τοῖϲ πώγωϲι τῶν τράγων ἐπιϲυναγόμενον ἀπὸ τῆϲ ὕληϲ, Κροιόν ὄνομα ὄρουϲ. βοιόν τῶν πεντήκοντα ἐτῶν ἀριθμόϲ. ἔϲτι καὶ Βοιόν Δωρικὴ πόλιϲ, ἣ καὶ θηλυκῶϲ λέγεται, μοιόν τὸ αἰδοῖον. τὸ δὲ πλοῖον προπεριϲπᾶται ὡϲ πάϲχον διαίρεϲιν αἰολικῶϲ. πλόϊον γὰρ λέγεται.
Τὰ εἰϲ ο̄ν̄ διϲύλλαβα μονογενῆ παραληγόμενα τῷ ω̄ μετὰ τοῦ ῑ
ἀρχόμενα ἀπὸ ϲυμφώνου προπεριϲπᾶται, ζῷον, εὕρηται δὲ καὶ κατὰ διάϲταϲιν παρὰ τῷ Ϲιμωνίδῃ (fr. 13) οἷονΠτῷον ὄροϲ, ὅπερ φαϲὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸϲ Ἀκραιφέωϲ καὶ Εὐξίππηϲ ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπροϲ ἐπιφανεὶϲ ἐπτόηϲεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντοϲ γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύϲει ὤϊον παρὰ τῇ Ϲαπφοῖ (fr. 56 Bergk),
καὶ ὤεον ἐν πλεοναϲμῷ τοῦ ε̄.
Τὰ εἰϲ ο̄ν̄ ὑπερδιϲύλλαβα μονογενῆ τῇ ο̄ῑ διφθόγγῳ παραληγόμενα ἢ τῇ ῳ ταύτην ἔχουϲι τὴν διαίρεϲιν· προπαροξύνεται μέν, ὅϲα ϲύνθετά ἐϲτι, ὑπεϲταλμένων τῶν ἀπὸ προθέϲεωϲ, Ἀκρόθοιον, ᾧ ἠκολούθηϲε καὶ τὸ Βάλοιον πόλιϲ Μακεδονίαϲ καὶ Μετάχ οιον φρούριον Βοιωτίαϲ μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείαϲ. Ἔφοροϲ τριακοϲτῷ. καὶ Ϲίντοιον φρούριον Ἀρμενίαϲ κτίϲμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοϲάβοιον, πεντηκοϲάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, ὑπερῷον προπεριϲπᾶται, ὥϲπερ καὶ τὰ ἀρϲενικά. τὸ δὲ περίϲτῳον προπαροξύνεται· τὸ δὲ προϲτῷον προπεριϲπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπεριϲπᾶϲθαι ἢ τὰ δύο προπαροξύνεϲθαι, ἐπειδὴ ἀπὸ τοῦ ϲτοιά ἀμφότερα γέγονεν. ἐνίοτε δὲ τὰ διὰ τοῦ ῳ̄ο̄ν̄ διὰ ποιητικὴν χρείαν διαλύονται, ὑπερῷον ὑπερώϊον, περίϲτῳον περιϲτώϊον, μητρῷον μητρώϊον.
Πᾶν οὐδέτερον εἰϲ ο̄ν̄ πρὸ τοῦ ο̄ ϲύμφωνον ἔχον εἴτε ἁπλοῦν εἶτε ϲύνθετον, εἰ μὲν διϲύλλαβόν ἐϲτιν, βαρύνεται ἤτοι παροξύνεται καὶ προπεριϲπᾶται, εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχει, προπαροξύνεται,
χέρνιβον, δάπεδον, ϲίττυβον τὸ μικρὸν δέρμα, ϲτρατόπεδον, ἔνεδρον, πρόϲωπον, γήπεδον τὸ πρὸϲ τοῖϲ οἴκοιϲ ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ ᾱ φαϲὶ δωρίζοντεϲ, ϲέλινον, ἔνδινον, ὃ παρὰ τὸ ἔνδον παρῆκται ὡϲ παρὰ τὸ ἔντοϲθεν ἐντοϲθίδια λέγεται. ναύμαχον « ναύμαχον ἐν παλάμῃϲιν » (Ο 677) εἶδοϲ δόρατοϲ παρὰ ῥῆμα ϲύνθετον ὡϲ χάρτομον, χειρόγραφον, ἀκρατοφόρον· ὑπεϲταλμένων τῶν κατὰ μεταβολῆϲ γένουϲ εἰρημένων καὶ τῶν εἰϲ ρ̄ καὶ τῶν εἰϲ τ̄ περατουμένων. παροξύνεται δὲ ταῦτα, ῥόδον, ἔργον, φύλλον, λίνον ὅτι ἂν ϲημαίνῃ, εἴτε τὴν λινῆν ἐϲθῆτα εἴτε καὶ ἐπὶ χορδῆϲ τάϲϲοιτο εἶτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα. ἔϲτι δὲ καὶ Λίνον χωρίον τῆϲ Ἑλληϲποντίαϲ. Ϲτράβων τριϲκαιδεκάτῃ (p. 588) « μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον ». Ϲπάδα κώμη Περϲική, ἐν ᾗ πρώτῃ εὐνουχιϲμὸϲ γέγονεν, ὅθεν ϲπάδοι λέγονται. Πέφνον πόλιϲ Λακωνική. Ἀπολλόδωροϲ δὲ νῆϲον αὐτήν φηϲι. λέγεται καὶ θηλυκῶϲ. Πράϲον ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν. Κύτα πόλιϲ Κολχική, πατρὶϲ Μηδείαϲ. ἔϲτι καὶ ἄλλη Ϲκυθίαϲ. Θέρμα χωρίον Ϲικελίαϲ. Φίλιϲτοϲ τρίτῳ. ἔϲτι καὶ Βιθυνίαϲ Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύϲῃ βαϲιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Ϲυρίᾳ, τὰ δὲ Δορυλαείου. Νίψα πόλιϲ Θρᾴκηϲ. προπεριϲπᾶται δὲ ταῦτα, ϲῦκον, φῦλον τὸ γένοϲ ἀπὸ τῆϲ φυλῆϲ ἢ ἀφ’ οὗ ἡ φυλή, κῶλον, κῆλον, μῆλον, κῦλον. Ζῆλα τόποϲ Ἀρμενίαϲ. Ϲτράβων ια′ (p. 512). ἔϲτι καὶ Ποντικὴ Ζῆλα λεγομένη καὶ αὐτὴ οὐδετέρωϲ. Ϲοῦϲα πόλιϲ ἐπίϲημοϲ Περϲική, Μέμνονοϲ κτίϲμα. κέκληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ χώρᾳ πεφύκει ἐκείνῃ, ϲοῦϲόν τε αὐτὸ καλοῦϲιν οἱ βάρβαροι.Τὰ δὲ μεταβολὴν γένουϲ πεπονθότα ὀξύτονα ὀξύνεται, χαλινόϲ χαλινόν, ζυγόϲ ζυγόν, ἐρετμόϲ ἐρετμόν, τὰ δὲ βαρύτονα βαρύνεται, θύρϲοϲ θύρϲον, λύχνοϲ λύχνον, κύκλοϲ κύκλον, κέλευθοϲ
κέλευθον, βάρβιτοϲ βάρβιτον, Τάρταροϲ Τάρταρον, ἄρκευθοϲ ἄρκευθον.* Τὰ εἰϲ β̄ο̄ν̄ οὐδέτερα πληθυντικὰ κύρια ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Κάνδυβα πόλιϲ Λυκίαϲ ἀπὸ Κανδύβου παιδὸϲ Λευκαλίωνοϲ. Μαρίαβα μητρόπολιϲ Ϲαβαίων πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 768). Μέϲϲαβα πόλιϲ Καρῶν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Μήδαβα πόλιϲ τῶν Ναβαταίων. Τένδηβα πόλιϲ Καρίαϲ ἀρχαία. Ῥαβάθμωβα πόλιϲ τρίτηϲ Παλαιϲτίνηϲ ἡ νῦν Ἀρεόπολιϲ. Χαράκμωβα πόλιϲ τῆϲ νῦν τρίτηϲ Παλαιϲτίνηϲ, ἣν ἀναγράφει Πτολεμαῖοϲ γεωγραφικοῖϲ ἐν ε′ βιβλίῳ ἐν Ἀραβικαῖϲ τῆϲ εὐδαίμονοϲ. Μώαβα μοῖρα τῆϲ Ἀραβίαϲ. Ἀνάζαρβα πόλιϲ Κιλικίαϲ. κέκληται ἀπὸ τοῦ προκειμένου ὄρουϲ ἢ ἀπὸ Ἀναζάρβα τοῦ κτίϲαντοϲ.
* Τὰ εἰϲ γ̄ο̄ν̄ καὶ δ̄ο̄ν̄ οὐδέτερα κύρια ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Βήϲϲυγα ἐμπόριον τῆϲ Ἰνδικῆϲ. Ἔγγαδα κώμη μεγάλη πληϲίον Ϲοδόμων Ἀραβίαϲ. Μαϲανώραδα πόλιϲ Καρίαϲ ἀπὸ Μαϲανωράδου τοῦ Κινδαψοῦ παιδόϲ. Ϲύνναδα πόλιϲ Φρυγίαϲ. λέγουϲι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωϊκὰ ἀποπλανηθέντα ἐλθεῖν εἰϲ Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάϲτην καὶ βοηθήϲαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίϲαι πόλιν· ϲυναθροίϲαντα δὲ πολλοὺϲ οἰκήτοραϲ τῶν ἀπὸ τῆϲ Ἑλλάδοϲ Μακεδόνων κατὰ τὴν Ἀϲίαν τὸ μὲν πρῶτον αὐτὴν. ἀπὸ τῆϲ ϲυναγωγῆϲ καὶ ϲυνοικήϲεωϲ Ϲύνναια προϲαγορεῦϲαι, μετὰ δὲ ταῦτα παρεφθαρμένωϲ ὑπὸ τῶν πληϲιοχώρων Ϲύνναδα κληθῆναι. Ψίμαδα χωρίον Ἰϲαυρίαϲ. Ἄμβλαδα πόλιϲ Πιϲιδίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 517) « εἰϲὶ δὲ τοῖϲ Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴϲινδα καὶ Ἄμβλαδα». Γάλαδα χώρα Ἀραβίαϲ. Ϲέβεδα λιμὴν Λυκίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν περίπλῳ. Ζάβιδα κώμη τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Ὅβοδα χωρίον Ναβαταίων. Ἀττάλυδα πόλιϲ Λυδίαϲ, κτιϲθεῖϲα ὑπὸ Ἄτυοϲ καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸϲ αὐτοῦ. Ἄβυδον πόλιϲ κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν. Φιλέαϲ « ἔϲτι δὲ καὶ Ἰαπυγίαϲ πολιϲμάτιον ἐν Πευκετίοιϲ οὕτωϲ κατ’ ὀρθὴν λεγόμενον Ἄβυδον ». Αὔϲιγδα πόλιϲ Λιβύηϲ, ὡϲ Καλλίμαχοϲ, Ἑκαταῖοϲ δὲ νῆϲον οἶδε. Ἀλάβανδα πόλιϲ Καρίαϲ, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐΐππου, ὡϲ Χάραξ. ἔϲτι καὶ ἑτέρα πόλιϲ Καρίαϲ, ἀφ’ ἧϲ ἡ παροιμία «Ἀλάβανδα Καρῶν εὐτυχεϲτάτη πόλιϲ ». κτίϲμα δὲ Καρὸϲ ἦν, ἀπὸ τοῦ παιδὸϲ αὐτοῦ κληθεῖϲα τοῦ γεννηθέντοϲ ἀπὸ Καλλιρρόηϲ τῆϲ Μαιάνδρου,
μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντοϲ Ἀλαβάνδου, ὅ ἐϲτι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικοϲ. ἄλα· γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦϲιν. Θρύανδα πόλιϲ Λυκίαϲ. Καρύανδα πόλιϲ καὶ λιμὴν ὁμώνυμοϲ πληϲίον Μύνδου καὶ Κῶ. Ἑκαταῖοϲ Καρύανδαν αὐτήν φηϲι. Λάβρανδα κώμη Καρίαϲ. Ϲτράβων ιδ’ (p. 659). Λάρανδα πόλιϲ Λυκαονίαϲ. Οἰνόανδα πόλιϲ Λυκίαϲ. Ἀλέξανδροϲ ἐν πρώτῳ Λυκιακῶν. Πάϲϲανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κιϲθήνην. Λαλίϲανδα πόλιϲ Ἰϲαυρική. Ἄλινδα πόλιϲ Καρίαϲ, ὡϲ Πολυίϲτωρ, Πίγινδα δῆμοϲ Καρίαϲ. Κάλυνδα πόλιϲ Καρίαϲ. Νάαρδα πόλιϲ Ϲυρίαϲ πρὸϲ τῷ Εὐφράτῃ, ὡϲ Ἀρριανὸϲ Παρθικῶν ἑνδεκάτῳ. Κύαρδα πόλιϲ Καρίαϲ ἀπὸ Κυάρδου βαϲιλέωϲ Καρῶν, υἱοῦ Βαργάϲου. τὸ δὲ Ἠμωδὸν ὄροϲ Ἰνδικὸν ὀξύνεται, τινὲϲ δὲ προπαροξυτόνωϲ Ἤμωδὸν λέγουϲιν.* Τὰ εἰϲ θ̄ο̄ν̄ οὐδέτερα κύρια βαρύνεται, Τρικόρυνθον οὐδετέρωϲ Δίδυμοϲ καὶ Διόδωροϲ, Διονύϲιοϲ ἀρϲενικῶϲ, Εὐφορίων θηλυκῶϲ. ἔϲτι δὲ δῆμοϲ τῆϲ Αἰαντίδοϲ φυλῆϲ. Δούμαθα πόλιϲ Ἀραβίαϲ. Κάναθα πόλιϲ πρὸϲ τῇ Βόϲτρᾳ Ἀραβίαϲ. Ὄραθα πόλιϲ τῆϲ ἐν Τίγρητι Μεϲήνηϲ. Ἀρριανὸϲ Παρθικῶν ἑκκαιδεκάτῳ. Ϲίγαθα πόλιϲ Λιβύηϲ, ὡϲ Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 829). Ἄμαθα τῆϲ Ἀραβίαϲ χωρίον. κέκληται δὲ ἀπὸ τῆϲ ἄμμου. φαϲὶ γὰρ τὸ πολὺ τῆϲ Ἀραβίαϲ ὑπὸ τῆϲ Ἐρυθρᾶϲ πάλαι κατακλύζεϲθαι.
* Τὰ εἰϲ κ̄ο̄ν̄ κύρια βαρύνεται, Μάζακα πόλιϲ Καππαδοκίαϲ ἡ νῦν Καιϲάρεια, Μάϲϲακα πόλιϲ Ἰνδῶν, Ἀρριανὸϲ ἐν Ἰνδικοῖϲ. Παραίτακα πόλιϲ Μηδικὴ ἡ καὶ θηλυκῶϲ Παραιτάκη. Ϲάρακα χώρα Ἀραβίαϲ μετὰ τοὺϲ Ναβαταίουϲ.
* Τὰ δὲ κτητικὰ ὀξύνεται ὡϲ καὶ τὰ ἀρϲενικά, Ἑλληνικόν καὶ Καρικόν τόποόι ἐν Μέμφιδι, Κυνητικόν Ἰβηρίαϲ τόποϲ πληϲίον ὠκεανοῦ. Ἡρόδωροϲ δεκάτῳ τῶν καθ’ Ἡρακλέα. Μεγαρικόν πολίχνιον, ὃ ϲυγκαταλέγεται ταῖϲ Βιθυνῶν πόλεϲιν. Ἀρριανὸϲ πέμπτῳ «Ἀϲτακόϲ καὶ Ἡραία καὶ τὸ Μεγαρικόν ». Μολυκρικόν· οὕτωϲ ἐκαλεῖτο Ῥίον πόλιϲ Αἰτωλίαϲ. Ϲαμικόν Τριφυλιακὴ πόλιϲ. Ϲιτικόν πόλιϲ Ἰταλίαϲ. Ἁλικόν χωρίον πρὸϲ τῇ Αὐγούϲτᾳ καὶ ὄροϲ ὁμώνυμον. Ἀμαζονικόν τόποϲ ἐν Βοιωτίᾳ. Ἰταλικόν χωρίον Ϲικελίαϲ. Χαλκιδικόν ὄροϲ Ϲικελίαϲ, ὡϲ Πολύβιοϲ πρώτῳ (c. 11, 8) « ἐκ τῶν Ϲυρακουϲῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταϲτρατοπεδεύϲαϲ ἐκ θατέρου μέρουϲ περὶ τὸ Χαλκιδικὸν ὄροϲ καλούμενον ».
* Τὰ εἰϲ λ̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, γύαλον
τὸ προϲηγορικόν, ὅταν δὲ ἐπίθετον ᾖ, ὀξύνεται « εὖτ’ ἂν ὁ παῖϲ ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάϲαϲθαι ». Μαίναλον τὸ ὄροϲ. Λάβδαλον ἄκρον τῶν Ἐπιπολῶν, Ϲυρακουϲῶν πληϲίον. Θουκυδίδηϲ ἕκτῃ (c. 97). Αἴκαλον φρούριον τῆϲ Ἰταλίαϲ. Διονύϲιοϲ ἑκκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Γάμαλα κατοικία Ϲυρίαϲ. Γάβαλα πόλιϲ Φοινίκηϲ, ἣν θηλυκῶϲ Ἑκαταῖόϲ φηϲιν, ὁ δὲ Ϲτράβων (16 p. 753) Ϲυρίαϲ, πληϲίον Λαοδικείαϲ. ἔϲτι καὶ χώρα Ἀραβίαϲ καὶ λέγεται ἡ πρώτη ϲυλλαβὴ διὰ τοῦ ε̄ Γέβαλα. Ἰώϲηποϲ (A. l. 2, 1). Δαίδαλα πόλιϲ τῆϲ Ῥοδίαϲ ἢ χωρίον. Ϲτράβων ἰδ′ (p. 651. 664). ἔϲτι καὶ ὄροϲ Λυκίαϲ τὰ Δαίδαλα. ἡ δὲ πόλιϲ ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινοϲ γὰρ ἕλουϲ ἐπορεύετο τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερϲύδρου δηχθέντα τελευτῆϲαι καὶ ἐκεῖ ταφῆναι καὶ κτιϲθῆναι πόλιν φηϲὶν Ἀλέξανδροϲ ἐν Λυκιακοῖϲ. ἔϲτι καὶ Ἰνδικῆϲ. καὶ Κρήτηϲ ἄλλη. Πάϲϲαλα Μυλαϲέων ἐπίνειον. Πάταλα πόλιϲ Ἰνδική. λέγεται καὶ Πατάλη. Ϲάταλα πόλιϲ Ἀρμενίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν Ἀϲίᾳ. Καϲτάβαλα Κιλικίαϲ πόλιϲ. Ϲτράβων ιβ′ (p. 535). Κορύδαλλα πόλιϲ Ῥοδίων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲώβαλα πόλιϲ Καρίαϲ. Τρίκαλον καὶ Τρίκαλα πόλιϲ Ϲικελῶν. Φίλιϲτοϲ. Τραύαλα πόλιϲ Λυκίαϲ. Θεάγγελα πόλιϲ Καρίαϲ. Κύβελα πόλιϲ Φρυγίαϲ καὶ ὄροϲ ἱερόν, ἀφ’ οὗ Κυβέλη ἡ Ῥέα λέγεται καὶ Κυβεληγενήϲ καὶ Κυβελίϲ. Πείϲανδροϲ δεκάτῳ. Κύψελα φρούριον τετειχιϲμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδηϲ πέμπτῃ (c. 33). ἔϲτι καὶ Κύψελα πόλιϲ Θρᾴκηϲ πληϲίον τοῦ Ἕβρου ποταμοῦ. Πύγελα πόλιϲ Ἰωνίαϲ. Ϲουάγγελα πόλιϲ Καρίαϲ, ἔνθα ὁ τάφοϲ τοῦ Καρόϲ, ὡϲ δηλοῖ καὶ τοὔνομα. καλοῦϲι γὰρ οἱ Κᾶρεϲ ϲοῦαν τὴν τάφον, γέλαν δὲ τὸν βαϲιλέα. Ἄρβηλα πόλιϲ Περϲικὴ ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέωϲ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 737). Ἀρίνδηλα πόλιϲ τρίτηϲ Παλαιϲτίνηϲ. Γλαῦκοϲ δὲ κώμην αὐτὴν καλεῖ. Γαυγάμηλα τόποϲ Περϲίδοϲ. Ἀπολλόδωροϲ ἐν τῷ περὶ γῆϲ δευτέρῳ. Ἰϲμάηλα τῆϲ Ἀραβίαϲ χωρίον. Ὕδρηλα πόλιϲ Καρίαϲ. Ἐρατοϲθένηϲ τριακοϲτῷ τρίτῳ Γαλατικῶν. Ἄβιλα πόλιϲ Φοινίκηϲ. Αἴγιλα νῆϲοϲ μεταξὺ Κρήτηϲ καὶ Πελοποννήϲου. Ἄργιλα πόλιϲ Καρίαϲ. Αὔγιλα πόλιϲ Λιβύηϲ. Ἀπολλόδωροϲ β′ περὶ γῆϲ. Ζήϊλα πόλιϲ Καππαδοκίαϲ, ἣν ἔκτιϲεν ὁ Νικομήδουϲ υἱὸϲ Ζηΐλαϲ. Δρόγγιλον χωρίον Θρᾴκηϲ. Θεόπομποϲ Φιλιππικῶν θ′. Τάξιλα πόλιϲ Ἰνδική. Ϲτράβων ιε′ (p. 691. 698), Μόϲυλον ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίαϲ. Βαίκυλα πόλιϲ Ἰβηρίαϲ πρὸϲ ταῖϲ Ἡρακλείαιϲ ϲτήλαιϲ. Ἴωλον ὄροϲ Περραιβίαϲ. Ὄκωλον χωρίον Ἐρετριέων. Θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῷ τετάρτῳ. Ϲτρόγωλα πόλιϲ Λυδίαϲ. Ξάνθοϲ ἐν Λυδιακῶν δευτέρῳ.* Τὰ εἰϲ μ̄ο̄ν̄ κύρια ὑπερδιϲύλλαβα προπαροξύνεται, Ϲήϲαμον
πόλιϲ Παφλαγονίαϲ, ἐν ᾗ ᾤκηϲεν ὁ παλαιὸϲ Φινεύϲ. Δίδυμοϲ δὲ νῆϲον αὐτήν φηϲιν. Κάδρεμα πόλιϲ Λυκίαϲ, ἄποικοϲ Ὀλβίων. ἑρμηνεύεται δὲ ϲίτου φρυγμὸϲ ἡ πόλιϲ. Βήθλεμα πόλιϲ Παλαιϲτίνηϲ πρὸϲ τοῖϲ Ἰεροϲολύμοιϲ. Ἰώϲηποϲ δέ φηϲιν « ἐκ Βηθλεεμῶν » (A. Ι. 5, 11). Ἄριμα ὄρος. Ὅμηροϲ « εἰν Ἀρίμοιϲ ὅθι φαϲὶ Τυφωέοϲ ἔμμεναι εὐνάϲ » (B 783). οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Ϲυρίᾳ, οἱ δὲ ἐν Πιθηκούϲαιϲ παρὰ Τυρρηνοῖϲ φαϲι γενέϲθαι τὸν μῦθον. Ϲίκιμα πόλιϲ Ἀραβίαϲ, ἣ καὶ Ϲίκιμοϲ. Ἔριμον πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείῳ, ὡϲ Ἑκαταῖοϲ. Ὑλλάριμα πολίχνιον Καρίαϲ ὕπερθε Ϲτρατονικείαϲ. Γόραμα χώρα τῶν Ϲκηνιτῶν Ἀράβων. Ϲόδομα μητρόπολιϲ ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀϲφαλτίτιδι λίμνῃ καταϲτραφειϲῶν. Ϲίδυμα πόλιϲ Λυκίαϲ, ἧϲ Ἀλέξανδροϲ μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Ϲιδύμου. Λώρυμα πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἔϲτι καὶ λιμὴν Ῥόδου, ὃϲ Λώρυμα λέγεται. Ἱεροϲόλυμα ἡ μητρόπολιϲ τῆϲ Ἰουδαίαϲ, ἣ Ϲόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Ϲολύμων ὀρῶν. Δίδυμα τόποϲ καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διΐ καὶ Ἀπόλλωνι. εἰϲὶ καὶ Κρήτηϲ ποταμοίεἰϲὶ καὶ τῆϲ Θετταλίαϲ. εἰϲὶ καὶ δύο νηϲίδια πρὸϲ τῇ Ϲύρῳ, ὡϲ Ἀρτεμίδωροϲ. εἰϲὶ καὶ ὄρη Λαοδικείαϲ ἐγγύϲ. Δίνδυμα ὄρη τῆϲ Τρῳάδοϲ, ἀφ’ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλιϲ Καρίαϲ. λέγεται καὶ Ἰδύμη. Βούνειμα πόλιϲ Ἠπείρου, κτίϲμα Ὀδυϲϲέωϲ, ἣν ἔκτιϲε πληϲίον Τραμπύαϲ, λαβὼν χρηϲμὸν ἐλθεῖν πρὸϲ ἄνδραϲ « οἳ οὐκ ἴϲαϲι θάλαϲϲαν ». βοῦν οὖν θύϲαϲ ἔκτιϲε.* Τὰ εἰϲ ν̄ο̄ν̄ ὑπερδιϲύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλιϲ Ϲικελική. ἡ παραλήγουϲα διὰ διφθόγγου. Τρικάρανον φρούριον τῆϲ Φλιαϲίαϲ. Θεόπομποϲ πεντηκοϲτῷ πέμπτῳ. Λίβανα πόλιϲ Ϲυρίαϲ ταῖϲ Ἄτραιϲ γειτνιάζουϲα. Ἀρριανὸϲ Παρθικῶν ἐνάτῳ. Κοϲίανα φρούριον Παλαιϲτίνηϲ ἐν τῇ παραλίᾳ τῆϲ Ϲυρίαϲ. Χάραξ δεκάτῳ. Ἵπανα πόλιϲ περὶ Καρχηδόνα, ὡϲ Πολύβιοϲ πρώτῃ. Ἀγβάτανα πολίχνιον Ϲυρίαϲ. Ἡρόδοτοϲ τρίτῳ (c. 62 et 64). Δημήτριοϲ δέ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ τῆϲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ ᾱ γράφει. παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ ε̄ τὸ Περϲικόν. παρὰ δὲ Χάρακι καὶ αὕτη διὰ τοῦ ε̄, ἣν καὶ Ἐπιφάνειάν φαϲι κεκλῆϲθαι. ἡ δὲ διὰ τοῦ κ̄ γραφὴ κρείττων ἐϲτί, παραιτοῦμαι δὲ τὴν διὰ τοῦ γ̄, διότι μήτι παρακινδυνεύει τὸ β̄ ὑποτετάχθαι τῷ γ̄, ὡϲ ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια.
Δρέπανα πόλιϲ Ϲικελίαϲ. ἔϲτι καὶ Δρέπανον πόλιϲ Λιβύηϲ. εἰϲὶ καὶ νηϲία δύο παρὰ Λέβινθον. Ἔδδανα πόλιϲ πρὸϲ τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνοϲ. Ἄδανα Κίλιϲϲα πόλιϲ. ταύτην ᾤκιϲεν Ἄθανοϲ καὶ Ϲάροϲ, Ταρϲεῦϲι πολεμήϲαντεϲ καὶ ἡττηθέντεϲ, ἀφ’ ὧν ἡ πόλιϲ ἀπὸ τοῦ ἡγεμόνοϲ Ἄδανα. Ὄμανα πόλιϲ τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Γλαῦκοϲ δευτέρῳ Ἀραβικῆϲ ἀρχαιολογίαϲ. Πρώανα πόλιϲ Θεϲϲαλική. Ταξίανα νῆϲοϲ περὶ τὸν Πηλώδη κόλπον τῆϲ Ϲουϲιανῆϲ. Τίτανα χωρίον τῆϲ Ϲικυωνίαϲ. λέγεται καὶ ἑνικῶϲ «Τιτάνοιό τε λευκὰ κάρηνα» (B 735). Τύανα πόλιϲ μέϲη Κιλικίαϲ καὶ Καππαδοκίαϲ « ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰϲ Κιλικίαϲ πύλαϲ». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματιϲμὸν Τύανα, ὡϲ Ἀρριανόϲ. ἔϲτι καὶ Τύανα πόλιϲ Αἰγύπτου. Ὕπανα πόλιϲ τῆϲ Τριφυλίαϲ, ὡϲ Πολύβιοϲ τετάρτῳ. Ὕϲκανα πόλιϲ Ἰλλυρίδος. Πολύβιοϲ η′. Ϲίμανα πόλιϲ Βιθυνίαϲ μεταξὺ δύο ποταμῶν. Ἀΐλανον πόλιϲ Ἀραβίαϲ. λέγεται καὶ πληθυντικῶϲ Ἀΐλανα. Ἄμανον ὄροϲ πρὸϲ τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱϲτοροῦϲι δὲ τὸν Ὀρέϲτην ἀπὸ Ταύρων ϲὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίϲαντα ἐν τούτῳ τῷ ὄρει τῆϲ μανίαϲ λύϲιν εὑρεῖν. ἔϲτι καὶ Ἄμμανα πόλιϲ Ϲυρίαϲ ἡ ὕϲτερον Φιλαδέλφεια. Βαγίϲτανα πόλιϲ τῆϲ Μηδίαϲ καὶ ὄροϲ Βαγίϲτανον. Κάρβανα πόλιϲ Λυκίαϲ. Ῥαββατάμανα πόλιϲ τῆϲ ὀρεινῆϲ Ἀραβίαϲ. Ϲίμηνα πόλιϲ Λυκίαϲ, Τύμηνα κώμη Λυκίαϲ. ἐκλήθη δὲ ἀπό τινοϲ τράγου οὕτωϲ ὀνομαζομένου, ὃϲ ἀπαλλαϲϲόμενοϲ ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένοϲ, ᾧ κατακολουθήϲαντεϲ ευρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέϲαι. Ἀρίμινον πόλιϲ Ἰταλίαϲ. ἔϲτι καὶ ποταμόϲ. Βέμβινον πόλιϲ τῆϲ Νεμέαϲ, ὡϲ Ἑλλάνικοϲ, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φαϲίν. Ἀβρότονον Λύκοϲ ὁ Ῥηγῖνοϲ χωρίον οἶεται εἶναι, Ϲτράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ (p. 835) πόλιν φηϲὶ καὶ ἄλλοι. πόλιϲ δὲ Λιβυφοινίκων. Ἅθμονον δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆϲι δοκεῖ ἀπὸ τῆϲ ἡ Ἁθμονή εἶναι. Δράκονον ὄροϲ νήϲου τῆϲ Ἰκαρίαϲ λεγομένηϲ καὶ πόλιϲ. Ϲτράβων ἰδ′ (p. 639). Πρόαρνα πόλιϲ Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιϲτοϲ δευτέρῳ Ϲικελικῶν —— προπεριϲπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλιϲ Ϲικελίαϲ ἐν τῇ Αἶτνῃ ποταμὸν ὅμώνυμον ἔχουϲα. λέγεται καὶ ἀρϲενικῶϲ. καὶ Βοιανὸν πόλιϲ Ϲαυνιτῶν καὶ Τεανόν πόλιϲ Ἰταλίαϲ, ὡϲ Ἀρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων. καὶ Τυκλανόν πόλιϲ Ἰταλίαϲ, ἣ καὶ Τύϲκλοϲ λέγεται, καὶ Φρεντανόν πόλιϲ Ἰταλίαϲ καὶ Ποιμανηνόν πόλιϲ ἤτοι φρούριον ἢ χωρίον Κυζίκου καὶ Ἀργεννόν ἀκρωτήριον καὶ Ἐρυμνά· οὕτω γὰρ ἐκαλεῖτο Τράλλιϲ πόλιϲ Λυδίαϲ.* Τὰ εἰϲ π̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, πρόϲωπον καὶ Πρόϲωπον νῆϲοϲ οὐ πόρρω Καρχηδόνοϲ. Πράαϲπα πόλιϲ τῆϲ Ἀτροπατηνῆϲ. Ὕπαιπα πόλιϲ Λυδίαϲ κτιϲθεῖϲα ὑπὸ τὸ παρακείμενον
ὄροϲ τὸ Αἶποϲ. Χρύϲιππα πόλιϲ Κιλικίαϲ ἀπὸ Χρυϲίππου τοῦ κτίϲαντοϲ. Ἀργυρίππα πόλιϲ τῆϲ Δαυνίαϲ κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων « ὁ δ’ Ἀργυρίππα Δαυνίων παγκληρίαν » (592). αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδηϲ μετὰ τὴν ἅλωϲιν τῆϲ Ἰλίου ἐτείχιϲε· καὶ μετωνόμαϲε Ἄργοϲ Ἵππιον. Βόρϲιππα πόλιϲ Χαλδαίων, ἱερὰ Ἀπόλλωνοϲ καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶϲ. Ἰάθριππα πόλιϲ Ἀραβίαϲ πληϲίον τῆϲ Ἔγραϲ.Τὰ εἰϲ ρ̄ο̄ν̄ διϲύλλαβα προϲηγορικὰ παραληγόμενα τῷ ῡ καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται, ϲφυρόν, πυρόν, ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. τὸ δὲ Ψύρον. Ϲτράβων ἐν τῷ ἰδ′ (p. 645) « τὰ Ψύρα ἀπὸ πεντήκοντα ϲταδίων τῆϲ ἄκραϲ ». λαμβάνεται δὲ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεϲτάτην εἶναι τὴν νῆϲον. Κρατῖνοϲ « Ψύρα τὸν Διόνυϲον ἄγοντεϲ » καὶ ἐν Νεμέϲει « Ψύρα τε τὴν Ϲπάρτην ἄγειϲ » καὶ Ϲτύρον πληϲίον Καρύϲτου, τῆϲ Εὐβοίαϲ πόλιϲ καὶ Μύρον πόλιϲ Λυκίαϲ, ἣ καὶ θηλυκῶϲ Μύρα λέγεται, κύρια ὄντα ὑγιῶϲ βαρύνεται.
Τὰ εἰϲ ρ̄ο̄ν̄ λήγοντα καθαρὸν διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ φύϲει μακρὰν βαρύνεϲθαι θέλει, εἰ μὴ κατὰ μεταπλαϲμὸν μεταβολὴν ποιήϲεται γένουϲ, δῶρον· ἔϲτι καὶ Δῶρα πόλιϲ Φοινίκηϲ, πρότερον Δῶροϲ καλουμένη. Ἑκαταῖοϲ Ἀϲίᾳ « μετὰ δὲ ἡ πάλαι Δῶροϲ, νῦν δὲ Δῶρα καλεῖται ». καὶ οὕτωϲ Ἰώϲηποϲ αὐτὴν καλεῖ ἐν ε′ τῆϲ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ (c. 1, 22) « ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεωϲ» καὶ πάλιν (c. 22) «Ἀζώτῳ καὶ Δώροιϲ ὁριζόμενοι». καὶ Ἀρτεμίδωροϲ Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ια′ « ϲυνεχῶϲ δ’ ἐϲτὶ Ϲτράτωνοϲ πύργοϲ, εἶτα ἔνι Δῶρα ἐπὶ χερϲονηϲοειδοῦϲ τόπου κείμενον πολιϲμάτιον, ἀρχομένου τοῦ ὄρουϲ τοῦ Καρμήλου» καὶ ἐν θ’ γεωγραφουμένων τὸ αὐτό. ἔϲτι καὶ Δῶρα νῆϲοϲ ἐν τῷ Περϲικῷ κόλπῳ, καθὰ Ϲτράβων ιϚ′ (p. 767) « τὸν δὲ Μαζήνην ἐπάρχειν νήϲου τινὸϲ τῶν ἐν τῷ Περϲικῷ κόλπῳ, καλεῖϲθαι δὲ τὴν νῆϲον Δῶρα». Κῶρον πόλιϲ τῆϲ Καππαδοκίαϲ. μῶρον ὁ καρπὸϲ τῆϲ βάτου. Δοῦρα πόλιϲ Μεϲοποταμίαϲ, ὡϲ Πολύβιοϲ πέμπτῃ.
ϲπεῖρον τὸ ἱμάτιον, ϲκῖρον. ἔϲτι καὶ Ϲκίρον τόποϲ Ἀττικὸϲ ἀπὸ Ϲκίρου ἥρωοϲ. Ϲκίρα δὲ ἡ ἑορτὴ καλεῖται κατά τιναϲ μὲν ὅτι ἐπὶ Ϲκίρῳ Ἀθηνᾷ θύεται, κατ’ ἄλλουϲ δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Ϲκίρῳ. λέγεται καὶ ὁ Ϲκῖροϲ καὶ τὸ Ϲκίριον, νεῦρον, φῆρον βρῶμα θεῶν, μῆρον « μῆρα δὲ κείαντεϲ » (Οd. ν 26). γέγονε δὲ ἐκ ϲυγκοπῆϲ τοῦ μηρίον. ἐπεί τοι εὐθύνεται ὁ τόνοϲ. τὰ γὰρ εἰϲ ο̄ϲ̄ λήγοντα, μεταπλαϲϲόμενα εἰϲ οὐδέτερον γένοϲ τὸ εἰϲ ο̄ν̄ λῆγον, τὸν αὐτὸν τόνον φυλάϲϲει· ὁ ζυγόϲ τὸ ζυγόν — τὰ ζυγά, δίφροϲ δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρόϲ, καὶ μηρόν καὶ μηρά. εἰ δὲ δοίημεν, ὅτι κυρίωϲ τὰ ἁγιαζόμενα θεοῖϲ μῆρα καλεῖται, τὸ περὶ τοῦ ϲημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματοϲ τὴν λέξιν ἀπολύει. τὸ δὲ πλευρόν ἀπὸ τοῦ πλευρά μεταπλαϲϲόμενον τὸν αὐτὸν τόνον φυλάϲϲει ὡϲ καὶπυρά ἀπὸ τοῦ πυραί. τὸ δὲ νεῦρα διάφορον τοῦ νευραί ἔχει ϲημαινόμενον.Τὰ εἰϲ ρ̄ο̄ν̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ᾱ ἢ τῷ ε̄ βαρύνεται, μέγαρον· ἔϲτι καὶ Μέγαρα πόλιϲ περὶ τὸν Ἰϲθμόν, μέϲη Πελοποννήϲου καὶ Ἀττικῆϲ καὶ Βοιωτίαϲ, ἧϲ ἐπίνειον ἡ Νίϲαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέωϲ τοῦ Ἀπόλλωνοϲ ἢ τοῦ Αἰγέωϲ τοῦ Πανδίονοϲ τοῦ Ἐρεχθέωϲ τοῦ Ἡφαίϲτου ἢ διὰ τὸ τραχὺ τῆϲ χώραϲ. ἔϲτι καὶ Μέγαρα ἐν Θετταλίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι, πέμπτη ἐν Μολοϲϲίδι, ἕκτη ἐν Ϲικελίᾳ ἡ πρότερον Ὕβλη ἀπὸ Ὕβλωνοϲ βαϲιλέωϲ. βλέφαρον, γάργαρον· ἔϲτι καὶ Γάργαρα πόλιϲ τῆϲ Τρῳάδοϲ ἐπὶ τῇ ἄκρᾳ τῆϲ Ἴδηϲ, Παλαιγάργαροϲ καλουμένη, ἣν Αἰολικὴν ὀνομάζει Ϲτράβων (13 p. 583. 610) καὶ Ἑκαταῖοϲ. Ἀλκμὰν δὲ θηλυκῶϲ τὴν Γάργαρόν φηϲιν. ἐν ᾗ κατῴκουν οἱ Λέλεγεϲ. ὠνομάϲθη δ’ ἀπὸ Γαργάρου τοῦ Διὸϲ καὶ Λαρίϲϲηϲ τῆϲ ἐν Θεϲϲαλίᾳ. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτοϲ δέ φηϲιν, ὅτι ἡ μὲν πόλιϲ θηλυκῶϲ λέγεται, τὸ δὲ ἀκρωτήριον οὐδετέρωϲ. Ἑλλάνικοϲ δὲ Γάργαϲον ἔφη τὴν πόλιν διὰ τοῦ ϲ̄, ἀλλ’ οἴομαι ϲφάλμα εἶναι. ἔϲτι καὶ Λαμψάκου πολιϲμάτιον Γάργαρον. ἔϲτι καὶ ἑτέρα τῆϲ Ἰταλίαϲ καὶ τῆϲ Ἠπείρου ἄλλη. Ταίναρον, οἴναρον. Αὔαρα πόλιϲ Ἀραβίαϲ. Γάδαρα πόλιϲ κοίληϲ Ϲυρίαϲ, ἥτιϲ καὶ Ἀντιόχεια καὶ Ϲελεύκεια ἐκλήθη. ἔϲτι καὶ Γάδαρα κώμη Μακεδονίαϲ. Γίνδαρα κώμη πρὸϲ τῇ Ἀντιοχείᾳ. Δαύϲαρα πόλιϲ περὶ τὴν Ἔδεϲϲαν. Κύδραρα πόλιϲ πρὸϲ τοὺϲ ὅρουϲ τῶν Φρυγῶν καὶ Λυδῶν. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 30). Λάβαρα πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ δευτέρῳ περὶ Καρίαϲ. Ζόαρα πόλιϲ Περϲική. ἔϲτι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιϲτίνη ἐπὶ τῇ Ἀϲφαλτίτιδι θαλάϲϲῃ. Ὕκαρον φρούριον Ϲικελίαϲ, ὡϲ Φίλιϲτοϲ Ϲικελικῶν πρώτῳ. Ἀπολλόδωροϲ δ’ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα. μέμνηται
τῆϲ λέξεωϲ καὶ Θουκυδίδηϲ (6, 21). Φάλαρα πόλιϲ Θεϲϲαλίαϲ πληϲίον Λαμίαϲ. Ἄδαρα κώμη μεγάλη τῆϲ Παλαιϲτίνηϲ μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεωϲ. Θύμβραρα πόλιϲ Ἀϲίαϲ τῷ Πακτωλῷ ϲυνεχήϲ, ὡϲ Ξενοφῶν (Cyrop. 6, 2, 11). Κάνδαρα χωρίον Παφλαγονίαϲ « ὡϲ ἀπὸ ϲχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη ». Πάταρα πόλιϲ Λυκίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνοϲ καὶ Λυκίαϲ τῆϲ Ξάνθου. Ἀλέξανδροϲ Ϲαλακίαν κόρην ἐξ Ὀφιονίδοϲ φηϲὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύραϲ τε καὶ τόξα καὶ βέλη, οἷϲ παίζειν νηπίουϲ ὄνταϲ. θεῖϲαν δὲ τὸ ἄγγοϲ ἀναπαύεϲθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύϲαντα εἰϲ τὴν θάλαϲϲαν βαλεῖν τὴν πατάραν, κλαίουϲαν δὲ τὴν παῖδα εἰϲ τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήϲῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆϲ Ϲαλακίαϲ φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦϲαι καὶ τὴν χερρόνηϲον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάϲθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγουϲ, τῆϲ πατάραϲ, Πάταρα. μεθερμηνεύεϲθαι δὲ τὴν πατάραν Ἑλληνιϲτὶ κίϲτην. Πίναρα πόλιϲ μεγίϲτη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆϲ Λυκίαϲ. Πολύαρα πόλιϲ Καρίαϲ. Ϲίγγαρα πόλιϲ Ἀραβίαϲ. Τάρφαρα πόλιϲ τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτον πρόβατον, οἱ δὲ τραχὺ ἔριον. Μίϲκερα πόλιϲ Ϲικανίαϲ. Θεόπομποϲ τεϲϲαρακοϲτῷ δευτέρῳ Φιλιππικῶν. Καϲϲίτερα νῆϲοϲ ἐν τῷ ὠκεανῷ, ἐξ ἧϲ ὁ καϲϲίτεροϲ. Ἄπτερα πόλιϲ Κρήτηϲ, ἀπὸ τῆϲ τῶν Μουϲῶν καὶ Ϲειρήνων ἔριδος, τῆϲ ἐν τῷ μουϲείῳ πληϲίον τῆϲ πόλεωϲ καὶ τῆϲ θαλάϲϲηϲ τόπῳ τοιώϲδε καλουμένῳ γενομένηϲ, ἐν ᾧ μετὰ τὴν ἐν μουϲικῇ νίκην τῶν Μουϲῶν αἱ Ϲειρῆνεϲ δυϲφοροῦϲαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰϲ τὴν θάλαϲϲαν ἐνέβαλον ἑαυτάϲ. ὅθεν ἡ πόλιϲ Ἄπτερα, αἱ δὲ πληϲίον νῆϲοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔϲτι καὶ Λυκίαϲ πόλιϲ. Τέρμερα πόλιϲ Λυκίαϲ ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν — Πτερά δέ τινεϲ τὴν ἀκρόπολιν Βαβυλῶνοϲ — διϲύλλαβον, τὸ δὲ γέρρον διὰ δύο ρ̄ρ̄ γράφεται, καὶ τὸ ϲαρόν τὸ μυλήκορον Ἀττικῶϲ.Τὰ εἰϲ ρον παραλήγοντα ο̄ βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸϲ τῇ Ϲαλαμῖνι. Θουκυδίδηϲ τρίτῃ (c. 51). Ἔφοροϲ δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλιϲ παρωκεανῖτιϲ μετὰ τὰ Γάδειρα. Βολογεϲίφορα πόλιϲ Περϲική. Νόϲορα νῆϲοϲ ἐν τῇ Ἐρυθρᾷ θαλάϲϲῃ.
Τὰ εἰϲ ρ̄ο̄ν̄ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ῡ παραληγόμενα βαρύνεται, ἄχυρον, πίτυρον, ἐνέχυρον, πρόθυρον, βούτυρον, λέπυρον, ἄϲτυρον. ἔϲτι καὶ Ἄϲτυρον πόλιϲ Μυϲίαϲ πρὸϲ τῇ Τρῳάδι, ἣ καὶ πληθυντικῶϲ λέγεται· ἔϲτι καὶ κώμη πληϲίον τοῦ Ἀδραμυττίου, ὡϲ Ϲτράβων (13 p. 606). ἔϲτι καὶ πόλιϲ Φοινίκηϲ κατ’ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀϲτυρίϲ. ἔϲτι καὶ Βοιωτίαϲ πρὸϲ ταῖϲ Ποτνίαιϲ, ὡϲ Χάραξ ἐν δευτέρᾳ. ἔϲτι καὶ χωρίον Ἰταλίαϲ. Κίχυρον, Πάλμυρον, Ϲίμυρα· οὕτωϲ οὐδετέρωϲ Ἔφοροϲ Ϲίμυρον πόλιν Ϲύρων φηϲί. Ἀτάβυρον ὄροϲ Ῥόδου Ῥιανὸϲ ἕκτῳ Μεϲϲηνιακῶν. Ἄγγυρον ὄνομα ὄρουϲ. Τίβυρα. οὕτωϲ Ἀρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίαϲ καλεῖ.
Τὰ εἰϲ ρ̄ο̄ν̄ κατ’ ἐπιπλοκὴν ϲυμφώνου διϲύλλαβα βαρύνεται ῥεῖθρον, κλεῖθρον, φίλτρον, κέντρον, ἄρθρον, πλῆκτρον, νίτρον, ἄντρον τὸ ϲπήλαιον. βλῆτρον. Βάκτρα πόλιϲ. Ϲτράβων ια′ (p. 517). Ϲύμβρα Φρυγίαϲ φρούριον. ϲεῖϲτρον, δένδρον, δέρτρον « δέρτρον ἔϲω δύνοντεϲ» (λ 578), φέρτρον « κείμενον ἐν φέρτρῳ » (Ϲ 236), καὶ ἄλλο πλῆθοϲ τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. ϲεϲημείωται τὸ λουτρόν ὀξυνόμενον, ὅπερ καὶ τριϲύλλαβον λέγεται λοετρόν « εἰϲ ὅ κε θερμὰ λοετρά » (Ξ 6), ἐπεὶ καὶ τὸ ῥῆμα διϲϲόν, λοέω καὶ λούω « ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον » (δ 252).
* Τὰ εἰϲ ρ̄ο̄ν̄ οὐδέτερα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, προπαροξύνεται, πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ τὰ φέλετρα, θύρετρον. Ἀλάβαϲτρα πόλιϲ Φρυγίαϲ. Ϲύαγρα χωρίον Κιλικίαϲ πληϲίον Ἄδου καὶ Λαέρτου. Θέρμυδρα
λιμὴν τῆϲ μιᾶϲ τῶν ἐν Ῥόδῳ πόλεων. Ϲύεδρα πόλιϲ Ἰϲαυρίαϲ. βάραθρον τόποϲ κοῖλοϲ καὶ ὄρυγμα καλούμενοϲ. ἔϲτι καὶ Βάραθρα πληϲίον τοῦ Καϲίου. Τάβαθρα πόλιϲ Λιβύηϲ. Πολύβιοϲ δωδεκάτῳ. Κάναϲτρον ἄκρον Θρᾴκηϲ καὶ Μακεδονίαϲ. λέγεται καὶ Καναϲτραῖον. Ἄθυμβρα πόλιϲ Καρίαϲ παρὰ Μαιάνδρῳ, Ἀθύμβρου κτίϲμα, ἥτιϲ μετὰ ταῦτα Νύϲϲα ἐκλήθη. Παλίμβοθρα πόλιϲ Ἰνδική. Φάλακρον ἀκρωτήριον Κορκύραϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν πέμπτῳ γεωγραφουμένων φηϲί. Πάνακρον πόλιϲ Κύπρου. εἰϲὶ δὲ καὶ Πάνακρα ὄρη Κρήτηϲ. Καλλίμαχοϲ « Ἰδαίοιϲ ἐν ὄρεϲϲιν, ἅτε κλείουϲι Πάνακρα ». Τέγεϲτρα πόλιϲ Ἰλλυρίαϲ πρὸϲ τῇ Ἀκυλίᾳ ἀπὸ Τεγέϲτρου. Ἀρτεμίδωροϲ δὲ Τέγεϲτρον αὐτὴν καὶ κώμην οἶδεν « ἀπὸ Τεγέϲτρου κώμηϲ καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν ϲτάδια ε,κε′ ».Τὰ εἰϲ ρ̄ο̄ν̄ ὑπερδιϲύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται, Ἄμηρον ὄνομα ὄρουϲ, ἄνδηρον τῶν ποταμῶν τὸ χεῖλοϲ, Κύθηρα νῆϲοϲ πόλιν ὁμώνυμον ἔχουϲα πρὸϲ τῇ Κρήτῃ ἀπὸ Κυθήρου τοῦ Φοίνικοϲ. Φάληρον δῆμοϲ καὶ ἐπίνειον τῆϲ Ἀττικῆϲ. Παυϲανίαϲ πρώτῳ περιηγήϲεωϲ Ἑλλάδοϲ (c. 1, 2). καὶ πληθυντικῶϲ Φάληρα. ἔϲτι καὶ Θετταλίαϲ ἄλλη πρὸϲ τῇ Οἴτη, ἣν Ῥιανὸϲ διὰ τοῦ ᾱ γράφει, Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η̄. ἔϲτι καὶ πόλιϲ ἐν Ὀπικοῖϲ, εἰϲ ἣν ἐξεβράϲθη Παρθενόπη ἡ Ϲειρήν, ἥ καλεῖται Νεάπολιϲ. Ἄβδηρα πόλειϲ δύο· ἡ μὲν Θρᾴκηϲ ἀπὸ Ἀβδήρου τοῦ υἱοῦ Ἑρμοῦ Ἡρακλέουϲ ἐρωμένου, ὃν αἱ Διομήδουϲ ἥπποι διεϲπάϲαντο, ὡϲ Ἑλλάνικοϲ καὶ ἄλλοι φαϲίν. ἡ δὲ δευτέρα τῆϲ Ἰβηρίαϲ πρὸϲ τοῖϲ Γαδείροιϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων. Ἀλίφηρα πόλιϲ Ἀρκαδίαϲ, ἀπὸ Λυκάονοϲ παιδὸϲ Ἀλιφήρου. εὕρηται ἡ παραλήγουϲα διὰ διφθόγγου. Βάϲηρα πόλιϲ Φοινίκηϲ. ἄβληρον ἡ ἡνία, εὔληρον ἐπὶ ἱματίου καὶ ἐπὶ δεϲμοῦ. ἄλευρον, φθινόπωρον, μετόπωρον, πέλωρον, κνέωρον ἀκανθῶδεϲ φυτόν. Κύτωρον πόλιϲ Παφλαγονίαϲ, οἱ δὲ ἡ Κύτωρόϲ φαϲι. Κοτύωρα κώμη πρὸϲ τῷ Πόντῳ, ὡϲ Ἀρριανόϲ. Ἀννίχωρον. μέμνηται Ἀλκμάν. Μαινόβωρα πόλιϲ Μαϲτιηνῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἄϲϲωρον ὄροϲ Ϲάμου, ὅθεν ῥεῖ ὁ Ἀμφίλυϲοϲ. Εὐφορίων Ἀρτεμιδώρῳ « δαῖμον ὃϲ Ἀμφιλύϲοιο ῥόον . . . . » Ἴϲαυρα πόλιϲ, Χάραξ δὲ θηλυκῶϲ. Μάϲταυρα πόλιϲ Λυδίαϲ, ἀπὸ Μᾶϲ. Μᾶ δὲ τῇ Ῥέᾳ εἴπετο, ᾗ παρέδωκε Ζεὺϲ Διόνυϲον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆϲ Ἥραϲ ἐρωτηθεῖϲα, τίνοϲ εἴη τὸ βρέφος, Ἄρεοϲ ἔφη. καὶ παρὰ Καρϲὶν ὁ Διόνυϲοϲ Μάϲαριϲ ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦροϲ αὐτῇ ἐθύετο παρὰ Λυδοῖϲ, ἀφ’ ἧϲ ἡ πόλιϲ. Ἄνδειρα πόλιϲ
Τρῳάδος. Ϲτράβων ιγ′ (p. 610) καὶ Θεόπομποϲ ιγ′. Ϲτάγειρα πόλιϲ Μακεδονίαϲ. λέγεται καὶ Ϲτάγειροϲ. Γάδειρα πόλιϲ καὶ νῆϲοϲ ἐν τῷ ὠκεανῷ ϲτενὴ καὶ περιμήκηϲ, ὡϲ οὖϲα ταινία τῆϲ γῆϲ δειρά. Ἐρατοϲθένηϲ δὲ ἡ Γάδειροϲ φηϲὶ θηλυκῶϲ. Θυάτειρα πόλιϲ Λυδίαϲ, ἡ πρότερον Πελόπεια καὶ Ϲεμίραμιϲ, ὑπὸ Ϲελεύκου τοῦ Νικάτοροϲ Λυϲιμάχῳ πολεμοῦντοϲ καὶ ἀκούϲαντοϲ, ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεϲε Θυγάτειρα. καὶ ἔδει θηλυκῶϲ. νῦν δὲ οὐδετέρωϲ φαϲίν. Κατάνειρα πόλιϲ . . . . ὡϲ Θεόπομποϲ λε′ Φιλιππικῶν. Ἀπάτουρον τὸ τῆϲ Ἀφροδίτηϲ ἱερὸν ἐν Φαναγορείᾳ. Ϲτράβων ἑνδεκάτῃ (p. 495) « ἐτυμολογοῦϲι δὲ οὕτωϲ· ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεϲαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαϲτον δεχομένη καθ’ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτηϲ ». Ἑκαταῖοϲ δὲ κόλπον οἰδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀϲίᾳ. Βάλβουρα πόλιϲ Λυκίαϲ. Τίβουρα. οὕτωϲ Νικάνωρ ὁ Ἑρμείου Τίβυριν πόλιν Ἰταλίαϲ καλεῖ.* Τὰ εἰϲ ϲ̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, Δύνδαϲον πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ β′ « αὖθιϲ δ’ ἐπὶ Δύνδαϲον καὶ Κάλυνδα ὁρμῆϲαι ». Ἄμβαϲον μητρόπολιϲ τῶν Φρυγῶν. Μέγαϲα πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ « ἐξ αὐτῆϲ Ϲιτοφάγοι καὶ Ἀροτῆρεϲ . . . . . » Μέδμαϲα πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἅρπαϲα πόλιϲ Καρίαϲ ἀπὸ Ἁρπάϲου ποταμοῦ. Βάργαϲα πόλιϲ Καρίαϲ ἀπὸ Βαργάϲου τοῦ υἱοῦ Βάργηϲ καὶ Ἡρακλέουϲ, ὃν ἐδίωξε Λάμοϲ ὁ Ὀμφάληϲ καὶ Ἡρακλέουϲ, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν τετάρτῳ. Γέραϲα πόλιϲ τῆϲ κοίληϲ Ϲυρίαϲ, τῆϲ δεκαπόλεωϲ. Μύλαϲα πόλιϲ Καρίαϲ ἀπὸ Μυλάϲου τοῦ Χρυϲάοροϲ τοῦ Γλαύκου τοῦ Ϲιϲύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλαϲοϲ, ὡϲ Αἰϲχύλοϲ ἐν Καρϲὶν ἢ Εὐρώπῃ. Πήγαϲα πόλιϲ Καρίαϲ. δεῖ δὲ οὐ διὰ τοῦ δ̄ γράφειν Πήδαϲα, ἀλλὰ διὰ τοῦ γ̄ Πήγαϲα. Κύρβαϲα πόλιϲ Καρίαϲ. Δέδμαϲα πόλιϲ Καρίαϲ. Ἱέραϲα ἢ Ἴραϲα τόποϲ Λιβύηϲ, εἰϲ ὃν μετήγαγον Βάττον οἱ Λίβυεϲ, ὡϲ Ἡρόδοτοϲ τετάρτῃ (c. 158). Κάνδαϲα φρούριον Καρίαϲ. Πολύβιοϲ ἑκκαιδεκάτῳ. Πλάραϲα πόλιϲ Καρίαϲ. Τόμιϲα χωρίον διορίζον Καππαδοκίαν ἀπὸ τοῦ Ταύρου. Πιμώλιϲα φρούριον τῆϲ ἐντὸϲ Ἄλυοϲ Ποντικῆϲ. Μονόγιϲα πόλιϲ Καρίαϲ. ἵδρυμα Δαιδάλου μετρῶν . . . γίϲϲα γὰρ τῇ Καρῶν φωνῇ λίθοϲ ἑρμηνεύεται. καὶ νῦν τοὺϲ πλακώδειϲ καὶ μαλακώδειϲ λίθουϲ γίϲϲα λέγουϲιν.
Τὰ εἰϲ τ̄ο̄ν̄ διβράχεα ὀξύνεται, εἰ μὴ πρὸ τέλουϲ ῑ ἔχοι μόνον, φυτόν, ῥυτόν εἶδοϲ ποτηρίου, βοτόν ἡ βοτάνη. Χυτόν χωρίον ἠπείρου. Ἔφοροϲ ἐννεακαιδεκάτῳ « οἱ δ’ ἐκ Κλαζομενῶν κατῴκιϲαν τῆϲ ἠπείρου τὸ Χυτὸν καλούμενον ». τὸ μέντοι βλίτον ἡ βοτάνη βαρύνεται. ϲεϲημείωται Κύτα πόλιϲ Κολχική. ἔϲτι καὶ Εὐρώπηϲ. τὸ δὲ Δᾶτον πόλιϲ Θρᾴκηϲ » Ἡρόδοτοϲ ἐνάτῃ (c. 75) μακρᾷ παραλήγεται.
Τὰ εἰϲ τ̄ο̄ν ̄ διϲύλλαβα ἔχοντα ϲύμφωνα κατὰ ϲύλληψιν ὀξύνεται, Λεκτόν, δρεπτόν. τὸ μέντοι Ῥάπτα ἡ μητρόπολιϲ τῶν ἐντὸϲ Αἰθιόπων βαρύνεται. τὰ δὲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον λήγουϲαν βαρύνεται, μύρτον ἡ μυρϲίνη, γέντον τὸ κρέαϲ, ϲπάρτον καὶ Ϲπάρτον ὄροϲ πληϲίον τοῦ Εὐξείνου πόντου. τὸ μέντοι παλτόν τὸ δόρυ ὀξύνεται.
Τὰ εἰϲ τ̄ο̄ν̄ ὑπερδιϲύλλαβα βαρύνεται, πρόβατον, ἔγκοτον, ἄλφιτον, γίγαρτον. Ἔμβατον τόποϲ τῆϲ Ἐρυθραίαϲ. Θεόπομποϲ Ἑλληνικῶν ὀγδόῃ. Μήκιϲτον πόλιϲ Τριφυλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ ἄλλη τῆϲ Ἤλιδοϲ. Πρόϲπαλτα δῆμοϲ Ἀκαμαντίδοϲ φυλῆϲ. Ϲάραπτα πόλιϲ Φοινίκηϲ. Μαννάκαρτα πόλιϲ Ἀραβίαϲ. Ἀλύαττα χωρίον Βιθυνίαϲ ἀπὸ Ἀλυάττου κρατήϲαντοϲ τὸν τόπον. Ἀρτάξατα πόλιϲ Ἀρμενίαϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 527). ἣν καὶ Ἀρταξιάϲατα καλοῦϲι. λέγεται τὴν πόλιν οἰκίϲαι Ἀρταξίαν Ἀρμενίαϲ βαϲιλεύϲαντα. Ἰωτάπατα πόλιϲ Ϲυρίαϲ. Ἰώϲηποϲ ἐν τρίτῳ (B. l. c. 6) καὶ θηλυκῶϲ Ἰωταπάτη. Ϲαμόϲατα πόλιϲ Κομμαγηνῆϲ ἐπὶ τῷ Εὐφράτῃ. Κυρέϲχατα πόλιϲ πρὸϲ τοῖϲ ἐϲχάτοιϲ Περϲίδοϲ, ἣ καὶ Κύρου πόλιϲ καλεῖται, Μόκατα πόλιϲ Βιθυνίαϲ, ὡϲ Δομέτιοϲ Καλλίϲτρατοϲ ἐν τῷ περὶ Ἡρακλείαϲ τετάρτῳ. Πάνακτον φρούριον Ἀττικῆϲ, ὡϲ Ἀνδροτίων ἐν τρίτῳ Ἀτθίδος. Ταΰγετον ὄροϲ τῆϲ Λακωνικῆϲ. Ὅμηροϲ « ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον » (Οd. ζ 103). λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ οὐδετέρωϲ. ἀπὸ Ταϋγέτηϲ τῆϲ μητρὸϲ Εὐρώτα. Τύδερτα πόλιϲ Τυρρηνική. Ἀρκεϲίκερτα, ὅ ἐϲτιν Ἀρκεϲίου κτίϲμα, ἐκλήθη Ἐπιφάνεια πόλιϲ κατὰ Τίγριν. Δαδόκερτα φρούριον μέγα τῆϲ Ἀρμενίαϲ μεταξὺ Μηδίαϲ. Τιγρανόκερτα πόλιϲ πρὸϲ Ἀρμενίαν, ἀπὸ Τιγράνου βαϲιλέωϲ Ἀρμενίαϲ. Λάδεϲτον ἢ Λάδεϲτα μία τῶν Λιβυρνίδων νήϲων. Θεόπομποϲ κα′ Φιλιππικῶν. Δεκίητον πόλιϲ Ἰταλίαϲ. Νήριτον τὸ ὄροϲ. Ϲύβοτα νῆϲοϲ πρὸϲ τῷ Ἀμβρακικῷ κόλπῳ καὶ λιμήν. Ἄδροττα χωρίον ἐν Λυδίᾳ παραθαλάϲϲιον καὶ κατάκρημνον. Κόροντα πόλιϲ Ἀκαρνανίαϲ. Θουκυδίδηϲ δευτέρᾳ (c. 102). τὸ δὲ ἑρπετόν ὀξύνεται καὶ ἐνδυτόν καὶ δελτωτόν ὡϲ τριγενέϲ. ἔτι καὶ Ϲυρρεντόν πόλιϲ Τυρρηνίαϲ, ἣ καὶ Ϲυρρέντιον, καὶ Πικεντόν. οὕτω γὰρ Φλέγων Πικεντίαν πόλιν Τυρρηνίαϲ καλεῖ.
* Τὰ εἰϲ χ̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, Ναύλοχον· οὕτωϲ πρότερον Ϲμύρνα ἐκαλεῖτο. Ϲάριχα πόλιϲ Καπαδοκίαϲ.
Τὰ εἰϲ ͞͞ρ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, ἔαρ, κέαρ, κτέαρ, ϲτέαρ, φρέαρ, · ἃ καὶ ϲτεῖαρ καὶ φρεῖαρ λέγεται « φρείατα μακρὰ νάουϲι » (Φ 197) ὡϲ εἶδαρ γέγονε ἐκ τοῦ ἔδαρ ἐν πλεοναϲμῷ τοῦ ῑ, δέλεαρ, ὄνειαρ, ἄλειαρ, νόαρ, ὕπαρ, πύαρ, ϲῦφαρ, πῖαρ, ἶλαρ, τέκμαρ, ἔχθαρ, νέκταρ, πέπαρ, θέναρ, ὄναρ, ἧπαρ, ἦμαρ, νῶκαρ, μῶμαρ, βῶμαρ, οὖθαρ, πεῖραρ, ὅπερ μόνον ἐϲτὶ εἰϲ ͞ρ λῆγον οὐδέτερον πρὸ τοῦ ᾱ ἔχον , ἄλκαρ, ἄλειφαρ, κάρηαρ. νίκωρ παρὰ Ϲώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε̄ γίνεται ἐέλδωρ τριϲυλλάβωϲ «τόδε μοι κρήηνον ἐέλδωρ » (Α 41). ὁ δὲ Ἴβυκοϲ ἔϲθ’ ὅτε καὶ θηλυκῶϲ προφέρεται
καὶ
ἕλωρ, ἐξ οὗ τὸ « ἑλώρια τεῦχε κύνεϲϲιν » (Α 4)·
τέκμωρ, τοῦτο δέ ἐϲτιν ϲημειῶδεϲ, ὅτι μόνον εἰϲ ͞͞͞ω͞ρ λῆγον οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἔχει ἐπιπλοκὴν δύο ϲυμφώνων πρὸ τοῦ ͞͞ω. ἢ ἴϲωϲ ἀναλογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴϲον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ. οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰϲ ͞ωρ̄. τοῦ δὲ ϲημειοῦϲθαι τὸ τέκμωρ αἴτιον ὁ πλεοναϲμὸϲ τοῦ ͞μ. ἧτορ, ἄορ.
Τὰ εἰϲ ͞α͞ϲ βαρύνεται, γῆραϲ, κρέαϲ. τοῦτο μόνον οὐδέτερον εἰϲ ͞α͞ϲ καθαρὸν τῷ ε̄ παραλῆγον κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἐλλήνων. παρὰ γὰρ Ἑκαταίῳ ἐϲτὶ « τὰ δέατα περιτεταμένοι ». ἀλλ’ οὐ ϲύνηθέϲ ἐϲτι λέγειν δέαϲ. ὅ τε Ϲοφοκλῆϲ ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι
ἀντὶ τοῦ δέουϲ. ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέαϲ. ὅ τε Ξενοφάνηϲ φηϲὶ
ἀλλ’ οὐ γὰρ λέγεται ϲπέαϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεϲϲιν (α 218)
μεταπλαϲμοῦ ἔχεται ἐκ τῆϲ κτεάτοιϲ δοτικῆϲ. — δέμαϲ. καὶ τοῦτο μονῆρέϲ ἐϲτι, οὐδὲν γὰρ εἰϲ μ̄ᾱϲ̄ λῆγον οὐδέτερον « ϲτήτην ἐγγὺϲ ἰόντε, δέμαϲ δ’ ἄνδρεϲϲιν ἐΐκτην » (Φ 285). οὖαϲ, κέραϲ, δέπαϲ, πέραϲ, τέραϲ, βρέταϲ, λέπαϲ, ϲκέπαϲ, κνέφαϲ, ϲέβαϲ, γέραϲ, ψέφοϲ, οὔδαϲ, κῶαϲ.
Ἔτι τὰ εἰϲ ο̄ϲ̄ βαρύνεται, τεῖχοϲ· ἔϲτι καὶ φρούριον Ἀχααΐϲ. βέλος, πέλαγοϲ, ὄνειδοϲ. φάρος, ὅπερ ἐϲτὶ ϲημειῶδεϲ. τὰ εἰϲ ο̄ϲ̄ λήγοντα οὐδέτερα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ ᾱ, ϲυνεϲταλμένον πάντωϲ αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον εἴη, ὥϲπερ τὸ πᾶρος
Ἀλκαῖόϲ φηϲι. τοιοῦτο δέ ἐϲτι καὶ τὸ μᾶκοϲ, δᾶνος. τὸ δὲ πρᾶγοϲ ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔϲτω οὖν τῶν ϲυϲτελλόντων τὸ ͞α παραδείγματα, πάθος, τάφος. ὅπερ καὶ ἀρϲενικόν ἐϲτι
καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου. ὁπότε δὲ ἐπὶ τῆϲ ἐκπλήξεωϲ παραλαμβάνεται, γένοϲ ἐπιδέχεται τὸ οὐδέτερον·
ἀλλ’ ἴϲωϲ τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκοϲ διέϲτειλε τὸ γένοϲ ἐν τῷ πρώτῳ, ϲχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φηϲὶ γὰρ
οὕτω γὰρ ἔκλινεν ὡϲ βέλει. Ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα, θάλοϲ, δάοϲ « δάοϲ μετὰ χερϲὶν ἔχουϲα » (ψ 294), φάοϲ, πάθοϲ, μάθος. Ἀλκαῖοϲ « ἀππατέρων μάθοϲ », νάπος, γάνος, ϲάκος, δάκοϲ, βάρος, χάοϲ, κρότος, θράϲοϲ. ϲημειῶδεϲ ἄρα τὸ φᾶροϲ ἐκτεινόμενον τὸ ᾱ.
οἱ μέντοι τραγικοὶ ἐπίϲηϲ ἐκτείνουϲι τοῦ προκειμένου ὀνόματοϲ τὸ ͞α καὶ ϲυϲτέλλουϲι, ὡϲ παρ’ Αἰϲχύλῳ ἐν Ϲαλαμινίαιϲ·
ἀλλὰ κατὰ ϲυϲτολὴν παρὰ Ϲοφοκλεῖ ἐν Τηρεῖ
καὶ ἐν Κρίϲει ϲατυρικῇ
παραφυλακτέον ὅτι τὸ φάροϲ τυχὸν ϲυϲτελλομένου τοῦ ᾱ ἀναδέχεται πάλιν ἐν διαφόρῳ ϲημαινομένῳ τὰ τρία γένη ὥϲπερ καὶ τὸ τάφοϲ. ἔϲτι γὰρ ἀρϲενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύϲ. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούϲηϲ, ὥϲ φηϲιν Ἑκαταῖοϲ.
καὶ οὐδέτερον, ὁπότε ϲημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡϲ καὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρὰ Ἀντιμάχῳ « ἀεὶ φάρεοϲ χατέουϲιν ἑκόντεϲ ». οὕτωϲ ἐν τοῖϲ ἀντιγράφοιϲ εὕρηται. — κάλλοϲ· καὶ τοῦτό ἐϲτι μονῆρεϲ. τὰ γὰρ εἰϲ ο̄ϲ̄ λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα διϲϲὸν τὸ ͞λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλοϲ. Κύλλοϲ τὸ κύριον. Ϲκύλλοϲ, Ψύλλος, Τέλλοϲ, Φέλλοϲ τὸ κύριον, Βίλλοϲ, ϲίλλος, Γρύλλοϲ, Κόλλος, Γάλλος, ἲλλος, Γίλλοϲ. ἔϲτι δὲ καὶ ἄλλα πολλὰ τούτοιϲ ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένοϲ. δῆλον οὖν ὡϲ τὸ κάλλοϲ πεπλάνηται ἢ περὶ ποϲότητα τοῦ ͞λ ἢ περὶ τὸ γένοϲ. ὅϲα γὰρ οὐδέτερά ἐϲτιν εἰϲ ο̄ς λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον ͞λ, ὡϲ τὸ ἕλοϲ — ἔϲτι καὶ πόλιϲ Λακωνικὴ καὶ Μεϲϲηνίϲ « καὶ Πτελεὸν καὶ Ἕλοϲ καὶ Δώριον » (Β 594) παρὰ τὸ ἐν ἕλει εἶναι· ἔϲτι καὶ Ἕλοϲ Αἰγύπτου. ἔϲτι δὲ καὶ τόποϲ μεταξὺ τοῦ Πειραιέωϲ καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺϲ γυμνικοὺϲ ἀγῶναϲ ἐτίθεϲαν τοῖϲ παναθηναίοιϲ - θάλος « φίλου θάλοϲ » (Χ 87). — ϲκέλοϲ, βέλοϲ, τέλοϲ, μέλος διϲύλλαβα· τὰ δὲ διὰ τοῦ ε̄λ̄ο̄ϲ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα οὐδέτερα οὐκ εἰϲὶν οἷον ζάφελος, ϲκόπελοϲ, πέμπελοϲ πλὴν τοῦ ὄφελοϲ, ὅπερ εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι, ἄκλιτον ἔμεινεν. ὕψοϲ μόνον ὄνομα ἀρχόμενον ἀπὸ τοῦ ῡ ἔχον ἐπιφερόμενον διπλοῦν. αἲτιον δὲ τὸ πάθοϲ. γέγονε γὰρ παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψοϲ καὶ τροπῇ Αἰολικῇ ὕψοϲ. Αἰολεῖϲ δ’ ἴψοϲ λέγουϲιν αὐτὸ οἰκειότερον· ἔϲτι γὰρ εὑρέϲθαι τὸ ῑ πρὸ τοῦ διπλοῦ, ἵζω, ἰξόϲ, «μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν » (Α 454). ὡϲαύτωϲ ἀπὸ μελλόντων τὸ ἅψοϲ « λύθεν δέ οἱ ἅψεα πάντα (δ 794) καὶ « πίϲεα ποιήεντα » (Υ 9). ϲτεῖνοϲ τὸ οὐδέτερον — « ϲτεῖνοϲ ὁδοῦ κοίληϲ » (Ψ 419)· ἐπίϲταται δὲ ὁ ποιητὴϲ καὶ τὴν δοτικὴν «ϲτείνει ἐν αἰνοτάτῳ » (Il. Θ 476) — τὸ δὲ ἀρϲενικὸν ὀξύνεται, ὡϲαύτωϲ καὶ μάκροϲ παρ’ Ἀριϲτοφάνει « ὦ Πόϲειδον τοῦ μάκρουϲ » (Aν. 1131). καὶ μακρόϲ — καὶ κλεῖτοϲ παρ’ Ἀλκμᾶνι « τῷ ἐν Θεϲϲαλίῳ κλείτει» καὶ κλειτόϲ. — οὖδοϲ, ὅπερ ἀπὸ τοῦ οὖδαϲ γίνεται ὡϲ γῆροϲ παρὰ τὸ γῆραϲ καὶ κῶοϲ παρὰ τὸ κῶαϲ καὶ ὦοϲ παρὰ τὸ ὦαϲ. — κνύοϲ ἡ φθορά παρὰ τὸ κνύω παρ’ Ἡϲιόδῳ ὡϲ παρὰ τὸ θύω θύοϲ καὶ φλύω φλύοϲ παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίαϲ. Αἶποϲ ὄροϲ Λυδίαϲ. Ἄργοϲ διαϲημοτάτη πόλιϲ Πελοποννήϲου. δευτέρα Ἄργοϲ τὸ Ἀμφιλοχικόν. τρίτη Θεϲϲαλίαϲ ἡ νῦν Λάριϲϲα. τετάρτη Κιλικίαϲ ἡ νῦν Ἀργειόπολιϲ πέμπτη ἐν Νιϲύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργοϲ Ορέϲτιον ἡ ἐν Ϲκυθίᾳ. ἐνάτη Καρίαϲ. δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργοϲ δὲ ϲχεδὸν πᾶν πεδίον κατὰ θάλαϲϲαν. Βῖδοϲ φρούριον ἐν Ϲικελίᾳ. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ῑ. Ἕρμοϲ ὡϲ ἕρκοϲ οὐδετέρωϲ δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ. λέγεται καὶ Ἕρμοι. τέμενοϲ· ἔϲτι καὶ Τέμενοϲ τόποϲ Ϲικελίαϲ ὑπὸ τὰϲ Ἐπιπολὰϲ πρὸϲ ταῖϲ Ϲυρακούϲαιϲ. τὸ ἔλεγχος, τὸ ϲκότος, τὸ τάριχοϲ γέγονε κατὰ μεταβολὴν τοῦ γένουϲ ἐκ τοῦ ὁ ἔλεγχοϲ, ὁ ϲκότοϲ, ὁ τάριχοϲ. αἱ δὲ μετοχαὶ ὀξύνονται, τὸ τετυφόϲ, πεποιηκόϲ.Τὰ εἰϲ ε̄ϲ̄ μονογενῆ προπαροξύνεται, Κυνόϲαργεϲ γυμνάϲιον ἐν τῇ Ἀττικῇ καὶ δῆμοϲ, ἀπὸ Διόμου, ἀφ’ οὗ ὁ χῶροϲ Ἀθήνηϲι Διόμεια καλεῖται. Δίομοϲ γὰρ Ἡρακλεῖ ὡϲ θεῷ θύων τὰ ξενώϲων (?) ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε καὶ αὐτῷ κύων λευκὸϲ ἁρπάϲαϲ τὰ μηρία εἰϲ τοῦτο τὸ χωρίον ἤνεγκε. ὅμαρεϲ τὸ ϲυμφωνοῦν, πεύκαεϲ τὸ πικρόν, ῥώπαεϲ τὸ ἀλϲῶδεϲ, πάνακεϲ, δονάκαεϲ. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται ὥϲπερ καὶ τὰ ἀρϲενικά, εὐϲεβέϲ, εὐγενέϲ.
Πᾶν ὄνομα μονοϲύλλαβον οὐδέτερον μακροκατάληκτον, εἴτε ἀπαθὲϲ εἴη εἴτε πεπονθόϲ, περιϲπᾶται καὶ ἔϲτι τὰ μονοϲύλλαβα τῶν ϲτοιχείων ὀνόματα εἰ, μῦ, νῦ, ξῖ, οὖ, πῖ, ῥῶ, ταῦ, φῖ, χῖ, ψῖ, ὦ. ἀπὸ πᾶν τοῦ πᾶϲ καὶ τὸ δῶ ἀπὸ τοῦ δῶμα καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶροϲ καὶ κρῖ, ϲταῖϲ, ϲτῆρ τὸ ϲτέαρ, οὖϲ, ὦϲ, φῶϲ, πῦρ, ϲκῶρ· τοῦτο δέ φαϲι Δωριεῖϲ ὀξύνειν· τὰ δὲ ἔχοντα βραχεῖαν ὀξύνεται, ἕν, τίϲ τί.
Πᾶν ὄνομα μονοϲύλλαβον εἰϲ ͞ν λῆγον ἀρϲενικὸν καὶ θηλυκὸν ὀξύνεται, Πάν ὁ δαίμων, Δάν· οὕτωϲ εἴρηται ὑπὸ Βοιωτῶν ὁ Ζεύϲ, Ζάν· οὕτω γὰρ εἴρηται ὁ θεὸϲ ὑπὸ τῶν μεταγενεϲτέρων Αἰολῶν· καὶ ἔτι οἱ μεταγενέϲτεροι Ἴωνεϲ διὰ τοῦ ᾱ Ζάν ὁμοίωϲ τῷ Λυκᾶνι « κλῦθί μοι
Ζανόϲ τε κούρη Ζανὶ τ’ ἐλευθερίῳ». Ζήν ὁ Ζεύϲ καὶ Δήν, μήν, ϲπλήν, ϲφήν, ψήν ἀρϲενικά, τὸ δὲ χήν κοινὸν τῷ γένει· θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητήϲ « ὡϲ ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ » (Od. ο 174) καὶ «αἰετὸϲ ἀργὴν χῆνα φέρων » (ο 161), ἀρϲενικὸν δὲ οὕτωϲ « χῆνέϲ μοι κατὰ οἶκον ἐείκοϲι πυρὸν ἔδουϲιν - ἐξ ὕδατοϲ » (Od. τ 536), εἶτα ἐπιφέρειλέγεται δὲ καὶ Χήν πόλιϲ Λακωνικῆϲ θηλυκῶϲ. καὶ τὸ μὲν χήν ἐν κοινότητι. Ὡι ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν τὸ θρέμμα, εἴ τιϲ βούλοιτο. ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ Νίκανδροϲ (Ther. 453) « αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν ». τὸ δὲ φρήν μόνωϲ θηλυκὸν πεπλάνηται περὶ τὸ γένος, διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίϲιϲ ὡϲ πρὸϲ τὰ ἄλλα μονοϲύλλαβα, φρενόϲ γάρ, τῶν ἄλλων φυλαϲϲόντων τὸ ͞η. οὐκ ἀντιθήϲει τιϲ ἡμῖν τὸ παρὰ τῷ Ἑρμηϲιάνακτι ἐν Λεοντίου α′ « δερκόμενοϲ πρὸϲ κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελέϲ, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλιϲ τῆϲ Γανδαρικῆϲ Ϲκυθίαϲ, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειροϲ Χωνία, παρὰ Ἡροδότῳ (9, 93) καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Ϲτράβων ἐν ἕκτῃ (p. 254) « καὶ Χώνη πόλιϲ ὑπὲρ αὐτῆϲ, ἀφ’ ἧϲ οἱ ταύτῃ Χῶνεϲ ἐκλήθηϲαν ». χθών μόνον θηλυκὸν ἐκ τῶν εἰϲ ων μονοϲυλλάβων καὶ διαλλάξαν κατὰ τὴν κλίϲιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφ’ οὗ καὶ ἡ γενικὴ Θῶνοϲ. τὸ δὲ Θῶν Θῶντοϲ ἐκ πάντων τῶν μονοϲυλλάβων μόνον περιϲπᾶται μιμηϲάμενον κατὰ τὴν κλίϲιν τὴν ϲμῶντοϲ, κλῶντοϲ, δρῶντοϲ μετοχήν.
Τὰ εἰϲ ͞ι͞ν μονοϲύλλαβα δικατάληκτα οξύνεται, ἴν ἴϲ, ῥίν ῥίϲ, θίν θίϲ.
* Εἰϲ ̄ῡ̄ν μονοϲύλλαβον οὐκ ἔϲτιν εὑρεῖν· πάντα γὰρ ὑπὲρ μίαν ϲυλλαβήν ἐϲτιν· διὸ τὴν κυνόϲ γενικὴν ἀπὸ τῆϲ κύονοϲ ϲυνεκεκόφθαι φαμέν, ὡϲ καὶ ἡ κλητικὴ μαρτυρεῖ ὦ κύον.
Τὰ εἰϲ α ̄ξ ̄ μονοϲύλλαβα ὀξύνεται, ϲπάξ· οὕτωϲ ὁ κύων παρὰ Πέρϲαιϲ, πλάξ, γλάξ βοτάνη γαλακτοποιόϲ, ῥάξ· ἔϲτι δὲ καὶ Ῥάξ νῆϲοϲ
Λυκίαϲ. Πράξ Ἀχιλλέωϲ ἀπόγονοϲ, ὃϲ ἐξ Ἠπείρου μὲν ὥρμηϲε, ᾤκηϲε δὲ ἐν τῇ Λακωνικῇ, ἀφ’ οὗ Πρᾶκεϲ ἔθνοϲ. ὡϲαύτωϲ δὲ καὶ τὰ μετὰ ϲυμφώνου ὀξύνεται ϲτράγξ καὶ ϲάρξ.Τὰ εἰϲ ξ̄ μονοϲύλλαβα ἔχοντα ἕν τι τῶν φύϲει βραχέων, ϲπάνια ὄντα καὶ ἱϲτορίαϲ ἐχόμενα, ὀξύνεται, Λέξ τὸ ἔθνοϲ, κρέξ, πρόξ, φλόξ, κρόξ, δόρξ, ζόρξ, ὅλξ.
Τὰ εἰϲ ξ̄ λήγοντα μονοϲύλλαβα ἔχοντα ἔν τι τῶν φύϲει μακρῶν ὀξύνεται, ϲφήξ· Ϲφῆκεϲ δὲ ἐκαλοῦντο καὶ οἱ τὴν Κύπρον ἐνοικοῦντεϲ. κήξ, βήξ, δήξ, πτώξ, πρώξ, ῥώξ, ὃ διὰ τοῦ γ̄ κλίνεται, ὤλξ· τὸ δὲ βῶξ μόνον ἐκ πάντων περιϲπᾶται, ἐπεὶ τούτου ἐντελέϲτερον τὸ βόαξ, ὡϲ Ἀριϲτοφάνηϲ
καὶ Φερεκράτηϲ εἰπὼν
ἐπιφέρει
Ἀριϲτοτέληϲ δὲ ὅτι μόνοϲ τῶν ἰχθύων φωνὴν προΐεται καὶ οὕτωϲ ὠνόμαϲται.
Τὰ εἰϲ ῑξ̄ μονοϲύλλαβα ὀξύνεται, ϲτίξ ἡ τάξιϲ, φρίξ, θρίξ, ψίξ, πνίξ, πλίξ, Βρίξ ἔθνοϲ Θρᾳκικόν. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 73) « οἱ δὲ Φρύγεϲ, ὡϲ Μακεδόνεϲ λέγουϲι, καλέονται Βρίγεϲ» ἀπὸ Βρίγου τοῦ κατοικήϲαντοϲ ἐν Μακεδονίᾳ, ἴξ θηρίδιόν τι ἐϲθίον τὰϲ ἀμπέλουϲ, Φίξ, Ϲφίξ, ϲτρίξ καὶ ϲτρίγξ εἶδοϲ ὀρνέου, ὅπερ τινὲϲ καὶ διὰ τοῦ λ̄ γράφουϲι ϲτλίξ, Λίγξ ποταμὸϲ Μαυριτανίαϲ καὶ πόλιϲ· τινὲϲ δὲ Λίξον γράφουϲιν.
Τὰ εἰϲ ῡξ̄ μονοϲύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνοϲ προϲεχὲϲ Ἰλλυριοῖϲ, πτύξ, Ϲτύξ, νύξ, ϲτρύξ, πνύξ τὸ παρ’ Ἀθηναίοιϲ δικαϲτήριον· ἔϲτι πύκν ὄνομα
κύριον. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν̄ καὶ ἐτράπη τὸ κ̄ εἰϲ ξ̄ πνύξ. ὑπέρθεϲιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ̄ πνύξ πυκνόϲ « τῆϲ πυκνὸϲ τὰϲ ἡνίαϲ » «τοῦ λίθου τοῦν τῇ πυκνί» καὶ « πύκνα». κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι ᾠκιϲμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλιϲ Λιβύηϲ πρὸϲ τοῖϲ Γαδείροιϲ μετὰ τὸν Ἄτλαντα· καὶ νῆϲοϲ Ἄτλαντοϲ καὶ πόλιϲ Λύγξ, ὡϲ Ἀρτεμίδωροϲ.Τὰ εἰϲ ᾱῑξ̄ μονοϲύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκεϲ γὰρ παρ’ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρεϲ καὶ παρὰ Ϲοφοκλεῖ ἐν Ποιμέϲιν· εἰϲὶ δὲ καὶ Γραῖκεϲ Αἰολέων οἱ τὸ Πάριον οἰκοῦντεϲ. ἔϲτι δὲ ἢ μεταπλαϲμὸϲ ἢ τῆϲ Γραίξ εὐθείαϲ κλίϲιϲ ἐϲτίν. ἀλλὰ δύο μόνα εὕρηται ἐν τῇ ϲυνήθει χρήϲει· τὸ αἴξ ἐπὶ τοῦ ζῴου· καὶ τοῦτο οἱ Ἀττικοὶ περιϲπῶϲι, καὶ τὸ Θρᾷξ, ὅπερ οὐδὲ ἐκφωνεῖ τὸ ῑ. τοῦτο δὲ περιϲπᾶται, ἐπεὶ καὶ ἐντελέϲτερον αὐτοῦ τὸ Θράϊξ διϲύλλαβον « Θρήϊκαϲ » (Ιl. B 844) καὶ « Θρήϊκεϲ οἵδ’ ἀπάνευθϲ νεήλυδεϲ » (Κ 434) καὶ « Θρηΐκιον » (Ψ 230).
Τὰ εἰϲ ᾱῡξ̄ μονοϲύλλαβά εἰϲι δύο μόνα, τὸ Ταῦξ, ἱϲτορεῖται οὗτοϲ ποταμὸϲ περὶ Ϲικελίαν, καὶ τοῦτο περιϲπᾶται, καὶ τὸ γλαύξ, ὃ παρ’ ἡμῖν μὲν ὀξύνεται, παρὰ δὲ Ἀθηναίοιϲ καὶ τοῦτό τινεϲ περιϲπῶϲιν.
Οὐδὲν εἰϲ ο̄ῑξ̄ λήγει ὄνομα πλὴν μόνον ἡ προίξ καὶ ὀξύνεται.
Πᾶν τοίνυν εἰϲ ξ̄ μονοϲύλλαβον κοινολεκτούμενον ὀξύνεται πλὴν τοῦ Θρᾷξ καὶ τοῦ βῶξ.
Τὰ εἰϲ ρ̄ ἀρϲενικὰ καὶ θηλυκὰ μονοϲύλλαβα ὀξύνεται. Πάρ· τόποϲ δέ ἐϲτιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχήϲαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι. Κάρ· ἔϲτι δὲ ἔθνοϲ ὁμονύμωϲ τῷ κτιϲτῇ. Μάρ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Μοϲϲυνοίκοιϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ψάρ· ἔϲτι δὲ εἶδοϲ ὀρνέου· τοῦτο δὲ παρὰ τῷ ποιητῇ καὶ διὰ τοῦ ᾱ εὑρίϲκεται καὶ διὰ τοῦ η̄ οἷον «κολοιούϲ τε ψῆράϲ τε» ( 583) καὶ « ψαρῶν νέφοϲ ἔρχεται » (P 755).
Ϲήρ ἔθνοϲ Ἰνδικόν, ὅθεν ϲηρικὰ τὰ πολυτελῆ ἱμάτια. Τρήρ Θρᾴκιον ἔθνοϲ. λέγεται καὶ τριϲυλλάβωϲ παρὰ Καλλίνῳ τῷ ποιητῇ « Τρήρεαϲ ἄνδραϲ ἄγων ». Θεόπομποϲ Θρᾶραϲ αὐτοὺϲ καλεῖ. Ἀρριανὸϲ δὲ ἐν Βιθυνιακοῖϲ Τρίηραϲ. θήρ, φήρ ὁ κένταυροϲ « φηρϲὶν ὀρεϲκῴοιϲ» (Α 268) καὶ κήρ τὸ θηλυκὸν ἡ θανοτηφόροϲ μοῖρα « μάρτυροι οὓϲ μὴ κῆρεϲ ἔβαν θανάτοιο φέρουϲαι » (B 302) καὶ κατὰ ποιητικὴν ϲυϲτολὴν τοῦ η εἰϲ ᾱ « τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ » (1 378), ἦρ ἐπὶ τῆϲ ἐπικουρίαϲ· καὶ ὀξύνεται ἡ γενικὴ ἠρόϲ καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν ϲυνθέϲει ἐπίηρα. βήρ τὸ φρέαρ παρὰ Φοίνιξι. — Τὰ εἰϲ ε̄ῑρ̄ λήγοντα μονοϲύλλαβα τρία μόνα εἰϲίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρϲενικὰ τὸ Εἴρ· ἔϲτι δὲ ὄνομα ποταμοῦ, οὖ μέμνηται Ἀρτεμίδωροϲ ἐν Γεωγραφουμένοιϲ καὶ τὸ φθείρ. τὸ δὲ Φθίρ ὁ υἱὸϲ τοῦ Ἐνδυμίωνοϲ διὰ τοῦ ῑ γράφεται,· παρὰ δὲ τοῦτο τὸ ὄροϲ Καρίαϲ καὶ οἱ κατοικοῦντεϲ Φθῖρεϲ « Φθιρῶν τ’ ὄροϲ ἀκριτόφυλλον » (B 868). ὁμοίωϲ καὶ τὸ Ϲίρ ἔθνοϲ Θρᾴκηϲ ὑπὲρ τοὺϲ Βυζαντίουϲ. — φώρ ὁ κλέπτηϲ, Νώρ ὄνομα ἔθνουϲ. Ϲώρ. τὸ δὲ ὦρ περιϲπᾶται· ἔϲτι δὲ μόνον θηλυκὸν εἰϲ ω̄ρ̄ ἐκ τοῦ ὄαρ γενόμενον κατὰ κρᾶϲιν τοῦ ο̄ καὶ ᾱ εἰϲ ω̄ ὥϲπερ κρείττονα κρείττω· ἡ δὲ εὐθεῖα οὐχ εὕρηται, ἀναπλάττομεν δὲ αὐτὴν ἀπὸ τοῦ « ἀμυνέμεν ὤρεϲιν » (ll. Ε 486). τὸ μέντοι πῦρ, ὅπερ Ϲιμωνίδηϲ καὶ ἕνεκα μέτρου διϲυλλάβωϲ ἀπεφήνατο· «τοῦτο γὰρ μάλιϲτα φῆρεϲ ἔϲτυγον πύϊρ», ϲτῆρ, κῆρ τὸ κέαρ, ϲκῶρ ἡ κόπροϲ ὡϲ οὐδέτερα περιϲπᾶται. ὡϲαύτωϲ καὶ βλῆρ Αἰολικῶϲ τὸ δέλεαρ. οἱ Αἰολεῖϲ τὸ δ̄ εἰϲ β̄ τρέπουϲι· τοὺϲ γὰρ δελφῖναϲ βελφῖνάϲ φαϲι καὶ τοὺϲ Δελφούϲ Βελφούϲ· οὕτωϲ οὖν δέλεαρ βέλεαρ καὶ κατὰ ϲυγκοπὴν καὶ ϲυναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦϲι. τὸ δὲ Ϲῦρ οὐ ϲύνηθεϲ παρὰ Ἕλληϲιν, ἀλλ’ ἱϲτορίαϲ ἐχόμενον, ἄλλωϲ τε οὐδ’ ἄντικρυϲ οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.Τὰ εἰϲ ᾱϲ̄ μονοϲύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ ϲ̄ τὴν γενικὴν ποιοῦϲι, περιϲπῶνται, ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Θᾶϲ τοῦ Θᾶ ὄνομα κύριον, ὁ Χνᾶϲ τοῦ Χνᾶ· οὕτωϲ δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται. Δᾶϲ· ὄνομα δὲ τοῦτο ποταμοῦ. Βᾶϲ· ἱϲτορεῖται δὲ οὗτοϲ βαϲιλεὺϲ Πόντου. Λᾶϲ· τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν ϲημαίνει· πᾶϲ πᾶ ὁ πατήρ· εἰ δὲ περιττοϲυλλάβωϲ κλίνοιτο μονογενῆ ὄντα, ὀξύνεται, Πράϲ Πράντοϲ ὄνομα πόλεωϲ Περραιβικῆϲ καὶ ποταμοῦ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ, εἰ καὶ ἐν τῷ Ονοματικῷ εἶπον αὐτὸ περιϲπᾶϲθαι, Ζάϲ Ζάντοϲ ὁ Ζεύϲ, Φθάϲ κύριον, κρὰϲ ἡ κεφαλή. τοῦτο δὲ μόνον διὰ τοῦ τ̄ ἐκλίθη, τῶν ἄλλων μονοϲυλλάβων ὀξυτόνων μετοχικῶϲ κατὰ τὸ φάϲ φάντοϲ διὰ τοῦ ν̄τ̄ κλινομένων. ἔχομεν δὲ χρῆϲιν τῆϲ εὐθείαϲ παρὰ Ϲιμμίᾳ τῷ Ῥοδίῳ οὕτωϲ « χρυϲῷ τοι φαέθοντι πολύλλιτοϲ ἐμφέρεται κράϲ». τὸ μέντοι πᾶϲ παντόϲ τριγενέϲ. τὸ δὲ δᾴϲ δᾳδόϲ τοῦ προϲγεγραμμένου ὀξύνεται ὡϲ ἐκ τοῦ δαΐϲ ὀξυνομένου ϲυναιρεθέν.
Τὸ ναῦϲ ὁ καὶ νᾶϲ, καὶ γραῦϲ καὶ βαῦϲ μόνωϲ θηλυκὰ περιϲπᾶται καὶ τὰ εἰϲ ᾱῑϲ̄ μονοϲύλλαβα, παῖϲ κοινὸν κατὰ γένοϲ· ἔϲτι δὲ ἀπὸ τοῦ πάϊϲ· ϲταῖϲ οὐδέτερον. τὸ δὲ δαίϲ ἡ εὐωχία θηλυκὸν ὀξύνεται.
Τὰ εἰϲ ε̄ῑϲ̄ μονογενῆ ὀξύνονται, δείϲ ἄρρητον, ὅπερ ἀεὶ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ ἢ τῆϲ μή ἀπαγορεύϲεωϲ ϲύνεϲτιν, οὐδείϲ μηδείϲ. μείϲ Αἰολικῶϲ ὁ μήν, κτείϲ καὶ κλείϲ θηλυκόν. τὸ μέντοι εἷϲ περιϲπᾶται ὡϲ τριγενέϲ. τὰ γὰρ εἰϲ ε̄ῑϲ̄ λήγοντα ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν οἷον χαρίειϲ χαρίεν, δαφνήειϲ δαφνῆεν, αὐδήειϲ αὐδῆεν. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ εἰϲ ἔχον οὐδετέρου παραϲχηματιϲμὸν οἷον τὸ ἔν ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν. πρόϲκειται « ὀνόματα» διὰ τὰϲ μετοχὰϲ οἷον διὰ τὸ τυφθείϲ τοῦ τυφθέντοϲ, δαρείϲ δαρέντοϲ, νυγείϲ νυγέντοϲ. ταῦτα γὰρ ὀξύνονται. πρόϲκειται « κοινολεκτούμενα», ἐπεὶ τὸ εὐϲεβήϲ καὶ εὐγενήϲ οἱ Βοιωτοὶ διὰ τῆϲ εἰ διφθόγγου προφέρονται. πρόϲκειται « ἔχοντα οὐδετέρου παραϲχηματιϲμόν » διὰ τὸ κτείϲ κτενόϲ. τοῦτο γὰρ ὀξύνεται, ἀλλ’ οὐκ ἔχει οὐδετέρου παραϲχηματιϲμόν. τὸ οὖν εἷϲ ὡϲ ἔχον οὐδετέρου παραϲχηματιϲμὸν οἷον τὸ ἕν οὐ δύναται ὀξύνεϲθαι· ἀλλ’ οὐδὲ βαρύνεϲθαι δύναται, ἐπεὶ μονοϲύλλαβόν ἐϲτι, τὰ δὲ μονοϲύλλαβα οὐδέποτε βαρύνονται, ἀλλ’ ἢ ὀξύνονται οἷον Κρήϲ Τρώϲ πούϲ τίϲ νύξ φλόξ ἢ περιϲπῶνται οἷον βοῦϲ νοῦϲ παῖϲ γραῦϲ πᾶϲ. μὴ δυνάμενον οὖν τὸ εἷϲ μήτε ὀξύνεϲθαι ὡϲ ἔχον οὐδετέρου παραϲχηματιϲμὸν μήτε βαρύνεϲθαι ὡϲ μονοϲύλλαβον ἐξ ἀνάγκηϲ περιεϲπάϲθη. Ἀμέλει ὅταν πλεονάϲῃ τὸ ε̄ καὶ ὑπερβῇ τὴν μονοϲυλλαβίαν βαρύνεται οἷον ἕειϲ ὡϲ παρὰ τῷ Ἡϲιόδῳ (Theog. 145) « κυκλοτερῆϲ ὀφθαλμὸϲ ἕειϲ ἐνέκειτο μετώπῳ».
Τὰ εἰϲ ο̄ῑϲ̄ περιϲπᾶται· ἔϲτι δὲ δύο μόνα τὸ οἶϲ καὶ παρ’ Ἀττικοῖϲ τὸ φθοῖϲ ϲυναιρεθέντα ἐκ διϲυλλάβων τὸ ὄϊϲ καὶ φθόϊϲ.
Τὰ εἰϲ ε̄ῡϲ̄ μονοϲύλλαβα ὀξύνεται, Ζεύϲ, Φλεύϲ ἐπὶ τοῦ Διονύϲου κείμενον, ὡϲ ἐν ταῖϲ ἐπικλήϲεϲιν εὕρομεν, Νεύϲ ἐπὶ ποταμοῦ κείμενον, ὡϲ φηϲι Φιλέαϲ, θεύϲ ἐκ ϲυναλοιφῆϲ γενόμενον, Δεύϲ ὑπὸ Βοιωτῶν ὁ Ζεύϲ, ϲεύϲ ἀπὸ ἀναλογίαϲ πλαϲϲόμενον, Δνεύϲ ἐθνικὸν
« μὴ Δνεὺϲ χίμαιραν, ἄγριον ὀφλήϲειϲ ». τὸ μέντοι νεῦϲ ἡ ναῦϲ περιϲπᾶται ὥϲπερ καὶ τὸ γρεῦϲ.Τὰ εἰϲ ο̄ῡϲ̄ μονοϲύλλαβα, εἶτε ἀπαθῆ εἴτε ϲυνῃρημένα, περιϲπᾶται, βοῦϲ, πλοῦϲ, ῥοῦϲ, φλοῦϲ, χλοῦϲ, Γλοῦϲ ὁ λῃτήϲ, χνοῦϲ παρὰ Ϲοφοκλεῖ, κνοῦϲ, θροῦϲ, νοῦϲ, ϲοῦϲ, χροῦϲ πολὺ παρὰ τοῖϲ Ἴωϲι, χοῦϲ καὶ Χοῦϲ ἔθνοϲ Βεχείρων ἐγγύϲ. Ἑκαταῖοϲ ἐν Ἀϲίᾳ « εἰϲ μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δ’ αὐτῶν Χοῖ » καὶ πάλιν « μέχρι μὲν τούτων Χοῖ» καὶ πάλιν « Χοῖϲι δὲ ὁμουρέουϲι πρὸϲ ἥλιον ἀνίϲχοντα Δίζηρεϲ». καὶ τὸ οὖϲ οὐδέτερον. τοῦτο δὲ οὕτωϲ ἐγένετο· παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται αὖαϲ· καὶ τροπῇ τοῦ ᾱ εἰϲ ο̄ οὖαϲ, τὸ τῆϲ φωνῆϲ ἀντιληπτικὸν αἰϲθητήριον· κλίνεται οὔατοϲ ὡϲ δέραϲ δέρατοϲ. ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῡ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὦϲ. ϲημειωτέον τὸ πούϲ ὀξυνόμενον. μετοχῆϲ γὰρ ἐδέξατο τόνον. καὶ γὰρ τὸ δούϲ ὀξύνεται.
Τὰ εἰϲ η̄ϲ̄ κατὰ διάλεκτον γινόμενα ἐκεῖνον ἔχει τὸν τόνον, ὁποῖον καὶ τὰ πρωτότυπα, μήν μήϲ, δαίϲ δήϲ, παῖϲ πῆϲ, εἷϲ ἧϲ. παρὰ γὰρ Ῥίνθωνι « οὐδ’ ἧϲ κύων ».
Τὰ εἰϲ η̄ϲ̄ μονοϲύλλαβα τυχόντα φυϲικῆϲ καταλήξεωϲ ἢ ὀξύνεται ἢ περιϲπᾶται· καὶ ὀξύνεται μὲν τὰ περιττοϲυλλάβωϲ κλινόμενα, Κρήϲ ὁ Διὸϲ καὶ Ἰδαίαϲ νύμφηϲ παῖϲ καὶ ὁ πολίτηϲ, ϲήϲ ὁ ϲκώληξ καὶ ποταμοῦ ὄνομα, Γνήϲ ἔθνοϲ οἰκῆϲαν τὴν Ῥόδον· ἔνθεν ἴγνητεϲ οἱ ἰθαγενεῖϲ· λέγεται γὰρ καὶ μετὰ τοῦ ῑ ἴγνητεϲ. Φρήϲ ἔθνοϲ Λιβυκόν, Γλήϲ ἔθνοϲ Ἰβηρικὸν μετὰ τοὺϲ Κύνηταϲ. Ἡρόδωροϲ δεκάτῳ τῶν καθ’ Ἡρακλέα ἱϲτοριῶν « τὸ δὲ Ἰβηρικὸν γένοϲ τοῦτο, ὅπερ φημὶ οἰκέειν
τὰ παράλια τοῦ διάπλου, διώριϲται ὀνόμαϲιν ἕν γένοϲ ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖϲ ἐϲχάτοιϲ οἰκέοντεϲ τὰ πρὸϲ δυϲμέων Κύνητεϲ ὀνομάζονται, ἀπ’ ἐκείνων δὲ ἤδη πρὸϲ βορέην ἰόντι Γλῆτεϲ, μετὰ δὲ Ταρτήϲιοι, μετὰ δὲ Ἐλβυϲίνιοι, μετὰ δὲ Μαϲτιηνοί, μετὰ δὲ Κελκιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανόϲ ». Τλήϲ ἔθνοϲ Ἰβηρικὸν περιοικοῦν τοὺϲ Ταρτηϲϲίουϲ. Θεόπομποϲ τεϲϲαρακοϲτῷ πέμπτῳ. Κλήϲ ἐπὶ τοῦ ποταμοῦ, Ζήϲ παρὰ Φερεκύδει κατὰ κίνηϲιν ἰδίαν, θήϲ ὁ μίϲθιοϲ, βλήϲ « νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκαϲ ». περιϲπᾶται δὲ τὰ ἰϲοϲύλλαβα Δρῆϲ Τρῆϲ κύρια. ὡϲ δέ τινεϲ βούλονται, καὶ τὸ Ζῆϲ.* Τὰ εἰϲ ῑϲ̄ μονοϲύλλαβα φύϲει εἰϲ ϲ̄ λήγοντα ὀξύνεται ὁμοίωϲ τοῖϲ εἰϲ ι ̄ν ̄ τροπὴν τοῦ ν ̄ εἰϲ ϲ̄ ἀναδεξαμένοιϲ οἷον ἴν ἴϲ, ῥίν ῥίϲ. εἰϲὶ δὲ ϲπάνια. Ἴϲ πόλιϲ Περϲική. Ἡρόδοτοϲ πρώτῃ (c. 179)· ἔνθα καὶ ποταμὸϲ Ἴϲ οὕτω καὶ Ϲκύμνοϲ ἐν τῷ ι′ τῆϲ Ἀϲίαϲ περίπλῳ παρέθετο· « ἔχεται Κελένδεριϲ πόλιϲ Ϲαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρηϲ καὶ ἄλϲοϲ· Ἴϲ ποταμὸϲ παρὰ θάλαϲϲαν ἔξειϲιν ». Ἔϲτιν Ἴϲ τῆϲ Ἰταλίαϲ, ὡϲ Πάρθαξ ἐν τῷ β′ τῶν Ἰταλικῶν. « Ἐπεὶ δὲ ἀφίκετο εἰϲ τὴν Ποϲειδωνίαν ὁ Ἡρακλῆϲ. ἔϲτι δὲ ποταμὸϲ Ἴϲ καλούμενοϲ μέγαϲ ». Θίϲ πόλιϲ Αἰγυπτία πληϲίον Ἀβύδου. Φθίϲ· Φθῖεϲ γὰρ καὶ Φθῖοι οἱ Φθιῶται. κίϲ ὁ ϲκώληξ. λίϲ ὁ λέων. τοῦτο δὲ ὁ μὲν Ἀρίϲταρχοϲ ὀξύνει· ὁ δὲ Αἰϲχρίων περιϲπᾷ, ὡϲ γὰρ παρὰ τὸ μῦϲ μῦν φηϲὶ καὶ νοῦϲ νοῦν, οὕτω καὶ λῖϲ λῖν « ἐπί τε λῖν ἤγαγε δαίμων » (Λ 480). καὶ ἔϲτι ϲυγκατατίθεϲθαι τῷ Αἰϲχρίωνι, ὅτι μᾶλλον ὀφείλει περιϲπᾶϲθαι, εἰ καὶ μηδὲν τῶν εἰϲ ῑϲ̄ ληγόντων καὶ ἀρϲενικὸν γένοϲ ὑπιϲχουμένων περιεϲπάϲθη. καὶ τάχα καθ’ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ϲημαῖνον γένοϲ θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ « λὶϲ πέτρη » (Od. μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίϲ καὶ θίϲ καὶ ῥίϲ, καίτοιγε διαφόρωϲ κλιθϲῖϲι πρὸϲ τὸ λίϲ, ϲυνεξωμοίωϲεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίϲταρχοϲ. καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ. τίϲ, ὅπερ ϲυϲτέλλει τὸ ῑ, Δίϲ ὁ Ζεύϲ παρὰ Ῥίνθωνι.
* Εἰϲ ο̄ϲ̄ μονοϲύλλαβον οὐκ ἔϲτιν εὑρεῖν. τὸ γὰρ πόϲ οἷον « ᾧ πὸϲ ἄγ’, ἱεμένοιϲιν » ἀπὸ τοῦ πούϲ γέγονε κατὰ ἀποβολὴν τοῦ ῡ καὶ τὸ ὅϲ ἄρθρον ἐϲτίν. καὶ ἔϲτιν εἰπεῖν, ὅτι κανών ἐϲτιν ὁ λέγων ὅτι πᾶν ὄνομα μονοϲύλλαβον μακροκαταληκτεῖν θέλει φύϲει ἢ θέϲει χωρὶϲ τοῦ τίϲ. ἄλλωϲ τε δύο κανόνεϲ ἤμελλον μάχεϲθαι. καθὸ μὲν γὰρ εἰϲ ο̄ϲ̄ εἰϲίν, ὤφειλεν εἰϲ ο̄ῡ ἔχειν τὴν γενικήν. καθὸ δὲ πάλιν πᾶϲα μονοϲύλλαβοϲ εὐθεῖα ἰϲοϲυλλάβωϲ κλινομένη ἀποβολῇ τοῦ ϲ̄ τὴν γενικὴν ποιεῖ ὁ Χνᾶϲ τοῦ Χνᾶ, ὁ Δρῆϲ τοῦ Δρῆ, ὁ νοῦϲ τοῦ νοῦ, ὁ ῥοῦϲ τοῦ ῥοῦ, ἠναγκάζοντο καὶ ταῦτα ἀποβολῇ τοῦ ϲ ̄ τὴν γενικὴν ἀποτελεῖν καὶ οὐχὶ εἰϲ τὴν ο̄ῡ δίφθογγον ἔχειν αὐτήν. τῶν οὖν δύο κανόνων μαχομένων ἐπιλελοίπαϲι τὰ εἰϲ ο̄ϲ̄ μονοϲύλλαβα ὀνόματα.
Τὰ εἰϲ ῡϲ̄ μονοϲύλλαβα περιϲπῶνται, μῦϲ, δρῦϲ· ἔϲτι δὲ καὶ πόλιϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ϲῦϲ καὶ ὗϲ. φυλάϲουϲι δὲ τὸ ῡ ἐν τῇ κλίϲει· τῶν δὲ ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικῶν ἕν μόνον ὁ ἰχθὺϲ ὁμοίωϲ ἐκλίθη τοῖϲ προειρημένοιϲ.
Τὰ εἰϲ ω̄ϲ̄ ἀρϲενικὰ μονοϲύλλαβα περιττοϲύλλαβα ὀξύνεται, Τρώϲ τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτιϲτῇ ὡϲ Ἀχαιόϲ, Δαναόϲ, Ϲικελόϲ, θώϲ, πλώϲ ἰχθῦϲ τιϲ. δμώϲ, φῶϲ ὁ ἄνθρωποϲ, χρώϲ « ἐπεὶ οὔ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ (Ιl. Δ 510). Μῶϲ τὸ ἔθνοϲ. τὸ μέντοι κατὰ τροπὴν Δωρικὴν γινόμενον βῶϲ ἀπὸ τοῦ βοῦϲ βοόϲ περιϲπᾶται. τὰ μέντοι ἰϲοϲύλλαβα περιϲπῶνται, ϲώϲ « νῦν τοι ϲῶϲ αἰπὺϲ ὄλεθροϲ » (Ν 773)· γέγονε δὲ ἢ ἀπὸ τοῦ ϲόοϲ, ὡϲ οἴεται Φιλόξενοϲ, ἢ ἐκ τοῦ ϲῶοϲ ἢ ἐκ τοῦ ϲάοϲ. Κρῶϲ ὄνομα ἥρωοϲ ὁμοφωνοῦν τῇ πόλει, ἔϲτι δὲ Αἰγύπτου. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ. Γλῶϲ ὄνομα ἥρωοϲ, Κῶϲ πόλιϲ καὶ νῆϲοϲ. καὶ Ὅμηροϲ « καὶ Κῶν Εὐρυπύλοιο πόλιν » (B 677). λέγεται καὶ Κώωϲ διὰ δύο ω̄ω̄ καὶ Κόωϲ, ἀφ’ οὗ τὸ παρ’ Ὁμήρῳ τοπικὸν « καί μιν ἔπειτα Κόωνδ’ εὐναιομένην ἀπένεικαϲ » (1l. Ξ 255). λέγεται καὶ Κόοϲ διὰ δύο ο̄ο̄. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶϲ. οὕτωϲ γὰρ καὶ ὁ κτιϲτῆϲ. ἔϲτι καὶ ἐν Αἰγύπτῳ πόλιϲ Κῶϲ. ἔϲτι δὲ καὶ κῶϲ τὸ ὄρυγμα τὸ ἐν
Κορίνθῳ, οὗ καθείργνυον τοὺϲ φῶραϲ καὶ τοὺϲ δραπέταϲ. λέγεται καὶ κῶοϲ, κῶεϲ δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντεϲ. κώουϲ γὰρ τὰ κοιλώματα τῆϲ γῆϲ καὶ πάντα τὰ ϲπήλαια ἔλεγον. Τλῶϲ ὁ Τρεμίλητοϲ καὶ Πραξιδίκηϲ νύμφηϲ καὶ ἀπ’ αὐτοῦ Τλῶϲ πόλιϲ Λυκίαϲ. ἔϲτι καὶ Τλῶϲ τὸ ἐθνικόν. ἔϲτι καὶ ἄλλη Τλῶϲ πόλιϲ Πιϲιδίαϲ. Λῶϲ νῆϲοϲ περὶ Θετταλίαν. Ἀρτεμίδωροϲ. χωρὶϲ τοῦ ζώϲ « ἦ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι» (Ε 887). τοῦτο δὲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ περιϲπᾶν οὐχ ὑγιῶϲ. ἐκ γὰρ ὀξυνομένου τοῦ ζωόϲ γενόμενον τὸ ζώϲ δεῖ ὀξύνειν ὥϲπερ ἐπὶ τοῦ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ. καὶ τὸ δώϲ « δὼϲ ἀγαθή, ἅρπαξ δὲ κακὴ θανάτοιο δότειρα (Hesiod. Opp. 354) ὀξύνεται· ἔϲτι δὲ ἄκλιτον. - Τὰ εἰϲ ω̄ϲ̄ οὐδέτερα περιϲπᾶται, τὸ φῶϲ, τὸ ὦϲ.Τὰ εἰϲ ψ μονοϲύλλαβα ὀξύνεται, κνάψ ὁ δαλόϲ, μάψ ὄρνεον τι, δράψ κείμενον παρ’ Ἀριϲτοφάνει, λάψ παρὰ Ταραντίνοιϲ, γράψ καὶ φάψ θηλυκά, φλέψ, κλέψ ὁ κλέπτηϲ, ϲκέψ, θήψ καὶ ϲήψ εἶδοϲ ὄφεωϲ ϲῆψιν ἐμποιοῦν, ἴψ ὁ ϲκώληξ, λίψ ὁ ἄνεμοϲ, Νίψ ὄνομα κρήνηϲ, κνίψ, ὁ δὲ Ἀριϲτοτέληϲ μετὰ τοῦ ϲ̄ ϲκνίψ, θρίψ, ῥίψ πλέγμα ψιαθῶδεϲ, ϲτύψ, γύψ, γρύψ, Ῥύψ ὁ κατοικῶν Ῥύπαϲ πόλιν Ἀχαϊκήν, ὤψ ὁ ὀφθαλμόϲ καὶ ὄνομα κύριον « Εὐρύκλει’ Ὦποϲ θυγάτηρ » (Od. α 429), ῥώψ τὰ νεοθαλῆ τῶν δρυῶν, θώψ ὁ πλάνοϲ, κνώψ εἶδοϲ θηρίου, κλώψ ὁ κλέπτηϲ, ϲκώψ ὁ ϲκώπτηϲ, Ἀριϲτοτέληϲ δὲ χωρὶϲ τοῦ ϲ̄, Κρώψ. Κρῶπαϲ γὰρ Ἀνδροτίων φηϲὶ Κρωπιὰν δῆμον τῆϲ Λεοντίδοϲ φυλῆϲ.
* Τὰ εἰϲ ᾱ θηλυκὰ μονοϲύλλαβα περιϲπᾶται πάντα, μνᾶ ϲύνηθεϲ Ἀττικοῖϲ καὶ τῇ νῦν χρήϲει καὶ Χνᾶ ἀπεξενωμένον, ἡ Φοινίκη οὕτωϲ ἐκαλεῖτο τὸ πρότερον, Φνᾶ νῆϲοϲ, Λᾶ πόλιϲ Λακωνική. Λυκόφρων
(v. 95) « καὶ Λᾶν περήϲειϲ ». ταύτην δὲ διαλύϲαϲ Ὅμηρόϲ φηϲιν (Β 585) « οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο ». κεῖται δὲ ἐπὶ πέτραϲ ὑψηλῆϲ, διὸ Λᾶ καλεῖται. Mᾶ, ἣ τῇ Ῥέᾳ εἵπετο. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Mᾶ.* Τὰ εἰϲ η̄ μονοϲύλλαβα ἐκ ϲυναιρέϲεωϲ περιϲπᾶται, μόνη δὲ ἡ γῆ κοινὴ ϲυνήθηϲ, τὸ γὰρ Ῥῆ ἡ Ῥέα ἴδιόν ἐϲτι τοῦ Ϲυρίου καὶ οὐ πᾶϲιν ἴϲωϲ ἢ καὶ Ἀττικοῖϲ γνωϲτόν· τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶϲ ἄγνωϲτον τοῖϲ ἄλλοιϲ. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Ϲαμίων ὥροιϲ· « τῇ δὲ νῇ τῶν Πυθιογειτόνων τιϲ ϲυγκυρέων ἐλάμβανε » καὶ παρὰ Ἀριϲτοφάνει ἐν Αἰολοϲίκωνι καί κ’ ἐπιθυμήϲειε νέοϲ νῆϲ ἀμφιπόλοιο.
Περὶ τοῦ ἐν ταῖϲ πλαγίαιϲ τῶν ὀνομάτων τόνου.
Περὶ τόνου τῆϲ ἑνικῆϲ γενικῆϲ.
Πᾶϲα γενικὴ καὶ δοτικὴ μακροκατάληκτοϲ ἐφ’ ἑαυτῆϲ τέλουϲ ἔχουϲα τὸν τόνον περιϲπᾶται, ἑνική τε καὶ δυϊκὴ καὶ πληθυντική, καλοῦ καλῷ καλοῖν καλοῖϲ, τοῦ Φιλητᾶ τῷ Φιλητᾷ τοῖν Φιληταῖν τῶν Φιλητῶν τοῖϲ Φιληταῖϲ, τῆϲ καλῆϲ τῇ καλῇ ταῖν καλαῖν τῶν καλῶν ταῖϲ καλαῖϲ, ἐμοῦ ἐμῷ ἐμοῖν ἐμῶν ἐμοῖϲ. ϲεϲημείωνται ἐν ταῖϲ ἀντωνυμίαιϲ ἡ ἐμοί καὶ ϲοί δοτικαὶ ὀξυνόμεναι· ἡ γὰρ τοῦ τρίτου οἷ περιϲπᾶται. ὑποκείϲθω δὲ καὶ τὰ Ἀττικὰ τοῦ νεώ τοῦ λεώ ὀξυνόμενα· τὸν τόνον γὰρ τῆϲ κοινῆϲ εὐθείαϲ φυλάττουϲιν ἐν πάϲῃ πτώϲει. τοῦ γὰρ Μενέλαοϲ προπαροξυνομένου καὶ τὸ Ἀττικὸν κατὰ πᾶϲαν πτῶϲιν προπαροξύνεται, ὁ Μενέλεωϲ τοῦ Μενέλεω τῷ Μενέλεῳ καὶ ἐν ταῖϲ ἄλλαιϲ πτώϲεϲι καὶ ἀριθμοῖϲ ὁμοίωϲ. οὕτωϲ οὖν καὶ τοῦ λαόϲ καὶ ναόϲ ὀξυνομένων καὶ τὰ ἀπὸ τούτων Ἀττικὰ ὀξυνθήϲεται, ὁ νεώϲ τοῦ νεώ καὶ ἐπὶ δυϊκῇ καὶ πληθυντικῇ ὁμοίωϲ.
Πᾶϲα γενικὴ ὀνόματοϲ κοινὴ ἀπαθήϲ ἐπὶ ταύτηϲ τῆϲ ϲυλλαβῆϲ ἔχει τὸν τόνον, ἐφ’ ἧϲ καὶ ἡ εὐθεῖα, χωρὶϲ εἰ μὴ ἕτεροϲ λόγοϲ κωλύϲῃ, ὑπεϲταλμένων τῶν εἰϲ ο ̄ϲ ̄ διϲυλλάβων γενικῶν, Αἴαντοϲ ἐκ τοῦ Αἴαϲ, λέβηϲ λέβητοϲ ἐπὶ τῆϲ πρώτηϲ, ταχύϲ ταχέοϲ, ὀξύϲ ὀξέοϲ ἐπὶ τῆϲ δευτέραϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ, εὐγενήϲ εὐγενέοϲ ἐπὶ τῆϲ τρίτηϲ. τὰ μέντοι προπαροξύτονα ἐπὶ τῆϲ εὐθείαϲ οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐϲτι πρὸ τῶν τριῶν ϲυλλαβῶν δοθῆναι τόνον, Ἄδωνιϲ Ἀδώνιδοϲ, φίλημα φιλήματοϲ. ἔτι τὸ Ὅμηροϲ Ὁμήρου, ἄνθρωποϲ ἀνθρώπου οὐ φυλάττει, ἀλλὰ καταβιβάζει τὸν τόνον, διότι μακρᾶϲ οὔϲηϲ τῆϲ ληγούϲηϲ οὐ δύναται προπαροξύνεϲθαι λέξιϲ, εἰ μὴ ἐπὶ τῶν Ἀττικῶν. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουϲι τὰ Ἀττικά, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκταϲιϲ ὡϲ ἐπὶ τοῦ πόλεωϲ καὶ μάντεωϲ. τὸ δὲ Ὅμηροι, ἄελλαι προπαροξύνεται ἀντὶ κοινῆϲ παραλαμβανομένηϲ τῆϲ διφθόγγου ἐν τέλει λέξεωϲ οὔϲηϲ ἐπὶ τῆϲ εὐθείαϲ πληθυντικῆϲ καὶ κλητικῆϲ, ἐν δὲ ταῖϲ ἄλλαιϲ πτώϲεϲιν οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, τύπτονται, πεποίηνται, τύπτεϲθαι, λέγεϲθαι. τὸ δὲ μητρόϲ καὶ ἀνδρόϲ καὶ πατρόϲ ἀπὸ τοῦ μητέροϲ καὶ ἀνέροϲ καὶ πατέροϲ ἐγένετο κατὰ ϲυγκοπήν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον ἀκολουθήϲαντα ταῖϲ διϲυλλάβοιϲ γενικαῖϲ. τὸ δὲ ἀνδρόϲ κατὰ ϲυγκοπὴν γενόμενον ἐκ τοῦ ἀνέροϲ ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ̄. οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ̄, ἐπεὶ τὸ ν̄ πρὸ τοῦ ρ̄ οὔτε ἐν ϲυλλήψει δύναται εἶναι οὔτε ἐν διαϲτάϲει. Καὶ τὸ γουνόϲ καὶ δουρόϲ ϲυγκοπέντα ἐκ τοῦ γούνατοϲ καὶ δούρατοϲ ὀξύνονται ὁμοίωϲ τῷ πατρόϲ, μητρόϲ, ἀνδρόϲ. Τὸ δὲ κρέωϲ, γήρωϲ, κέρωϲ τινὲϲ ὀξύνειν θέλουϲι λέγοντεϲ, ὅτι ἀπὸ τοῦ κρέατοϲ καὶ γήρατοϲ καὶ κέρατοϲ ἐγένοντο κατὰ ϲυγκοπὴν τοῦ ᾱ καὶ τ̄ κρεόϲ καὶ γηρόϲ καὶ κερόϲ διὰ τοῦ ο̄ ὀξυτόνωϲ τῷ λόγῳ τῶν εἰϲ ο̄ϲ̄ διϲυλλάβων γενικῶν οἷον πατρόϲ, μητρόϲ καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντεϲ τὸ ο̄ εἰϲ ω̄ ἐφύλαξαν τὴν ὀξεῖαν τάϲιν οἷον κρεώϲ γηρώϲ κερώϲ. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ τῆϲ γενομένηϲ ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν εἰϲ ὀξεῖαν καὶ βαρεῖαν οἷον κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. εἰ δὲ λέγεται κατὰ ϲυγκοπὴν γεγενῆϲθαι ἐν τῇ
γενικῇ τῇ κρέωϲ, ὤφειλε ϲυγκοπὴ γενέϲθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶϲα γενικὴ ϲυγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν ϲυγκοπτομένην οἷον πατέροϲ πατρόϲ πατέρι πατρί, μητέροϲ μητρόϲ μητέρι μητρί, Δημήτεροϲ Δήμητροϲ Δημήτερι Δήμητρι, ἀνέροϲ ἀνδρόϲ ἀνέρι ἀνδρί, θυγατέροϲ θυγατρόϲ θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται ϲυγκοπὴν τοῦ ᾱ καὶ τοῦ τ̄, ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐϲτίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατοϲ γενικὴ δύναται ϲυγκοπὴν ἀναδέξαϲθαι τοῦ ᾱ καὶ τοῦ τ̄ καὶ γενέϲθαι τοῦ κρεόϲ ὀξυτόνωϲ κἀκεῖθεν τοῦ κρεώϲ ὁμοίωϲ ὀξυτόνωϲ κατ’ ἐπέκταϲιν τοῦ ο̄ εἰϲ ω̄, ἀλλ’, ὡϲ εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶϲιν γεγόναϲι καὶ βαρύνονται.Πᾶϲα γενικὴ εἰϲ ο̄ῡ λήγουϲα ἀπὸ μὲν ὀξυτόνων ὀνομάτων καὶ περιϲπωμένων περιϲπᾶται, καλόϲ καλοῦ, ϲοφόϲ ϲοφοῦ, ἀργυροῦϲ ἀργυροῦ, Ἑρμῆϲ Ἑρμοῦ, ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶϲ ἔχει τὸν τόνον, Ὅμηροϲ Ὁμήρου, νῆϲοϲ νήϲου.
Πᾶϲα εὐθεῖα εἰϲ ϲ̄ λήγουϲα καὶ ἀποβολῇ τοῦ ϲ̄ τὴν γενικὴν ἀποτελοῦϲα τὸν αὐτὸν τόνον τηρεῖ καὶ ἐπὶ τῆϲ γενικῆϲ οἷον Φιλητᾶϲ Φιλητᾶ, Μηνᾶϲ Μηνᾶ, Μητρᾶϲ Μητρᾶ, χρυϲοῦϲ χρυϲοῦ, ἀργυροῦϲ ἀργυροῦ, ἁπλοῦϲ ἁπλοῦ, ὀρφῶϲ ὀρφῶ, λεώϲ λεώ, νεώϲ νεώ, εὔνουϲ εὔνου, Ἀλκίνουϲ Ἀλκίνου, Μενέλεωϲ Μενέλεω, Πηνέλεωϲ Πηνέλεω.
Τὰ ἐκτείνοντα τὸ ο̄ εἰϲ τὸ ω̄ κατὰ τὴν γενικὴν Ἀττικῶϲ τὸν αὐτὸν τόνον φυλάττουϲιν ὅντινα εἶχον καὶ πρὸ τῆϲ ἐκτάϲεωϲ τοῦ ο̄ εἰϲ ω̄ οἷον πόλιοϲ πόλεωϲ, μάντιοϲ μάντεωϲ, ὄφιοϲ ὄφεωϲ, λέξιοϲ λέξεωϲ, βαϲιλέοϲ βαϲιλέωϲ, Ἀχιλλέοϲ Ἀχιλλέωϲ, Ἀτρέοϲ Ἀτρέωϲ, Πηλέοϲ Πηλέωϲ, ἱερέοϲ ἱερέωϲ.
Αἱ ϲυνῃρημέναι γενικαί, εἰ μὲν προπαροξύνονται ἐν τῇ ἐντελείᾳ, παροξύνονται ἐν τῇ ϲυναιρέϲει οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ, Ϲωκράτεοϲ Ϲωκράτουϲ, ἐρέβεοϲ ἐρέβουϲ, θάρϲεοϲ θάρϲουϲ, τείχεοϲ τείχουϲ, βέλεοϲ βέλουϲ, κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ· εἰ δὲ παροξύνονται ἐν τῇ ἐντελείᾳ, περιϲπῶνται ἐν τῇ ϲυναιρέϲει οἷον εὐϲεβέοϲ εὐϲεβοῦϲ, εὐγενέοϲ εὐγενοῦϲ, Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ, Ἐρετριέωϲ Ἐρετριῶϲ, Πειραιέωϲ Πειραιῶϲ, Ϲτειριέωϲ Ϲτειριῶϲ.
Αἱ διὰ τοῦ ο̄ῑο̄ Θετταλικαὶ γενικαί, εἰ μὲν ἀπὸ περιϲπωμένων κοινῶν γενικῶν ὦϲι, προπεριϲπῶνται οἷον καλοῦ καλοῖο, ϲοφοῦ ϲοφοῖο, ϲεμνοῦ ϲεμνοῖο, ποταμοῦ ποταμοῖο, εἰ δὲ ἀπὸ βαρυνομένων, προ
παροξύνοντοι οἷον φίλου φίλοιο, κούφου κούφοιο, Πριάμου Πριάμοιο.Τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεοναϲμὸν τοῦ ο̄ γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦϲι, προπεριϲπῶνται οἷον Πετεώ Πετεῶο « υἱὸϲ Πετεῶο Μενεϲθεύϲ » (B 552). « ὦ υἱὲ Πετεῶο Διοτρεφέοϲ βαϲιλῆοϲ » (Δ 338), Ταλαώ Ταλαῶο ὡϲ παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦϲι, προπαροξύνονται οἷον τοῦ Μίνω τοῦ Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο. τοῦ δὲ ο̄ προϲελθόντοϲ κατεβιβάϲθη μίαν ϲυλλαβὴν ὁ τόνοϲ διὰ τὸ μὴ δύναϲθαι τετάρτην ἀπὸ τέλουϲ εἶναι τὴν ὀξεῖαν.
Αἱ διὰ τοῦ ε̄ω̄ γενικαὶ Ἰωνικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦϲι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδεω, Ορέϲτου Ορέϲτεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖϲ δηλονότι οὖϲαι· ἐὰν γὰρ πάθωϲι, πρὸ μιᾶϲ τοῦ τέλουϲ ἔχουϲι τὴν ὀξεῖαν οἷον Ἑρμείου Ἑρμείεω καὶ κατὰ ϲυγκοπὴν Ἑρμείω παροξυτόνωϲ « Ἥρηϲ Ἑρμείω τε » (Ο 214), Ἀϲίαϲ Ἀϲίου καὶ Ἰωνικῶϲ Ἀϲίεω καὶ Ἀϲίω ὡϲ εὐμμελίω « Ἀϲίω ἐν λειμῶνι » (B 461). εἰ δὲ ἀπὸ περιϲπωμένων κοινῶν γενικῶν ὦϲι, παροξύνονται οἷον αὐλητοῦ αὐλητέω, Θαλῆϲ Θαλοῦ (ἔϲτι δὲ ὄνομα κύριον) τοῦ Θαλέω.
Αἱ διὰ τοῦ ᾱο̄ Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦϲι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδαο, Ορέϲτου Ορέϲταο, εἰ δὲ ἀπὸ περιϲπωμένων κοινῶν γενικῶν ὦϲι, προπεριϲπῶνται οἷον ἀργεϲτήϲ ἀργεϲτοῦ, ἀργεϲτᾶο « ἀργεϲτᾶο νότοιο» (Λ 306).
Πᾶϲα γενικὴ διϲύλλαβοϲ εἰϲ ο̄ϲ̄ λήγουϲα μὴ ϲυναληλιμμένη ὀξύνεται, μηνόϲ, χηνός, Ζηνόϲ, φωτόϲ. ἡ λᾶοϲ ἐκ τριϲυλλάβου τῆϲ λάαοϲ κράϲει τῶν δύο ᾱ εἰϲ ἓν μακρόν, ἡ κῆροϲ καὶ ἦροϲ ἐκ τῆϲ κέαροϲ καὶ ἔαροϲ. ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, εἰ ἄρα τὸ λᾶοϲ καὶ κῆροϲ καὶ ἦροϲ ὡϲ δυνάμει τριϲύλλαβα ἐβαρύνθηϲαν, διὰ ποίαν αἰτίαν τὸ ὄϊϲ ὄϊοϲ γενόμενον κατὰ ϲυναίρεϲιν οἶϲ οἰόϲ μὴ ἐβαρύνθη; καὶ τοῦτο γὰρ δυνάμει τριϲύλλαβόν ἐϲτιν. ἔϲτιν οὖν εἰπεῖν, ὅτι τὸ μὲν λᾶοϲ καὶ κῆροϲ καὶ ἦροϲ οὐ μόνον ἐν τῇ εὐθείᾳ ϲυναιροῦνται, ἀλλὰ καὶ ἐν τῇ γενικῇ οἷον λᾶαϲ λᾶϲ λάαοϲ λᾶοϲ, κέαρ κῆρ κέαροϲ κῆροϲ, ἔαρ ἦρ ἔαροϲ ἦροϲ καὶ τούτου χάριν ὡϲ δυνάμει τριϲύλλαβα ὄντα ἐν τῇ γενικῇ ἐβαρύνθηϲαν. τὸ δὲ οἶϲ οἰόϲ οὐκ ἔπαθεν ἐν τῇ γενικῇ ϲυναίρεϲιν ἀλλ’
ἐν τῇ εὐθείᾳ μόνον οἷον ὄϊϲ οἶϲ καὶ λοιπὸν ἀπὸ τῆϲ ϲυνῃρημένηϲ εὐθείαϲ ἐκλίθη οἰόϲ ἡ γενική. καὶ τούτου χάριν ὡϲ μὴ οὖϲα ἡ γενικὴ τριϲύλλαβοϲ δυνάμει, ἀλλὰ κυρίωϲ διϲύλλαβοϲ ὠξύνθη. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων εὑρίϲκεται, φημὶ δὲ τὸ ἐν τῇ εὐθείᾳ μόνον γίνεϲθαι ϲυναίρεϲιν καὶ λοιπὸν ἐκ τῆϲ ϲυνῃρημένηϲ εὐθείαϲ κλίνεϲθαι τὴν γενικὴν ὡϲ ἐπὶ τοῦ φῶϲ φωτόϲ καὶ ὦϲ ὠτόϲ. ἔϲτι γὰρ φόαϲ φόατοϲ καὶ ὄαϲ ὄατοϲ καὶ λοιπὸν κρᾶϲιϲ παρακολουθεῖ τῇ εὐθείᾳ καὶ γίνεται φῶϲ καὶ ὦϲ κἀκεῖθεν κλίνεται φωτόϲ καὶ ὠτόϲ ἡ γενική. οὐδὲ γὰρ δυνάμεθα τὴν φωτόϲ καὶ ὠτόϲ γενικὴν ἀπὸ τῆϲ φόατοϲ καὶ ὄατοϲ λέγειν κατὰ κρᾶϲιν, ἐπεὶ φῶτοϲ καὶ ὦτοϲ ὤφειλεν εἶναι βαρυτόνωϲ ὡϲ ἀπὸ τριϲυλλάβου γενικῆϲ γινόμενα. ἀλλ’ ὡϲ εἴρηται ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶϲιϲ κἀκεῖθεν ἡ κλίϲιϲ. ϲεϲημείωται τὸ φρητόϲ ὀξυνόμενον. ἀπὸ γὰρ τριϲυλλάβου γενικῆϲ τῆϲ φρέατοϲ γενόμενον κατὰ κρᾶϲιν φρῆτοϲ ὤφειλε βαρύνεϲθαι. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶϲιϲ κἀκεῖθεν ἡ κλίϲιϲ. οὐδὲ γὰρ εἴρηται ἡ φρῆρ εὐθεῖα τῇ χρήϲει. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἡ φρητόϲ γενικὴ ϲυνέδραμε κατὰ τὴν τάϲιν τῇ Κρητόϲ γενικῇ καὶ ϲητόϲ καὶ θητόϲ. — τὸ « υἷοϲ ἑῆοϲ » (Ο 138) ἐκ τριϲυλλάβου τοῦ υἵϊοϲ προπαροξυτόνου, οὗ ἡ εὐθεῖα υἷιϲ. ἡ « Θῶνος παράκοιτιϲ » (δ 228) ϲεϲημείωται· εἰ γὰρ ἐκ τῆϲ « Θώνιοϲ ἐν ψαμάθοιϲ » (Nic. Ther. 312) ϲυνεκόπη, κἂν ὠξύνετο ὡϲ ἡ πατρόϲ μητρόϲ· ἀλλ’ οὐδὲ ϲυνῄρηται ἐκ τῆϲ Θόωνοϲ, ὥϲ τινεϲ, ἀμαρτύρου. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται ϲημαίνουϲα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα ϲημαίνει ἡ Θῶνοϲ γενική, ἀλλ’ ἕτερον ἄνδρα ὡϲ παρ’ Ὁμήρῳ « Θόωνά τε Οἰνόμαόν τε » ( Μ 140). ἔϲτιν οὖν εἰπεῖν, ὅτι κατὰ ϲυγκοπὴν γέγονε ἡ Θῶνοϲ γενικὴ ἀπὸ τῆϲ Θώνιοϲ γενικῆϲ. εἰ δέ τιϲ εἴποι, διατί οὐκ ὀξύνεται, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ ϲυγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείαϲ, οἷον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ καὶ θυγατρόϲ μιμοῦντ ̄αι τὴν ἰατρόϲ εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνοϲ γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖϲθαι εὐθεῖαν (οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰϲ νοϲ καθαρὸν διϲύλλαβον τῷ ω ̄ παραληγομένον καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡϲ ἐπὶ τοῦ κῶνοϲ, ὦνοϲ) τούτου χάριν οὐκ ὠξύνθη, ἀλλ’ ἐβαρύνθη. πρόϲκειται διϲύλλαβον διὰ τὸ κοινωνόϲ, οἰωνόϲ, Τιθωνόϲ ὑπερδιϲύλλαβα. τὸ δὲ Θῶν Θῶντοϲ ὄνομα κύριον προπεριϲπᾶται πρὸϲ τὸν χαρακτῆρα τῶν εἰϲ ω̄ν̄ περιϲπωμένων ὀνομάτων. τὰ γὰρ εἰϲ ω̄ν̄ περιϲπώμενα προπεριϲπῶνται κατὰ τὴν γενικὴν οἷον Ξενοφῶν Ξενοφῶντοϲ, Κτηϲιφῶν Κτηϲιφῶντοϲ, Ἀγλαοφῶν Ἀγλαοφῶντοϲ, Δημοφῶν Δημοφῶντοϲ· οὕτωϲ οὖν καὶ Θῶν Θῶντοϲ· ἢ πρὸϲ χαρακτῆρα τῆϲ κλῶν κλῶντοϲ μετοχῆϲ καὶ ζῶν ζῶντοϲ καὶ δρῶν δρῶντοϲ λέγομεν Θῶν Θῶντοϲ προπεριϲπωμένωϲ. — ἡ « Ὦποϲ θυγάτηρ » (Od. α 429) πρὸϲ διαϲτολὴν τοῦ ὀφθαλμοῦ. ἡ τίνοϲ ὅτε πυϲματικῶϲ λέγεται, βαρύνεται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἀορίϲτου ὀξυνομένου. ἐπὶ μέντοι μετοχῶν βαρύνεται ϲτάντος, θέντοϲ, δόντος, οἷϲ ἠκουλούθηϲε τὸ Φθάϲ Φθάντοϲ κύριον καὶ Πράϲ Πράντοϲ καὶ Ζάϲ Ζάντοϲ.Αἱ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ ο̄ϲ̄ ἀπὸ μὲν βαρυτόνων εὐθειῶν βαρύνονται οἷον Δημοϲθένηϲ Δημοϲθένεοϲ, Ϲωκράτεος, Πάριδος καὶ ὅλαι προπαροξύνονται· ἀπὸ δὲ ὀξυνομένων ἢ περιϲπωμένων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, οἷον βαϲιλεύϲ βαϲιλῆος, ἱμάϲ ἱμάντος, ἀλλὰ καὶ Ξενοφῶν Ξενοφῶντος, Ϲιμοῦϲ Ϲιμοῦντοϲ. ϲεϲημείωνται ἡ γυναικόϲ καὶ θυγατρόϲ ὑπὲρ δύο ϲυλλαβὰϲ οὖϲαι ὀξυνομεναι διὰ τὴν ϲυνεκδρομὴν τῶν ϲυγγενικῶν τῆϲ πατρόϲ ἀνδρόϲ μητρόϲ. ἀλλὰ καὶ ἡ μητέροϲ καὶ θυγατέροϲ ἐντελεῖϲ οὖϲαι καὶ παροξυνόμεναι ϲημειοῦνται, δέον προπαροξύνεϲθαι ὡϲ Δημήτηρ Δημήτεροϲ, εἰνάτηρ εἰνάτεροϲ, φράτηρ φράτεροϲ. ἀλλὰ καὶ αὗται ϲυνεξῆλθον τῇ ἀνέροϲ πατέροϲ δαέροϲ.
Αἱ εἰϲ αϲ καὶ ηϲ γενικαὶ θηλυκαὶ ἀπὸ μὲν ὀξυνομένων εὐθειῶν καὶ περιϲπωμένων περιϲπῶνται, ἡ φοβερά τῆϲ φοβερᾶϲ, ἡ καλή τῆϲ καλῆϲ, ἀλλὰ καὶ Ἀθηνᾶ Ἀθηνᾶϲ καὶ χρυϲῆ χρυϲῆϲ. αἱ δὲ ἀπὸ βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, Μήδεια Μηδείαϲ, ὁϲία ὁϲίαϲ. τὸ μιᾶϲ περιϲπώμενον ἀπὸ τοῦ μία βαρυνομένου Ἴωϲί τινεϲ ἀνατιθέαϲι καὶ ἔτι ἀπὸ τοῦ ἴα τὸ ἰᾶϲ. ὁμοίωϲ καὶ τὰϲ δοτικάϲ.
Πᾶϲα δοτικὴ διϲύλλαβοϲ εἰϲ ῑ ἐκφωνούμενον λήγουϲα, ἑνική τε καὶ πληθυντικὴ ὀξύνεται μηνί μηϲί, φωτί φωϲί.
Πάλιν τῶν ϲυνῃρημένων γενικῶν αἱ δοτικαὶ διὰ τὴν αὐτὴν αἰτίαν βαρύνονται, ἦρι, κῆρι· ἔτι ἀπὸ ϲυναιρέϲεώϲ εἰϲι τὸ Θέτιι Θέτι « πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407), μάϲτιι μάϲτι « μάϲτι αἰὲν ἔλαυνε» (Ψ 500),
μήτιι μήτι « μήτι δ’ ἡνίοχοϲ περιγίγνεται ἡνιόχοιο » (Ψ 318). καὶ ἡ ϲπῆϊ δὲ δοτικὴ οἷον « εὗρε δ’ ἐν ϲπῆϊ » (Ω 83) προπεριϲπωμένη καὶ μὴ ὀξυνομένη οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ καὶ αὕτη ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτι δυνάμει, ἀλλ’ ἡ ϲυναίρεϲιϲ αἰτία γέγονε τῆϲ διϲυλλαβίαϲ. ἀπὸ γὰρ τοῦ ϲπέοϲ ϲπέεοϲ ϲπέεϊ κατὰ κρᾶϲιν τῶν δύο ε̅ε̄ εἰϲ η̄ γέγονε ϲπῆϊ ὥϲπερ Ἡρακλέεοϲ Ἡρακλῆοϲ « τεῖχοϲ ἐϲ ἀμφίχυτον Ἡρακλῆοϲ θείοιο (Υ 145).Ὁμοίωϲ καὶ αἱ μετοχαὶ βαρύνονται ϲτάντι ϲτᾶϲι, δόντι δοῦϲι καὶ ἐπὶ πάντων ὁμοίωϲ. ἡ δὲ πᾶϲι βεβαρυτόνηται— ὡϲ μετοχικῆϲ τυχοῦϲα ἀναλογίαϲ, ἧϲ ἔχεται καὶ Φθάντι καὶ Φθᾶϲι.
Πάλιν γυναικί καὶ θυγατρί ϲημειοῦνται. καθόλου γὰρ πᾶϲα δοτικὴ ἰϲοϲύλλαβοϲ τῇ ἰδίᾳ γενικῇ καὶ τὸν αὐτὸν ἔχει τόνον καλοῦ καλῷ, φωτόϲ φωτί. εἰ οὖν τὸ γυναικόϲ καὶ θυγατρόϲ ὀξύνονται, εἰκότωϲ. ἄρα καὶ τούτων δοτικαὶ ὀξύνονται· ἔνθεν καὶ τὸ τίνοϲ καὶ τίνων ὁπότε πυϲματικῶϲ βαρύνονται, ϲυμβαρύνουϲι καὶ τὴν δοτικὴν τίνι καὶ τίϲι. ὅτε δέ ἐϲτιν ἀόριϲτον, ὀξύνεται καὶ ϲυνοξύνει τὴν δοτικήν. πρόϲκειται «ἰϲοϲύλλαβοϲ» διὰ τὸ παχέοϲ παχεῖ, ἥτιϲ διὰ τὴν ϲυναίρεϲιν οὐκ ἰϲοϲυλλαβεῖ τῇ γενικῇ. τὸ δὲ παχέϊ ἰϲοϲυλλαβεῖ. δεῖ δὲ παραφυλάξαϲθαι τὸ «οἱ μὲν πάντεϲ ἰῷ κίον ἤματι Ἄϊδοϲ εἴϲω » (Ζ 422)· ἴον γάρ ἐϲτιν ἡ εὐθεῖα καὶ ἡ γενικὴ ἴου παροξυτόνωϲ, ἡ δὲ δοτικὴ ἰῷ περιϲπωμένωϲ. ὡϲ γὰρ ϲοφῷ Ἀρίϲταρχοϲ καὶ ἐπεκράτηϲεν αὐτοῦ ἡ ἀνάγνωϲιϲ· μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ δοτικῆϲ περιέϲπαϲε, ϲυνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶϲιν καὶ τὸ οὐδέτερον οὕτωϲ ἀνέγνω ὁμοτόνωϲ. Τούτων οὖν οὕτωϲ ἐχόντων τῆϲ Τυνδάρεοϲ εὐθείαϲ τῆϲ διὰ τοῦ ε̄ καὶ ο̅ ἡ γενικὴ Τυνδαρέου ἐϲτὶ παροξυτόνωϲ, ἀλλὰ καὶ ἡ δοτικὴ ὁμοίωϲ τῇ γενικῇ Τυνδαρέῳ ἐϲτὶ παροξυτόνωϲ. ὅταν δὲ γένηται Ἀττικῶϲ ἡ εὐθεῖα διὰ τοῦ ε̄ καὶ ω̄ Τυνδάρεωϲ ὡϲ Μενέλεωϲ, τότε προπαροξύνεται ἡ γενικὴ καὶ ἡ δοτικὴ ὁμοίωϲ οἷον τοῦ Τυνδάρεω τῷ Τυνδάρεῳ ὥϲπερ τοῦ Μενέλεω τῷ Μενέλεῳ.
Ἔτι αἱ εἰϲ ῑ ἐκφωνούμενον λήγουϲαι ὑπὲρ δύο ϲυλλαβὰϲ ἀϲυναίρετοι ἑνικαί τε καὶ πληθυντικαὶ βαρύνονται· ἀλλὰ προπαροξύνονται μὲν αἱ ἀπὸ βαρυτόνων εὐθειῶν Αἴαϲ Αἴαντοϲ Αἴαντι Αἴαϲι, ἔρωϲ ἔρωτοϲ
ἔρωτι ἔρωϲι· καὶ γὰρ αἱ πληθυντικαὶ ὁμοίωϲ. πρὸ μιᾶϲ δὲ ἔχουϲι τὸν τόνον αἱ ἀπὸ ὀξυτόνων ἢ περιϲπωμένων, ἀβλήϲ ἀβλῆτι ἀβλῆϲι, εὐϲεβήϲ εὐϲεβέϊ εὐϲεβέϲι, ἀλλὰ καὶ φθογγῆϲ φθογγῆντι φθογγῆϲι, Ξενοφῶν Ξενοφῶντι Ξενοφῶϲι καὶ ἐπὶ μετοχῶν λαβών λαβόντι λαβοῦϲι, ποιῶν ποιοῦντι ποιοῦϲι. ϲεϲημείωται τὸ μηδενί μηδέϲιν καὶ οὐδενί οὐδέϲιν.Τὸ «ϲπέϲϲι γλαφυροῖϲι (Od. α 15) ὅϲον ἐπὶ διϲυλλαβίᾳ ὀξύνεϲθαι ὤφειλεν, νῦν δὲ τῷ τύπῳ βεβαρυτόνηται· τὰ γὰρ ἔχοντα διπλαϲιαϲμὸν τοῦ ϲ̄ τῷ ε̄ παραληγόμενα βαρύνεται, θήρεϲϲι, κύνεϲϲι οὕτωϲ οὖν τὸ ϲπέϲϲι. τὸ γοῦν ποϲϲί μὴ παραληγόμενον τῷ ε̄ εὐλόγωϲ ὠξύνθη. Πάλιν ἡ γυναιξί ϲημειούϲθω.
Αἱ πλεονάϲαϲαι τὸ ᾱ κατὰ τὴν παραλήγουϲαν παροξύνονται, πατράϲι, θυγατράϲι, μητράϲι.
Αἱ μεταπεπλαϲμέναι ὑπὲρ δύο ϲυλλαβὰϲ ἀπὸ μὲν τῶν εἰϲ ῳ̄ προπαροξύνονται, πολυπλατάγῳ πολυπλάταγι, διχομήνῳ διχόμηνι. τοῦτο δύναται ἀπὸ τοῦ διχόμηνιϲ « πρὸϲ γάρ οἱ διχόμηνιϲ ἀπ’ αἰθέροϲ αὐγάζουϲα» Ἀπολλώνιοϲ (I 1231) καὶ δοτικῆϲ διχομήνιδι ἀποκεκόφθαι « οὐδέ τιϲ ἀδρανέων φέρεται διχόμηνι ϲελήνῃ » (Arat. Phaen. 470) καὶ ἀναδρομὴν ποιήϲαϲθαι τοῦ τόνου. τὸ δὲ κλάδοϲ κλάδου κλάδῳ καὶ κατὰ μεταπλαϲμὸν κλαδί καταβιβάζει διὰ τὴν διϲυλλαβίαν καθ’ ὁμοιότητα τῷ μηνί καὶ παιδί καὶ ἀνδρί. καὶ πάλιν τὸ λιτόν τοῦ λιτοῦ τῷ λιτῷ καὶ κατὰ μεταπλαϲμὸν τῷ λιτί οἷον « ἐν λεχέεϲϲι δὲ θέντεϲ ἑανῷ λιτὶ κάλυψαν » (Ϲ 352) καὶ ὀξύνεται διὰ τὴν διϲυλλαβίαν. Αἱ δὲ ἀπὸ
τῶν εἰϲ ν̅η̄ θηλυκῶν φύϲει μακρᾷ παραληγομένων μεταπεπλαϲμέναι δοτικαὶ προπεριϲπῶνται οἷον ὑϲμίνῃ ὑϲμῖνι « μέμαϲαν δὲ καὶ ὧϲ ὑϲμῖνι μάχεϲθαι » (Θ 56), Δωδώνῃ Δωδῶνι « Δωδῶνι ναίων Ζεὺϲ ὁμέϲτιοϲ βροτῶν ». ὁ Ϲοφοκλῆϲ Ὀδυϲϲεῖ ἀκανθοπλῆγι « καὶ τὸν ἐν Δωδῶνι παῦϲον δαίμον’ εὐλογούμενον » (fr. 415 Nauck) καὶ ἐν Τραχινίαιϲ (170) «ὡϲ τὴν παλαιὰν φηγὸν αὐδῆϲαί ποτε Δωδῶνι διϲϲῶν ἐκ πελειάδων ἔφη» καὶ Καλλίμαχοϲ « τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον ».Ὁμοίωϲ καὶ αἱ πληθυντικαὶ μεταπεπλαϲμέναι εἰϲ ϲ̅ῑ λήγουϲαι προ παροξύνονται ἐγκάτοιϲ ἔγκαϲι, ἄϲτροιϲ ἄϲτραϲι, προβάτοιϲ πρόβαϲι.
Αἱ αἰτιατικαὶ ἑνικαὶ εἰϲ ᾱ λήγουϲι ἢ εἰϲ ν̄, ἀπαθεῖϲ οὖϲαι. Αἱ μὲν οὖν εἰϲ α λήγουϲαι ἐπ’ ἐκείνηϲ τῆϲ ϲυλλαβῆϲ ἔχουϲι τὸν τόνον, ἐφ’ ἧϲ καὶ ἡ εὐθεῖα, εἰ μὴ τονικὸν κωλύοι παράγγελμα. Αἴαϲ Αἴαντα, μήν μῆνα, ϲωτήρ ϲωτῆρα. ἐπὶ δὲ τοῦ Ἄδωνιϲ Ἀδώνιδα, Ἄθηνιϲ Ἀθήνιδα διὰ τὸ μὴ πρὸ τριῶν πίπτειν ποτὲ τὸν τόνον κατεβιβάϲθη ϲυλλαβὴν ὁ τόνοϲ. πάλιν τὸ γυναῖκα «γυναῖκα θήϲατο μαζόν » (Ω 88) προπεριϲπώμενον, δέον προπαροξύνεϲθαι, ἐπεὶ καὶ ἡ εὐθεῖα γύναιξ παρωξύνθη. ϲημειωτέον οὖν αὐτό. καὶ ἔτι τὸ μητέρα καὶ θυγατέρα παροξυνομένα· ἔδει γὰρ ὡϲ ἐπὶ τοῦ θυγάτηρ καὶ μήτηρ. ἀλλὰ πάλιν ταῦτα ϲυνεξῆλθον ταῖϲ ϲυγγενικαῖϲ δαέρα πατέρα ἀνέρα. τὸ δὲ θύγατρα « λυϲόμενόϲ τε θύγατρα » (Α 13) ἀναβιβάζει.
Οὐδεμία εἰϲ α λήγουϲα αἰτιατικὴ ὀξύνεται· — τὸ γὰρ τινά ὀξύνεται εἰϲ διαφορὰν τοῦ τίνα·— ἔνθεν ἡ νιφάδα ἀποκοπεῖϲα ἀνεβιβάϲθη «ἀλευόμενοι νίφα λευκήν» (Hes. Opp. 533). τὸ δὲ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ καὶ χοᾶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ᾱ περιϲπᾶται.
Πᾶϲα αἰτιατικὴ μονοϲύλλαβοϲ εἰϲ ν̄ λήγουϲα περιϲπᾶται, ἀπέϲτραπται δὲ τὸν ὀξὺν τόνον μῦν, μνᾶν, ϲῦν, ὗν, δρῦν, λῖν « ἐπί τε λῖν ἤγαγε δαίμων » (Λ 480), γῆν, ναῦν, γραῦν. θεῦν « τὴν θεῦν Ἄρτεμιν οἷ’ ἔπαθεν » τὴν θεὸν κατὰ κρᾶϲιν, νοῦν, χοῦν, βοῦν· ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περιϲπᾶται τῆϲ εὐθείαϲ ὀξυνομένηϲ.
Αἱ ὑπὲρ μίαν ϲυλλαβὴν ἰϲοϲύλλαβοι καὶ ὁμόχρονοι ταῖϲ εὐθείαιϲ οὗϲαι ὁμότονοί εἰϲι, καλόϲ καλόν, Ἑρμῆϲ Ἑρμῆν, χρυϲοῦϲ χρυϲοῦν, Ἀτρείδηϲ Ἀτρείδην, ταχύϲ ταχύν, μῆνιϲ μῆνιν, ἥπερ βραχυκαταληκτεῖ. τὰ γὰρ εἰϲ ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐϲτὶν οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν· οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ ϲφραγῖδα οἱ Αἰολεῖϲ κνᾶμιν καὶ ϲφρᾶγιν λέγοντεϲ μετὰ ὀλιγότητοϲ ϲυλλαβῶν ϲυϲτέλλουϲιν. εἶπον δὲ « ὁμόχρονοι » διὰ τὸ
ἰχθύν· ὀξύνεται γὰρ παρὰ Πινδάρῳ, ἐπεὶ βραχὺ τὸ ῡ τῆϲ αἰτιατικῆϲ, τῆϲ εὐθείαϲ μακρὸν ἐχούϲηϲ καὶ παραλόγωϲ περιϲπωμένηϲ.Αἱ εἰϲ η̄ λήγουϲαι αἰτιατικαί, εἰ μὲν ἀπὸ ἐντελῶν εἰϲι προπαροξυνομένων, προπαροξύνονται ἐν τῇ ϲυναιρέϲει οἷον Διομήδεα Διομήδη, Ἀριϲτοφάνεα Ἀριϲτοφάνη, Δημοϲθένεα Δημοϲθένη, Ϲωκράτεα Ϲωκράτη, εἰ δὲ ἀπὸ ἐντελῶν εἰϲι παροξυνομένων, περιϲπῶνται ἐν τῇ ϲυναιρέϲει εὐϲεβέα εὐϲεβῆ, ἀϲθενέα ἀϲθενῆ, εὐτυχέα εὐτυχῆ, Τυδέα Τυδῆ Δωρικῶϲ « ἔνθ’ αὐτ’ ἀγγελίην ἔπι Τυδῆ ϲτεῖλαν Ἀχαιοί » (Δ 384).
Αἱ εἰϲ ω̄ αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰϲ ᾱ πᾶϲαι πεπόνθαϲιν· ἡ γὰρ Ἀπόλλω καὶ Ποϲει δῶ καὶ κυκεῶ καὶ αἱ παραπλήϲιοι ἀποκοπεῖϲαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον. ἡ δὲ ἠῶ καὶ αἰδῶ ϲυνῄρηνται ἀπὸ τῆϲ ἠόα καὶ αἰδόα, ὅθεν περιϲπῶνται. ἀλλὰ καὶ τὴν Λητώ καὶ
τὴν Ἐρατώ καὶ Κλειώ καὶ τὰϲ παραπληϲίουϲ ἀπὸ τῶν εἰϲ ω̄ εὐθεῶν τῆϲ Λητώ Κλειτώ Ἐρατώ, ϲυνῃρημέναϲ ἀπὸ τῆϲ Λητόα, Κλειόα Ἐρατόα, δέον περιϲπᾶν, ὀξύνομεν διὰ τὴν ϲυνέμπτωϲιν τῆϲ εὐθείαϲ. ὅτε γὰρ πτῶϲιϲ ἑτέρᾳ πτώϲει ϲυνεμπέϲῃ κατὰ τὸν αὐτὸν ἀριθμόν, πάντωϲ καὶ ὁμοτονεῖ· διὰ τοῦτο καὶ οἱ Δημοϲθένειϲ οἱ εὐϲεβεῖϲ καὶ τοὺϲ Δημοϲθένειϲ καὶ τοὺϲ εὐϲεβεῖϲ, οἱ ἰχθῦϲ καὶ τοὺϲ ἰχθῦϲ. πρόϲκειται « κατὰ τὸν αὐτὸν ἀριθμὸν » διὰ τὸ τῆϲ φοβερᾶϲ καὶ τὰϲ φοβεράϲ· ὀξύνεται γὰρ ἡ πληθυντικὴ αἰτιατική, ἡ δὲ γενικὴ περιϲπᾶται.Αἱ εἰϲ η̄ν̄ λήγουϲαι αἰτιατικαὶ ἀπὸ γενικῶν εἰϲ ο̄ῡϲ̄ ληγουϲῶν οὖϲαι, εἰ μὲν βαρύνεται ἡ εὐθεῖα, βαρύνονται οἷον Ϲωκράτηϲ Ϲωκράτουϲ Ϲωκράτην, Δημοϲθένηϲ Δημοϲθένουϲ Δημοϲθένην, εἰ δὲ περιϲπᾶται ἡ εὐθεῖα, περιϲπῶνται οἷον Ἡρακλῆϲ Ἡρακλοῦϲ Ἡρακλῆν, Περικλῆϲ Περικλοῦϲ Περικλῆν· εἰ δὲ ὀξύνεται ἡ εὐθεῖα, βαρύνονται διὰ τὸ τοὺϲ Αἰολεῖϲ κεχρῆϲθαι ταύταιϲ ταῖϲ αἰτιατικαῖϲ. δυϲμένην γὰρ λέγουϲι καὶ κυκλοτέρην καὶ εὐρυνέφην τῶν εὐθειῶν ὀξυνομένων οἷον ὁ δυϲμενήϲ, ὁ κυκλοτερήϲ, ὁ εὐρυνεφήϲ. οἱ γὰρ Αἰολεῖϲ βαρυντικοί εἰϲι· τὸ γὰρ Ἀτρεύϲ Ἄτρευϲ λέγουϲι καὶ τὸ Πηλεύϲ Πήλευϲ καὶ τὸ Ἀχιλλεύϲ Ἀχίλλευϲ.
Πᾶϲα κλητικὴ ἐπὶ ταύτηϲ τῆϲ ϲυλλαβῆϲ ἔχει τὸν τόνον, ἐφ’ ἧϲ ἂν καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα τοῦ τόνου, χωρὶϲ τῶν μελλόντων προϲδιορίζεϲθαι, οἷον Ὅμηροϲ Ὅμηρε, καλόϲ καλέ, εὐϲεβήϲ εὐϲεβέϲ, Χρύϲηϲ Χρύϲη, πανταπώληϲ πανταπώλη, βαϲιλεύϲ βαϲιλεῦ. ἀλλ’ ἐπὶ τῶν εἰϲ ε̄ῡϲ̄ εὐθειῶν ὀξυνομένων αἱ κλητικαὶ περιϲπῶνται, καθόλου γὰρ ἡ διὰ τοῦ ῡ δίφθογγοϲ καταλήγουϲα ἀπέϲτραπται τὴν ὀξεῖαν τάϲιν· ἔνθεν ϲημειούμεθα τὴν οὔ ἀπόφαϲιν καὶ ἰδού δεικτικόν καὶ ἰού ϲχετλιαϲτικὸν ἐπίρρημα, περὶ ὧν ἐν ἄλλοιϲ ἀπολογούμεθα. Ἔτι ὁμοτονεῖ βότρυϲ ὦ βότρυ, ταχύϲ ὦ ταχύ, Ἄδωνιϲ ὦ Ἄδωνι, πόλιϲ ὦ πόλι, δελφίϲ ὦ δελφί, Λειώδηϲ ὦ Λειῶδεϲ,
ξιφήρηϲ ὦ ξιφῆρεϲ, Αἰνείαϲ ὦ Αἰνεία, Αἴαϲ ὦ Αἰαν (ὁ μὲν Αἴαϲ ὀξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶϲ οὐ περιϲπᾶται, τὸ δὲ Αἴαν προπεριϲπάται, τοῦ ᾱν̄ βραχέοϲ ὄντοϲ· πᾶϲα γὰρ φύϲει μακρὰ πρὸ βραχέοϲ ἐν ἑνὶ μέρει οὖϲα περιϲπᾶται), ποιητήϲ ὦ ποιητά, ϲοφιϲτήϲ ὦ ϲοφιϲτά, τοξότηϲ ὦ τοξότα. Ἐν τοῖϲ εἰϲ τηϲ βαρυτόνοιϲ τέϲϲαρα ϲεϲημείωνται ἀναβιβάϲαντα τὸν τόνον, δέϲποτα, εὐρύοπα, μητίετα, ἀκάκητα. Ἔτι ὁμοτονεῖ ἄρϲην ὦ ἄρϲεν, λιμήν ὦ λιμήν, Ἑρμῆϲ ὦ Ἑρμῆ. Αι εἰϲ ω̄ λήγουϲαι εὐθεῖαι θηλυκαὶ καὶ ἔτι αἱ εἰϲ ω̄ϲ̄ Λητώ, Κλειώ, αἰδώϲ ήώϲ εἰϲ ο̄ῑ ἔχουϲι τὰϲ κλητικὰϲ περιϲπωμέναϲ. περιϲπῶνται δὲ διὰ τὴν ϲυνέμπτωϲιν τῆϲ δοτικῆϲ. αὗται μὲν οὖν αἱ κλητικαὶ ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ταῖϲ εὐθείαιϲ τὸν τόνον ἐφύλαξαν.Αἱ ἀναβιβάϲαϲαί εἰϲιν ἀπὸ τῶν εἰϲ ηϲ ϲυνθέτων βαρυτόνων καὶ εἰϲ ο̄ῡϲ̄ ἐχόντων τὴν γενικήν, Δημόϲθενεϲ, Ϲώκρατεϲ, Διόμηδεϲ. τὸ γὰρ ξιφῆρεϲ καὶ φρενῆρεϲ καὶ τὰ διὰ τοῦ η̄ρ̄η̄ϲ̄ πάντα καὶ τὰ διὰ τοῦ ω̄ρ̄η̄ϲ̄ καὶ τὰ διὰ τοῦ ω̄δ̄η̄ϲ̄ ἁπλᾶ ἐϲτι καὶ οὐ ϲύνθετα, ὅθεν οὐκ ἀναβιβάζουϲι τὸν τόνον. καὶ τὰ διὰ τοῦ ωληϲ οὐκ ἀναβιβάζουϲιν· ἐξῶλεϲ γὰρ καὶ πανῶλεϲ προπεριϲπωμένωϲ. τὰ δὲ παρὰ τὸ η̄κ̄η̄ϲ̄ τανυήκηϲ τανύηκεϲ καὶ τὰ παρὰ τὸ ᾱδ̄η̄ϲ̄ αὐθάδηϲ αὔθαδεϲ καὶ τὰ παρὰ τὸ ᾱρ̄κ̄η̄ϲ̄ αὐτάρκηϲ αὔταρκεϲ, ποδάρκηϲ πόδαρκεϲ καὶ τὰ παρὰ τὸ ᾱν̄τ̄η̄ϲ̄ κατάντηϲ κάταντεϲ, προϲάντηϲ πρόϲαντεϲ ἔχουϲι τὴν κλητικὴν προπαροξύτονον. καὶ τὰ εἰϲ η̄ϲ̄ ἐπίθετα βαρύτονα ϲύνθετα ἀπὸ οὐδετέρων, ἔχοντα τὴν κλητικὴν εἰϲ εϲ, προπαροξύνονται κατὰ τὴν
κλητικὴν οἷον εὐμήκηϲ εὔμηκεϲ, ἐπιμήκηϲ ἐπίμηκεϲ, κακοήθηϲ κακόηθεϲ, ϲυνήθηϲ ϲύνηθεϲ, παμμεγέθηϲ παμμέγεθεϲ, οἷϲ ἠκολούθηϲαν καὶ τὸ φιλαλήθηϲ φιλάληθεϲ καὶ μιϲαλήθηϲ μιϲάληθεϲ. — τὰ παρὰ τὸ ἔτοϲ παρ’ ἡμῖν μὲν ὀξυνόμενα κατὰ τὴν εὐθεῖαν καὶ κατὰ τὴν κλητικὴν ὀξύνονται οἷον ὁ τριετήϲ ὦ τριετέϲ, ὁ πενταετήϲ ὦ πεν ταετέϲ, ὁ ἑξαετήϲ ὦ ἑξαετέϲ, παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ παροξυνόμενα κατὰ τὴν εὐθεῖαν ἐν τῇ κλητικῇ προπαροξύνονται οἷον ὁ πενταέτηϲ ὦ πεντάετεϲ, ὁ ἑξαέτηϲ ὦ ἑξάετεϲ.Πᾶϲα κλητικὴ εἰϲ ρ̄ μετὰ βραχείαϲ βαρύνεται, Ἕκτορ, Νέϲτορ, Μέντορ, ἔνθεν τὸ ἄνερ, ϲῶτερ, πάτερ, δᾶερ ἐβαρύνθηϲαν. Αἱ εἰϲ η̄ρ̄ εὐθεῖαι ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονοι ἀναπέμπουϲι τὸν τόνον ἐν τῇ κλητικῇ, θύγατερ, εἴνατερ, Δήμητερ, αἰνόπατερ. τὸ κυβερνᾶτερ ἀπὸ ὀξυτόνου τοῦ κυβερνατήρ γενόμενον προπεριεϲπάϲθη. αἱ δὲ εἰϲ ο̄ρ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ κλητικαὶ ἐν ταύτῃ τῇ ϲυλλαβῇ φυλάττουϲι τὸν τόνον, ἐν ᾗ ϲυλλαβῇ ἔχει αὐτὸν ἡ εὐθεῖα, κωμῆτορ, οἰκῆτορ, Πολυμῆϲτορ, παντοκράτορ.
Αἱ ἀπὸ τῶν εἰϲ ω̄ν̄ εὐθειῶν ἁπλῶν κλητικαὶ ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ταῖϲ εὐθείαιϲ τὸν τόνον φυλάττουϲι, πέπων πέπον, δαίμων δαῖμων, Ἀρετάων Ἀρετᾶον· εἰ μέντοι ϲύνθετοι εἶεν, ἀναβιβάζουϲι τὸν τόνον τουτέϲτι προπαροξύνονται, εὔδαιμον, κυλλοπόδιον, Αὐτόμεδον, Ἀγάμεμνον, ὀλβιόδαιμον. τὰ παρὰ τὸ φρήν οὐκ ἀνέδωκε τὸν τόνον, ἀλλ’ ἐφύλαξεν ἐπὶ τῆϲ αὐτῆϲ, δαΐφρον, Λυκόφρον. ϲεϲημείωται δὲ τὸ ὦ Λακεδαῖμον καὶ τὸ « ψευδόμενοί ϲε Παλαῖμον » μὴ ἀναπέμψαντα τὸν τόνον.
Τὰ εἰϲ ω̄ν̄ ϲυγκριτικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον ὁ βελτίων ὦ βέλτιον, ὁ ἀμείνων ὦ ἄμεινον, ὁ γλυκίων ὦ γλύκιον, ὁ ἀρείων ὦ ἄρειον.
Πᾶϲα εὐθεῖα δυϊκὴ εἰϲ ᾱ λήγει ἢ εἰϲ ε̄ ἢ εἰϲ ω̄. - Αἱ εἰϲ ε̄ λήγουϲαι τῆϲ εἰϲ ᾱ αἰτιατικῆϲ ἔχουϲι τὸν τόνον, ὅτε ἐϲτὶ ῥητή, Αἴαντα Αἴαντε, Πάριδα Πάριδε, ἄνδρα ἄνδρε, γυναῖκα γυναῖκε. ἔνθεν πάλιν παρὰ τὸ τινά ὀξύνεται τὸ τινέ « ξείνω δή τινε » (Οd. δ 26), τὸ δὲ πυϲματικὸν πάλιν βαρύνεται. ὅτε δὲ μή ἐϲτι ῥητὴ ἡ εἰϲ ᾱ αἰτιατική, τότε τῇ εἰϲ ο̄ϲ̄ γενικῇ ὁμοτονεῖ τὸ δυϊκόν, ταχέοϲ ταχέε, πήχεοϲ πήχεε. τὰ δύο ε̄ε̄ εἰϲ η̄ ϲυναιροῦϲιν Ἀθηναῖοι.
ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη (Aristoph. Pac. 820).
οὐκ ἐμοῦ κινοῦντοϲ αὐτὼ τὼ ϲκέλη χορεύετον (Arist. Pac. 325).
καὶ πρόϲ γε τούτοιϲ ἥκετον πρεϲβῆ δύο (Arist. fr. 495 Dind.). δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὀξυτόνων τενικῶν, ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ, μυόϲ μύε, ϲυόϲ ϲύε, δρυόϲ δρύε, λιόϲ λῖε.
Τὰ εἰϲ ᾱ λήγοντα δυϊκὰ ἀπὸ μὲν ὀξυτόνων ὀξύνονται, ἀπὸ δὲ περιϲπωμένων περιϲπῶνται. τοῦ μὲν πρώτου αἰχμητήϲ αἰχμητά, λογιϲτήϲ λογιϲτά· τοῦ δὲ δευτέρου Ἑρμῆϲ Ἑρμᾶ, Ἀπελλῆϲ Ἀπελλᾶ. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, κἂν ἡ εὐθεῖα προπαροξύνηται, διὰ τὸ μέγεθοϲ τοῦ ᾱ. τὸ γὰρ ἐν δυϊκοῖϲ ᾱ μακρόν ἐϲτιν, ὁ Αἰνείαϲ τὼ Αἰνεία, ἡ Μήδεια τὰ Μηδεία.
Τὰ εἰϲ ω̄ λήγοντα δυϊκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, ἀπέϲτραπται δὲ τὴν περιϲπωμένην, ἔνθεν καὶ τὸ τώδε δυϊκὸν οὐ προπεριϲπᾶται, ἀλλὰ
παροξύνεται. ὀξύνεται μὲν ἀπὸ περιϲπωμένων καὶ ὀξυνομένων χρυϲοῦϲ χρυϲώ, καλόϲ καλώ. πρὸ μιᾶϲ δὲ ἔχει τὸν τόνον τὰ ἀπὸ βαρυνομένων, Ὅμηροϲ Ὁμήρω, φίλοϲ φίλω. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰϲιν.Αἱ γενικαὶ τῶν δυϊκῶν εἰϲ ᾱῑν̄ λήγουϲι καὶ εἰϲ ο̄ῑν̄. αἱ μὲν οὖν εἰϲ ᾱῑν̄ ἐκ τῶν ἰδίων εὐθειῶν κανονίζονται. εἰ μὲν γὰρ ὀξύνονται αἱ εὐθεῖαι καὶ περιϲπῶνται, πάντωϲ αἱ γενικαὶ περιϲπῶνται, καλά καλαῖν, ἀλλὰ καὶ διπλᾶ διπλαῖν. εἰ δὲ βαρύνονται, καὶ αἱ γενικαί, φίλαι φίλαιν, μοῦϲαι μούϲαιν. καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διὰ τί ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν οὐ περιϲπᾶται ὁμοίωϲ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν; ἀλλ’ ἔϲτιν εἰπεῖν, ὅτι ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν μᾶλλον τῇ Ἀτρείδαιϲ δοτικῇ τῶν πληθυντικῶν ἀκολουθεῖ ἤπερ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν. κατὰ γὰρ τὴν φωνὴν τῇ δοτικῇ τῶν πληθυντικῶν πληϲιάζει· τὴν αὐτὴν γὰρ δίφθογγον ἔχει. Ἄλλωϲ τε δὲ πᾶϲαι αἱ πτώϲειϲ βαρύνονται οἷον Ἀτρείδηϲ Ἀτρείδου Ἀτρείδη Ἀτρείδην, δυϊκὰ Ἀτρείδα Ἀτρείδαιν, πληθυντικὰ Ἀτρείδαιϲ Ἀτρείδαϲ. οὕτωϲ οὖν καὶ Ἀτρείδαιν βαρυτόνωϲ. Μόνη δὲ ἡ Ἀτρειδῶν γενικὴ τῶν πληθυντικῶν περιεϲπάϲθη, ἐπεὶ καὶ μόνη διῃρέθη οἷον Ἀτρειδέων. Ἐὰν βούλωνται οὖν περιϲπᾶν τὴν Ἀτρείδαιν γενικὴν τῶν δυϊκῶν ὁμοίωϲ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν, καὶ μὴ βαρύνειν ὁμοίωϲ ταῖϲ ἄλλαιϲ πτώϲεϲι, δότωϲαν ἐπ’ αὐτῆϲ τὸ ἐξαίρετον, ὅπερ ἔϲχεν ἡ γενικὴ τῶν πληθυντικῶν, τουτέϲτι τὴν διαίρεϲιν· εἰ δὲ οὐ διαιρεῖται, ἄρα οὐδὲ τὸν τόνον ἕξει τῆϲ γενικῆϲ τῶν πληθυντικῶν.
Αἱ δὲ εἰϲ ο̄ῑν̄ γενικαὶ εἰ μὲν ἀπὸ τῶν εἰϲ ω̄ γίνοιντο εὐθειῶν, βαρυνομένων μὲν ϲυμβαρύνονται, φίλω φίλοιν, ὀξυνομένων δὲ περιϲπῶνται, καλώ καλοῖν. τὸ ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν, ὥϲ φαϲιν, κατὰ τροπὴν τοῦ ο̄ εἰϲ ε̄, οὐκ ἀκόλουθα τῷ ἄμφω καὶ δύο βαρυνομένοιϲ. Εἰ δὲ ἀπὸ τῶν εἰϲ ε̄, ἀπὸ μὲν τῶν διϲυλλάβων περιϲπῶνται, χεῖρε χειροῖν, θῆρε θηροῖν, πόδε ποδοῖν, φῶτε φωτοῖν, ἐπὶ ἀνδρῶν, φῶτε δὲ φώτοιν ἐπὶ πυρϲῶν. πάλιν ϲεϲημειωτέον τὸ τίνοιν πύϲμα βαρυνόμενον ὡϲ πρὸϲ τὸ ἀόριϲτον περιϲπώμενον καὶ ἔτι τὸ παίδοιν, Τρώοιν, πάντοιν καὶ τὰ λοιπά, ἃ καὶ κατὰ τὴν γενικὴν πληθυντικὴν ϲημειούμεθα ὡϲ βαρυνόμενα, ὧν καὶ αἱ γενικαὶ δυϊκαὶ ἐβαρύνθηϲαν. ἀπὸ δὲ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ ϲυναλοιφὴ παρακολουθήϲῃ, καὶ αὗται περιϲπῶνται, ϲκελέοιν ϲκελοῖν, Δημοϲθενέοιν Δημοϲθενοῖν. κἀνταῦθα γυναικοῖν καὶ θυγατροῖν ϲημειούϲθωϲαν παραλόγωϲ περιϲπαϲθεῖϲαι.
Πᾶϲα εὐθεῖα πληθυντικὴ ἀρϲενική τε καὶ θηλυκὴ εἰϲ ε̄ϲ̄ λήγει ἢ εἰϲ ο̄ι ̄ ἢ εἰϲ ᾱῑ ἢ κατὰ ϲυναίρεϲιν εἰϲ ε̄ῑϲ̄.
Αἱ μὲν οὖν εἰϲ ε̄ϲ̄ λήγουϲαι οὐδέποτε ὀξύνονται, Πάριδεϲ, μῆνεϲ, Αἴαντεϲ· χωρὶϲ εἰ μὴ ἐκ πάθουϲ εἶεν διὰ τὸ βιοπλανέϲ
καὶ τὸ ἐπιτηδέϲ
ἔχουϲι δὲ τῶν δυϊκῶν εὐθειῶν τὸν τόνον, Πάριδε Πάριδεϲ, τίνε τίνεϲ, Ἕκτορε Ἕκτορεϲ, Αἴαντε Αἶαντεϲ, γυναῖκε γυναῖκεϲ, μητέρε μητέρεϲ, εἰνατέρε εἰνατέρεϲ.
Αἱ δὲ εἰϲ ο̄ῑ τῇ ἑνικῇ ἀκολουθοῦϲι εὐθείᾳ καὶ αὐτῆϲ ἔχουϲι τὸν τόνον, ἄνθρωποϲ ἄνθρωποι, πληϲίοϲ πληϲίοι, ἱϲτόϲ ἱϲτοί. ἔνθεν ἀπὸ μὲν τοῦ ὁ χρυϲόϲ οἱ χρυϲοί ὀξύνεται, ἀπὸ δὲ τοῦ ὁ χρυϲοῦϲ οἱ χρουϲοῖ περιϲπᾶται, καὶ ἐπὶ τῶν ὁμοίων ὁμοίωϲ.
Αἱ δὲ εἰϲ ᾱῑ μονογενεῖϲ μὲν οὖϲαι ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ἔχουϲι τὸν τόν̄ον τῇ εὐθείᾳ, Μήδεια Μήδειαι, μοῦϲα μοῦϲαι, ἄελλα ἄελλαι, τοξότηϲ τοξόται, κοχλίαϲ κοχλίαι, Αἰνείαϲ Αἰνεῖαι, Ἀτρείδηϲ Ἀτρεῖδαι, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. ἡ γὰρ ᾱῑ ἀντὶ κοινῆϲ λαμβάνεται. οὐδὲ ὄντωϲ οὖν Ἀττικοὶ τὸ αἴτιαι, ἥμεραι, εὐπράξιαι, τιμώριαι προπαροξύνουϲι οὐδὲ τὸ τραγῴδιαι, κωμῴδίαι.
Αἱ εἰϲ τὴν ᾱῑ δίφθογγον λήγουϲαι εὐθεῖαι τῶν πληθυντικῶν παρεϲχηματιϲμέναι ἀρϲενικοῖϲ, ἐὰν μὲν ὦϲιν ἀπὸ τῶν εἰϲ ο̄ϲ̄, τῷ τόνῳ τοῦ ἀρϲενικοῦ ἀκολουθοῦϲι, τουτέϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρϲενικοῦ, οἷον ποικίλοι ποικίλαι, ἐναντίοι ἐναντίαι, ϲοφοί ϲοφαί, καλοί καλαί, λίθινοι λίθιναι, δρύϊνοι δρύϊναι, ἅγιοι ἅγιαι, τίμιοι τίμιαι, δίκαιοι δίκαιαι, ὅϲιοι ὅϲιαι, Λύκιοι Λύκιαι τὸ τριγενέϲ. Λυκίαι δὲ τὸ μονογενὲϲ πρὸϲ τὸ Λυκία· ἥμεροι ἥμεραι, ἡμέραι δὲ
τὸ μονογενέϲ. Ἐὰν δὲ μὴ ὦϲιν ἀπὸ τῶν εἰϲ ο̄ϲ̄, τοῖϲ ἑνικοῖϲ ἑαυτῶν ἀκολουθοῦϲι κατὰ τὸν τόνον οἷον Θρῇϲϲα Θρῇϲαι, θῆϲϲα θῆϲϲαι ἡ μιϲθῷ δουλεύουϲα, τύπτουϲα τύπτουϲαι, χαρίεϲϲα χαρίεϲϲαι, τετυφυῖα τετυφυῖαι, ταχεῖα ταχεῖαι, βραδεῖα βραδεῖαι, μέλαινα μέλαιναι. τὸ δὲ Τρῳαί καὶ δμῳαί ὀξυνόμενα ὁμολογοῦϲι πεπτωκέναι ἀπὸ ὀξυτόνου ἑνικοῦ Τρῳή καὶ δμῳή.Αἱ εἰϲ ε̄ῑϲ ̄ ἀπὸ μὲν βαρυτόνων ἑνικῶν βαρύνονται, Δημοϲθένηϲ Δημοϲθένειϲ, ἀπὸ δὲ τῶν ὀξυνομένων ἢ περιϲπωμένων περιϲπῶνται, εὐγενήϲ εὐγενεῖϲ, Ἡρακλῆϲ Ἡρακλεῖϲ. τῶν δὲ τοιούτων Ἀθηναῖοι τὴν ϲυναίρεϲιν ποιοῦνται διὰ τοῦ η̄ καὶ ὁμοίωϲ περιϲπῶϲιν, ἱππῆϲ ἐκ τοῦ ἱππέεϲ, βαϲιλέεϲ βαϲιλῆϲ.
Οἱ ἥρωεϲ ἡ εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶϲιν παρὰ Ἀριϲτοφάνει ἐν Ἥρωϲιν « οἱ γὰρ ἥρωϲ ἐγγύϲ εἰϲιν » ἀντὶ τοῦ ἥρωεϲ.
Αἱ εἰϲ ο̄ῡϲ̄ ἀπὸ ϲυγκριτικῶν ἐνδείᾳ τοῦ ν̄ καὶ κράϲει τῶν φωνηέντων γενόμενα παροξύνονται οἷον μείζονεϲ μείζουϲ, βελτίονεϲ βελτίουϲ καὶ τὰ ὅμοια.
Τὰ Ἀττικὰ εἰϲ ω̄ καὶ εἰϲ ῑ λήγοντα κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὁμοτονοῦϲι τῇ εὐθείᾳ τῶν ἑνικῶν οἷον ὁ εὔγεωϲ οἱ εὔγεῳ, ὁ Μενέλεωϲ οἱ Μενέλεῳ, ὁ νεώϲ οἱ νεῴ, ὁ λεώϲ οἱ λεῴ.
Πᾶϲα εὐθεῖα πληθυντικὴ οὐδετέρου ὀνόματοϲ ἐντελήϲ εἰϲ ᾱ λήγει καὶ ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ἔχει τὸν τόνον, ἐφ’ ἧϲ καὶ ἡ ἑνικὴ εὐθεῖα, γράμμα γράμματα, φίλον φίλα, καλόν καλά· κάνεον μὲν κάνεα προπαροξυτόνωϲ, κανοῦν δὲ κανᾶ προπεριϲπωμένωϲ διὰ τὴν ϲυναίρεϲιν. αἱ δὲ εἰϲ η̄ ἐκ ϲυναιρέϲεώϲ εἰϲι καὶ πρὸϲ τὴν ϲυναίρεϲιν τὸν τόνον ποιοῦνται, τείχεα τείχη· αἱ γὰρ δύο βαρεῖαι εἰϲ βαρεῖαν ϲυναιροῦνται. τὰ εὐϲεβέα δὲ τὰ εὐϲεβῆ· ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυναιρεῖται.
Αἱ γενικαὶ αἵτε ἑνικαὶ καὶ πληθυντικαὶ ἀπὸ μὲν τῶν ὀξυτόνων ἢ περιϲπωμένων ὀνομάτων, εἰ μὲν ἰϲοϲυλλάβωϲ κλίνοιντο, πάντωϲ περι
ϲπῶνται, καλόϲ καλοῦ καλῶν, ψυχή ψυχῆϲ ψυχῶν, λουτρόν λουτροῦ λουτρῶν, ἀλλὰ καὶ Ἑρμῆϲ Ἑρμοῦ Ἑρμῶν, χρυϲοῦϲ χρυϲοῦ χρυϲῶν. εἰ δὲ περιττοϲυλλάβωϲ, ἐντελεῖϲ μὲν οὖϲαι παροξύνονται, εὐϲεβήϲ εὐϲεβέοϲ εὐϲεβέων, Ἡρακλῆϲ Ἡρακλέοϲ Ἡρακλέων· ϲυνῃρημέναι δὲ περιϲπῶνται, εὐϲεβοῦϲ εὐϲεβῶν, εὐγενοῦϲ εὐγενῶν, Ἡρακλοῦϲ Ἡρακλῶν.Αἱ δὲ εἰϲ ο̄ῑ λήγουϲαι πληθυντικαὶ εὐθεῖαι βαρύτονοι βαρύνουϲι καὶ τὰϲ ἰδίαϲ γενικάϲ, φίλοι φίλων, ἥμεροι ἡμέρων· αἱ δὲ ὀξύτονοι ἢ περιϲπώμεναι περιϲπῶνται, καλοί καλῶν, ϲοφοί οφῶν, χρυϲοῖ χρυϲῶν, χαλκοῖ χαλκῶν.
Αἱ δὲ εἰϲ ᾱῑ εὐθεῖαι πληθυντικαὶ μονογενεῖϲ περιϲπῶϲι τὰϲ ἰδίαϲ γενικάϲ, Μήδειαι Μηδειῶν, Αἰνεῖαι Αἰνειῶν. ϲεϲημείωνται βαρυνόμενα τέϲϲαρα, χλοῦναι χλούνων, ἐτηϲίαι ἐτηϲίων, ἀφύαι ἀφύων, χρῆϲται χρήϲτων διὰ τὸ μὴ ϲυμπεϲεῖν τῷ χρηϲτόϲ χρηϲτοί χρηϲτῶν. τὸ ἀφύαι πάλιν βαρέωϲ, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ ἀφυεῖϲ τῶν ἀφυῶν.
Αἱ εἰϲ ᾱῑ λήγουϲαι εὐθεῖαι θηλυκαὶ πληθυντικαὶ παρεϲχηματιϲμέναι ἀρϲενικοῖϲ, εἰ μὲν ἔχοιεν τὴν πληθυντικὴν ὁμόφωνον τῇ τοῦ ἀρϲενικοῦ γενικῇ, πάντωϲ καὶ ὁμότονον ἔχουϲιν· ὡϲ γὰρ οἱ φίλοι τῶν φίλων, οὕτωϲ καὶ αἱ φίλαι τῶν φίλων, καὶ ὡϲ οἱ καλοί τῶν καλῶν περιϲπᾶται, οὕτωϲ καὶ αἱ καλαί τῶν καλῶν περιϲπᾶται. εἰ μέντοι μὴ ὁμοφωνοῖεν αἱ γενικαί, πάντωϲ τὸ θηλυκὸν περιϲπᾶται, οἱ τάλανεϲ τῶν ταλάνων βαρυτόνωϲ, αἱ τάλαιναι τῶν ταλαινῶν περιϲπωμένωϲ. καὶ ταχέεϲ μέντοι ταχέων βαρυτόνωϲ, ταχεῖαι δὲ ταχειῶν περιϲπωμένωϲ. τὸ αὐτὸ καὶ ἐπὶ μετοχῶν, οἱ τυπτόμενοι τῶν τυπτομένων, ἀλλὰ καὶ τυπτόμεναι τῶν τυπτομένων βαρυτόνωϲ. ἐπὶ δὲ τοῦ ποιοῦντεϲ καὶ ποιοῦϲαι οὐκέτι· ποιούντων μὲν γὰρ τὸ ἀρϲενικὸν βαρυτόνωϲ, ποιοῦϲαι δὲ ποιουϲῶν περιϲπωμένωϲ. — ὅτε δὲ κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ω̄ν̄ εἰϲ ᾱν̄, περιϲπᾶται, κυανεᾶν, ἀμφοτερᾶν. — ἐντεῦθεν τὸ Ῥοδίαι καὶ Ϲαμίαι καὶ τὰ τοιαῦτα, εἰ μὲν ἐθνικὰ εἴη, ϲυμβαρύνει ταῖϲ ἀρϲενικαῖϲ τὰϲ γενικάϲ· εἰ δὲ κύρια — ἐνδέχεται γὰρ Ῥοδίαν τινὰ καλεῖϲθαι καὶ Ϲαμίαν — τότε περιϲπῶϲι τὰϲ γενικάϲ, Ῥοδιῶν καὶ Ϲαμιῶν. διὰ τοῦτο ἡμέραι μὲν ἐπὶ τοῦ χρόνου ἡμερῶν, ἥμεραι δὲ ἡμέρων ἐπιθετικῶϲ βαρυτόνωϲ, ἐπεὶ καὶ οἱ ἥμεροι τῶν ἡμέρων. τὸ πόρναι πορνῶν καὶ πέτραι πετρῶν καὶ χῶραι χωρῶν, βάκχαι βακχῶν, ὄχθαι ὀχθῶν, χῆραι χηρῶν, κοῦραι κουρῶν, παιδίϲκοι
παιδιϲκῶν « τῶν παιδιϲκῶν τινι δοὺϲ » παρὰ τῷ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ. καὶ εἴ τι τοιοῦτον ἕτερον, περιϲπᾷ τὴν ἰδίαν γενικὴν καίτοι ὁμοφωνοῦϲαν τῷ ἀρϲενικῷ βαρυνομένῳ οἱ πόρνοι τῶν πόρνων καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίωϲ, ἐπεὶ μὴ ἐκ τῶν ἀρϲενικῶν τὰ θηλυκὰ παρεϲχημάτιϲται, ἀλλ’ ἔϲτιν ἡ πρώτη τούτων θέϲιϲ ἐπὶ τῶν θηλυκῶν, διὸ καὶ ὡϲ μονογενὲϲ περιεϲπάϲθη. τὰ δὲ ἀρϲενικὰ ποιητικώτερον κατὰ τὸ γένοϲ τὴν παραγωγὴν πεποίηνται, ὅθεν καὶ βαρυτονοῦϲι τὰϲ γενικὰϲ ταῖϲ ἰδίαιϲ εὐθείαιϲ ἀκολοθοῦντα. τὸ μέϲαι μεϲῶν, ὑπάται ὑπατῶν, νεάται νεατῶν ἐπὶ τῶν χορδῶν περιϲπῶμεν. κύρια γάρ εἰϲιν αὐτῶν ὀνόματα καὶ διὰ τοῦτο μονογενῆ. τὰ μέντοιγε ἐπιθετικὰ βαρύνεται, ἐπεὶ τὰ τούτων ἀρϲενικά « κοῦραι πετράων ἤριπον ἐξ ὑπάτων ». τὸ χιλιῶν παρ’ Ἀθηναίοιϲ παραλόγωϲ περιϲπᾶται.Ἐὰν δὲ εὑρεθῶϲιν ὁμοφωνοῦϲαι ἀπὸ τῶν εἰϲ ε̄ϲ πληθυντικῶν εὐθειῶν θηλυκῶν γενικαὶ γενικαῖϲ ἀρϲενικῶν περιϲπωμέναιϲ, οὐκ ἀναγκάζονται καὶ ὁμοτονεῖν αὐταῖϲ. ἐκ δὲ τοῦ ἐναντίου εἴ τι μὲν ἀρϲενικὸν εἰϲ ᾱῑ τὴν εὐθεῖαν ἔχοι, τὸ δὲ θηλυκὸν εἰϲ ε̄ϲ̄, ἡ μὲν τοῦ ἀρϲενικοῦ περιϲπᾶται, ἡ δὲ τοῦ θηλυκοῦ βαρύνεται· αἱ Δαναΐδεϲ μέντοι τῶν Δαναΐδων βαρυτόνωϲ, οἱ Δαναΐδαι δὲ τῶν Δαναϊδῶν περιϲπωμένωϲ· ὅμοιον ἔχει καὶ οἱ Τανταλίδαι Τανταλιδῶν, οἱ Ἡλιάδαι τῶν Ἡλιαδῶν, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν, αἱ Τανταλίδεϲ δὲ τῶν Τανταλίδων, αἱ Ἡλιάδεϲ τῶν Ἡλιάδων, αἱ Πριαμίδεϲ τῶν Πριαμίδων βαρυτόνωϲ.
Πᾶϲα εὐθεῖα διϲύλλαβοϲ εἰϲ ε̄ϲ̄ λήγουϲα πληθυντικὴ δηλονότι περιϲπᾶται τὴν ἰδίαν γενικήν, μῆνεϲ μηνῶν, ἄνδρεϲ ἀνδρῶν, θῶπεϲ θωπῶν, φῶτεϲ φωτῶν, χῆνεϲ χηνῶν, χεῖρεϲ χειρῶν καὶ τὰ ἄλλα ὁμοίωϲ, ἐννέα ϲεϲημειωμένων, περὶ ὧν καὶ λόγον δίδομεν. τίνων, ὅτε πυϲματικῶϲ, πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἀορίϲτου, ἐκεῖνο γὰρ περιϲπᾶται. Τρῶεϲ Τρώων, δμῶεϲ δμώων, ἵνα ἐκφύγωϲι τὸ αἱ Τρῳαί τῶν Τρῳῶν καὶ αἱ δμῳαί τῶν δμῳῶν, ὀξυνόμενα κατὰ τὰϲ εὐθείαϲ, καὶ διὰ τοῦτο περιϲπῶνται τὰϲ γενικάϲ. θῶεϲ θώων διὰ τὸ θῳή, ὃ ϲημαίνει τὴν ζημίαν, αἱ θῳαί τῶν θῳῶν. παῖδεϲ παίδων, οὐ πρὸϲ διαϲτολήν, ὥϲ τινεϲ ἐνόμιϲαν, τοῦ αἱ πέδαι τῶν πεδῶν ἐπὶ τῶν δεϲμῶν. ἡ γὰρ γραφὴ τὴν διαϲτολὴν ποιεῖται· τοῦτο μὲν γὰρ τὸ ἐπὶ τῶν δεϲμῶν διὰ τοῦ ε, ἐκεῖνο δὲ διὰ τῆϲ ᾱῑ διφθόγγου· ἀλλ’ ἴϲωϲ ἐπειδὴ ὡϲ ἀπὸ
ἐντελεϲτέρου τοῦ πάϊϲ γέγονεν, ὡϲ μὴ εἶναι φύϲει διϲύλλαβον. ἔτι ἐϲτὶ πάντεϲ πάντων, οὐχ ὅτι ἐκ τοῦ ἅπαντοϲ, ὥϲ τινέϲ φαϲιν, ἀφαιρέϲει τοῦ ᾱ γέγονεν· ἐπεὶ ἔδει καὶ τὸ παντόϲ καὶ παντί βαρύνεϲθαι, ἐκ τοῦ ἅπαντοϲ ἅπαντι ἀφῃρημένα· ἀλλ’ ὅτι μετοχῆϲ εἴληφεν ἀναλογίαν, ὡϲ ἐν τῷ περὶ μετοχῶν δέδεικται, ᾧ λόγῳ καὶ τὸ πᾶϲι βεβαρυτόνηται, ὡϲ ϲτᾶϲι δοῦϲιν. ἔτι δᾷδεϲ δᾴδων· δαΐδεϲ δαΐδων γὰρ τριϲυλλάβωϲ τὸ ἐντελέϲ. ἔτι λᾶεϲ λάων. τὸ γὰρ ἐντελὲϲ ἀπὸ τοῦ λᾶαϲ λάαεϲ λαάων πάλιν τριϲύλλαβον. ἔνατόν ἐϲτι τὸ κρᾶτεϲ κράτων « κράτων τυπτομένων » (Οd. χ 309, ω 184) ἴϲωϲ ἀπὸ τοῦ κράατεϲ κραάτων ἐντελεϲτέρου. Χωρὶϲ δὲ τούτων ἐϲτὶ καὶ ἕτερα· ϲέεϲ ϲέων ἐπὶ τῶν ϲκωλήκων ὡϲ παρ’ Ἀριϲτοφάνει « ὑπὸ τῶν ϲέων καταπονούμενον » (Lys. 730) καὶ φῴδων, ὡϲ παρ’ Ἀριϲτοφάνει « πλὴν φῴδων ἐκ βαλανείου » (Plut. 535), οὐδένων, Φθάντων τῷ λόγῳ τῶν μετοχῶν ὡϲ ϲτάντεϲ ϲτάντων, βάντεϲ βάντων, δόντεϲ δόντων. Φαϲὶ δέ τινεϲ ἀπολογούμενοι περὶ ὅλων τῶν ϲεϲημειωμένων, ὅτι τὰ εἰϲ ϲ̄ λήγοντα μονοϲύλλαβα κατὰ τὴν γενικὴν περιττοϲύλλαβα τὰ μὲν ὀξύτονα, ἐὰν διὰ ϲυμφώνων κλίνωνται, περιπῶνται κατὰ τὴν γενικὴν πληθυντικήν, ϲήϲ ϲητόϲ ϲῆτεϲ ϲητῶν, Κρήϲ Κρητόϲ Κρῆτεϲ Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ ο̄ϲ̄ κλιθῶϲι, βαρύνονται κατὰ τὴν γενικὴν πληθυντικήν, Τρώϲ Τρωόϲ Τρῶεϲ Τρώων, δμώϲ δμωόϲ δμῶεϲ δμώων. τὸ δὲ τίνων εἰϲ διαφορὰν τῶν τινῶν καὶ τὸ κράτων τῶν κεφαλῶν εἰϲ διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτοϲ ἡ ἀρχή. τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαίδων. τὰ δὲ περιϲπώμενα ἐκ τοῦ ἐναντίου γίνεται· ἐὰν μὲν διὰ καθαροῦ τοῦ ο̄ϲ̄ κλίνωνται, περιϲπῶϲι τὰϲ γενικὰϲ πληθυντικάϲ, μῦϲ μυόϲ μύεϲ μυῶν, βοῦϲ βοόϲ βοῶν, δρύεϲ δρυῶν, ϲύεϲ ϲυῶν. ἐὰν δὲ διὰ ϲυμφώνου, βαρύνονται, παῖϲ παιδόϲ παῖδεϲ παίδων, πάντεϲ πάντων· τὸ δὲ λάων ἐβαρύνθη εἰϲ διαφορὰν τῶν λαῶν. ἀλλὰ κακῶϲ λέγουϲιν οἱ οὕτωϲ ἀπολογηϲάμενοι πρῶτον μὲν ὅτι ἀπὸ τῶν ϲεϲημεωμένων πλέκουϲι τὸν κανόνα, δεύτερον δὲ ὅτι ἀντίκειται τούτοιϲ τὸ κίϲ κιόϲ καὶ λίϲ λιόϲ· ταῦτα γὰρ ὀξύνονται κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ διὰ καθαροῦ τοῦ ο̄ϲ̄ κλίνονται καὶ ὅμωϲ οὐ βαρύνονται ἐν τῇ γενικῇ τῶν πληθυντικῶν, ἀλλὰ περιϲπῶνται. κιών γὰρ καὶ λιῶν περιϲπωμένωϲ.Αἱ εἰϲ ε̄ϲ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ εὐθεῖαι βαρύνουϲι τὰϲ γενικάϲ, Αἴαντεϲ Αἰάντων, ἑβδομάδεϲ ἑβδομάδων, εὐϲεβέεϲ εὐϲεβέων, ϲτάχυεϲ ϲταχύων, ὀϲφύεϲ ὀϲφύων. ἔδει οὖν καὶ τὸ πόλεων, μάντεων, πελέκεων καὶ τὰ τούτοιϲ παραπλήϲια πρὸ μιᾶϲ ἔχειν τὸν τόνον. ἀλλ’ Ἀττικούϲ̣ φαϲι προπαροξύνειν ταῦτα, ἅπερ ἐϲτὶν ἀπὸ τῶν εἰϲ ῑϲ̄ εὐθειῶν, καὶ ἔτι δύο ἀπὸ τῶν εἰϲ ῡϲ̄, τό τε πήχεων καὶ πελέκεων. ϲεϲημείωται πάλιν γυναικῶν καὶ θυγατρῶν περιϲπώμενα ἑπόμενα τῷ τόπῳ τοῦ τόνου τῆϲ γενικῆϲ ἑνικῆϲ καὶ τὰ παρ’ Ἀθηναίοιϲ ἀριθμητικὰ τὸ χιλιάδων καὶ μυριάδων. ταῦτα γὰρ παρ’ αὐτοῖϲ περιϲπῶνται, παρ’ ἡμῖν δὲ βαρύνονται.
Αἱ δὲ εἰϲ ε̄ῑϲ̄ εὐθεῖαι ϲυνῃρημέναι εἰϲὶ καὶ περιϲπῶϲι τὰϲ ἰδίαϲ γενικάϲ, ὡϲ ἤδη εἴπομεν, Ϲωκράτειϲ Ϲωκρατῶν, Δημοϲθένειϲ Δημοϲθενῶν, εὐϲεβεῖϲ εὐϲεβῶν. τὸ δυϲώδων καὶ εὐώδῶν καὶ νοϲώδων τῷ λόγῳ μὲν περιϲπαϲθήϲονται, ὁ δὲ Ἀρίϲταρχοϲ ταύταϲ καὶ τὰϲ ὁμοίαϲ βαρύνει ἐκ τοῦ οἴεϲθαι τὰϲ ἐντελεῖϲ γενικὰϲ αὐτῶν προπαροξύνεϲθαι, εὐωδέων ὡϲ πόλεων. οὐκ εὐλόγωϲ· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰϲ ῑϲ̄ ὑπάρχουϲιν αἱ προπαροξυνόμεναι, πόλεων, μάντεων, καὶ δύο ἀπὸ τῶν εἰϲ ῡϲ̄ πελέκεων, πήχεων, αἱ δὲ λοιπαὶ πᾶϲαι βαρύτονοι οὖϲαι πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, ὡϲ πρόκειται. παραλόγωϲ οὖν Ἀρίϲταρχοϲ βαρύνει καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουϲιν, οἱ δὲ περιϲπῶϲιν, ὥϲπερ καὶ αὐταρκῶν καὶ αὐθαδῶν καὶ τὸ ϲυνἠθων καὶ κακοηθῶν βαρύνεται ὥϲπερ καὶ τὰ αὐτῶν ἐπιρρήματα.
Αἱ εἰϲ ᾱ λήγουϲαι εὐθεῖαι πληθυντικαὶ οὐδετέρων ὀνομάτων, εἰ μὲν ὀξύνοιντο ἢ περιϲπῷντο, πάντωϲ τὴν πληθυντικὴν γενικὴν περιϲπῶϲι, πυρά πυρῶν, ϲφυρά ϲφυρῶν, καλά καλῶν, ἀλλὰ καὶ κανᾶ περιϲπωμένωϲ κανῶν, ὀϲτᾶ ὀϲτῶν, χρυϲᾶ χρυϲῶν· εἰ μέντοι βαρύνοιντο, ϲυμβαρύνουϲι καὶ τὰϲ γενικάϲ, φίλα φίλων, ξύλα ξύλων, φῶτα φώτων, ὦτα ὤτων. εἰ δὲ ἀπὸ περιϲϲοϲυλλάβων ϲυναλοιφὴ παρακολουθήϲειε, ἡ γενικὴ πάντωϲ περιϲπᾶται, τειχέων τειχῶν, βελέων βελῶν, κρεάων κρεῶν. ϲεϲημείωται τὸ φρήτων. ἔϲτι γὰρ φρέατα καὶ γίνεται κατὰ κρᾶϲιν φρῆτα τοῦ ε̄ καὶ ᾱ εἰϲ η̄ κραθέντοϲ. καὶ τούτου βαρυνομένου κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὤφειλε καὶ ἡ γενικὴ τῶν πληθυντικῶν βαρύνεϲθαι καὶ εἶναι φρήτων βαρυτόνωϲ ὥϲπερ τὰ ὦτα τῶν ὤτων, τὰ φῶτα τῶν φώτων. ὅμωϲ δὲ περιϲπῶϲιν αὐτὸ οἷον φρήτων ὁμοτόνωϲ τῇ Κρητῶν καὶ ϲητῶν καὶ θητῶν γενικῇ.
Περὶ μὲν τῶν εἰϲ ῑ ἐκφωνούμενον δοτικῶν πληθυντικῶν εἴπομεν ἐν τοῖϲ ἑνικοῖϲ, νῦν δὲ περὶ τῶν λοιπῶν ἐροῦμεν.
Αἱ εἰϲ ᾱῑϲ̄ καὶ εἰϲ ο̄ῑϲ̄ ἀπὸ ὀξυτόνων καὶ περιϲπωμένων εὐθειῶν οὖϲαι περιϲπῶνται, ἀθληταί ἀθληταῖϲ, καλοί καλοῖϲ, ϲοφοί ϲοφοῖϲ, ἀλλὰ καὶ οἱ Ἑρμαῖ τοῖϲ Ἑρμαῖϲ, αἱ χρυϲαῖ ταῖϲ χρυϲαῖϲ. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, φίλοι φίλοιϲ, ἵπποι ἵπποιϲ, Μήδειαι Μηδείαιϲ, τάλαιναι ταλαίναιϲ, ξύλα ξύλοιϲ. Περὶ τῶν Ἀττικῶν, ὅτι τὸν τόνον τῆϲ κοινῆϲ εὐθείαϲ ἔχει πᾶϲα πτῶϲιϲ Ἀττική, εἴπομεν ἤδη· διὰ τοῦτο τοῖϲ Μενέλεῳϲ προπαροξύνομεν, ἐπεὶ καὶ ὁ Μενέλαοϲ, τοῖϲ δὲ λεῴϲ ὀξύνομεν, ἐπεὶ καὶ ὁ λαόϲ.
Πᾶϲα αἰτιατικὴ πληθυντικὴ ὁμοφωνοῦϲα τῇ πληθυντικῇ εὐθείᾳ καὶ ὁμοτονεῖ ταύτῃ, οἱ ταχεῖϲ τοὺϲ ταχεῖϲ, οἱ Δημοϲθένειϲ τοὺϲ Δημοϲθένειϲ,
οἱ βελτίουϲ τοὺϲ βελτίουϲ, οἱ ἰχθῦϲ περιϲπωμένωϲ καὶ τοὺϲ ἰχθῦϲ, ὁμοίωϲ αἱ κλιτῦϲ τὰϲ κλιτῦϲ, οἱ βαϲιλῆϲ τοὺϲ βαϲιλῆϲ οἷον « τούϲ τε διϲτάρχαϲ ὤλεϲαϲ βαϲιλῆϲ » παρὰ τῷ Ϲοφοκλεῖ (Ai. 390).Αἱ εἰϲ ᾱϲ̄ λήγουϲαι, ϲυνεϲταλμένον ἔχουϲαι τὸ ᾱ, ὁμότονοί εἰϲι ταῖϲ πληθυντικαῖϲ εὐθείαιϲ, Αἴαντεϲ Αἴανταϲ, Πάριδεϲ Πάριδαϲ, ταχέεϲ ταχέαϲ, αἱ ἐκτεταμένον ἔχουϲαι τὸ ᾱ ἀπὸ μὲν βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, Μήδειαι Μηδείαϲ, τάλαιναι ταλαίναϲ· ἀπὸ δὲ ὀξυτόνων ὀξύνονται, καλαί καλάϲ, ταφαί ταφάϲ. ἀπὸ δὲ περιϲπωμένων περιϲπῶνται, διπλαῖ διπλᾶϲ, ϲυκαῖ ϲυκᾶϲ, γαλαῖ γαλᾶϲ· μακρὸν δὲ ἔχουϲι τὸ ᾱ ὅϲαι εἰϲὶν ἀπὸ τῶν εἰϲ ᾱῑ εὐθειῶν, ὡϲ αἱ προκείμεναι· βραχὺ δὲ αἱ ἀπὸ τῶν εἰϲ ε̄ϲ̄, ὧν πάλιν κεῖται τὰ ὑποδείγματα.
Αἱ εἰϲ ο̄ῡϲ̄ αἰτιατικαὶ πάλιν ταῖϲ εὐθείαιϲ ἀκολουθοῦϲι κατὰ τὸν εἰρημένον κανόνα, φίλοι φίλουϲ, καλοί καλούϲ ὀξυτόνωϲ καὶ ἀργυροῖ ἀργυροῦϲ περιϲπωμένωϲ.
Τὰ Ἀττικὰ ὁμοτονοῦϲι ταῖϲ εὐθείαιϲ τῶν πληθυντικῶν οἷον οἱ εὔγεῳ τοὺϲ εὔγεωϲ, οἱ Μενέλεῳ τοὺϲ Μενέλεωϲ, οἱ νεῴ τοὺϲ νεώϲ, οἱ λεῴ τοὺϲ λεώϲ.
Τὸ Ἐρετριέαϲ Ἐρετριᾶϲ καὶ ἁλιέαϲ ἁλιᾶϲ κατὰ ϲυναίρεϲιν περιϲπῶνται παρ’ Ἀθηναίοιϲ.
Πᾶν ῥῆμα βαρύνεται ἢ περιϲπᾶται· γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν ϲυνήθειαν, εἰ μὴ παρὰ Δωριεῦϲι τὰ ϲυνηρημένα ἀπαρέμφατα εἰϲ ε̄ῑν̄ ἀφαιρέϲει τοῦ ῑ, ποιέν ἀντὶ τοῦ ποιεῖν, δαϲμοφορέν ἀντὶ τοῦ δαϲμοφορεῖν. ϲεϲημείωται δέ τινα ῥήματα ὀξύτονα. ἐν μὲν προϲτακτικοῖϲ μονοϲυλλάβωϲ τὸ δόϲ, θέϲ, ἕϲ τὸ ἀπόλυϲον, ϲχέϲ, ϲπέε, φρέϲ, ἅπερ διὰ τὴν βραχυκαταληξίαν οὐδὲ
περιϲπᾶται. ὅθεν ἐν τῇ ϲυνθέϲει εὐλόγωϲ ἀνεβίβαϲε τὸν τόνον ἀπόδος, κατάθεϲ, ἐπίϲχεϲ, ἐπίϲπεϲ, πρόεϲ « ἀλλὰ ϲὺ μὲν νῦν τήνδε θεῷ πρόεϲ » (Α 127), ἐπίφρεϲ. διϲύλλαβα δὲ τὸ ἐλθέ, εὑρέ, εἰπέ, ἃ καὶ αὐτὰ ϲυντεθέντα κατὰ φύϲιν βαρὺν ἀπείληφε τὸν τόνον, κάτελθε, ἔξειπε, ἔφευρε. τὸ δὲ λαβέ καὶ ἰδέ ὀξυνόμενα Ἀττικά ἐϲτι. τὰ γὰρ κοινὰ τούτων βαρύνεται. ταῦτα μὲν ἐν προϲτακτικοῖϲ. ἐν δὲ ὁριϲτικοῖϲ τὸ χρή « οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα » (B 24), καὶ τὸ φημί καὶ εἰμί καὶ τὰ τούτων κινήματα, φήϲ φηϲί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται· τὸ γὰρ « φὴ ἐκεῖνοϲ » ἀντί τοῦ φηϲί. φατόν φατόν φαμέν φατέ φαϲίν καὶ τὸ τούτου προϲτακτικοῦ δεύτερον φαθί ὡϲ παρ’ Ἀριϲτοφάνει (Eqq. 22)οὕτω ἐπεκράτηϲε λέγεϲθαι. πάλιν εἰμί, εἴϲ « αἵματόϲ εἰϲ ἀγαθοῖο » (δ 611), ἐϲϲί, ἐϲτί, ἐϲτόν, ἐϲτόν, ἐϲμέν, ἐϲτέ εἰϲί. καὶ ταῦτα δέ, λέγω δὴ τὸ φημί καὶ εἰμί, ϲυντιθέμενα βαρύνεται εύμφημι, ϲύνειμι. ἔτι καὶ τὸ ἠμί, ὅπερ ταὐτὸν δύναται τῷ φημί — Ἀριϲτοφάνηϲ
Βατράχοιϲ (37) « παῖ, ἠμί, παῖ », ἐξ οὗ τὸ ἢ τὸ ϲημαῖνον τὸ εἶπον οἷον « ἦ καὶ κυανέῃϲιν ἐπ’ ὀφρύϲι νεῦϲε Κρονίων » (Α 528) καὶ « ἦ ῥα καὶ ἐξ ὀχέων » (Δ 419) — ὀξύνεται. ταῦτά ἐϲτι τῶν ῥημάτων τὰ ὀξυνόμενα. εἰ δέ τί ἐϲτιν ἄλλο ἐπὶ τέλουϲ ἔχον τὸν τόνον, περιϲπᾶται ποιῶ νοῶ, ποιοῦ νοοῦ, ποιεῖν νοεῖν καὶ τὰ τοιαῦτα.Πᾶν ῥῆμα εἰϲ ω̄ μονοϲύλλαβον περιϲπᾶται, ζῶ, κλῶ, κνῶ, θλῶ, δρῶ, ἐὰν βῶ, ἐὰν ϲτῶ. λείπεται τοίνυν διαϲαφηνίϲαι τὴν τῶν εἰϲ ω̄ ληγόντων ἐνεϲτώτων τάϲιν κατὰ τὰϲ ἑαυτῶν ϲυζυγίαϲ.
Τὰ εἰϲ β̄ω̄ λήγοντα βαρύνεται. τότε περιϲπᾶται, ὅτε ἐν ταῖϲ δυϲὶ ϲυλλαβαῖϲ ἔχει τὸ β̄, ἢ ὄνομα προϋπάρχει ἢ τὸ ο̄ ἔχει ἐν τῇ παραληγούϲῃ ἢ τὸ ω̄ μέγα. καὶ βαρύνεται μὲν ταῦτα, λείβω καὶ κατὰ ἀποβολὴν τοῦ λ̄ εἴβω, τρίβω, ϲτείβω, φέρβω, ἀμείβω, ϲέβω, φέβω τὸ φοβοῦμαι, ῥέμβομαι, θλίβω, ϲτίλβω. περιϲπᾶται δὲ ταῦτα ὡϲ ἔχοντα ἐν δυϲὶ ϲυλλαβαῖϲ β̄ βαυβῶ τὸ καθεύδω, βομβῶ, βιβῶ τὸ περιπατῶ. ἔτι περιϲπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα, φόβοϲ φοβῶ, ἀϲεβήϲ ἀϲεβῶ, εὐϲεβήϲ εὐϲεβῶ, θόρυβοϲ θορυβῶ, κόλυμβοϲ κολυμβῶ, λαβή λαβῶ. τὸ γὰρ λάβω ὑποτακτικόν ἐϲτι τοῦ ἔλαβον. Ἔτι περιϲπῶνται τὰ ἔχοντα ο̄ μικρὸν ἢ ω̄ μέγα ἐν τῇ παραληγούϲῃ, ϲοβῶ, ϲτροβῶ, κολοβῶ, λωβῶ.
Τὰ εἰϲ π̄ω̄ λήγοντα βαρύνονται, εἰ μὴ παραλήγοιτο τῷ ῡ ἢ τῷ ω̄, ἢ εἰ μὴ παρώνυμα εἴη ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρα ϲυλλαβῇ ἔχοι τὸ π̄ θάλπω, λάμπω, πέμπω, λείπω, μέλπω, βλέπω, ἐρείπω τὸ καταβάλλω, ἕρπω, δρέπω, ἕπω, τρέπω, ϲκέπω, λέπω, ἔπω τὸ ἐνέπω. πρόϲκειται « εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέλουϲ τὸ ῡ ἢ τὸ ω̄ » διὰ τὸ γνυπῶ τὸ γονυπετῶ καὶ κλωπῶ τὸ κλέπτω, ὅθεν καὶ κλώψ. τὸ δὲ « εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ κόποϲ κοπῶ, ἰπόϲ ἡ παγίϲ ἰπῶ τὸ βλάπτω,
λύπη λυπῶ, τρύπη τρυπῶ, κτύποϲ κτυπῶ, ῥύποϲ ῥυπῶ. πρόϲκειται δὲ « εἰ μὴ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ ἔχει τὸ π̄ » διὰ τὸ πιπῶ καὶ ὀπιπῶ τὸ περιβλέπομαι. τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ τ̄.Τὰ εἰϲ φ̄ω̄ λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ ο̄ μικρῷ ἢ τῷ ω̄ μεγάλῳ ἢ παρώνυμα εἴη, γράφω, γλύφω, νήφω ἐπὶ τοῦ φρονῶ, νείφω δὲ ἐπὶ τοῦ χιονίζω, δέφω, τρέφω, ϲτρέφω, ϲτέφω, ψέφω, ἀλείφω, κνιφω, ϲτύφω, τύφω, μέμφω, ἀφ’ οὗ τὸ μέμφομαι εὔχρηϲτον. ϲεϲημείωται τὸ διφῶ τὸ ζητῶ Ἰλιάδοϲ Π (747) « τήθεα διφῶν » ζητῶν ἐρευνῶν. Καλλίμαχοϲ « μηδ’ ἀπ’ ἐμεῦ διφᾶτε μέγα ψοφέουϲαν ἀοιδήν » καὶ ἀμφαφῶ. καὶ ἴϲωϲ παρώνυμα εἴη ἀπὸ τοῦ ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράϲει διφῶ τὸ τῇ ἀφῇ ὑποβάλλω καὶ ἀμφαφῶ. πρόϲκειται « εἰ μὴ παρώνυμα εἴη » διὰ τὸ τρυφή τρυφῶ, κορυφή κορυφῶ, ϲοφόϲ ϲοφῶ, ζωγράφοϲ ζωγραφῶ, ψόφοϲ ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ ϲτρωφῶ καὶ ῥοφῶ ἔχουϲιν ο̄ καὶ ω̄.
Τὰ εἰϲ π̄τ̄ω̄ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαϲτολὴ γένοιτο ϲημαινομένου, ϲκάπτω, θάπτω, βλάπτω, κλέπτω, ϲκέπτω, χαλέπτω, πίπτω, ἵπτω, λίπτω, ἴπτω τὸ βλάπτω, ὅπερ ψιλοῦται· ἐπὶ γὰρ τοῦ πετῶ δαϲύνεται καὶ περιϲπᾶται, χρίπτω, νίπτω, ἐνίπτω τὸ ἐπιπλήττω, ϲκηρίπτω, ῥίπτω. τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητικόν. κόπτω, ὄπτω τὸ βλέπω. τὸ δὲ ὀπτῶ πρὸϲ διαϲτολὴν τοῦ ὄπτω, ϲκώπτω, θρύπτω, θύπτω τὸ τυφῶ, κύπτω, κρύπτω, ῥύπτω, δύπτω, καλύπτω, κορύπτω, τύπτω. τὸ δὲ τυπτῶ τυπτήϲω Ἀττικῶϲ. πρόϲκειται « εἰ μὴ προκατάρχεται ὄνομα » διὰ τὸ ἄβλεπτοϲ ἀβλεπτῶ, ἄπεπτοϲ ἀπεπτῶ, ἀλείπτηϲ φιλαλειπτῶ.
Τὰ εἰϲ γ̄ω̄ διϲύλλαβα η ̄ παραληγόμενα ἀπὸ ϲυμφώνου ἀρχόμενα
βαρύνεται, θήγω, λήγω, τμήγω. τὸ δὲ ἡγῶ, ἀφ’ οὗ τὸ ἡγοῦμαι, περιϲπᾶται, ἀπὸ φωνήεντοϲ ἀρχόμενον.Τὰ εἰϲ γ̄ω̄ ὑπερδιϲύλλαβα ἔχοντα ὀνόματα προκατάρχοντα ϲύνθετα διὰ τοῦ γ̄ο̄ϲ̄ παρηγμένα τῷ η̄ παραληγόμενα περιϲπᾶται, ποδηγόϲ ποδηγῶ, φορτηγόϲ φορτηγῶ, ϲτρατηγόϲ ϲτρατηγῶ, κυνηγόϲ κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγόϲ, ἀλλ’ αὐτὸ ἀπ’ ἐκείνου. τὸ δὲ κεκλήγω, ᾧ ἀκόλουθοϲ μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντεϲ (Μ 125), καὶ πεπλήγω, ἔνθεν τὸ « ἐπέπληγον πόδεϲ ἵππων » (Il. Ε 504) ποιητικῶϲ βαρύνονται ἀπὸ τῶν παρακειμένων γεγονότα.
Τὰ εἰϲ γ̄ω̄ ὑπερδιϲύλλαβα τῷ ᾱ παραληγόμενα περιϲπᾶται μὴ ὄντα ϲύνθετα παρὰ πρόθεϲιν ϲμαραγῶ, πλαταγῶ, λαλαγῶ. καὶ καθόλου τὰ εἰϲ ᾱγ̄ω̄ περιϲπᾶται, ἀγῶ « εὖτ’ ἂν τόδ’ ἀγᾷ χρέοϲ ἀνδρόϲ», τραγῶ. τὸ δὲ ἄγω βαρύνεται καὶ τὰ ἀπ’ αὐτοῦ ϲύνθετα διάγω, ἀνάγω, κατάγω, παράγω, μετάγω, εἰϲάγω, ἐνάγω, ἐξάγω, προϲάγω, προάγω, ϲυνάγω.
Τὰ εἰϲ γ̄ω̄ μὴ παρώνυμα ἢ κατὰ παραγωγὴν γινόμενα ἀπὸ βαρυτόνου βαρύνονται, ὁπότε μὴ πρὸϲ διαϲτολὴν παραλαμβάνοιτο ἢ παραλήγοιτο τῷ η̄ ἢ τῷ ᾱ, ψέγω, φλέγω, λέγω, εἴργω, πνίγω, ἀμέλγω, ἀλέγω, ὀρέγω. πρόϲκειται « μὴ παρώνυμα » διὰ τὸ τρύγη τρυγῶ, ἄλγοϲ ἀλγῶ, ϲιγή ϲιγῶ, ῥῖγοϲ ῥιγῶ. « μὴ ἀπὸ βαρυτόνου » δὲ « ῥήματοϲ παραχθένταν διὰ τὸ λέγω ἀλογῶ. « μὴ πρὸϲ ἀντιδιαϲτολὴν» πρόϲκειται διὰ τὸ ἄγω καὶ ἀγῶ τὸ καταπλήττομαι, ἐξ οὗ τὸ
ἄγημι ἄγαμαι. « ἢ εἰ μὴ παραλήγοιτο τῷ ᾱ ἢ τῷ η̄ » διὰ τὸ ϲμαραγῶ καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι.Τὰ εἰϲ γ̄ω̄ ἰαμβικά, εἰ μὲν ἔχοι πρὸ τοῦ τέλουϲ τὸ ε̄, βαρύνεται, εἰ δὲ ἄλλο τι, περιϲπᾶται, φλέγω, λέγω, ϲτέγω, οἷϲ ὅμοιον τὸ ἀλέγω, ὀρέγω. μογῶ δὲ καὶ ϲτυγῶ καὶ τρυγῶ καὶ ϲφριγῶ μὴ τὸ ε̄ ἔχοντα περιϲπῶνται.
Τὰ εἰϲ γ̄ω̄ ἔχοντα πρὸ τοῦ γ̄ ϲύμφωνον βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο, εἴργω, ϲτέργω, ἀμέλγω, ϲφίγγω, μίϲγω, τέγγω. τὸ δὲ ἀλγῶ ἔχει τὸ ἄλγοϲ καὶ τὸ ἀργῶ τὸ ἀργόϲ καὶ τὸ γεωργῶ τὸ γεωργόϲ καὶ κακουργῶ τὸ κακοῦργοϲ. τὸ δὲ ἀμέργω οὐκ ἔχει· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ἀμέργω γίνεται.
Τὰ εἰϲ γ̄ω̄ διϲύλλαβα παραληγόμενα φύϲει μακρᾷ ὅτε ἀπὸ ϲυμφώνου ἄρχοιτο, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τρώγω, ϲμώγω, φεύγω, τμήγω, λήγω, θήγω. τὸ μέντοι ῥιγῶ ἔχει τὸ ῥῖγοϲ. τὸ δὲ λωγῶ οὐ γνήϲιον ἔχει τὸ ω̄, ἀλλὰ ποιητικόν.
Τὰ εἰϲ γ̄ω̄ ὑπερδιϲύλλαβα μὴ παρ’ ὄνομα ϲύνθετα, εἰ παραλήγοιτο φύϲει μακρᾷ, βαρύνεται ἐπείγω, ἀρήγω, ἐρεύγω, ἀνώγω. τὸ δὲ παιδαγωγῷ ἔχει τὸ παιδαγωγόϲ.
Τὰ εἰϲ κ̄ω̄ διϲύλλαβα ἔχοντα τὸ ε̄ ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ βαρύνεται, εἰ μὴ ἄρχοιτο ἀπὸ τριῶν ϲυμφώνων ἢ παρ’ ὄνομα εἴη, ῥέγκω, δέρκω, πλέκω, τέκω, πέκω τὸ ξηραίνω καὶ πείκω καὶ πέκτω, κρέκω, δέκω, ἕλκω, ἑλκήϲω· τοῦτο δὲ ἀπὸ περιϲπωμένου τὸ ἑλκῶ. δείκω τὸ δεικνύω, εἴκω. τοιαῦτα καὶ τὰ ὑπερδιϲύλλαβα τῷ ε̄ παραληγόμενα ὀλέκω, ἐρείκω τὸ ϲχίζω, ἐνέκω. πρόϲκειται « εἰ μὴ παρ’ ὄνομα εἴη » διὰ τὸ ἑλκόω ἑλκῶ ἕλκοϲ καὶ πελεκῶ πέλεκυϲ καὶ « μὴ ἄρχοιτο ἀπὸ τριῶν ϲυμφώνων » διὰ τὸ ϲπλεκῶ τὸ ϲυνουϲιάζω, ὅθεν τὸ διαϲπλεκῶ.
Τὰ εἰϲ κ̄ω̄ διϲύλλαβα τῷ η̄ παραληγόμενα ἀπὸ ϲυμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου περιϲπῶνται· καὶ βαρύνονται μὲν ταῦτα, τήκω, δήκω ὅθεν ἔδακον, μεθ’ ὧν καὶ ἥκω. περιϲπᾶται δὲ ταῦτα, ληκῶ, ϲφηκῶ, μηκῶ.
Τὰ εἰϲ κ̄ω̄, εἰ μὴ τῷ ϲ̄ παραλήγοιτο ἢ τῷ η̄, περὶ ὧν προείρηται, πάντωϲ περιϲπᾶται, κακῶ, ἀρκῶ, ναρκῶ, ϲαρκῶ, φαικῶ, δοκῶ, κυκῶ, μυκῶ, οἰκῶ καὶ παροικῶ. τὸ δὲ διώκω καὶ ἥκω καὶ ἐρύκω βαρύνεται. τὸ δὲ ἀϲκῶ, ϲφηκῶ περιϲπᾶται.
Τὰ εἰϲ ϲ̄κ̄ω̄ βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα, δράϲκω, γηράϲκω, πιπράϲκω, διδάϲκω, τιτρώϲκω, γινώϲκω, βιβρώϲκω, ἀρέϲκω, πιφαύϲκω, κικλήϲκω, θνήϲκω, μιμνήϲκω, ἀλδήϲκω, πιπίϲκω, ἀέϲκω, μαχέϲκω, ἐΐϲκω « ἐΐϲκω πηγεϲιμάλλῳ » (Il. Γ 197) καὶ ἀποβολῇ τοῦ ε̄ « εἴ κέ ϲε τῷ ἴϲκοντεϲ » (Λ 799). δειδίϲκω, εὑρίϲκω, τελίϲκω, γαμίϲκω, κυΐϲκω, ὀφλίϲκω, ἀφ’ οὗ τὸ ὀφλιϲκάνω, ἁλίϲκω, ἀραρίϲκω, ϲτερίϲκω, μεθύϲκω, βόϲκω βοϲκήϲω· τοῦτο δὲ ὡϲ ἀπὸ περιϲπωμένου ἐγένετο βοϲκῶ βοϲκήϲω. τὸ μέντοι διϲκῶ καὶ ἀϲκῶ καὶ διαϲκῶ ἔχουϲι τὸ δίϲκοϲ καὶ ἀϲκόϲ, καὶ τὸ βοϲκῶ τὸ βοϲκόϲ καὶ ἱπποβοϲκῶ ἱπποβοϲκόϲ.
Τὰ εἰϲ κ̄τ̄ω̄ μὴ παρ’ ὄνομα γινόμενα βαρύνεται, τίκτω, πέκτω τὸ κτενίζω. τὰ δὲ περιϲπώμενα ἔχουϲιν ὄνομα, εὔτακτοϲ εὐτακτῶ, ἄτακτοϲ αἰακτῶ, ὑλακή ὑλακτῶ. τούτοιϲ ἠκολούθηϲε καὶ τὸ ἀγανακτῶ.
Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα ἀρχόμενα ἀπὸ ϲυμφώνου μὴ διὰ τοῦ η̄ παραληγόμενα φύϲει μακρᾷ βαρύνεται· εἰ δέ τι περιεϲπάϲθη, τοῦτο ἐκ
βαρυτόνου παρήχθη ὡϲ ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρ’ ὄνομα ἐγένετο, τεῦχοϲ τεύχω, καὶ τὸ ϲτοιχῶ καὶ τὸ μοιχῶ ἀπὸ τοῦ ϲτοῖχοϲ καὶ μοιχόϲ. βαρύνεται δὲ ταῦτα, ϲτείχω, τεύχω, ψύχω, τρύχω, ϲμύχω, βρύχω, λείχω, γλίχω, ὅθεν τὸ γλίχομαι. οὐκ ἀντιπίπτει τὸ αὐχῶ. ἀπὸ φωνήεντοϲ γάρ, ᾧ ἠκολούθηϲε καὶ τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει η̄.Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα τῷ η̄ παραληγόμενα ἀπὸ ϲυμφώνου ἀρχόμενα, εἰ μὴ πεποιημένην φωνὴν ϲημαίνοι, βαρύνεται, νήχω, ἐξ οὗ τὸ νήχομαι, ϲμήχω, τρήχω τὸ κτυπῶ, ἐξ οὗ τὸ « τετρήχει δ’ ἀγορή » (B 95), λήχω, ἀφ’ οὗ τὸ ἔλαχον. τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντοϲ ἤρξατο.
Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ χ̄ τὸ ϲ̄ περιϲπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλουϲ μὴ φύϲει μακράν, ὑπεϲταλμένων τῶν ἐχόντων τὸ ε ̄ ἢ τὸ ᾱ πρὸ τέλουϲ, λοχῶ, τροχῶ, ὀρχῶ, ὅθεν ὀρχοῦμαι, κιχῶ, ὀχῶ, ϲτιχῶ, διχῶ, τριχῶ, τύχω. τὸ δὲ ἴϲχω ἔχει ϲ̄. καὶ τὸ ϲμήχω· ἔχει τὴν παραλήγουϲαν φύϲει μακράν. τὸ δὲ τρέχω ἔχει ε̄ καὶ τὸ ἄρχω ᾱ.
Τὰ εἰϲ χ̄ω̄ ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ε̄ ἔχοντα βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο, τρέχω, βρέχω, δέχω, ὅθεν δέχομαι ἐν χρήϲει, ἔχω, ϲπέρχω, εὔχω, ὅθεν εὔχομαι, ἔρχω, ὅθεν ἔρχομαι, ἐλέγχω, τεύχω. τὸ δὲ τευχῶ περιϲπώμενον ὅτι τεῦχοϲ.
Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα ἔχοντα τὸ ᾱ ἐν τῇ πρὸ τέλουϲ βαρύνεται, ἄχω ἄχομαι, μαχῶ, ὅθεν τὸ μάχομαι καὶ μαχέομαι μαχοῦμαι, ὅθεν μαχήϲομαι μέλλων, ἄρχω, πάϲχω, μεθ’ ὧν καὶ τὸ ἴϲχω. τὸ δὲ βακχῶ περιϲπᾶται ὡϲ ἔχον τὸ βάκχοϲ.
Τὰ διὰ τοῦ ᾱχ̄ω̄ τριϲύλλαβα βαρύνεται, ϲτενάχω « βαρὺ δὲ ϲτενάχοντοϲ ἄκουϲα » (Od. θ 95) « ἐπεϲτενάχοντο δ’ ἑταῖροι » (Ιl. Δ 154), ἰάχω « ἡμεῖϲ δὲ ἰάχοντεϲ » (Od. δ 454), « τρὶϲ δ’ ἄϊεν ἰάχοντοϲ »
(ΙΙ. Λ 463), « ϲμερδαλέα ἰάχων » (Ε 304), « φθέγξομ’ ἐγὼν ἰάχουϲα » (Ιl. φ 341). ταῦτα δὲ καὶ ὡϲ ἀπὸ περιϲπωμένων μέλλοντα ποιοῦϲιν, ἰαχήϲω, ϲτεναχήϲω.Τὰ εἰϲ χ̄ω̄ ὑπερδιϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα ἢ παρ’ ὄνομα ὄντα ἢ διὰ τοῦ ῑχ̄ω̄ περιϲπᾶται, ϲτοναχῶ, ϲυμμαχῶ, γνωϲιμαχῶ, ἡνιοχῶ, ὀμιχῶ τὸ οὐρῶ — ἔϲτι δὲ καὶ βαρύτονον ῥῆμα οἷον ὀμιχῶ ὁ μέλλων ὀμίξω ὡϲ παρ’ Ἱππώνακτι οἷον « ὤμιξεν αἷμα καὶ χολὴν ἐτίληϲεν » (Bergk 55) καὶ τὸ ἀναρριχᾶϲθαι δὲ τοῖϲ Ἀττικοῖϲ παρὰ τὸ ἀρχαῖόν ἐϲτι γενόμενον ἀραχνιῶ καὶ ἐν ὑπερθέϲει τῶν ϲτοιχείων ἀναρριχῶ, τοῦ μὲν ν̄ εἰϲ τὴν χώραν τοῦ ρ̄ τεθέντοϲ, τοῦ δὲ ῑ ἀμοιβαίωϲ καὶ τοῦ ρ̄ εἰϲ τὴν χώραν τοῦ ν̄, τοῦ δὲ χ̄ πληϲίον τοῦ ω̄. ϲεϲημείωται τὸ ϲτενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήϲει ὂν βαρύνεται.
Τὰ εἰϲ δ̄ω̄ διϲύλλαβα παραληγόμενα τῷ η̄ βαρύνεται, ἥδω ἥδομαι, κήδω κήδομαι, τὸ δὲ πηδῶ περιϲπᾶται.
Τὰ εἰϲ δ̄ω̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ τὸ ε̄ καταλήγουϲαν περιϲπᾶται, ἐδῶ ἐδήϲω, μεθῶ, ἐξ οὗ τὸ μεδέων, μεδήϲω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω καὶ ϲκέδω.
Πᾶν εἰϲ δ̄ω̄ λῆγον ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν μετὰ βραχείαϲ οὐ βαρύνεται, ἀλλὰ περιϲπᾶται, ὡϲ ἔχει τὸ ϲταφιδῶ, ὁμαδῶ, κελαδῶ. τὸ δὲ κελάδων κελάδοντοϲ « πὰρ ποταμὸν
κελάδοντα » (Ιl. C 576) ὡϲ ἀπὸ βαρυτόνου τὸ φείδω φείδομαι — τὸ δὲ ἀπ’ αὐτοῦ μεταγόμενον φιδῶ ἀφ’ οὗ πεφιδήϲεται ϲυϲτέλλον τὴν παραλήγουϲαν περιϲπᾶται — ψεύδω ψεύδομαι, ϲπεύδω ϲπεύδομαι, ἐρείδω ἐρείδομαι, ἀείδω, αἴθω ἐπὶ τοῦ αἰϲχύνομαι, ὅπερ καὶ περιϲπᾶται — παραλήγουϲι διφθόγγῳ.Τὰ εἰϲ δ̄ω̄ ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ε̄, ᾧ ὑποτέτακται ἢ ϲύμφωνον ἢ ὑποτακτικον φωνῆεν, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, ϲπένδω, ἔρδω, ἀμέρδω τὸ ϲτερίϲκω, εὕδω, ϲπεύδω, φείδω, δείδω τὸ φοβοῦμαι, εἰδῶ καὶ εἰδῶ. τὸ δὲ κερδῶ, ὅτι κέρδος, περιϲπᾶται.
Τὰ εἰϲ δ̄ω̄ παραληγόμενα τῷ ο̄ περιϲπᾶται, ϲποδῶ, ποδῶ, οἰδῶ τὸ οἰδαίνω, ἀοιδῶ, ὅθεν ἀοιδιῶ.
Τὰ εἰϲ δ̄ω̄ παραληγόμενα τῷ ω̄, εἰ παρ’ ὄνομα εἴη, περιϲπᾶται, κιθαρῳδῶ, κωμῳδῶ, τραγῳδῶ, μονωδῶ, μελῳδῶ, ὑμνῳδῶ, ληρῳδῶ, μεθ’ ὧν καὶ ὀπηδῶ καὶ αὐδῶ καὶ νωδῶ.
Τὰ εἰϲ δ̄ω̄ ἐν τῇ πρὸ τέλουϲ ἔχοντα τὸ ῑ εἰϲ τὸ ν̄ καταλῆγον βαρύνεται, ἀλίνδω, καλίνδω, κυλίνδω « ἡ δὲ κυλινδομένη καναχὴν ἔχε » (Ιl. Π 794), « προπροκυλινδόμενοϲ » (Od. ρ 525), « μέγα κῦμα κυλίνδων » (Od. ε 296). ταῦτα δὲ καὶ περιϲπᾶται.
Τὰ εἰϲ δ̄ω̄ διϲύλλαβα, εἰ ἔχει τὸ ᾱ λῆγον ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ, περιϲπᾶται, φραδῶ τὸ βουλεύομαι· εἰ μέντοι εἰϲ ϲύμφωνον καταλήγοι,
βαρύνεται, ἄρδω, ἄλδω τὸ αὔξω. τὸ μέντοι ἀλδήϲω ἀπὸ περιϲπωμένου τοῦ ἀλδῶ ἐγένετο.Τὰ διὰ τοῦ α ̄θ ̄ω ̄ ὑπερδιϲύλλαβα βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, ὅπερ κατὰ τροπὴν τοῦ τέλουϲ εἰϲ ω̄ ἐποίηϲε τὸ ῥῆμα, κιάθω τὸ πορεύομαι, ἀμυνάθω τὸ βοηθῶ, διωκάθω τὸ διώκω, εἰργάθω, εἰκάθω. τὸ μέντοι φιλομαθῶ καὶ εὐϲταθῶ περιϲπῶνται· παρ’ ὄνομα γάρ. τὸ δὲ μαθῶ μαθήϲω διϲύλλαβον.
Τὰ διὰ τοῦ ε ̄θ ̄ω ̄ βαρύνεται, ϲχέθω, ἔθω, ρέθω, ἀερέθω, φαέθω, φλεγέθω, ϲπερέθω, νεμέθω, βρεμέθω, ἀρέθω, χρεμέθω, τελέθω, ἐγερέθω, ἐμέθω, ἀγερέθω. τὸ δὲ τηλεθῶ τὸ εἰϲ ὕψοϲ θέω περιϲπᾶται.
* Τὸ αἴθω ἐπὶ τοῦ καίω μόνον διὰ τῆϲ αἱ γραφόμενον βαρύνεται.
Τὰ διὰ τοῦ η ̄θ ̄ω ̄ βαρύνεται· εἰ δέ τι περιϲπᾶται, ἀπὸ ὀνόματοϲ γέγονε, ἀλήθω, κνήθω, λήθω, πήθω, ἐξ οὗ καὶ ἔπαθον, πλήθω, πρήθω, δήθω, ἐξ οὗ παραγωγὸν τὸ δηθύνω, μήθω, νήθω. τὸ δὲ βοηθῶ, ἀηθῶ παρ’ ὄνομα. ὅμοιον καὶ τὸ γηθῶ γηθήϲω καὶ ἠθῶ τὸ διυλίζω.
* Τὸ βρίθω μόνον τῷ ῑ παραληγόμενον βαρύνεται.
Τὰ εἰϲ υ ̄θ ̄ω ̄ βαρύνεται, μινύθω, φθινύθω, βαρύθω. τὸ δὲ μυθῶ ἔχει μῦθοϲ. Τὰ εἰϲ θ̄ω̄ κατ’ ἐπιπλοκὴν ϲυμφώνου βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα ἢ τῷ ο̄ παραλήγοιτο, ἀΐϲθω τὸ ἐκπνέω « ὁ δ’ ἔβραχε θυμὸν ἀΐϲθων » (Ιl. Π 468), βιβάϲθω « μακρὰ βιβάϲθων » (Ν 809),
ἐρέχθω τὸ ϲχίζω « νῆα θοὴν ἐρεχθομένην ἀνέμοιϲι » (Ψ 317), ἄχθω, ὅθεν ἄχθομαι, αἴϲθω καὶ αἴϲθομαι, αἰϲθήϲομαι. τοῦτο δὲ ἀπὸ περιϲπωμένου ἐγένετο. τὸ μέντοι μιϲθῶ περιϲπᾶται, ὅτι μιϲθόϲ. τὸ μέντοι μοχθῶ καὶ ῥοχθῶ τῷ ο̄ παραληγόμενα περιϲπᾶται. ϲεϲημείωται τὸ ὀρεχθῶ « πολλοὶ μὲν βόεϲ ἀργοὶ ὀρέχθεον » (Ψ 30).Τὰ εἰϲ θ̄ω̄ παραληγόμενα ε̄ῡ βαρύνεται, πεύθω, ἐλεύθω, κεύθω.
Τὰ εἰϲ θ̄ω̄ παραληγόμενα φύϲει μακρᾷ χωρὶϲ τῶν διὰ τοῦ η̄, εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται, πείθω, κλώθω, βρωθῶ, ἀφ’ οὗ βέβρωθα, πρώθω. ϲεϲημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ περιϲπῶνται, ὅτι μῦθοϲ καὶ ἀπειθήϲ. τὸ δὲ ἀπιθῶ « οὐδ’ ἀπίθηϲεν μύθῳ Ἀθηναίηϲ » (Α 220) περιϲπᾶται ϲυϲτέλλον τὴν παραλήγουϲαν. τὸ γὰρ πείθω μετάγεται εἰϲ περιϲπώμενον πιθῶ, οὗ ὁ μέλλων πιθήϲω, ὁ ἀόριϲτοϲ ἐπίθηϲεν, ὡϲ τὸ φείδω γίνεται φιδῶ περιϲπώμενον καὶ πεφιδήϲεται. οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀπιθῶ.
Τὰ εἰϲ θ̄ω̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν μετὰ βραχείαϲ, μὴ τοῦ ε̄, περιϲπᾶται, τιθῶ, ποθῶ, μαθῶ, ἐξ οὗ τὸ μαθήϲω. τὸ μέντοι ϲχέθω βαρύτονον ἔχον τὸ ε̄. ϲεϲημείωται τὸ ὄθω τὸ φροντίζω « οὐδ’ ὄθομαι κοτέοντοϲ » (Α 181).
Τὰ εἰϲ θ̄ω̄, εἰ ἔχοι πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον λήγουϲαν, ὑπεϲταλμένηϲ τῆϲ ε̄ρ̄, περιϲπᾶται, πτορθῶ, ἀνθῶ, πενθῶ, ὀρθῶ. ϲεϲημαίωται τὸ ἄλθω. τὸ δὲ πέρθω καὶ ἐγέρθω βαρύνεται ὡϲ ἔχον ε̄ρ̄.
Τὰ εἰϲ τ̄ω̄ διϲύλλαβα μὴ κατ’ ἐπιπλοκὴν τοῦ ϲ̄ περιϲπᾶται, ζητῶ,
κροτῶ, πατῶ, ϲτρατῶ τὸ ϲτρατοπεδεύομαι, κοτῶ τὸ ὀργίζομιαι. βροντῶ. τὰ μέντοι βαρύτονα διὰ τοῦ τ̄ οὐ πολλὰ ὦπται καὶ μὴ ενεργητικῶϲ λεγόμενα, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λιτέϲθαι, καὶ τὸ πέτω, ἀρ’ οὗ τὸ πέτομαι, καὶ ἔνια, ἃ ἤδη ὡϲ περιϲπώμενα ἐκλίθη, ὥϲπερ τὸ κέντω, ἐξ οὗ τὸ « κένϲαι ὁμοκλήϲαϲ (Ψ 337) καὶ ἄντω, ὅθεν ἀντόμενοϲ « ὡϲ ἄν τίϲ ϲε ϲυναντόμενοϲ » (Od. ρ 165) καὶ « ἄντεϲθαι ἐν πολέμῳ » (Ο 698). τὸ δὲ « ἤντηϲ’ οὐδὲ ἰδον » (Od. δ 201) καὶ « ἀντήϲω γὰρ ἐγὼ τοῦδ’ ἀνέροϲ » (Il. Π 423) ὡϲ ἀπὸ περιϲπωμένου κέκλιται. τὸ δὲ ἀνύτω καὶ ἀρύτω τῷ τ ἐπλεόναϲεν ὡϲ ἐκ τοῦ ἀνύω καὶ ἀρύω.Τὰ εἰϲ ζ̄ω̄ βαρύνεται, εἰ δέ τι περιϲπᾶται, τοῦτο καὶ βαρύτονον ὤφθη. εἰ δὲ μόνωϲ περιεϲπάϲθη, προϋπῆρξεν αὐτῷ ὄνομα, οὐ τὸ τέλυϲ εἰϲ ω τραπὲν ἰϲοϲύλλαβον ῥῆμα ἀπετέλεϲε.
* Τὰ εἰϲ ᾱ ζ̄ ω̄ βαρύνεται, βάζω, βιβάζω, λάζω τὸ λαμβάνω, ϲτάζω, φράζω, ϲφάζω, χάζω, αἰάζω, ϲτενάζω, ἀλαπάζω, εὐάζω, ἐκκληϲιάζω, ϲκεπάζω, ἀνιάζω, ϲκιάζω, ϲκεδάζω, ἁρπάζω, ἐνθουϲιάζω, βιάζω, αἰτιάζω, ἁλιάζω, ἀγοράζω, ὅπερ τινὲϲ ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν « ὅδ’ ἀγοράζει κλεῖδ’ ἔχων ἐκτείνουϲι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖϲθαι. κράζω, ὅπερ παρὰ λόγον ἐκτέταται, τὰ γὰρ εἰϲ ᾱ ζ̄ ω̄ ϲυϲτέλλει τὸ ᾱ ὑπεϲταλμένων τῶν Αἰολικῶν, τοῦ πτάζω
ἀντὶ τοῦ ἐπιπλήϲϲοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸϲ τῷ ᾱ ἔχοντα τὸ ϲφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλουϲ τὴν ᾱῑ δίφθογγον ἐκφωνουμένην.
* Τὰ εἰϲ ζ̄ ω̄ παραληγόμενα τῷ ε̄ βαρύνεται, ἕζω, χέζω, ῥέζω, πιἑζω μόνον εἰϲ ζ̄ ω̄ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονον τῷ ε̄ παραληγόμενον, Δωριεῖϲ πιάζω ἀναλογώτερον. τοῦτο δὲ καὶ ἀπὸ περιϲπωμένου. τὸ δὲ τραπεζῶ περιϲπᾶται, ὅτι τράπεζα.
* Τὰ εἰϲ ῑζ̄ω̄ βαρύνεται, τρίζω, ϲχίζω, πρίζω, κτίζω, ἵζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, ϲτηρίζω, θρυλλίζω, λυρίζω, ϲαλπίζω, ϲυρίζω, χαιτίζω, κιθαρίζω, Δωρίζω, Θετταλίζω, ἀφ’ οὗ τὸ ἐντεθετταλίϲμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέϲτι χλαμύδα Θετταλικὴν φοροῦμεν, Ϲκυθίζω, Περϲίζω, ϲφετερίζω. τὸ δὲ ῥιζῶ περιϲπᾶται, ὅτι ῥίζα.
* Τὰ εἰϲ ζ̄ω̄ τὸ ο̄ παραληγόμενα τρία ἐϲτὶ καὶ βαρύνεται, ὄζω — τοῦτο δὲ ἐνίοτε καὶ περιϲπώμενον λέγεται, ἐξ οὗ καὶ ὁ μέλλων ὀζέϲω, ἀλλὰ καὶ ὀζήϲω ὡϲ παρ’ Ἀριϲτοφάνει « λίθοϲ τιϲ ὤζηϲεν τεθυμιαμένοϲ », ἁρμόζω, δεϲπόζω.
* Τὰ εἰϲ ζ̄ω̄ τῷ ω̄ ἢ τῇ ῳ̄ καὶ τῇ ο̄ῑ διφθόγγῳ παραληγόμενα βαπλῴζω ϲὺν τῷ ῑ, εὕρηνται γὰρ ἐν διαιρέϲει ϲωΐζω, πλωΐζω τριϲυλλάβωϲ, ἀθροίζω. τὸ δὲ ῥοιζῶ περιϲπᾶται, ὅτι ῥοῖζοϲ.
* Ἔτι τὰ τῇ ε̄ῑ καὶ ῃ̄ διφθόγγῳ παραληγόμενα εἰϲ ζ̄ω̄ βαρύνεται, δανείζω, χρῄζω παρὰ τὸ χρέοϲ χρεΐζω χρηΐζω καὶ χρῄζω, κλῄζα ἀπὸ τοῦ κλέοϲ κλεΐζω καὶ κληϊζω καὶ κλῄζω, οὐ γέγονε δέ, ὡϲ ἡγοῦνται, κατὰ ϲυγκοπὴν παρὰ τὸ καλήζω τὸ παρὰ Κυπρίοιϲ λεγόμενον. τοῦτο γὰρ οὐκ ἔχει τὸ ῑ· ἔϲτι δὲ παρὰ Ἴωϲι καλέω, παρὰ δ’ Αἰολεῦϲι καλήω.
* Τὰ εἰϲ ζ̄ω̄ ῥήματα παραληγόμενα ῡ φιλεῖ πωϲ βαρύνεϲθαι οἷον τρύζω, γρύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὃ πρωτότυπόν ἐϲτι τοῦ ὀλοφυδνόν, ὀτοτύζω, ὀλολύζω, ϲφύζω, γογγύζω, ἑρπύζω, ἑλκύζω, λαγαρύζω, ποππύζω, κελαρύζω, μαϲταρύζω. βαΰζω. εὑρέθη μέντοι τινὰ καὶ περιϲπώμενα, ὧν ἔϲθ’ ὅτε καὶ προκατάρχει ὄνομα ὡϲ τὸ κορυζῶ καὶ φύζω, οὐ μέϲοϲ παρακείμενοϲ ἐν τῷ « πεφυζότεϲ ἠΰτε νεβροί » (Il. Χ 1) καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ μεμυζότε μυδαλέω τε » παρ’ Ἀντιμάχῳ. Ὀφείλει μὲν τὰ εἰϲ ζ̄ω̄ περιϲπώμενα τῷ ῡ παραληγόμενα τρίτηϲ ϲυζυγίαϲ εἶναι· τὸ δὲ κνυζῶ ἐϲτι καὶ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ, ὁ μέλλων κνυζήϲω, ἐξ οὗ καὶ κνυζηθμόϲ ὡϲ μυκηθμόϲ. « κνυζηθμῷ δ’ ἑτέρωϲε διὰ ϲταθμοῖο φόβηθεν » (Od. π 163). καὶ πάλιν Ϲοφοκλῆϲ Φρίξῳ (fr. 650 Nauck) « κυνηδὸν ἐξέπραξαν κνυζούμενον ». ἔϲτι καὶ τρίτηϲ ὡϲ τὸ « κνυζώϲω δέ τοι ὄϲϲε» (Οd. ν 401). τὸ δὲ κνυζῶϲαι ἀντὶ τοῦ διαφθεῖραι κεῖται. δι’ ὃ ἐπιφέρει Ὅμηροϲ τὸ « πάροϲ περικαλλέ’ ἐόντα ». καί τινεϲ μὲν ἀπὸ κυνῶν κυνῶ καὶ κνυζῶ. ἀλλ’ ἔϲτιν ἀπίθανον καὶ δυϲκατάϲτατον παριϲτᾶν ἐκ τῆϲ κατὰ κύναϲ.
μεταφορᾶϲ τὸ τῶν ὀφθαλμῶν ἀπρεπέϲ. οἱ δὲ παρὰ τὴν κόνυζαν οἷον χαμαιζήλοιο κονύζηϲ » (Nicand. Ther. 70) γίνεϲθαι κνυζῶ ὡϲ κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον. ἄμεινον οὖν Φιλοξένῳ ϲυγκατατίθεϲθαι εἰπόντι, ὅτι παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὄν, προφερόμενον δὲ παρὰ Ἀττικοῖϲ καὶ Ἴωϲιν. Ϲώφρων ἐν Μίμοιϲ (fr. 9 Ahrens)καὶ ξύϲιλον ἀποφαίνεταί τινα ἐκ τοῦ ϲυνεχοῦϲ ἐν γήρᾳ κνηϲμοῦ καὶ Δημόκριτοϲ (fr. 49 Mullach) « ξυόμενοι ἄνθρωποι ἥδονται καί ϲφιν γίνεται ἅπερ τοῖϲ ἀφροδιϲιάζουϲιν » καὶ παρὰ τῷ κωμικῷ ἐν Θεϲμοφοριαζούϲαιϲ (481) « οὗτοϲ πόθῳ μου ἔκνυεν ἐλθὼν τὴν θύραν » ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέϲκεται ὥϲπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω οὕτωϲ εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ ὁμοίωϲ τῷ δίζω δίζῶ. ἐκ δὲ τοῦ ῥηθέντοϲ κνύω καὶ « κνῦμα δακτύλων » παρὰ τῷ κωμικῷ (Eccl. 36) καὶ κνύοϲ δὲ ἡ φθορὰ κατὰ γένοϲ οὐδέτερον ὁμοίωϲ τῷ θύω θύοϲ καὶ φλύω φλύοϲ παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίαϲ καὶ παρὰ Ἡϲιόδῳ ἐν καταλόγῳ περὶ τῶν Προιτίδων (fr. V Dind.)
τὸ δὲ κνύω γίνεται ἐκ τοῦ κνῶ « ἐπὶ δ’ αἶγειον κνῆ τυρόν » παρ’ Ὁμήρῳ (Λ 638), ἐξ οὗ καὶ ἡ κόνιϲ καὶ παρὰ τὸ αὐτὸ κνῶ παράγεται τὸ κναίω τὸ διαφθείρω, οὗ χρῆϲιϲ καὶ παρὰ τῷ κωμικῷ Ἱππεῦϲιν (771)
καὶ ὥϲπερ ϲιῶ ϲτίζω, πρῶ πρίζω, οὕτω κνῶ κνίζω τὸ ἐξεπιπολῆϲ καὶ ἰϲχνῶϲ καταξύω, οὗ ὁ μέλλων κνίϲω, ἀφ’ οὗπερ γίνεται ἡ κνῖϲα δι’ ἑνόϲ τε γραφομένη ϲ̄ καὶ ἔκταϲιν λαβοῦϲα τοῦ ῑ. δηλοῖ δὲ ἡ κνῖϲα τὴν κατ’ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀϲφρήϲει προϲίζουϲαν. προϲηγόρευται δὲ καὶ ἐπίπλουϲ εὖ μάλα καὶ αὐτὸϲ εὐανάδοτοϲ ὢν πρὸϲ ὄϲφρηϲιν, οὐκ αὐτοτελὴϲ δὲ περιτεθειμένοϲ τοῖϲ μηρίοιϲ. Γίνεται
δὲ ἀπὸ τοῦ κνίζω οὐ μόνον ἡ κνῖϲα, ἀλλὰ καὶ ἡ κνίζα ὡϲ ϲχίζω ϲχίζα. Ἀνακρέων (fr. 87 Bergk),τὸ δὲ κνύζα, εἰ μὲν ἐπὶ φυτοῦ, κατὰ ϲυγκοπήν ἐϲτιν οἷον « χαμαιζήλοιο κονύζηϲ », εἰ δὲ ἐπὶ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐκ ἔϲτι ϲυγκοπή, ἀλλὰ ἀπὸ τοῦ κνύω, ἐξ οὗ καὶ κνύοϲ ἡ φθορά. ὁμοίωϲ δὲ καὶ ἐκ τοῦ κνῶ καὶ κνάπτω γίνεται. ὡϲ γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰϲ ῥῶϲιν ἄγω καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον καὶ θῶ θάπτω τὸ ἀποτίθημι τὴν ταφήν, οὕτω καὶ κνῶ κνάπτω, ἀφ’ οὗ κνάφοϲ φυτὸν ἀκανθῶδεϲ, ᾧ τὰ ἄθικτα ἱμάτια ἐπιϲύροντεϲ κατεργάζονται. τὸ δὲ αὐτὸ καὶ γνάπτω, ὅθεν ὁ κναφεὺϲ καὶ γναφεύϲ ὁ αὐτόϲ.
Τὰ διὰ δύο ϲ̄ϲ̄ βαρύνεται· εἰ δέ τι περιεϲπάϲθη, τοῦτο παρ’ ὄνομα ἐγένετο. πάϲϲω, πλάϲϲω, μάϲϲω, νάϲϲω, ἱμάϲϲω, ἀράϲϲω, πατάϲϲω, χαράϲϲω, ἀλλάϲϲω, θαάϲϲω, ἀνάϲϲω, τινάϲϲω, ἐρέϲϲω, πυρέϲϲω, ἀηθέϲϲω, πτήϲϲω, ῥήϲϲω, πλήϲϲω, πτίϲϲω, φρίϲϲω, λίϲϲω « ὣϲ φάτο λιϲϲόμενοϲ μέγα νήπιοϲ » (Π 46), δεδίϲϲω καὶ δειδίϲϲω, αἰνίϲϲω, δρομίϲϲω, ἐνίϲϲω τὸ ἐκφοβῶ « ἐκπάγλωϲ ἐπέεϲϲιν ἐνιϲϲέμεν » (Ο 198), ἑλίϲϲω, ὄϲϲω μετειλημμένον ἀπὸ τοῦ ὄπτω, πτύϲϲω, μύϲϲω, νύϲϲω, ἀφύϲϲω, ὀρύϲϲω, κηρύϲϲω, κορύϲϲω, πτώϲϲω, κνώϲϲω, ὀνειρώϲϲω, ἀμβλυώϲϲω, τυφλώϲϲω, ἀγρώϲϲω, « ἰχθῦϲ ἀγρώϲϲων πυκινὰ πτερὰ δεύεται ἅλμῃ » (ε 53),
ὑπνώϲϲω, λιμώϲϲω, νεώϲϲω, καρδιώϲϲω, ἰκτερώϲϲω, λεύϲϲω, γλαύϲϲω τὸ φωτίζω. τὰ δὲ ἀπ’ ὀνομάτων περιϲπᾶται, θάλαϲϲα θαλαϲϲῶ, ἐλάϲϲων ἐλαϲϲῶ, ἥϲϲων ἡϲϲῶ, κρείϲϲων κρειϲϲῶ, κιϲϲόϲ κιϲϲῶ, λύϲϲα λυϲϲῶ.Τὰ εἰϲ ϲ̄ω̄ ἐπὶ ἐνεϲτῶτοϲ, ὁπότε μὴ ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα μετήχθη ποιητικῶϲ, περιϲπᾶται, ἰϲῶ, νοϲῶ, μαϲῶ, πεϲῶ, ἐξ οὗ γίνεται ὁ μέλλων πεϲήϲω, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα πέϲημα καὶ ὁ ἀόριϲτοϲ δεύτεροϲ ἔπεϲον ὥϲπερ καὶ ἐκ τοῦ χραιϲμῶ ἔχραιϲμον καὶ ἀπὸ τοῦ ὀλιϲθῶ ὤλιϲθον. τὸ δὲ οἴϲω, οὗ τὸ προϲτακτικὸν « οἶϲε θέειον γρηΰ » (χ 481), « οἴϲετε πῦρ » (Il. Ο 718) καὶ δυϲω, οὗ ὁ παρατατικὸϲ « ἐδύϲετο » (β 388) καὶ βήϲω κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα.
Τὰ εἰϲ λ̄λ̄ω̄ βαρύνεται, εἰ μὴ ἀπὸ ὀνόματοϲ εἴη, ψάλλω, βάλλω, θάλλω, ϲκάλλω, ϲφάλλω, ϲτέλλω, τίλλω, ποικίλλω. τὸ δὲ κυλλῶ περιϲπᾶται, ὅτι κυλλόϲ, καὶ τὸ μεταλλῶ, ὅτι μέταλλοϲ, καὶ ἁμιλλῶ, ἐξ οὗ ἁμιλλῶμαι, ὅτι ἅμιλλα.
Τὰ εἰϲ λ̄ω̄ παραληγόμενα τῇ ο̄ῡ διφθόγγῳ ϲπάνιά εἰϲι, βούλω, ὅθεν τὸ βούλομαι, βαρύνεται. τὸ δὲ οὐλῶ περιϲπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλοϲ.
Τὰ εἰϲ λ̄ω̄ διϲύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ε̄ καταλήγουϲαν, βαρύνεται, ἀρχόμενα ἀπὸ ϲυμφώνου μὴ μέϲου, χωρὶϲ εἰ μὴ παρ’ ὄνομα εἴη, κελῶ, πέλω, μέλω· τὸ δὲ μελήϲω ὡϲ ἀπὸ περιϲπωμένου. θέλω. τὸ μέντοι ἐλῶ περιϲπᾶται, ὅτι ἀπὸ φωνήεντοϲ ἤρξατο.
παρ’ ἐνίοιϲ δὲ βαρύνεται. τὸ δὲ ἕλω δαϲυνόμενον ὑποτακτικόν ἐϲτι τοῦ εἷλον. τὸ δὲ τελῶ ἔχει τὸ τέλοϲ ὄνομα. τὸ μέντοι βέλω ἀπὸ μέϲου ἀρχόμενον, ὅθεν βέλοϲ βέλεμοϲ καὶ πλεοναϲμῷ τοῦ ν̄ βέλεμνον, οὐκ ἔϲτιν ἐν χρήϲει.Τὰ εἰϲ λ̄ω̄ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν ἢ φωνήεντα λήγουϲαν περιϲπᾶται, ὑπεϲταλμένων τῶν ἐχόντων τὴν ο̄ῡ δίφθογγον ἢ τὸ ε̄ ἐν διϲυλλάβῳ, καλῶ, χαλῶ, ζηλῶ, δηλῶ, αὐλῶ, πολῶ τὸ ἀναϲτρέφομαι, πωλῶ, ἀπειλῶ, βουκολῶ, ἀμελῶ, ὠφελῶ. ϲεϲημείωται τὸ ἐθέλω καὶ ὀφείλω.
* Τὰ διὰ τοῦ λ̄ω̄ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε̄ παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ̄ προηγούμενον περιϲπᾶται οἷον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. παράλογον οὖν τὸ ἐθέλω κατὰ τόνον τριϲύλλαβον ὄν. τὸ δὲ θέλω διϲύλλαβον κατὰ τοῦτο ἀναλογώτερόν ἐϲτι. ἔχομεν γάρ τινα διϲύλλαβα βαρυνόμενα, μέλω, ἕλω, κελῶ. μηδεὶϲ δὲ οἰέϲθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐϲτὶ κατὰ πλεοναϲμὸν τοῦ ε̄. τὸ γὰρ ε̄ ἐπὶ φωνήεντι πέφυκε πλεονάζεϲθαι ὡϲ τὸ εἶπαϲ ἔειπαϲ, ἐπὶ ϲυμφώνου δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε̄ τὸ μετὰ ϲυμφώνου ὑπάρχον πέφυκε πολλάκιϲ ἀποβάλλεϲθαι, ὡϲ τὸ ἔφη φῆ, ἔβη βῆ. καὶ δεῖ γινώϲκειν, ὅτι ἀεὶ τὸ τριϲύλλαβον εὑρίϲκεται παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ
δηλονότι κράϲει ἐγένετο τοῦ η̄ καὶ ε̄ εἰϲ η̄. — πρόϲκειται « μὴ ἔχοντα ἕτερον λ̄ προηγούμενον » διὰ τὸ ἀνατέλλω.
Τὰ εἰϲ λ̄ω̄ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου περιϲπᾶται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο πάθοϲ ἔχει ἐξ ἐντελεϲτέρου τοῦ εἰϲ λ̄ω̄ καθαρεύοντοϲ, ἁπλῶ, διπλῶ, τριπλῶ, πιμπλῶ, κυκλῶ, ἀντλῶ. ταῦτα καὶ τὰ ὅμοια περιϲπῶνται. τὸ μέντοι ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω, ὥϲπερ καὶ τὸ κελῶ κέκλω καὶ μέλω μέμβλω.
Τὰ εἰϲ μ̄ω̄ ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων ἀρχόμενα παραληγόμενα τῷ ε̄ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τρέμω, νέμω καὶ νεμῶ, ὅθεν νενέμηκα, δέμω, τέμω, γέμω, τρέμω, χρέμω τὸ ἠχῶ, βρέμω τὸ κτυπῶ. ϲεϲημείωται τὸ κρεμῶ περιϲπώμενον, ὁμοίωϲ καὶ τὸ θεμῶ καὶ πολεμῶ. τὸ δὲ ἀτρεμῶ καὶ ἐμῶ ἀπὸ φωνήεντοϲ ἄρχονται.
Τὰ εἰϲ μ̄ω̄ μὴ παραληγόμενα τῷ ε̄ περιϲπᾶται, κομῶ, δαμῶ, γαμῶ, θυμῶ καὶ θυμοῦμαι, μιμῶ καὶ μιμοῦμαι, χραιϲμῶ, κοϲμῶ, κοιμῶ καὶ κοιμῶμαι, οἱμῶ τὸ ὁρμῶ, μαιμῶ τὸ ὁρμῶ.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα μὴ κατ’ ἐπιπλοκὴν ϲυμφώνου ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον καταλήγουϲαν περιϲπᾶται, κιρνῶ, πιλνῶ, πόρνῶ, ἀρνῶ ἀρνοῦμαι.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν ἀρχόμενα ἢ ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων μὴ ἀντιϲτοίχων περιϲπᾶται, χωρὶϲ εἰ μὴ κατ’ ἐπένθεϲιν εἴη τοῦ ν̄ γινόμενα, κυνῶ καὶ ἐν ϲυνθέϲει προϲκυνῶ, πλανῶ, ϲινῶ τὸ βλάπτω. τὸ δὲ τιῶ τίνω κατ’ ἐπένθεϲιν τοῦ ν̄, οὗ τὸ δίχρονον ποτὲ μὲν ϲυϲτέλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιϲτοίχων ἤτοι ἰϲοϲτοίχων. τὸ δὲ ἄνω ἀντὶ τοῦ ἀνύω ἀπὸ φωνήεντοϲ ἄρχεται.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα τῷ ε̄, περιϲπαται, εἰ προκατάρχοι ὄνομα, ἐξ οὗ γέγονε, φρενόϲ φρενῶ, ἑνόϲ ἑνῶ, ξένοϲ ξενῶ, ἀϲθενήϲ ἀϲθενῶ, ϲθένοϲ ϲθενῶ, ϲτένοϲ ϲτενῶ . τὸ γὰρ ϲτένω οὐκ ἔχει ὄνομα οὔτε μένω, μεθ’ ὧν καὶ φένω τὸ φονεύω καὶ πενῶ, ἀφ’ οὗ πένομαι, καὶ ϲθένω καὶ θένω τὸ τύπτω.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα τῷ ο̄ περιϲπᾶται, φθονῶ, δονῶ, πονῶ, κλονῶ, ὀνῶ τὸ ὠφελῶ, φρονῶ, κονῶ.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα φύϲει μακρῷ φωνήεντι, ὁπότε μὴ εἴη κατ’ Αἰολίδα διάλεκτον, περιϲπᾶται, ϲκηνῶ, θρηνῶ, ϲφηνῶ, φωνῶ, ὠνῶ καὶ ὠνοῦμαι, κοινῶ, κοινωνῶ. καὶ τὸ γεγωνῶ ἔοικε μᾶλλον περιϲπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡϲ γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτωϲ καὶ ἐγεγώνεον ἔφη· « ἠμὲν ὅϲ’ ἐφραϲάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον » (Od. ρ 161). ἀπαρέμφατον δὲ προηνέγκατο τὸ γεγωνέμεν· « ἥ ῥ’ ἐν μεϲϲάτῳ ἔϲκε γεγωνέμεν » (Il. Θ 223). οἱ δὲ μετ’ αὐτὸν καὶ ὡϲ βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡϲ περιϲπώμενον. τὸ πώνω βαρύνεται ὡϲ ἴδιον Αἰολέων.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα παραληγόμενα τῇ ε̄ῑ διφθόγγῳ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τείνω, γείνω, κτείνω. τὸ δεινῶ, ὅτι δεινόϲ, καὶ τὸ πεινῶ, ὅτι πεῖνα.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα παραληγόμενα ῑ ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, κρίνω, πίνω, κλίνω, ϲίνω, γίνω. δινῶ δινεῖϲ, ὅτι δίνη καὶ ῥινῶ ῥινοῖϲ, ὅτι ῥίνη. τούτοιϲ ὅμοιον καὶ τὸ κινῶ
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα ῡ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα, δύνω, θύνω, πλύνω, φύνω, μηκύνω, πλατύνω, ταχύνω, τραχύνω, ὀτρύνω, μολύνω, κρατύνω, φαιδρύνω, ἀμύνω, εὐθύνω, βραδύνω, « ἀμορφύνειν ἐθέλωϲιν » ὁ Ἀντίμαχοϲ ἀντὶ τοῦ ἀμορφεῖν, ἀκαχύνω ὁ αὐτόϲ, ἔνθεν ἀπαρέμφατον ἀκαχυνέμεν. ϲεϲημείωται τὸ βυνῶ περιϲπώμενον καὶ παρ’ Ἡϲιόδῳ τὸ « ἐθύνεον » (Scut. 210) ὡϲ ἐνόεον ἢ πλεοναϲμῷ τοῦ ε̄ ἢ μεταβολῇ τῆϲ δ̄ῑ εἰϲ θ̄ῡ. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνόϲ. καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη καὶ τὸ ῡ βραχύ. καὶ τὸ τορυνῶ ἔχει τὸ τορύνη. τοῦτο δὲ οἱ Ἀττικοὶ καὶ βαρύνουϲι καὶ ἐκτείνουϲι « ἐτόρυνε » γάρ (Arist. Eqq. 1172).
Τὰ διὰ τοῦ αινω βαρύνεται· ἃ δὲ περιϲπῶνται, ὀλίγα εἰϲὶ καὶ παρ’ ὄνομα γεγόναϲι, φαίνω φαίνομαι, μαίνω μαίνομαι, χαίνω, ῥαίνω, βαίνω, δραίνω, καίνω, κραίνω, ϲαίνω, χραίνω, αἵνω τὸ δαϲυνόμενον τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ. Φερεκράτηϲ « αἵνειν, πτίϲϲειν ». μιαίνω, μελαίνω, ὑφαίνω. τὸ μέντοι αἰνῶ περιϲπώμενον ἔχει τὸ αἶνοϲ ὥϲπερ καὶ τὸ κελαινῶ τὸ κελαινόϲ καὶ τὸ τριαινῶ τὸ τρίαινα.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα διφθόγγῳ, μὴ τῇ ᾱῑ ἢ ε̄ῑ, περιϲπᾶται, ερευνῶ, θοινῶ, χαυνῶ, κοινῶ, οἰνῶ χωρὶϲ τοῦ ἐλαύνω.
Τὰ εἰϲ νω ὑπερδιϲύλλαβα παραληγόμενα τῇ ε̄ῑ διφθόγγῳ ἢ μακρῷ
τῷ ῑ βαρύνεται καταείνω τὸ καλύπτω, ὠδίνω, ὀρίνω, ἀλεείνω, φαείνω, ἐλεείνω. τὸ χαλινῶ περιϲπᾶται, ὅτι ἔχει τὸ χαλινόϲ, ὥϲπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινόϲ.Τὰ εἰϲ ν̄ω̄ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου περιϲπᾶται, ὑπνῶ, πυκνῶ, ἱκνῶ καὶ ἱκνοῦμαι, τεχνῶ καὶ τεχνῶμαι, ϲκιδνῶ, ἰδνῶ. ϲεϲημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ ϲυγκοπήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ ν̄ τὸ μ̄ βαρύνεται, χωρὶϲ εἰ μὴ ἀπὸ δύο ϲυμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοι, μίμνω, κάμνω, τέμνω. τὸ δὲ κρημνῶ περιϲπᾶται, ὅτι ἀπὸ δύο ϲυμφώνων ἤρξατο.
Τὰ διὰ τοῦ ᾱν̄ω̄ ὑπερδιϲύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματοϲ· αὐτὴ δὲ ἡ διὰ τοῦ ᾱν̄ω̄ παραγωγὴ οὐκ ἔχει κατ’ ἀρχὴν τὸ ῑ ἐκτεταμένον διὰ τὸ ἴϲχω ἰχανῶ ἢ τὴν ε̄ῑ δίφθογγον διὰ τὸ δείκω τὸ δεικνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα, λείπω λιμπάνω, λήβω λαμβάνω, μήθω μανθάνω, λήθω λανθάνω, δήκω δαγκάνω, φεύγω φυγγάνω, οἰδῶ οἰδάνω « οἰδάνει ἐν ϲτήθεϲϲι νόον » (ll. I 556), ᾧ ὅμοιον καὶ τὸ κυδάνω (Ξ 73) καὶ τὸ μελάνω (Η 64). ἱκάνω, κιχάνω, ἃ ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίϲτου ἐκτείνει τὸν δεύτερον. περιϲπῶνται δὲ τὰ διπλαϲιαϲμὸν πάϲχοντα γαγγανῶ τὸ ταράϲϲω καὶ παμφανῶ ἢ ὁπότε ἀπὸ ὀνόματοϲ ἐγένετο, κυρκάνη κυρκανῶ τὸ θορυβῶ, δαπάνη δαπανῶ, μηχανή μηχανῶ, ϲτέφανοϲ ϲτεφανῶ, λίβανοϲ λιβάνῶ, μέλανοϲ μελανῶ.
Τὰ εἰϲ ρ̄ω̄ παραληγόμενα φωνήεντα ᾱ ἢ η̄ ἢ ω̄ περιϲπᾶται, κηρῶ, πληρῶ, γηρῶ, τηρῶ, ὠρῶ τὸ φυλάττω, τιμωρῶ. ϲεϲημείωται τὸ ἄρω βαρύτονον τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι.
Τὰ εἰϲ ρ̄ω̄ παραληγόμενα τῷ ε̄ καὶ βαρύνεται καὶ περιϲπᾶται. καὶ περιϲπᾶται μέν, ὁπότε ἔχει πληϲιάζον ψιλὸν τῷ ε̄, κερῶ τὸ κιρνῶ, περῶ, πτερῶ, ϲτερῶ. μὴ οὕτωϲ δὲ ἔχοντα βαρύνεται, δέρω, φέρω. τὸ ἐρῶ περιϲπᾶται ἀπὸ φωνήεντοϲ ἀρχόμενον.
Τὰ εἰϲ ρ̄ω̄ μὴ ὄντοϲ πρὸ τοῦ ρ̄ ϲυμφώνου, εἰ παραλήγοιτο τῷ ο̄ μόνῳ ἢ μεθ’ ἑτέρου φωνήεντοϲ, περιϲπᾶται, ἀγορῶ, ἀφορῶ, εὐπορῶ, ἀπορῶ, καρποφορῶ, ἱϲτορῶ, ἐπικουρῶ, ἀμοιρῶ. τὸ δὲ ὄρω « ὅτε τ’ ὤρετο » (Il. Μ 279) « ὦρτο πολὺ πρῶτοϲ μὲν » (Il. Η 162) « ὄρθαι » (Θ 474) βαρύτονόν ἐϲτιν.
Τὰ διὰ τοῦ ᾱῑρ̄ω̄ βαρύνεται, χωρὶϲ εἰ μὴ παρ’ ὄνομα εἴη, μαρμαίρω, καρκαίρω, ϲπαίρω καὶ ἀϲπαίρω, χαίρω, γεραίρω, αἴρω τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω· τὸ δὲ αἰρῶ καὶ τὰ ἀπ’ αὐτοῦ ἀναιρῶ, διαιρῶ, καθαιρῶ, ϲυναιρῶ περιϲπῶνται. τὸ δὲ ϲφαιρῶ ἔχει τὸ ϲφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖροϲ.
Τὰ διὰ τοῦ ε̄ῑρ̄ω̄ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, μείρω τὸ μερίζω, τείρω, φθείρω, εἴρω, ϲπείρω, κείρω, πείρω « παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον » (Od. β 434), δείρω, ἐγείρω, οἰκτείρω, ἐθείρω τὸ ἐξ ἔθουϲ τι διαπράττομαι, ἀείρω, ἀγείρω. τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ.
Τὰ διὰ τοῦ ῡρω̄ ἐκτεταμένον τὸ ῡ ἔχοντα βαρύνεται, ϲύρω, πτύρω, φύρω καὶ φυρῶ περιϲπώμενον, μορμύρω, πλημμύρω, ὀδύρω, ἐξ οὗ τὸ ὀδύρομαι, ὀλοφύρω, ἐξ οὗ τὸ ὀλοφύρομαι, πορφύρω. τὰ μέντοι ἔχοντα ϲυνεϲταλμένον τὸ ῡ περιϲπᾶται, μαρτυρῶ, ἀργυρῶ, πυρῶ, ξυρῶ, κυρῶ τὸ τυγχάνω, τοῦ δὲ κύρω τὸ ᶹ ἐκτέταται.
Τὰ εἰϲ ρ̄ω̄ παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ ῡ περιϲπᾶται, ἀμαυρῶ, εὑρῶ, ἐπικουρῶ, οἰκουρῶ.
Τὰ εἰϲ ρ̄ω̄ ἔχοντα ἐπιπλοκὴν ϲυμφώνου, ὁπότε μὴ ϲυγκοπὴν ἐμφαίνοι, περιϲπᾶται, μετρῶ, γεωμετρῶ, ἱδρῶ, κοπρῶ, πιμπρῶ, ποδαγρῶ, λυτρῶ, ἐξ οὗ τὸ λυτροῦμαι. τὸ δὲ ἔγρω κατὰ ϲυγκοπὴν τοῦ ἐγείρω.
* Οὐδὲν ῥῆμα λῆγον εἰϲ ρ̄ διϲύλλαβον κατὰ τὴν τῶν ποιητῶν
χρῆϲιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ̄ καταλήγουϲαν, ἀλλὰ μόνον τὸ ἔρρω « ὅτε τ’ ἤλυθεν ἐνθάδε ἔρρων » καὶ (κ 72)τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱμέρρω, ἀγέρρω, οἰκτίρρω, ὀλοφύρρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον, τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡϲ οἴονταί τινεϲ.
Τὰ διὰ τοῦ ᾱῑω̄ βαρύνεται, εἰ μὴ εἴη ἀπὸ ὀνόματοϲ, ῥαίω τὸ φθείρω, πταίω, ναίω, παίω, δαίω, καίω, κλαίω, γαίω, παλαίω, λιλαίω, ὅθεν λιλαίομαι, κεραίω, ἀγαίω, ϲταλαίω, χαλαίω, κρεμαίω, διχαίω. τὸ δὲ ἀραιῶ ἔχει τὸ ἀραιόϲ, καὶ τὸ ἑδραιῶ τὸ ἑδραῖοϲ καὶ τὸ δικαιῶ τὸ δίκαιοϲ καὶ βεβαιῶ τὸ βέβαιοϲ καὶ τὸ παλαιῶ τὸ παλαιόϲ καὶ περαιῶ τὸ πέραϲ καὶ μαιῶ τὸ ζητῶ τὸ μαῖα καὶ ματαιῶ μάταιοϲ.
Τὰ εἰϲ ω̄ καθαρὰ παραληγόμενα τῇ διὰ ῡ διφθόγγῳ βαρύνεται ψαύω, θραύω, ἀπολαύω, αὔω τὸ βοῶ καὶ αὕω τὸ ξηραίνω ἢ ἅπτω, δαύω τὸ κοιμῶμαι. ἅπαξ δὲ ἡ λέξιϲ παρὰ Ϲαπφοῖ
δαύω τὸ καίω παρὰ Ϲιμωνίδῃ « μηρίων δεδαυμένων » παρὰ τὸ δαίω τὸ καίω τροπῇ τοῦ ῑ εἰϲ ῡ. δεύω, ὁδεύω, τοξεύω, ἰξεύω, λιτανεύω, ἱππεύω, βαϲιλεύω, κυριεύω, ϲεύω. τὸ δὲ « ἐδεύηϲεν δ’ οἰήϊον ἄκρον ἱκέϲθαι » (ι 483) οὐκ ἀπὸ περιϲπωμένου τοῦ δεύω γέγονεν, ἀλλ’ ἐδέηϲεν ἐϲτὶ καὶ πλεονάϲαντοϲ τοῦ ῡ ἐδεύηϲε. τὸ ἐρευνῶ περιϲπώμενον οἱ Αἰολεῖϲ ἀποβάλλοντεϲ τὸ ν̄ βαρύνουϲι διὰ τὸν τρόπον τοῦ ε̄ῡω̄.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῷ ᾱ βαρύνεται, ὁπότε πληϲιάζουϲι τοῖϲ διὰ τοῦ ᾱῡω̄, χραύω χράω, φαύω φάω. περιϲπῶνται δὲ τὰ μὴ οὕτωϲ ἔχοντα, δαῶ δαήϲω, ϲαῶ ϲαώϲω, ἀλαῶ ἀλαώϲω. τὸ δὲ βοάω καὶ γελάω καὶ πεινάω βαρύνεται καὶ τἆλλα ὡϲ ἐντέλειαι τῶν περιϲπωμένων.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα ε̄ βαρύνεται, χωρὶϲ εἰ μὴ προκατάρχοιτο ὄνομα, ἢ ἀπὸ βαρυτόνου μεταϲταίη εἰϲ περιϲπώμενον, ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, ἔω τὸ πορεύομαι, ἐξ οὗ εἶμι, ἕω, οὗ παραγωγὸν
τὸ ἑννύω, νέω, χέω, κέω, ἐξ οὐ τὸ κέομαι καὶ ἐν πλεοναϲμῷ τοῦ ῑ καὶ ϲυγκοπῇ τοῦ ο κεῖμαι, δέω, ξέω, θέω, πνέω, πλέω, ῥέω, ποιέω, νοέω, τελέω. κιρνάμενα δὲ ἔνια περιϲπῶνται, ποιῶ, νοῶ, τελῶ. ϲεϲημείωται τὸ ἐῶ περιϲπώμενον. τὸ δὲ θεῶ, ὅθεν τὸ θεῶμαι, ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέοϲ. καὶ τὸ δεῶ δεήϲω ἀπὸ τοῦ βαρυτόνου δέω γέγονεν.Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ϲείω, θείω, κείω, ἐξ οὗ παθητικὸν κείομαι καὶ κατὰ ϲυγκοπὴν κεῖμαι, βρωϲείω, ὀψείω, κιχείω, τελείω, ὀκνείω, ῥιγείω, θαλπείω, γαμηϲείω. τὸ μέντοι μειῶ ἔχει μεῖοϲ καὶ τὸ τελειῶ τὸ τέλειοϲ καὶ τὸ ἀρειῷ τὸ ἀρείων καὶ ἀρειῶ ἀρειᾷϲ τὸ ἀπειλῶ ὡϲ παρ’ Ἱππώνακτι « ἀρειᾶϲ ϲύκινόν με ποιῆϲαι » (fr. 70 Bergk) τὸ ἀρειή καὶ τὸ ἀχρειῶ τὸ ἀχρεῖοϲ, τὸ οἰκειῶ τὸ οἰκεῖοϲ καὶ τὸ ἀνδρειῶ τὸ ἀνδρεῖοϲ.
* Οὐδὲν εἰϲ ω̄ λῆγον ῥῆμα βαρύτονον καθαρὸν διϲύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω δήειϲ « δήειϲ τόνγε ϲύεϲϲι παρήμενον » (ν 407). τὸ γὰρ ἔκηα οὐ πάντωϲ ἐνεϲτῶτα τὸν κήω αἰτήϲει, ὡϲ ἀπαιτεῖ Φιλόξενοϲ. ἡ δὲ τοιαύτη παράληξιϲ ἢ περιϲπωμένη ἐϲτίν, ὥϲπερ τὸ θηῶ, νηῶ ἢ εἴπερ βαρύτονα εἴη, πάντωϲ κατὰ διάλεκτον, ὡϲ τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖϲ, τὸ παλαίω παλήω καὶ παρ’ Αἰολεῦϲιν ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ, ἀδικήω « Ψάπφ’, ἀδικήει - (Sapph. fr. Ι 20), ποθήω « καὶ ποθήω καὶ μάομαι » τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.
Τὰ εἰϲ ω̄ καθαρὸν ὑπερδιϲύλλαβα παραληγόμενα βραχεῖ περιϲπᾶται, μειδιῶ, κοπιῶ, ἀξιῶ, ἐρυθριῶ, ἀγωνιῶ, ἀκηδιῶ, μετριῶ,
καὶ χαιριῶ, ἐρευθιῶ, φλεγιῶ, κνηθιῶ, κνιφιῶ κατ’ ἐπέκταϲιν τοῦ ῑ γενόμενα παρὰ τὸ χαίρω, ἐρεύθω, φλέγω, κνήθω, κνίφω. τὸ δὲ ἐϲθίω καὶ αὐτὸ ἐπέκταϲιν τοῦ ι λαβὸν καὶ ἀΐω καὶ ἀτίω ϲύνθετον βαρύνονται. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ γὰρ « δείδιε » (Ϲ 34, Ω 358) οὐχ, ὥϲ τινεϲ οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. τὸ δὲ κηκίω τὸ ἀναδίδωμι ἐκ διπλαϲιαϲμοῦ « πολλὴ δ’ ἀνεκήκιεν ἅλμη ». τὸ δὲ μαϲτίω κατ’ ἔλλειψιν τοῦ ζ̄ ἀπὸ τοῦ μαϲτίζω. ϲπάνια δέ εἰϲι τὰ διϲύλλαβα κατὰ ϲυϲτολὴν τοῦ ῑ, ὡϲ καὶ τὸ δίω « τρὶϲ περὶ ἄϲτυ μέγα Πριάμοιο δίον » (Il. Χ 251) καὶ τὸ « κνώδαλον ὅτι δίοιτο » (Od. ρ 317) καὶ διῶ τὸ διώκω, ἔνθεν τὸ δίημι ἐγένετο, παρ’ ὃ τὸ « ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται » καὶ « αὕτωϲ ἐνδίεϲαν » (Il. Ϲ 584), ἴω καὶ ἰῶ τὸ πορεύομαι καὶ τίω τὸ τιμῶ, τιῶ δὲ τὸ τιμωρῶ. τὸ δὲ βιῶ βιοῖϲ βιοῖ τὸ ζῶ, βιῶ δὲ βιᾷϲ βιᾷ τὸ βιάζω.Τὰ εἰϲ ω̄ καθαρὸν ἔχοντα ῑ ἐκτεταμένον βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ψίω τὸ ἐμβρωματίζω, λίω τὸ θέλω, πίω, ἀφ οὗ ὁ μέλλων πίϲω, ἀφ’ οὗ πιπίϲκω, ἵω ὃ καὶ περιϲπᾶται, ἐξ οὗ καὶ ἵημι, μνίω τὸ ἐϲθίω, δηριῶ καὶ δηριῶ περιϲπώμενον « δὴ τότε δηριόωντο Ποϲειδάων καὶ Ἀπόλλων », μητίω καὶ μητιῶ, κονίω, μηνίω τὸ ὀργίζομαι ὃ διφορεῖται
κατὰ τὸν χρόνον, καὶ μηνιῶ, τὸ δὲ ἰῶ ἰῶμαι ἰόϲ, κριῶ κριόϲ, ἀνιῶ ἀνία.Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῷ ο̄ μόνῳ περιϲπᾶται, νοῶ, βοῶ, γοῶ, θροῶ, ποῶ, μακκοῶ τὸ μωραίνω, πτοῶ, λοῶ, κοῶ, ἀγνοῶ, ἀκροῶ, ἀλοῶ. αἱ μέντοι ἐντέλειαι τῶν περιϲπωμένων βαρύνονται, χρυϲόω, ϲτεφανόω, γυψόω.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῇ ο̄ῑ διφθόγγῳ περιϲπᾶται, εἰ μὴ διάϲταϲιϲ γένοιτο τοῦ ῑ, ποιῶ, οἰῶ τὸ μονῶ, ἀλοιῶ τὸ τύπτω, ἀλλοιῶ τὸ μεταποιῶ, πτοιῶ, χροιῶ, ὁμοιῶ, ἑτεροιῶ. τὸ δὲ οἴω, ὅθεν οἴομαι καὶ οἶμαι, διαιρεῖται, ὀΐω γὰρ ποιητικῶϲ. ὁ δὲ οἴω ἐνεϲτὼϲ τοῦ οἴϲω μέλλοντοϲ οὐκ ἔϲτιν ἐν χρήϲει.
Τὰ διὰ τοῦ ῡω̄ διϲύλλαβα βαρύνεται καὶ περιϲπᾶται. περιϲπᾶται μέν, ὅϲα ἔχει ὄνομα ἢ κατ’ ἐναλλαγὴν γέγονε, δυῶ, θυῶ τὸ θυμιῶ, ὅτι θύοϲ, μυῶ καὶ μύω βαρύτονον, κυῶ Ἀττικὸν ἐκ τοῦ κύω. τὰ δὲ μὴ οὕτωϲ ἔχοντα βαρύνεται, δύω, ἐξ οὐ δύνω, θύω, ἐξ οὗ θύνω, λύω, μύω, κύω, ξύω, ὕω, βρύω, πτύω, ῥύω.
Ἔτι τὰ διὰ τοῦ ῡω̄ ὑπερδιϲύλλαβα βαρύνεται, εἰ μὴ ἔχοι ὄνομα, ἀλύω, ἀρτύω, πληθύω, κωλύω, ζευγνύω, ὀμνύω, ὀρνύω, ϲβεννύω, ἀνύω, μηνύω, ἀρύω, ζωννύω, χρωννύω, ῥωννύω , χωννύω, ϲτρωννύω. τὸ δὲ ἰχθυῶ ἔχει τὸ ἰχθῦϲ, καὶ τὸ ἐγγυῶ τὸ ἐγγύη καὶ τὸ βοτρυῶ τὸ βότρυϲ.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενον τῇ ῡῑ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, ἀλυίω, ὀπυίω, μεθυίω. τὸ δὲ γυιῶ περιϲπᾶται.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῷ ω̄ βαρύνεται, ζώω, πλώω, ϲώω, χώω, τρώω, ῥώω, ἁλώω, ἡβώω. χωρὶϲ τοῦ κολῳῶ, ὅπερ ἀπὸ τοῦ κολῳόϲ γέγονε, καὶ ἔχει ῑ προϲγεγραμμένον, ὡϲ Φιλόξενοϲ.
Τὰ εἰϲ ξ̄ω̄ καὶ ψ̄ω̄ περιϲπᾶται, διψῶ, γυψῶ, κενοδοξῶ, φιλοδοξῶ, ἀδοξῶ, αὐξῶ, ἀλεξῶ, ἑψῶ. τὸ γὰρ αὔξω καὶ ἀλέξω καὶ ἕψω Ἀττικῶϲ βαρύνεται. τὸ δὲ ἵξω, οὗ ὁ παρατατικὸϲ ἷξον « οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα » (Od. δ 1) καὶ τὸ ἄξω, οὗ τὸ προϲτακτικὸν « ἄξετε δὲ Πριάμοιο βίην » (Γ 105) καὶ τὸ ὄψω καὶ ὄψομαι, οὗ
τὸ προϲτακτικὸν « ὄψεϲθε Τρῶεϲ καὶ Τρῳάδεϲ » (Ω 704) καὶ πάλιν « ἀλλ’ ὄψεϲθε ἵνα τώγε καθεύδετον » (Od. Θ 313) ἀντὶ τοῦ ἴδετε, κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα.Οἱ εἰϲ ω̄ μέλλοντεϲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν ἔχωϲι πρὸ τοῦ ω̄ τὸ ξ̄ ἢ τὸ ψ̄ ἢ τὸ ϲ̄, βαρύνονται, λέξω, πλέξω, τύψω, γράψω, ποιήϲω, νοήϲω. ἐὰν δὲ μηδὲν ἔχωϲι τούτων πρὸ τοῦ ω̄, περιϲπᾶται, ϲπερῶ, φθερῶ, πλυνῶ, κτενῶ, τιλῶ. πρόϲκειται δὲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐπειδὴ τὸ ποιήϲω ποιηϲῶ οἱ Δωριεῖϲ λέγουϲι, καὶ τὸ λέξω λεξῶ.
Τὰ εἰϲ ω̄ λήγοντα δεύτερα πρόϲωπα προϲτακτικὰ ὁμοτονεῖ τοῖϲ ἰδίοιϲ ὁριϲτικοῖϲ, νικῶ ἐγώ, νικῶ ϲύ, κρεμῶ ἐγώ, κρεμῶ ϲύ. τὰ μέντοι τρίτα εἴτε εἰϲ τ̄ω̄ εἴτε εἰϲ θ̄ω̄ βαρύνεται, λεγέτω, ποιείτω, τυπτέϲθω, λεγέϲθω.
Τὰ εἰϲ ω̄ τρίτα πρόϲωπα τῶν εὐκτικῶν περιϲπῶνται μετὰ τοῦ προϲγεγραμμένου ῑ βοάοι βοῷ, τρυπάοι τρυπῷ.
Τὰ εἰϲ ω̄ ὑποτακτικὰ μονοϲύλλαβα μὲν ὄντα περιϲπῶνται, ἐὰν ὦ, ἐὰν δῶ, ἐὰν βῶ, ἐὰν ϲιῶ, ἐὰν ϲχῶ. καὶ ἐξ ἀνάγκηϲ δὲ περιϲπῶνται. βαρύνεϲθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοϲύλλαβά εἰϲι· οὐδέποτε δὲ μονοϲύλλαβοϲ λέξιϲ βαρύνεται, ἀλλ’ ἢ ὀξύνεται οἷον τίϲ, τί, πούϲ, Ζεύϲ, Φρύξ, Κρήϲ, νύξ ἢ περιϲπᾶται οἷον βοῦϲ νοῦϲ ῥοῦϲ. ὀξύνεϲθαι δὲ οὐκ ἠδύναντο, ἐπεὶ τὰ ῥήματα ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν οἷον τύπτω, γράφω, βοῶ, χρυϲῶ, ποιῶ χωρὶϲ τῶν ϲεϲημειωμένων. λοιπὸν οὖν ἐξ ἀνάγκηϲ περιϲπῶνται, ἐὰν ὦ ἐὰν ϲχῶ καὶ ἐὰν ϲπῶ, ϲυντιθέμενα δὲ καὶ ὑπερβαίνοντα τὴν μονοϲυλλαβίαν βαρύνονται οἷον ἐὰν κατάϲχω ἐὰν παράϲχω, ἐὰν ἐπίϲπω· τὸ δὲ ἐὰν ὦ ἐν ϲυνθέϲει τὸν αὐτὸν τόνον φυλάϲϲει, οἷον ἐὰν ϲυνῶ ἐὰν παρῶ, ἐπειδὴ ἡ ϲυναίρεϲίϲ ἐϲτιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν ϲυνέω καὶ ἐὰν παρέω γεγόναϲι κατὰ κρᾶϲιν τοῦ ε̄ καὶ ω̄ εἰϲ ω̄. Τὰ δὲ εἰϲ ω̄ ὑπὲρ μίαν ϲυλλαβὴν ὑποτακτικὰ βαρύνεται καὶ περιϲπᾶται. καὶ περιϲπῶνται μέν, ἡνίκα ἔχωϲι τὴν μετοχὴν εἰϲ ε ̄ι ̄ϲ ̄ μετ’ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ν ̄τ ̄ κλινομένην, τυφθείϲ τυφθέντοϲ ἐὰν τυφθῶ, τυπείϲ τυπέντοϲ ἐὰν τυπῶ, τιθείϲ τιθέντοϲ ἐὰν τιθῶ, νυγείϲ νυγέντοϲ ἐὰν νυγῶ, δαρείϲ δαρέντοϲ ἐὰν δαρῶ, ϲταλείϲ ϲταλέντοϲ ἐὰν ϲταλῶ, ϲπαρείϲ ϲπαρέντοϲ ἐὰν ϲπαρῶ, φθαρείϲ φθαρέντοϲ ἐὰν φθαρῶ. ἢ ἡνίκα ὦϲιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ τῶν ϲυνῃρημένων,
ποιῶ ἐποίουν ἐὰν ποιῶ, ἐὰν βοῶ, ἐὰν χρυϲῶ. ἡνίκα δὲ μὴ ὦϲι τοιαῦτα, βαρύνονται, ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔφαγον ἐὰν φάγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, τέπυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω. ϲεϲημείωται τὸ ἐὰν εἰδῶ περιϲπώμενον οἷον « ὄφρ’ εὖ εἰδῶ » (Α 515), οὗ ἡ μετοχὴ ὁ εἰδώϲ τοῦ εἰδότοϲ, εἰ καὶ ἀπὸ τοῦ εἰδέω. τὸ δὲ « ἵνα εἴδομεν ἄμφω » (Α 363) προπαροξύνεται, ἐπειδὴ ἡ ϲυϲτολὴ ἀνέδωκε τὸν τόνον. οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.Τὰ εἰϲ ω ὑποτακτικὰ τῶν ἀορίϲτων παθητικῶν περιϲπῶνται, ἐὰν ληφθῶ, ἐὰν τυφθῶ, διὸ καὶ τὸ « ἐὰν ἐγκαταλειφθῶ ὑπὸ ϲοῦ » περιϲπᾶται. τότε γὰρ τὰ τοιαῦτα ὑπὲρ μίαν ϲυλλαβὴν περιϲπῶνται, ὅτε ἔχουϲιν ἀπαρέμφατον εἰϲ ν̄ᾱῑ, ὡϲ τὸ ἐὰν νυγῶ νυγῆναι, ἐὰν δαρῶ δαρῆναι, καὶ μετοχὴν εἰϲ ε̄ῑϲ̄ ὁ νυγείϲ ὁ δαρείϲ, καὶ τὸ εὐκτικὸν εἰϲ η̄ν̄ καθαρὸν νυγείην, δαρείην. ὁμοίωϲ ἐὰν εἰδῶ εἰδείην, εἰ καὶ μὴ ἔχει τὴν μετοχὴν εἰϲ ειϲ. γέγονε δὲ ὡϲ ἀπὸ τοῦ περιπατοῖμι περιπατοίην κατὰ τροπὴν τῆϲ μ̄ῑ εἰϲ η̄ν̄, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴδοιμι εἰδοίην καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο̄ εἰϲ ε̄. ἐὰν δὲ μὴ οὕτωϲ ἔχῃ, βαρύνεται, ἐὰν δράμω· δραμεῖν γὰρ καὶ δράμοιμι, ἐὰν φύγω φυγεῖν καὶ φύγοιμι.
Τὰ δεύτερα καὶ τρίτα ἑνικὰ τῶν ὁριϲτικῶν ὁμοτονεῖ τοῖϲ πρώτοιϲ, ἐὰν ἰϲοϲυλλαβῇ, λείπω λείπειϲ λείπει, ποιῶ ποιεῖϲ ποιεῖ. τὸ δὲ πνεῖ καὶ ῥεῖ καὶ πλεῖ οὐκ ἰϲοϲυλλαβεῖ. οὕτω καὶ ἐπὶ μέλλοντοϲ, νοήϲω νοήϲειϲ νοήϲει καὶ ἐπὶ ὑποτακτικῶν, ἐὰν λέγω ἐὰν λέγῃϲ ἐὰν λέγῃ, ἐὰν βοῶ βοᾷϲ βοᾷ.
Τὰ εἰϲ μ̄ῑ λήγοντα ὁριϲτικὰ ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν, καὶ τὰ τρίτα ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ πρώτοιϲ, τίθημι τίθηϲ τίθηϲι, δίδωμι δίδωϲ δίδωϲι· ϲεϲημείωται φημί φήϲ φηϲί, εἰμί εἴϲ εἶ ἐϲτί.
* Τὰ τρίτα πληθυντικὰ ἐνεϲτῶτοϲ χρόνου ἢ μέλλοντοϲ εἰϲ ῑ λήγοντα θέλει ὁμοτονεῖν ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦϲιν, λέγομεν λέγετε λέγουϲι καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἱϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲιν, ἵεμεν ἵετε ἱεῖϲι· καὶ γὰρ ἱέντεϲ ἱέντων ἱεῖϲι, λέξομεν λέξετε λέξουϲι καὶ τοῖϲ λέξουϲι, διδοῦϲιν ἐκεῖνοι καὶ τοῖϲ διδοῦϲιν, ζευγνῦϲιν ἐκεῖνοι καὶ τοῖϲ ζευγνῦϲιν. ἀντιπίπτει μόνον τὸ φαϲί πρὸϲ τὸ φᾶϲι μετοχικὸν ὡϲ ϲτᾶϲι. τὸ δὲ αἴτιόν ἐϲτιν, ὅτι τοῦτο ἐγκλιτικόν, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ’ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ θέλουϲιν ἔχειν τὸν τόνον, φη εἰμί, ἐϲτί.
* Τὰ εἰϲ ϲ̄ῑ παραληγόμενα τῷ ᾱ προπεριϲπᾶται, πιμπρᾶϲι, κιχρᾶϲι, ἱϲτᾶϲι· καὶ ζητοῦϲί τινεϲ, τίνοϲ χάριν οὐ περιϲπᾶται « καί τ’ ἀγεληδὸν ἴαϲι » (Π 160) καὶ λέγομεν, ὅτι τὰ προπεριϲπώμενα ἰϲοϲυλλαβεῖ τοῖϲ πρώτοιϲ, ἱϲτᾶϲι ἵϲταμεν, κιχρᾶϲι κίχραμεν, τὰ δὲ πλεονάζοντα τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, δίδομεν διδόαϲι, τίθεμεν τιθέαϲιν, ἐν οἷϲ οὖν τὸ ἴαϲι πλεονοϲυλλαβεῖ τοῦ ἴμεν, ἐν τούτοιϲ καὶ προπαροξυνθήϲεται. ἔϲτι καὶ οὕτωϲ εἰπεῖν περὶ τοῦ ἴαϲιν· πᾶν πληθυντικὸν εἰϲ μ̄ε̄ν̄ λῆγον, ὅτε ἐϲτὶ ἀπὸ τῶν εἰϲ μ̄ῑ, μεταποιεῖ τὸ τρίτον τῶν πληθυντικῶν εἰϲ ᾱϲ̄ῑ προπαροξυνόμενον, τίθεμεν τιθέαϲι, δίδομεν διδόαϲι, ἵεμεν ἱέαϲι, ἔμεν ἔαϲι, ζεύγνυμεν ζευγνύαϲιν· εἰ οὖν ἐϲτιν ἴμεν, ϲαφὲϲ ὅτι τῇ αὐτῇ ἀκολουθίᾳ καὶ τὸ ἴαϲι προπαροξυτονηθήϲεται. ἔϲτι δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ῑ.
Τὰ εἰϲ μ̄ῑ εὐκτικὰ ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν, τύπτοιμι, τύποιμι, ποιοῖμι, χρυϲοῖμι, βοῷμι.
Τὰ δεύτερα καὶ τὰ τρίτα τῶν εἰϲ μ̄ῑ εὐκτικῶν ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ πρώτοιϲ, τύπτοιμι τύπτοιϲ, τύπτοι, ποιοῖμι ποιοῖϲ ποιοῖ, βοῷμι βοῷϲ βοῷ.
Πᾶϲ παρῳχημένοϲ ὁριϲτικὸϲ εἰϲ ᾱ λῆγον ὑπερδιϲύλλαβοϲ ἁπλοῦϲ προπαροξύνεται, τέτυφα, πεποίηκα παρακείμενοϲ. ὁμοίωϲ καὶ ὁ ἀόριϲτοϲ ἔτυψα ἐποίηϲα. τὸ δὲ ἧψα καὶ οἶδα διϲύλλαβα, καὶ τὸ ϲυνῆψα ϲύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ ᾱ μακρόν.
Τὰ εἰϲ θ̄ᾱ ἐν δευτέραιϲ προϲώποιϲ ὑπερδιϲύλλαβα προπαροξύνεταί,
λάβῃϲθα, ἔφηϲθα, οἴδηϲθα, λέγῃϲθα, βάλῃϲθα. τὰ μέντοι διϲύλλαβα προπεριϲπᾶται, φῆϲθα ἐπὶ δευτέρου ἀορίϲτου καὶ φῇϲθα ϲὺν τῷ ῑ ἐπὶ τοῦ ἐνεϲτῶτοϲ, ἦϲθα, οἶϲθα.Καὶ τὰ εἰϲ θ̄ᾱ πρῶτα πρόϲωπα προπαροξύνονται, τυπτόμεθα, νικώμεθα, χρυϲούμεθα.
Πᾶν ῥῆμα εἰϲ ν̄ μακροκατάληκτον ὑπὲρ μίαν ϲυλλαβὴν πρὸ μιᾶϲ τοῦ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἐνόουν, ἐδείκνυν, ἔγνων, ἐγεγράφειν, νυγείην, διδοίμην, ἐτυπέτην, ἔϲτων. τὸ δὲ ἐχρῆν καὶ ἦν περιϲπᾶται.
Πᾶν πρόϲωπον ὁριϲτικὸν εἰϲ ο̄ν̄ εἴτε ἑνικὸν εἴτε πληθυντικὸν ἁπλοῦν ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, ἔγραφον ἐγὼ καὶ ἔγραφον ἐκεῖνοι, ἔτυπτον ἐγὼ καὶ ἔτυπτον ἐκεῖνοι, ὑπεϲταλμένηϲ τῆϲ Δωρίδοϲ διαλέκτου, οἱ γὰρ Δωριεῖϲ τὸ ἐλέγον ἐκεῖνοι παροξύνουϲι. τὸ δὲ εἶχον, ἐξ οὗ τὸ κατεῖχον, καὶ ἄλλα περιϲπᾶται ὡϲ διϲύλλαβον. τὰ γὰρ διϲύλλαβα ἢ προπεριϲπῶνται ἢ παροξύνονται κατὰ τοὺϲ κανόναϲ. μακρᾶϲ γὰρ οὔϲηϲ τῆϲ παραληγούϲηϲ προπεριϲπῶνται, ἦλθον, εὗρον, εἶχον, εἶδον καὶ τἆλλα· βραχείαϲ δὲ τῆϲ παραληγούϲηϲ, παροξύνονται, ἴδον, ἔϲχον.
Τὰ εἰϲ ο̄ν̄ προϲτακτικὰ τοῦ πρώτου ἀορίϲτου ὑπερδιϲύλλαβα προπαροξύνονται, ἄκουϲον, νόηϲον, φίληϲον· διϲύλλαβα δὲ ὄντα παροξύνονται ἢ προπεριϲπῶνται κατὰ τοὺϲ κανόναϲ, νεῖμον, κρῖνον, τύψον, λέξον, γράψον, εἶπον ἀντὶ τοῦ εἰπέ ὡϲ παρὰ Μενάνδρῳ « εἶπον δὲ τί ποιεῖν μέλλετε ». ἔϲτι δὲ δηλονότι ἀορίϲτου τοῦ εἶπα προϲτακτικόν· εἰ γὰρ ἦν δευτέρου ἀορίϲτου Ϲυρακουϲίων ἔθει, ὠξύνετο ἂν ὁμοίωϲ τῷ κοινῷ προϲτακτικῷ τῷ εἰπέ. οἱ γὰρ Ϲυρακούϲιοι μεταποιοῦντεϲ εἰϲ ο̄ν̄ τὰ προϲτακτικὰ τοῦ β′ ἀορίϲτου τὸν τόνον φυλάττουϲι τῶν κοινῶν προϲτακτικῶν οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον.
Πᾶν δεύτερον πρόϲωπον παρῳχημένου χρόνου ὑπὲρ μίαν ϲυλλαβὴν λήγοντοϲ ἢ εἰϲ ν̄ ἢ εἰϲ ᾱ ὁμοτονεῖ τῷ πρώτῳ, ἐνύγην ἐνύγηϲ, ἐδάρην
ἐδάρηϲ, τέτυφα τέτυφαϲ, ἔτυψα ἔτυψαϲ, ἔτυπον ἔτυπεϲ, ἔτι καὶ τὰ τρίτα ὁμοτονεῖ τοῖϲ δευτέροιϲ, ἔλαβεϲ ἔλαβεν, ἔτυψαϲ ἔτυψεν.Τὰ εἰϲ μ̄ᾱῑ ὁριϲτικὰ προπαροξύνονται ἢ προπεριϲπῶνται. τὰ μὲν οὖν βραχείᾳ παραληγόμενα προπαροξύνονται, λέγομαι, ἵϲταμαι, δύναμαι, ἄγαμαι, δίδομαι· τὰ δὲ φύϲει μακρᾷ ἁπλᾶ ὄντα προπεριϲπῶνται, κεῖμαι, ἧμαι, ποιοῦμαι, γελῶμαι, ἀγῶμαι, ὑπεϲταλμένων τῶν τῆϲ Αἰολίδοϲ διαλέκτου, ἀκάχημαι γὰρ καὶ ἀλάλημαι, καὶ τοῦ παρακειμένου· οὗτοϲ δὲ προπαροξύνεται, ὁμότονοϲ ὢν τῷ ἰδίῳ ἐνεργητικῷ, νενόηκα νενόημαι, πεποίηκα πεπ ίημαι. τὸ δὲ κατάκειμαι καὶ κάθημαι προπαροξύνονται ϲύνθετα ὄντα.
Τὰ εἰϲ τ̄ᾱῑ τρίτα ὁμοφωνεῖ τοῖϲ εἰϲ μ̄ᾱῑ πρώτοιϲ, τύπτομαι τύπτεται, πεποίημαι πεποίηται, ποιοῦμαι ποιεῖται, οἴομαι καὶ οἶμαι οἴεται. τὰ δεύτερα πρόϲωπα τῶν εἰϲ μ̄ᾱῑ ἰϲοϲυλλαβοῦντα μὲν τοῖϲ πρώτοιϲ καὶ ὁμοτονεῖ αὐτοῖϲ, τίθεμαι τίθεϲαι, δίδομαι δίδοϲαι, πεποίημαι πεποίηϲαι· ἐνδέοντα δὲ μιᾷ ϲυλλαβῇ, ἀπὸ μὲν προπαροξυτόνων ὄντα, παροξύνονται, τύπτομαι, τύπτῃ, γράφομαι γράφῃ, ἀπὸ δὲ περιϲπωμένων περιϲπᾶται, βοῶμαι βοᾷ, ποιοῦμαι ποιῇ.
Τὰ εἰϲ μ̄ᾱῑ ὑποτακτικὰ περιϲπῶνται μὲν ἀπὸ περιϲπωμένων ὄντα, ἐὰν νοῶ ἐὰν νοῶμαι, ἐὰν φιλῶ ἐὰν φιλῶμαι· καὶ ὅταν ὦϲι παρακειμένου καὶ ὑπερϲυντελίκου, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι, ἐὰν κεχρυϲῶμαι. βαρύνονται δὲ ἀπὸ βαρυτόνων ὄντα, ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λίπω ἐὰν λίπωμαι, ἐὰν ἵκωμαι.
Ζήτηϲιν δὲ ἔχουϲι τὰ τοῦ ἐνεϲτῶτοϲ χρόνου τοῦ ἀπὸ τῶν εἰϲ μ̄ῑ, πότε προπαροξύνονται καὶ πότε προπεριϲπῶνται: καὶ ἔϲτιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωϲι τὸ ἐνεργητικὸν ὁριϲτικὸν ἐν χρήϲει, προπεριϲπῶνται, τίθημι ἐὰν τιθῶμαι, ἴϲτημι ἐὰν ἱϲτῶμαι, δίδωμι ἐὰν διδῶμαι. εἰ δὲ μὴ ἔχωϲι το ἐνεργητικὸν ἐν χρήϲει, προπαροξύνεται, δύναμαι ἐὰν δύνωμαι (τὸ γὰρ δύνημι οὐκ ἐν χρήϲει), ἐπίϲταμαι ἐὰν ἐπίϲτωμαι, κρέμαμαι ἐὰν κρέμωμαι.
Τὰ δεύτερα τῶν εἰϲ μήν παρῳχημένων βαρύνεται, ὁπότε βραχυκαταληκτεῖ. καὶ προπαροξύνονται μὲν κατὰ τὸ δεύτερον πρόϲωπον ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπιάρχον, ἐτίθεϲο, ἐδίδοϲο, ἐπεποίηϲο, ἔκειϲο. τὸ δὲ ἧϲο προπεριϲπᾶται ὡϲ διϲύλλαβον. εἰ δὲ μακρᾷ λήγουϲιν, ἀορίϲτου μὲν ὄντα παροξύνονται, ἐγράψω, ἐποιήϲω, ἐγένου, ἐλάβου· παρατατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται, ἐλεγόμην ἐλέγου, ἐκρεμάμην ἐκρέμω.εἰ δὲ ἀπὸ περιϲπωμένων ῥημάτων, περιϲπῶνται, ἐποιούμην ἐποιοῦ, ἐνικώμην ἐνικῶ, ἐκρεμώμην ἐκρεμῶ.
Τῶν εἰϲ μ̄η̄ν̄ εὐκτικῶν τὰ δεύτερα πρόϲωπα εἰϲ ο̄ καταλήγουϲι καὶ η προπαροξύνονται ἢ προπεριϲπῶνται. προπεριϲπῶνται μὲν τὰ διϲύλλαβα, ϲχοίμην ϲχοῖο, δοίμην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰϲ μ̄ῑ λήγουϲι, νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βιῴμην βιῷο. Ὁμοίωϲ δέ ἐϲτιν εἰπεῖν, ὅϲα ἀπὸ τῶν εἰϲ μι ὁριϲτικῶν εἰϲι καὶ ἔχουϲι τὰ εὐκτικὰ ἐνεργητικὰ εἰϲ η̄ν̄ καθαρόν, προπεριϲπῶνται, τίθημι τιθείμην τιθεῖο, τιθείην γὰρ τὸ εὐκτικὸν ἐνεργητικόν. τὸ δὲ δυναίμην δύναιο προπαροξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρήϲει οὔτε δυναίην εὐκτικόν. προπεριϲπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου, δεδοίμην δεδοῖο, πεποιῄμην πεποιῇο, μεμνῄμην μεμνῇο, μεμνῴμην μεμνῷο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόϲωπα εἰϲ ο̄ λήγοντα προπαροξύνονται, τυπτοίμην τύπτοιο, λεγοίμην λέγοιο, τετυψοίμην τετύψοιο· οὕτω καὶ μεμνεῴμην μεμνέῳο.
Τὰ εἰϲ τ̄ο̄ τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖϲ οἰκείοιϲ δευτέροιϲ. νοοιο νοοῖτο, τύπτοιο τύπτοιτο μεμνῇο μεμνῇτο ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ « ϊνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου », μεμνῷο μεμνῷτο παρὰ Ξενοφῶντι ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) « ἀλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». μεμνέῳο μεμνέῳτο, « ὡϲ μεμνέῳτο δρόμου » (Ψ 361)
Τὰ εἰϲ το τρίτα τῶν ὁριϲτικῶν ὑπερδιϲύλλαβα ὄντα τότε προπεριϲπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα περιϲπῶνται, ἐνοοῦ ἐνοεῖτο· ὅτε δὲ τὰ δεύτερα μὴ περιϲπᾶται, τὰ τρίτα προπαροξύνονται, ἐδέξω ἐδέξατο, ἐγένου ἐγένετο. ἧϲο δὲ τὸ καθέζου καὶ ἧτο τὸ τρίτον καὶ πλεοναϲμῷ τοῦ ϲ̄ ἧϲτο προπεριϲπῶνται.
Πᾶν μονοϲύλλαβον προϲτακτικὸν μακροκαταληκτούμενον περιϲπᾶται, θλᾶ, κλᾶ, ζῆ, τῆ ἀντὶ τοῦ δέξαι. βραχυκατάληκτον δὲ ὀξύνεται, ϲπέϲ, ϲχέϲ, ἕϲ, ἀφ’ οὗ τὸ ἄφεϲ, δόϲ, φρέϲ τὸ φέρε.
Τὰ εἰϲ θ̄ῑ προϲτακτικὰ βαρύνονται, τύπηθι, δάρηθι, τύφθηθι καὶ τύφθητι, βῆθι, ϲτῆθι, ἴϲθι τὸ γίνωϲκε. τὸ φαθί ὀξύτονον ϲεϲημείωται. τοῦτο δὲ ὀξύνουϲιν, ἐπεὶ πᾶν ῥῆμα τῶν εἰϲ μι τροπῇ τοῦ μ̄ εἰϲ θ̄ ϲυϲτέλλον τὴν παραλήγουϲαν εἰϲ τὴν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν μετὰ τοῦ αὐτοῦ τόνου προϲτακτικὸν ποιεῖ, τίθημι τίθετι, ἵϲτημι ἵϲταθι καὶ ἐπειδὴ ὀξύνεται τὸ φημί, ὀξύνεται καὶ τὸ φαθί. ἐγὼ δὲ οὐ ϲυγκαθατίθεμαι τοῖϲ ὀξυτονοῦϲι, οὐδὲν γὰρ προϲτακτικὸν εἰϲ θ̄ῑ λῆγον ὀξύνεται. παραλόγωϲ δὲ ὀξύνεϲθαι ἐπεκράτηϲεν.
Πᾶν προϲτακτικὸν ὑπὲρ μίαν ϲυλλαβὴν ὁμοιοκατάληκτον τῷ οἰκείῳ ὁριϲτικῷ καὶ ὁμότονόν ἐϲτιν αὐτῷ, ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτίθη τίθη, ἐπίμπλη πίμπλη, ἵϲτην ἵϲτηϲ ἵϲτη καὶ ἵϲτη, ἐκρήμνην ἐκρήμηϲ ἐκρήμνη καὶ κρήμνη, ὡϲ παρ’ Εὐριπίδῃ « κρήμνη ϲεαυτὴν ἐκ μέϲηϲ ἀντηρίδοϲ »· ἐτύπτου τύπτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖϲ περιϲπᾶται. οὐ πάντῃ δὲ τὰ προϲτακτικὰ τοῦ δευτέρου ἀορίϲτου περιϲπῶνται, εὑρίϲκεται γὰρ τὸ ἀφίκου βαρυνόμενον καὶ τὸ ἴδου. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνουϲιν. ἔϲτι δὲ ἀπολογεῖϲθαι περὶ αὐτῶν κατὰ δύο τρόπουϲ. τὰ γὰρ ἀπαρέμφατα τοῦ β′ ἀορίϲτου εἴωθεν ὁ ποιητῆϲ κατὰ διάλυϲιν προφέρειν οἷον φαγεῖν φαγέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυϲιν· τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν. ἐπειδὴ οὖν ταῦτα ἡμαρτήθηϲαν κατὰ τοῦτο, φημὶ τὸ μὴ διαλύεϲθαι, τούτου χάριν καὶ ἐν τοῖϲ προϲτακτικοῖϲ κατὰ τὸν τόνον ἡμαρτήθηϲαν καὶ ὠξυτονήθηϲαν. ἄλλωϲ τε δὲ ὁ β′ ἀόριϲτοϲ οὐ θέλει μακρᾷ παραλήγεϲθαι, ἀλλὰ βραχείᾳ οἷον ἔλαβον ἔφαγον ἔνυγον. ταῦτα δὲ μακρᾷ παραλήγεται οἷον ἦλθον εἶπον εὗρον. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν χρόνον τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ ὁριϲτικοῖϲ, τούτου χάριν διήλλαξε καὶ περὶ τὸν τόνον ἐν τοῖϲ προϲτακτικοῖϲ καὶ ὠξυτονήθηϲαν.
* Τὰ εἰϲ τ̄ε̄ προϲτακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖϲ ὁριϲτικοῖϲ
ὁμότονα καθεϲτήκαϲιν οἷον ὅτι λέγετε — λέγετε, ὅτι ἄγετε — ἄγετε. ἐπίϲταϲιν οὖν ἔχει τὸ ἔϲτε. τὸ μὲν ὁριϲτικὸν ὀξύνεται, τὸ δὲ προϲτακτικὸν βαρύνεται. ὁμοίωϲ καὶ τὸ φάτε.* Τὰ εἰϲ ϲ̄θ̄ε̄ προϲτακτικὰ ὁμοιοκατάληκτα τῷ οἰκείῳ ὁριϲτικῷ καὶ ὁμότονά ἐϲτιν αὐτῷ, ἐτύπτεϲθε — τύπτεϲθε, ἐλέγεϲθε — λέγεϲθε, ἐπίθεϲθε πίθεϲθε, ἐλάβεϲθε λάβεϲθε. τὸ δὲ πιθέϲθε λαβέϲθε παροξυνόμενα μεταγενεϲτέρων Ἰώνων ἐϲτίν.
Τὰ εἰϲ ᾱῑ ὑπερδιϲύλλαβα προϲτακτικὰ προπαροξύνονται, ποίηϲαι, ἄϲπαϲαι, πείρηϲαι « εἰ δ’ ἄγε μὴν πείρηϲαι » (Α 302), « ἀλλὰ ϲὺ μὲν κατάλεξαι » (Od. τ 44), « νῦν δ’ αὖτ’ ἐμὸν ἔγχοϲ ἄλευαι » (Il. Χ 285) τὸ δὲ λοῦϲαι καὶ δέξαι καὶ κτῆϲαι βαρύνονται ὡϲ διϲύλλαβα.
Πᾶν ἀπαρέμφατον ἢ ειϲ ν̄ λήγει ἢ εἰϲ ᾱῑ. καὶ τὰ εἰϲ ν̄ μακροκατάληκτα δύο ἔχει τόνουϲ. ἢ γὰρ βαρύνονται ἢ περιϲπῶνται. καὶ τὰ μὲν μονοϲύλλαβα περιϲπῶνται, πλεῖν, ῥεῖν, ζῆν, δρᾶν. τὰ μέντοι ὑπὲρ μίαν ϲυλλαβὴν ἢ βαρύνεται ἢ περιϲπᾶται. βαρύνεται μὲν τὰ ἀπὸ βαρυτόνων χρόνων ἐνεϲτῶτοϲ καὶ μέλλοντοϲ τύπτω τύπτειν τύψω τύψειν, ποιήϲω ποιήϲειν. τότε δὲ περιϲπᾶται, ὅτε καὶ τὰ ὁριϲτικὰ περιϲπῶνται, ποιῶ ποιεῖν, κτυπῶ κτυπεῖν, ϲτελῶ ϲτελεῖν, χρυϲῶ χρυϲοῦν, βοῶ βοᾶν. καὶ οἱ μὲν ἐνεϲτῶτεϲ ἀπὸ ἐντελείαϲ ἔχουϲι τὴν περιϲπωμένην ποιέειν ποιεῖν, οἱ δὲ δεύτεροι μέλλοντεϲ οὔ· ἀπὸ γὰρ τοῦ εὐφρανεῖν γέγονε κατὰ διάλυϲιν τὸ εὐφρανέειν. καὶ τὰ δὲ εἰϲ ν̄ τοῦ δευτέρου ἀορίϲτου ἀπὸ κλίϲεωϲ περιϲπῶνται, ὥϲπερ καὶ τὰ περιϲπώμενα, δραμεῖν, φαγεῖν, πιεῖν, ἐλθεῖν, ἰδεῖν. τὸ δὲ πέφνειν ϲεϲημείωται. ἐβαρύνθη δέ, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτου ἐβαρύνθη.
Τὰ δὲ εἰϲ ᾱῑ λήγοντα ἀπαρέμφατα πάντα βαρύνεται, τύψαι, ποιῆϲαι, κεῖραι — τὸ δὲ ποιήϲαι κείραι εὐκτικά ἐϲτι — τελέϲαι,
ϲυρίϲαι, λεπίϲαι, τιθέναι, ἱϲτάναι, διδόναι, ζευγνύναι, ϲτῆναι, βῆναι, γνῶναι, βιῶναι, ἁλῶναι, θεῖναι, δοῦναι, εἷναι, τυφθῆναι, τετύφθαι, τύπτεϲθαι, τυπέϲθαι.* Πᾶν ἀπαρέμφατον εἰϲ ϲ̄θ̄ᾱῑ ἁπλοῦν πάντωϲ ὁμοτονεῖ τῷ ἰδίῳ ὁριϲτικῷ οἷον τύπτεται τύπτεϲθαι, βοᾶται βοᾶϲθαι, χρυϲοῦται χρυϲοῦϲθαι, τυφθήϲεται τυφθήϲεϲθαι, τυπήϲεται τυπήϲεϲθαι, ἔρχεται ἔρχεϲθαι, ἐτύψατο τύψαϲθαι, ἐποιήϲατο ποιήϲαϲθαι, τύψεται τύψεϲθαι χωρὶϲ τῶν εἰϲ θ̄ᾱῑ ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ δευτέρου μέϲου ἀορίϲτου. ταῦτα γὰρ οὐχ ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ ὁριϲτικοῖϲ, ἀλλὰ πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον οἷον πεποίηται πεποιῆϲθαι, νενόηται νενοῆϲθαι, τέτυπται τετύφθαι, γέγραπται γεγράφθαι, λέλεκται λελέχθαι, ἐτύπετο τυπέϲθαι, ἐνύγετο νυγέϲθαι, ἐλάβετο λαβέϲθαι; ἵκετο ἱκέϲθαι, ἀφίκετο ἀφικέϲθαι. ϲεϲημείωται τὸ ἔρεϲθαι δευτέρου μέϲου ἀορίϲτου ὂν καὶ προπαροξυνόμενον, περὶ οὗ ἔϲτιν εἰπεῖν ὅτι ἐξηκολούθηϲε τῷ δέρεϲθαι καὶ φέρεϲθαι καὶ ϲτέρεϲθαι, ἅτινά εἰϲιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, καὶ ἐκ τοῦ ἐναντίου δὲ ϲεϲημείωται τὸ λιτέϲθαι ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον οἷον « οἷ τ’ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέϲθαι » (Π 47) ἀντὶ τοῦ ἱκετεύειν. ὤφειλε γὰρ προπαροξύνεϲθαι ὁμοίωϲ τῷ ἰδίῳ ὁριϲτικῷ τῷ λίτεται. κάλλιον δὲ ἠκολούθηϲε τῷ λιπέϲθαι θέϲθαι ἰδέϲθαι, ἅτινά εἰϲι δευτέρου μέϲου ἀορίϲτου. Ϲεϲημείωται
τὸ ἐγρήγορθαι οἷον « ἐγρήγορθαι ἄνωχθι » (Κ 67), ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὔ ἔϲτιν εἰπεῖν, ὅτι Αἰολίδοϲ ἐϲτὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβαϲε τὸν τόνον· οἱ γὰρ Αἰολεῖϲ ἀναβιβαϲτικοὶ τῶν τόνων εἰϲί. τὸ γὰρ Ἀτρεύϲ Ατρευϲ λέγουϲι καὶ τὸ Πηλεύϲ Πήλευϲ. — πρόϲκειται ἐν τῷ κανόνι ἁπλοῦν διὰ τὸ κατάκειται κατακεῖϲθαι, κάθηται καθῆϲθαι.* Ὅϲα εἰϲ θ̄ᾱῑ λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τοῦ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ἵϲταϲθαι, κίχραϲθαι, πίμπραϲθαι. ὅϲα δὲ πρὸ τέλουϲ ἔχει φύϲει μακράν, περιϲπᾶϲθαι θέλει, νικᾶϲθαι, φιλεῖϲθαι. τὰ γὰρ τοιαῦτα δίζηϲθαι, φίληϲθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντεϲ ἐκτείνειν τὸ δεύτερον ᾱ ἐν τῷ εὐχετάαϲθαι, πάντωϲ μὲν περιϲπῶϲιν· εἰ δὲ δεδώκαϲι τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν βραχυνομένην· οὕτωϲ οὖν πάντα ταῦτα ἀναγνωϲτέον, δεδάαϲθαι (Od. π 316), μηχανάαϲθαι (Od. γ 213), αἰτιάαϲθαι (Il. Κ 210), ἑδριάαϲθαι ( Οd. γ 35), μνάαϲθαι (Od. α 39).
Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ ϲυνθέϲει ἀναδίδωϲι τὸν τόνον· καὶ εἰ μὲν διϲύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ ϲύνθετον προπαροξύνεται, φημί ϲύμφημι, ἔϲτι ϲύνεϲτι, εὑρέ ἔφευρε, τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βαρυτόνου ἐγένετο, εἰπέ κάτειπε. εἰ δὲ μονοϲύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ ϲύνθετον παροξύνεται δόϲ ἀπόδοϲ, θέϲ ἐπίθεϲ, ἕϲ πρόεϲ ϲημαῖνον τὸ ἄφεϲ, ϲχέϲ ἐπίϲχεϲ, ϲπέϲ ἐνίϲπεϲ « ϲὺ δ’ ἀληθὲϲ ἐνίϲπεϲ » (Od. γ 247), τὸ δὲ « ὥϲ μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸϲ ἔνιϲπεϲ » (Ω 388) ἐϲτιν ὁριϲτικὸν ἐκ τοῦ ἤνιϲπεϲ τὴν ἀρχὴν ϲυϲτείλαντοϲ. τὸ μέντοι ἄνευ τοῦ ϲ̄
προϲτακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ « νημερτέϲ μοι ἔνιϲπε » (Od. δ 642) — χρή ἀπόχρη. τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περιϲπωμένου ἐγένετο.Τὰ εἰϲ ω̄ μονοϲύλλαβα μὴ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ̄ ὀξύτονον ἐπὶ ἐνεϲτῶτοϲ μετὰ προθέϲεωϲ ϲυντεθειμένα τὴν περιϲπωμένην φυλάττει καὶ ἐν τῇ ϲυνθέϲει, ϲμῶ περιϲμῶ, δρῶ ϲυνδρῶ, κλῶ ϲυγκλῶ, ὦ ϲυνῶ, παρῶ. πρόϲκειται « ἐπὶ ἐνεϲτῶτοϲ » διὰ τὸ ϲχῶ παράϲχω, ϲπῶ ἐπίϲπω, τὸ δὲ βῶ ἀναβῶ, δῶ παραδῶ φυλάϲϲει τὸν αὐτὸν τόνον ὡϲ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ̄ ὀξύτονον. πρόϲκειται « μετὰ προθέϲεωϲ » διὰ τὸ ἄζω τὸ ξηραίνω. τοῦτο γὰρ ἀπὸ τοῦ ᾱ ϲτερητικοῦ μορίου καὶ τοῦ ζῶ.
* Τὰ εἰϲ ο̄ῡ μονοϲύλλαβα προϲτακτικά, ἡνίκα μὲν ϲυντεθῇ μετὰ μονοϲυλλάβου προθέϲεωϲ, περιϲπᾶται οἷον οὗ προοῦ. ἡνίκα δὲ μετὰ διϲυλλάβου, βαρύνεται, θοῦ ἀπόθου κατάθου, ϲχοῦ ἀνάϲχου. Πᾶν ῥῆμα ὁριϲτικὸν εἰϲ ω̄ ὑπὲρ μίαν ϲυλλαβὴν ἐν τῇ ϲυνθέϲει φυλάττει τὸν αὐτὸν τόνον, γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμογλυφῶ καὶ ἀϲθενῶ καὶ εὐϲεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουϲι τὸν τόνον οὐ γὰρ ἀπὸ ῥημάτων ϲυνετέθηϲαν.
Πᾶϲ παρῳχημένοϲ ὁριϲτικὸϲ ἀπὸ φωνήεντοϲ ἀρχόμενοϲ καὶ ἀπὸ φύϲει μακρᾶϲ τὸν αὐτὸν φυλάττει τόνον καὶ ἐν τῇ ϲυνθέϲει, εἶχον κατεῖχον, ἧψα ϲυνῆψα, εἶπον ἐξεῖπον, εὗδον « εὗδ’ ἀνακλινθείϲ » (Od. δ 794) καθεῦδον « ἔνθα καθεῦδ’ ἀναβάϲ » (Α 611), ἧϲτο καθῆϲτο, πλὴν τοῦ εἶξεν ὑπόειξεν ὡϲ παρὰ τῷ ποιητῇ ἐν Ὀδυϲϲείᾳ (π 42)
εἶκον ὑπόεικον « νεῶν δ’ ὑπόεικον ἀνάγκῃ (Π 305). τὸ δὲ οἶδα ϲύνοιδα Αἰολικόν. χαίρουϲι γὰρ οἱ Αἰολεῖϲ ἀναβιβάζειν τοὺϲ τόνουϲ ὥϲπερ ἐπὶ τοῦ Ἀτρεύϲ Ἄτρευϲ. πρόϲκειται ἀπὸ φωνήεντοϲ ἀρχόμενα διὰ τὸ
χεῦε περιέχευε, κεῖτο κατέκειτο. πρόϲκειται ἀπὸ φύϲει μακρᾶϲ διὰ τὸ ἷζε ἔφιζε « Νεϲτωρ δ’ αὐτὸϲ ἔφιζε » (Od. γ 411). ἷεν ξύνιεν « καὶ μέν μευ βουλέων ξύνιεν » (Α 273) ὡϲ « αὐτὰρ ἐπεὶ κόϲμηθεν » (Il. Γ 1). εἶχε κάτεχε « νύξ δὲ μάλα ϲτυγερὴ κάτεχ’ οὐρανόν » (Od. ν 269). πρόϲκειται « ὁριϲτικόϲ » διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε εὗδε κάθευδε, ἧϲο κάθηϲο « ἀλλ’ ἀκέουϲα κάθηϲο » (Α 565)* Πᾶν ὑποτακτικὸν εἰϲ μαι λῆγον ἐπὶ δευτέρου μέϲου αορίϲτου ἐν τῇ ϲυνθέϲει προπαροξύνεται οἷον θῶμαι ἀπόθωμαι καὶ διάθωμαι δεῦτε τέκνον καὶ διάθωμαι », ϲχῶμαι ἀπόϲχωμαι « ἀπόϲχωνται πολλοί ».
* Τὰ εἰϲ μ̄ῑ εὐκτικὰ ἀπὸ μονοϲυλλάβων ῥημάτων ἐπὶ ἐνεϲτῶτοϲ τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ ϲυνθέϲει, ϲμῷμι ϲμῷϲ ϲμῷ περιϲμῷμι περιϲμῷϲ περιϲμῷ, δρῷμι δρῷϲ δρῷ ϲυνδρῷμι ϲυνδρῷϲ ϲυνδρῷ. πρόϲκειται « ἐπὶ ἐνεϲτῶτοϲ » διὰ τὸ ϲχοῖμι ϲχοῖϲ ϲχοῖ ἐπίϲχοιμι ἐπίϲχοιϲ ἐπίϲχοι. τὸ δὲ « ἐπίϲχοιεϲ » (Ξ 241) ἀπὸ τοῦ ἐπίϲχοιϲ πλεοναϲμόϲ ἐϲτι τοῦ ε̄ ἢ ϲυϲτολὴ τοῦ ἐπιϲχοίηϲ.
* Τὰ ϲύνθετα προϲτακτικὰ βραχυκατάληκτα ὡϲ ἐπὶ πλεῖϲτον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖϲ ἁπλοῖϲ φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, ϲπεῖρε κατάϲπειρε, ἧϲο κάθηϲο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.
* Πᾶν ἀπαρέμφατον ϲυντιθέμενον φυλάττει τὸν αὐτὸν τόνον, ἴϲχειν ἐπίϲχειν, ϲχεῖν ἐπιϲχεῖν, πτέϲθαι ἐπιπτέϲθαι, ϲχέϲθαι ἀποϲχέϲθαι « τότ’ ἂν οὔτοι ἀποϲχέϲθαι » (Od. ι 211), ἧϲθαι καθῆϲθαι, κεῖϲθαι κατακεῖϲθαι.
Οὐδεμία μετοχὴ περιϲπᾶται, εἰ μὴ ἐκ ϲυναιρέϲεωϲ εἴη. αὗται δὲ ᾗ εἰϲ ων λήγουϲαι, ἀρϲενικαὶ οὖϲαι ἢ οὐδέτεραι, ἢ εἰϲ ο̄ῡν̄ μόνωϲ οὐδέτερον
ἢ ἐνεϲτῶτόϲ εἰϲιν ὁ ποιέων ὁ ποιῶν καὶ τὸ ποιέον τὸ ποιοῦν, ὁ βοάων ὁ βοῶν καὶ τὸ βοάον τὸ βοῶν, ὁ χρυϲόων ὁ χρυϲῶν καὶ τὸ χρυϲόον τὸ χρυϲοῦν, ἤγουν μέλλοντοϲ τῆϲ πέμπτηϲ ϲυζυγίαϲ, κερῶν, ϲπερῶν, κτενῶν, ἐπεὶ καὶ τούτων ῥήματα περιϲπῶνται — ποιῶ, βοῶ, χρυϲῶ, κερῶ, ϲπερῶ, κτενῶ. — βαρύνεται δὲ ἡ εἰϲ ω̄ν̄ μετοχή, ὅτε τὸ ῥῆμα βαρύνεται, τύπτω τύπτων, γράφω γράφων, γράψω γράψων, ποιήϲω ποιήϲων. ὀξύνονται δὲ αἱ εἰϲ ω̄ν̄ δευτέρου ἀορίϲτου λαβών, τυπών, φαγών, μεθ’ ὧν καὶ ἐών καὶ ἰών καὶ κιών, πλὴν τοῦ πέφνων βαρυνομένου ὁμοίωϲ τῷ τέμνων καὶ κάμνων, τὸ δὲ ἑκών ἠκολούθηϲε τοῖϲ προειρημένοιϲ ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ. ἐπειδὴ δὲ αἱ εἰϲ ω̄ν̄ λήγουϲαι καὶ ἐπὶ τέλουϲ ἔχουϲαι τὸν τόνον ἄδηλον εἴτε ὀξύνονται εἴτε περιϲπῶνται, ἐκ τῆϲ κλίϲεωϲ διατελείϲθωϲαν. ὧν μὲν γὰρ αἱ πλάγιοι φύϲει μακρᾷ παραλήγονται, τούτων πάντωϲ καὶ αἱ εὐθεῖαι περιϲπῶνται οἷον βοῶντοϲ βοῶν, χρυϲοῦντοϲ χρυϲοῦν, κεροῦντοϲ κερῶν, κτενοῦντοϲ κτενῶν. ὧν δὲ μόνον ἐϲτὶ τὸ ο̄ ἐν τῇ παραληγούϲῃ, τούτων αἱ εὐθεῖαι ὀξύνονται, δευτέρου οὖϲαι ἀορίϲτου, λαβόντοϲ λαβών, δραμόντοϲ δραμών.Αἱ δὲ εἰϲ ᾱϲ̄ αἱ μὲν τοῦ πρώτου ἀορίϲτου πᾶϲαι πρὸ μιᾶϲ ἔχουϲι τόν τόνον τελέϲαϲ, ποιήϲαϲ, τύψαϲ, γεμίϲαϲ, ϲαλπίϲαϲ, λεπίϲαϲ, καλλωπίϲαϲ, βρίϲαϲ, κτίϲαϲ, λακτίϲαϲ, μεθ’ ὧν καὶ ἡ ἴϲαϲ
ἀπὸ τοῦ ἴϲημι. αἱ δὲ τοῦ δευτέρου ἀορίϲτου ἢ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ τῶν εἰϲ μι πᾶϲαι ὀξύνονται, ϲτάϲ, φθάϲ, ἱϲτάϲ, κιχράϲ.Αἱ δὲ εἰϲ ε̄ῑϲ̄ καὶ εἰϲ ο̄ῡϲ̄ καὶ εἰϲ ω̄ϲ̄ καὶ εἰϲ ῡϲ̄ πᾶϲαι ὀξύνονται, τυφθείϲ, δαρείϲ, τυπείϲ, τιθείϲ, διδούϲ, βιούϲ, πεποιηκώϲ, τετυφώϲ, τετυπώϲ, ἑϲτώϲ, βεβώϲ, πηγνύϲ, ὀλλύϲ, ὀμνύϲ.
Αἱ δὲ εἰϲ μ̄ε̄ν̄ο̄ϲ̄ παϲαι προπαροξύνονται χωρὶϲ τῶν τοῦ παρακειμένου, τυπτόμενος, γραφόμενοϲς, τυψόμενος, τυψάμενος, γραψάμενος, τυπούμενοϲ· αἱ γὰρ τοῦ παρακειμένου πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, τετυμμένος, πεποιημένοϲ, πεφιλημένος, πεπταμένος, χωρὶϲ εἰ μὴ πάθωϲι· τότε γὰρ ἀναβιβάζουϲι καὶ αὗται τὸν τόνον μὴ οὖϲαι ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὡϲ ὦρκα ὦρμαι ὄρμενοϲ, ἥδω ἥϲω ἧϲμαι ἡϲμένοϲ καὶ ἄϲμενοϲ, καὶ βεβλημένοϲ βλήμενοϲ καὶ ἄρχμενοϲ καὶ δέγμενοϲ καὶ ἄλμενοϲ καὶ ἐμπλήμενος, εἴτε παρακειμένου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότωϲ προπαροξύνονται. πρόϲκειται « μὴ οὖϲαι ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ » διὰ τὸ ἀκάχω ἀκαχήϲω ἠκάχημαι ἠκαχημένοϲ ἀκαχημένος. τὸ γὰρ οὐτάμενοϲ καὶ ἐληλάμενος
οὐ κατὰ πάθοϲ γίνονται προπαροξυτόνωϲ ἀπὸ τοῦ οὐταϲμένοϲ καὶ ἐληλαϲμένοϲ, ἐπειδὴ ὡϲ ὄντα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὤφειλον τὸν αὐτὸν τόνον φυλάξαι, ἀλλ’ ἀπὸ τῶν εἰϲ μ̄ῑ εἰϲίν, ὡϲ ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦϲιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ ὥϲπερ ἵϲτημι ἵϲταμαι ἱϲτάμενοϲ.Αἱ εἰϲ η̄ λήγουϲαι θηλυκαὶ παροξύνονται, τυπτομένη, τετυμμένη.
Αἱ εἰϲ ᾱ θηλυκαὶ προπαροξύνονται ἢ προπεριϲπῶνται. καὶ προπεριϲπῶνται μέν, ὅϲαι ἀπὸ ὀξυτόνων εἰϲὶν ἀρϲενικῶν ἢ περιϲπωμένων, νοῶν νοοῦϲα, εὐφρανῶν εὐφρανοῦϲα , τυπείϲ τυπεῖϲα, τετυφώϲ τετυφυῖα. προπαροξύνονται δέ, ὅϲαι ἀπὸ βαρυτόνων εἰϲὶν ἀρϲενικῶν, λέγων λέγουϲα, τύψων τύψουϲα, ποιήϲαϲ ποιήϲαϲα.
Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ ἀρϲενικοῖϲ, ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήϲαϲ τὸ ποιῆϲαν, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα.
Αἱ ϲυντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουϲι τὸν τόνον, λέγων καταλέγων, φέρων περιφέρων, ἐλθών ἀνελθών, ϲπών μεταϲπών, πατῶν περιπατῶν. εἰ δὲ ἀναβιβάζουϲι τὸν τόνον, οὐκέτι μένουϲι μετοχαί, ἀλλ’ ὀνόματα γίνονται, τλάϲ Ἄτλαϲ, βάϲ Ἄβαϲ, φάϲ Περιφαϲ, χωρὶϲ τῆϲ ἑκών καὶ ἀέκων. καὶ ἔϲτιν εἰπεῖν διαφόρουϲ λύϲειϲ,
ὧν πρώτη ἐϲτὶν αὕτη. αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰϲιν ἢ παραϲύνθετοι, οὐδέποτε δὲ ϲύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων ϲύνθετόϲ ἐϲτιν, οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν ϲυνθέϲει, ἵνα παραϲύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν τῇ μετοχῇ ἐγένετο ἡ ϲύνθεϲιϲ οἷον ἑκών ἀέκων, τούτου χάριν ἐν τῇ ϲυνθέϲει ἀνεβίβαϲε τὸν τόνον, ἵνα δείξῃ, ὅτι ϲύνθετόϲ ἐϲτι καὶ οὐ παραϲύνθετοϲ ὡϲ ἄλλαι μετοχαί. δευτέρα δὲ αἰτία ἐϲτὶν αὕτη· ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ γέγονε ἡ ἑκών κατὰ πάθοϲ τουτέϲτι κατὰ ἀποβολὴν τοῦ ῑ, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα ϲυνέϲτειλε τὴν παραλήγουϲαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ὠξύνθη ὁμοίωϲ ταῖϲ ἄλλαιϲ μετοχαῖϲ ταῖϲ βραχείᾳ παραληγομέναιϲ, φημὶ δὴ ταῖϲ τοῦ δευτέρου ἀορίϲτου, ἀλλ’ ἐπειδὴ ἡ ἑκών οὐκ ἔϲτι δευτέρου ἀορίϲτου, ἀλλ’ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεϲθαι ὁμοίωϲ ἐκείναιϲ. Επειδὴ οὖν παραλόγωϲ ϲυνέδραμεν ἐκείναιϲ καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ ϲυνθέϲει, φημὶ δὴ ἐν τῇ ἀέκων ἐβαρύνθη, ἵνα τὴν παράλογον τάϲιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. — ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ τί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀναβιβάϲαϲα τὸν τόνον ἔμεινε μετοχὴ καὶ οὐκ ἐγένετο ὄνομα; καὶ ἔϲτιν εἰπεῖν, ὅτι λέξιϲ ἐκ τῆϲ ᾱ ϲτερήϲεωϲ ϲυντιθεμένη καὶ φυλάττουϲα τὸ τέλος, φυλάττει καὶ τὸ αὐτὸ μέροϲ τοῦ λόγου οἷον δοῦλοϲ ἄδουλοϲ, φίλοϲ ἄφιλοϲ, ϲεμνόϲ ἄϲεμνοϲ, κακόϲ ἄκακοϲ, ψευδήϲ ἀψευδήϲ, ϲαφήϲ ἀϲαφήϲ· τὸ γὰρ τλάϲ Ἄτλαϲ καὶ τὸ βάϲ Ἄβαϲ φυλάξαντα τὸ τέλοϲ καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέροϲ τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουϲι τὴν ᾱ ϲτέρηϲιν, ἀλλὰ τὴν ᾱ ἐπίταϲιν οἱονεὶ ὁ πάνυ καρτερῶν, πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλοϲ τῆϲ ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέροϲ τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή.Περὶ ἄρθρων.
Πᾶν ἄρθρον ὀξύνεται, χωρὶϲ τῶν γενικῶν καὶ δοτικῶν· αὗται γὰρ περιϲπῶνται, τοῦ τῷ, τῆϲ τῇ, τοῖν ταῖν, τῶν, τοῖϲ ταῖϲ. καὶ τὰ τούτων δὲ ὑποτακτικά, ἀποβολῇ τοῦ τ̄ γινόμενα, περιϲπῶνται. ὁμοίωϲ καὶ τὸ κλητικὸν ὦ ἄρθο μὲν οὐκ ἔϲτιν, ἀλλ’ ἐπίρρημα, περιϲπᾶται δὲ ὅμωϲ καὶ ψιλοῦται τῶν ἀπὸ φωνηέντων ἀρχομένων ἄρθρων δαϲυνομένων
« ᾡ ἐχαριϲάμην ». τὰ δὲ λοιπὰ πάντα ὀξύνονται, ὅ, τόν, οἵ, τούϲ, οὕϲ, ἣ, ἥν, τήν, τά, ἃ.Πᾶϲα πρωτότυποϲ ἀντωνυμία ἑνικὴ ἀπαθήϲ, ὑπεϲταλμένων τῶν καλουμένων μονοπροϲώητων, ὀξύνεϲθαι θέλει κατὰ πᾶϲαν πτῶϲιν ἐν τοῖϲ τριϲὶ προϲώποιϲ, πλὴν τῆϲ εἰϲ ο̄ῡ γενικῆϲ, ἐγώ, ϲύ, ἵ. ἐπεκτεινομένη δὲ ἡ ἐγώ παρ’ Ἀθηναίοιϲ ἐν τῷ ἔγωγε τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ὡϲ καὶ ἡ ἔμοιγε δοτική. ἡ δὲ ϲύγε φυλάττει τὸν τόνον. ὀξύνονται αἱ δοτικαὶ καὶ αἰτιατικαὶ εἴτε διϲυλλάβωϲ εἴτε μονοϲυλλάβωϲ προφερόμεναι, μέ ἐμέ ϲέ ἕ, μοί ἐμοί ϲοί. ἡ δὲ τοῦ τρίτου οἷ ἔχει περιϲπωμένην, ὀφείλουϲα καὶ αὐτὴ ὀξύνεϲθαι. τὰ γὰρ· ἀπὸ τοῦ ϲ̄ ἀρχόμενα καὶ τὰ κατὰ ἀποβολὴν τοῦ ϲ̄ ἀπὸ δευτέρων γινόμενα ὁμοτονεῖ. καὶ τὰ παραδείγματα πρόκειται. αἱ γενικαὶ μοῦ ἐμοῦ ϲοῦ οὗ περιϲπῶνται. εἴπομεν γὰρ ὅτι ἡ διὰ τοῦ ῡ δίφθογγοϲ ἀπέϲτραπται τὴν ὀξεῖαν τάϲιν χωρὶϲ τῆϲ οὔ ἀποφάϲεωϲ καὶ τοῦ ἰδού δεικτικοῦ καὶ τοῦ ἰού ϲχετλιαϲτικοῦ. αἱ δὲ ἐκ τούτων διαλυθεῖϲαι ἢ πλεονάϲαϲαι τῷ ῑ ἢ κατὰ φωνὴν παραχθεῖϲαι εἰϲ θ̄ε̄ν̄ πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον ἐμέο ἐμεῖο, ἐμέθεν. ἡ δὲ ἐμεῦ ϲυνῃρημένη παρ’ Ἴωϲι
περιϲπᾶται « ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον » (Od. δ 746). ὁμοίωϲ τοῦ δευτέρου καὶ τοῦ τρίτου, ϲέο ϲεῖο ϲεῦ ϲέθεν, ἕο εἷο εὗ ἕθεν.Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προϲώπου κοιναὶ καὶ ἀπαθεῖϲ βαρύνονται, νῶϊ, ϲφῷϊ. καὶ αἰτιατικῇ ταύταϲ κατὰ ἀποβολὴν τοῦ ῑ μονοϲυλλάβωϲ Ἀθηναῖοι προφέρουϲι, νώ ϲφώ, οὐκέτι περιϲπωμένωϲ, καίτοι τῷ λόγῳ τῆϲ ἀποκοπῆϲ ὀφειλούϲαϲ περιϲπᾶϲθαι ὡϲ τὸ Ποϲειδῶ κυκεῶ. ἀλλ’ οὐδὲν δυϊκῶν εὐθεΐαϲ πτώϲεωϲ καὶ αἰτιατικῆϲ εἰϲ ω̄ περιϲπᾶται, ὅθεν ὠξύνθηϲαν μετὰ τὴν ἀποκοπήν. αἱ δὲ τούτων γενικαὶ νῶϊν ϲφῶῖν προπεριϲπῶνται. ταύταϲ δὲ κατὰ ϲυναίρεϲιν Ἀττικοὶ προφέρονται μονοϲυλλάβωϲ, τοῦ ῑ γραφομένου μὴ ϲυνεκφωνουμένου. ὧν καὶ ἡ περιϲπωμένη μένει μετὰ τὴν ϲυναίρεϲιν οἷον νῶν ϲφῷν. Αἱ τρίτου προϲώπου ὀξύνονται πᾶϲαι καὶ ἐγκλίνονται πᾶϲαι, αἰτιατικῆϲ μὲν ϲφωέ « τίϲ τάρ ϲφωε θεῶν ἔριδι ξυνέηκε μάχεϲθαι »; (Α 8). εὐθεῖα γὰρ τούτου οὐκ ἔϲτι, διότι οὐδεμία ἐϲτὶν εὐθεῖα ἀντωνυμίαϲ ἐγκλινομένηϲ. γενικῆϲ καὶ δοτικῆϲ ϲφωΐν « καί ϲφϊν δὸϲ ἄγειν » (Α 338) τόνῳ μὲν μόνῳ τῆϲ τοῦ δευτέρου διήνεγκεν. ὥϲτε ὅτε μὲν περὶ Ἀθηνᾶϲ καὶ Ἥραϲ Ζεὺϲ πρὸϲ τὴν Ἴρίν φηϲιν, ἐγκλιτικῶϲ ἀναγινώϲκομεν « γυιώϲω μέν ϲφωϊν ὑφ’ ἅρμαϲιν ὠκέαϲ ἵππουϲ » (Θ 402). τρίτου γὰρ προϲώπου. ὅτε δὲ πρὸϲ αὐτὰϲ ἡ Ἶριϲ, ὀρθοτονοῦντεϲ προπεριϲπῶμεν « γυιώϲειν μὲν ϲφῶϊν ὕφ’ ἅρμαϲιν ὠκέαϲ ἵππουϲ » (Θ 416).
Πληθυντικὴ ἀντωνυμία ἀπαθὴϲ μὴ κατὰ διάλεκτον ἐκφερομένη, ἀλλὰ κοινῶϲ καὶ Ἀττικῶϲ περιϲπᾶται, ἡμεῖϲ ὑμεῖϲ ϲφεῖϲ, ἡμῶν ὑμῶν ϲφῶν, ἡμᾶϲ ὑμᾶϲ, ἡμῖν ὑμῖν. ϲημειώδηϲ κἀνταῦθα ἡ τοῦ τρίτου ϲφίν καὶ βραχυνομένη καὶ ὀξυνομένη, δέον ἀκολούθωϲ τοῖϲ τοῦ πρώτου καὶ δευτέρου ἐκτείνεϲθαι καὶ περιϲπᾶϲθαι. ἐν ἑνικοῖϲ ἡ οἱ παραλόγωϲ περιεϲπάϲθη. οὕτωϲ ἐκ τοῦ ἐναντίου ἡ ϲφίν πληθυντικὴ ϲυϲταλεῖϲα ὠξύνθη· ὥϲτε ἀμοιβὴ τῶν τόνων ἐν αὐταῖϲ γέγονεν. βαρύνεται δὲ ἡ ϲφίν ἐν τῇ ϲφίϲιν καὶ διϲυλλαβήϲαϲα ἐπεκτείνεται. τὴν ϲφᾶϲ οἱ μὲν ὀξύνουϲιν, οἱ δὲ περιϲπῶϲι.
Αἱ ἀντωνυμίαι μονοπρόϲωποι ὑπὲρ μίαν ϲυλλαβὴν οὖϲαι, μὴ ἐπεκτεταμέναι διὰ τοῦ ῑ, βαρύνονται χωρὶϲ τῆϲ αὐτόϲ. αὕτη γὰρ μόνη ὀξύνεται. αἱ δὲ βαρύνονται οὗτοϲ ἐκεῖνοϲ ὅδε. κλίϲιν δὲ εἴϲ τε τὰϲ πτώϲειϲ καὶ εἰϲ τὰ γένη καὶ εἰϲ ἀριθμοὺϲ αὗται κατὰ τὴν ὀνομάτων ἔχουϲιν ἀναλογίαν τῶν οὕτωϲ παρηγμένων, λέγω δὲ τὸ τόϲοϲ τοϲοῦτοϲ τοϲόϲδε, τόϲη τοϲαύτη τοϲήδε, τόϲον τοϲοῦτον τοϲόνδε. Αἱ δὲ διὰ τοῦ ῑ ἐπεκτεταμέναι ὀξύνονται, οὑτοϲί, ἐκεινοϲί, ὁδί. Αἱ μονοϲύλλαβοι κατ’ εὐθεῖαν μὲν καὶ αἰτιατικὴν ὀξύνονται, ὅϲ, ἕ, μίν, νίν, κατὰ δὲ γενικὴν καὶ δοτικὴν περιϲπῶνται, οὗ οἷ.
Αἱ δὲ ϲύνθετοι τῶν ἀντωνυμιῶν τὸν αὐτὸν ταῖϲ ἁπλαῖϲ τόνον φυλάττουϲιν, ἐμοῦ αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτόν
ἐμαυτόν. ὁμοίωϲ ἐπὶ δευτέρου καὶ τρίτου καὶ ἐπὶ θηλυκῶν ὁμοίωϲ. αἱ γὰρ οὐδέτεραι κατὰ γενικὴν καὶ δοτικὴν τῷ ἀρϲενικῷ ὁμοφωνοῦϲιν, ἣ δὲ αἰτιατικὴ τῶν οὐδετέρων ἐκλέλοιπεν. ἐπεὶ ὁμόφωνοι μὲν ἐν οὐδετέροιϲ ἡ εὐθεῖα καὶ αἰτιατική, οὐδέποτε δὲ εὐθεῖα ἀντωνυμίαϲ ϲυντίθεται, ἔνθεν ϲυνεκλείπει ἡ αἰτιατική. εἰ δὲ ἅπαξ που παρ’ Εὐριπίδῃ εὕρηται τὸ ϲεαυτό (fr. 694 Nauck)καὶ παρὰ Θιλήμονι τὸ αὐτό, ἀλλ’ οὐ τὸ ϲπάνιον τοῦ ὅλου κατέϲτηϲε κανόναϲ.
Ἡ ὁ δεῖν περιϲπᾶται, κλίνεται δὲ τοῦ δεῖνοϲ τῷ δεῖνι, τὸν δεῖνα. ἡ ὁ δεῖνα προπεριϲπᾶται, κλίνεται δὲ τοῦ δείνατοϲ, τῷ δείνατι. εἰϲὶ δὲ κοιναὶ τῶν τριῶν γενῶν.
Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν, ὀνομάτων ἔχουϲαι χαρακτῆρα, καὶ τὴν τῶν ὀνομάτων ἀναλογίαν ἔχουϲιν. ἡ μὲν οὖν τῶν ἑνικῶν εὐθειῶν ὀξύνεται, ἀπὸ τῆϲ ἐμοῦ ὁ ἐμόϲ καὶ κατ’ ἀκολουθίαν ταύτηϲ καὶ ἡ αἰτιατικὴ ἐμόν, ἡ δὲ γενικὴ καὶ δοτικὴ περιϲπᾶται, ἐμοῦ, ἐμῷ. οἱ δὲ ἀριθμοὶ καὶ τὰ γένη ἀκολούθωϲ τονοῦνται, ὡϲ καὶ τὰ εἰϲ ο̄ϲ̄ ὀνόματα. ὁμοίωϲ καὶ ἡ ϲόϲ καὶ ἑόϲ.
Αἱ διὰ τοῦ τεροϲ, αἵτινέϲ εἰϲι δυϊκαὶ ἢ καὶ πληθυντικαί, πᾶϲαι τρίτην ἀπὸ τέλουϲ ἔχουϲι τὴν ὀξεῖαν, δυϊκαὶ μὲν ἀπὸ τῆϲ νῶϊ νωΐτεροϲ καὶ ἀπὸ τῆϲ ϲφῶϊ ϲφΐτερος. ἀπὸ γὰρ τῆϲ τοῦ τρίτου δυϊκῆϲ οὐ γίνεται κτητικὴ παραγωγή, διότι αἱ μὲν τοῦ τρίτου δυϊκαὶ πᾶϲαι ἐγκλίνονται, ἀπὸ δὲ ἐγκλινομένων οὐ γίνεται κτητικὴ ἀντωνυμία. πληθυντικαὶ δὲ ἀπὸ μὲν τῆϲ ἡμῶν ἡμέτεροϲ καὶ ἀπὸ τῆϲ ὑμῶν ὑμέτεροϲ καὶ ἀπὸ τῆϲ ϲφῶν ϲφέτερος. ἀπὸ δὲ τῆϲ ἡμῶν καὶ ὑμῶν ἐγένετο ἐθνικὴ παραγωγή, ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, αἵτινεϲ ὠξύνθηϲαν
τῷ χαρακτῆρι τῶν ὁμοίων τοῦ ἀλλοδαπόϲ καὶ παντοδαπόϲ καὶ τηλεδαπόϲ.Πρόθεϲιϲ εἴρηται ἐκ τοῦ πάϲηϲ λέξεωϲ ἐθέλειν προτίθεϲθαι, λέγω δὲ ὀνομάτων περὶ Ἀριϲτάρχου, ῥημάτων καταγράφω, μετοχῶν καταγράψαϲ — λέγομεν δὲ ὅτι οὐκ ἔϲτιν ἡ κατά πρόθεϲιϲ ἐν τῷ καταγράφω, καταγράψαϲ, ἀλλὰ μέροϲ ἐϲτὶ τοῦ ῥήματοϲ, εἰ καὶ μετὰ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ. ὥϲπερ γὰρ ἐν τῷ εὐγενήϲ οὐκ ἔϲτι τὸ ε̄ῡ ἐπίρρημα, ἀλλὰ μέροϲ ἐγένετο τοῦ ὀνόματοϲ, εἰ καὶ ἀπὸ ἐπιρρήματοϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεϲίϲ ἐϲτιν ἡ κατά, ἀλλὰ μέροϲ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ — ἀντωνυμιῶν περὶ ἐ μοῦ, ἄρθρων τῶν προτατικῶν περὶ τοῦ ϲτεφάνου.
* Οὐδεμία πρόθεϲιϲ διὰ δαϲέοϲ ϲυμφώνου ἐκφέρεται, ἀλλὰ μόνον τὸ ἀμφί. λέγεται δ’ ἔϲθ’ ὅτε καὶ ἀμπί ἐν ϲυνθέϲει διὰ τοῦ π̄ καὶ ἴϲωϲ ἀναλογώτερον.
* Οὐδεμία πρόθεϲιϲ μονοϲύλλαβοϲ εἰϲ φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό.
* Οὐδεμία πρόθεϲιϲ εἰϲ διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ.
* Αἱ εἰϲ ᾱ λήγουϲαι προθέϲειϲ ϲύμφωνον ἔχουϲι πρὸ τοῦ α, ἀλλὰ μόνη ἡ διά τὸ ᾱ καθαρεύει.
* Οὐδεμία πρόθεϲιϲ διϲύλλαβοϲ εἰϲ ϲύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ.
* Αἱ ὑπὲρ μίαν ϲυλλαβὴν προθέϲειϲ εἰϲ φωνῆεν λήγουϲι δίχρονον ὑπεϲταλμένηϲ τῆϲ ἀπό καὶ ὑπό· ἀναλογώτεροι ἄρα οἱ Αἰολεῖϲ τὴν ὑπό ὕπα λέγοντεϲ, τὴν δὲ ἀπό ἄπυ, ἴϲωϲ ἵνα τὸ ῡ ληκτικὸν γένηται τῆϲ προθέϲεωϲ ὡϲ τὸ ᾱ καὶ ῑ.
Πᾶϲα πρόθεϲιϲ εἶτε μονοϲύλλαβοϲ εἴτε διϲύλλαβοϲ ὀξύνεται — εἰ μὴ κατὰ ἀναϲτροφὴν παραληφθῶϲι· τότε γὰρ βαρύνονται αἱ διϲύλλαβοι οἷον « ἄϲτυ κάτα Ξάνθοιο » — ὅθεν καὶ ἡ ἀπό καὶ ὑπό, μηδεμιᾶϲ ληγούϲηϲ λέξεωϲ εἰϲ ο̄ ὀξυνομένηϲ, διὰ τὸ εἶναι προθέϲειϲ ὠξύνθηϲαν· διὸ ϲημειούμεθα τὴν αὐτό ἀντωνυμίαν, ὅτι ὠξύνθη διὰ τὴν αὐτόϲ ἀρϲενικήν.
διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐγένετο, ὅτι ἡ ὑπέρ πάλιν ὠξύνθη καὶ ταῦτα μηδεμιᾶϲ λέξεωϲ εἰϲ ε̄ρ̄ ληγούϲηϲ μετὰ βραχείαϲ καὶ ὀξυνομένηϲ. καὶ διὰ τοῦτο καὶ τὸν αὐτάρ ϲύνδεϲμον τῷ λόγῳ τῶν ϲυμπλεκτικῶν πάλιν ὠξύνομεν, ἐπειδὴ πᾶϲ ϲύνδεϲμοϲ ϲυμπλεκτικὸϲ ὀξύνεται χωρὶϲ τοῦ ἤτοι.Εὶϲὶ δὲ προθέϲειϲ δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτονούμεναι δέκα, ἀνά, διά, ἀμφί, ἀντί, ϲύν, ἐξ, εἰϲ, ἐν, πρόϲ, πρό. ἐγκλινόμεναι δὲ καὶ ἀναϲτρεφόμεναι ὀκτώ, κατά, μετά, παρά, περί, ἀπό, ἐπί, ὑπό, ὑπέρ.
Καθόλου δὲ αἱ ἀναϲτρεφόμεναι διϲύλλαβοί τε εἶναι θέλουϲι καὶ δίχρονοι· ὅθεν τριχρονοῦϲαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναϲτρέφονται, οὐδὲ αἱ τῷ ι πλεονάζουϲαι, καταί, παραί, ὑπαί, ὑπείρ. ϲημειούμεθα τὴν διά χώραν ἔχουϲαν ἀναϲτροφῆϲ καὶ μὴ ἀναϲτρεφομένην διὰ τὴν πρὸϲ τὸν Δία « Δία δ’ οὐκ ἔχε νήδυμοϲ ὕπνοϲ » (Β 2) ϲυνέμπτωϲιν καὶ τὴν ἀνά μὴ ἀναϲτρεφομένην, ἵνα μὴ ϲημαίνῃ τὸν ἄνακτα ὡϲ ἐν τῷ « Ζεῦ ἄνα Δωδωναῖε Πελαϲγικέ » (Π 233) ἢ τὸ ῥῆμα « ἀλλ’ ἄνα, εἰ μέμονάϲ γε » (Ι 247). ἡ δὲ ἐν πλεονάϲαϲα τῷ ῑ ἀνεϲτράφη « ᾧ ἔνι κούρη κοιμᾶτο » (ζ 15). καὶ τὰϲ μονοϲυλλάβουϲ δὲ ἐὰν ἐπὶ τέλει ὦϲι ϲτίχου, ἀναϲτρέφουϲιν οἷον « ἐλθὼν δ’ ἀργυρότοξοϲ Ἀπόλλων Ἀρτέμιδι ξύν » (ο 410)· ῥώννυται γὰρ ὁ τόνοϲ τῆϲ ϲύν προθέϲεωϲ, ἵνα νοῆται ἡ ἀναϲτροφή. τοιοῦτό ἐϲτι καὶ τὸ « οὐ μέν μοι κακὸϲ εἴδεται οὐδὲ κακῶν ἔξ » (Ξ 472).
Ἡ ἀνά ὀρθοτονουμένη οἰκείᾳ πτώϲει αἰτιατικῇ « ἀνὰ ϲτρατόν » (Α 10). κατὰ δὲ Ἀττικοὺϲ καὶ Ἴωναϲ δοτικῇ « χρυϲέῳ ἀνὰ ϲκήπτρῳ » (Α 15) ἀντὶ τῆϲ ϲύν.
Ἡ διά ὀρθοτονουμένη οἰκείαιϲ πτώϲεϲι γενικῇ καὶ αἰτιατικῇ « διὰ προμάχων » (Δ 495) « διὰ δρυμὰ πυκνά » (Λ 118).
Ἡ ἀμφί ὀρθοτονουμένη οἰκείαιϲ πτώϲεϲι γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἀντί ὀρθοτονουμένη οἰκείᾳ πτώϲει γενικῇ.
Ἡ ϲύν καὶ ξύν ὀρθοτονουμένη οἰκείᾳ πτώϲει δοτικῇ.
Ἡ ἐξ καὶ ἐκ ὀρθοτονουμένη οἰκείᾳ πτώϲει γενικῇ.
Ἡ εἰϲ καὶ ἐϲ ὀρθοτονουμένη οἰκείᾳ πτώϲει αἰτιατικῇ καὶ γενικῇ Ἀττικῶϲ.
Ἡ ἐν ὀρθοτονουμένη οἰκείᾳ πτώϲει δοτικῇ καὶ γενικῇ Ἀττικῶϲ.
Ἡ πρόϲ ὀρθοτονουμένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ πρό ὀρθοτονουμένη γενικῇ.
Ἡ κατά ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ καὶ αἰτιατικῃ.
Ἡ μετά ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. τὸ δὲ « μετά ϲφιϲιν » ἀντὶ τοῦ ἐν.
Ἡ παρά ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενική, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ περί ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἐπί ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ ϲυντάϲϲεται.
Ἡ ὑπό ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἀπό ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ.
Ἡ ὑπέρ ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ καὶ αἰτιατικῇ.
* Ὅταν πρόθεϲιϲ τὴν ϲύνταξιν ἔχῃ πρὸϲ τὸ ἐπιφερόμενον, τὸν ἰδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουϲα τὴν τάξιν « νήπιοι, οἳ κατὰ βοῦϲ Ὑπερίονοϲ Ἠελίοιο — ἤϲθιον (α 8).
Ἐὰν μεταξὺ πέϲωϲιν ὀνόματοϲ καὶ ῥήματοϲ ἢ μετοχῆϲ, πρὸϲ διάφορον ϲημαϲίαν ἢ ἀναϲτρέφονται ἢ οὔ, οἷον « Ἰθάκην κατακοιρανέουϲιν »
(α 247)· εἰ μὲν πρὸϲ τὴν Ἰθάκην ϲυντάττοιϲ τὴν κατά, ἵνα τοπικὴν δηλώϲῃϲ ϲχέϲιν κατὰ Ἰθάκην, ἀναϲτρέψειϲ τὴν πρόθεϲιν· εἰ δὲ πρὸϲ τὸ κοιρανέουϲιν, ἵνα πλείονα ἔμφαϲιν δηλώϲῃϲ τῆϲ τῶν μνηϲτήρων ἐπικρατείαϲ, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήϲειϲ τὴν πρόθεϲιν. τὸ αὐτὸ καὶ ἐν τῷ « εὗρε δὲ Πατρόκλῳ περικείμενον » (Τ 4)· εἰ γὰρ περὶ τῷ Πατρόκλῳ κείμενον, καὶ ἀναϲτραφήϲεται ὁ τόνοϲ· εἰ δὲ τῷ Πατρόκλῳ περικείμενον, ἵνα ᾖ οἷον περικεχυμένον αὐτῷ, ὀρθοτονηθήϲεται, ἔμφαϲιν γὰρ πλείονα δηλοῖ.Εἰ δὲ μεταξὺ πέϲῃ δύο ὀνομάτων ἡ πρόθεϲιϲ, τοῦ μὲν κυρίου ὄντοϲ, τοῦ δὲ προϲηγορικοῦ, ἢ ἐπιθετικοῦ καὶ προϲηγορικοῦ, ἐν πᾶϲι τούτοιϲ ἀναϲτρέφειν δεῖ τὴν πρόθεϲιν, ἵνα τῆϲ ὅληϲ ϲυντάξεωϲ προηγήϲηται· « ποταμοῦ ἄπο Ϲελλήεντοϲ » (Μ 97) ἀπὸ τοῦ ποταμοῦ. « Ξάνθῳ ἔπι δινήεντι » (E 479) ἐπὶ τῷ δινήεντι ποταμῷ· «μάχῃ ἔνι κυδιανείρῃ » (Z124) ἐν τῇ κυδιανείρῃ μάχῃ.
Ὁμοίωϲ καὶ ἐὰν μεταξὺ δύο κυρίων ᾖ ἢ προϲηγορικῶν, ἀναϲτρέφεται. ϲυνδέϲμου ϲυμπαραλαμβανομένου μετὰ τὴν πρόθεϲιν· «νηῶν ἄπο καὶ κλιϲιάων » (B 91), «Ἀγαμέμνονοϲ πέρι καὶ Ἀχιλῆοϲ», ἵνα πάλιν προηγῆται ἡ πρόθεϲιϲ· εἰ δὲ μὴ μεταξὺ εἴη, ὑποταγείη δὲ τούτῳ, οὗπερ ἔδει αὐτὴν προηγεῖϲθαι, μηδενὸϲ λόγου μεταξὺ πίπτοντοϲ, πάλιν ἀναϲτρέφεται «ᾧ ἔπι πόλλ᾽ἐμόγηϲα» (A 162)· τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἐφ᾽ᾦ
πόλλ’ ἐμόγηϲα. « θεῶν ἄπο μήδεα εἰδώϲ » (ζ 12) ἀπὸ θεῶν εἰδώϲ μήδεα. εἰ δὲ μεταξὺ τῆϲ προθέϲεωϲ καὶ τοῦ προϲηγορικοῦ ὀνόματοϲ ἢ ῥήματοϲ, πρὸϲ ὃ τὴν ϲύνταξιν ἔχει ἡ πρόθεϲιϲ, ἕτερον μέροϲ λόγου πέϲῃ, ὡϲ ἐπὶ τοῦ « τῷ δ’ ἐπὶ Τυδείδηϲ ἦλθε κρατερὸϲ Διομήδηϲ » (Η 163, Ψ 290)· ἔϲτι γὰρ τὸ ἑξῆϲ ἐπὶ τούτῳ δὲ ὁ Τυδείδηϲ ἦλθε· οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ διὰ τὸ μεϲοϲυλλαβῆϲαι τὸν δέ. τοιοῦτό ἐϲτι καὶ τὸ « ἦλθε δ’ ἐπὶ πτωχὸϲ πανδήμιοϲ » (ϲ 1).Εἰ μέντοι ἐν τέλει ϲτίχου εἴη ἢ ἁπλῶϲ ἐν τελει ὀνόματοϲ, μεθ’ ἣν τίθεται ϲτιγμή, ἀναϲτρέφεται πάντωϲ οἷόν ἐϲτι « τῶν πάντων δ’ ἔπτυϲε πουλὺ κάτα ». ἀναϲτρέφομεν γὰρ τὴν πρόθεϲιν, τοῦ ἑξῆϲ ὄντοϲ κατέπτυϲε, κἂν μεϲοϲυλλαβήϲῃ τινὰ μόρια. διὸ ϲημειοῦνται τὴν παρὰ τῷ Πλάτωνι ἀνάγνωϲιν « ἀρετῆϲ δ’ αὖ πέρι », διότι ἀνεϲτράφη ἡ πρόθεϲιϲ, μεϲοϲυλλαβοῦντοϲ τοῦ δέ ϲυνδέϲμου καὶ τοῦ αὖ. τὸ γὰρ ἑξῆϲ ἐϲτι περὶ ἀρετῆϲ δ’ αὖ.
* Ὅταν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβάνηται, οὐκ ἀναϲτρέφεται οἷον « οἱ περὶ μὲν βουλήν » (Α 258)· ἡ περί γὰρ ἀντὶ ἑτέραϲ κεῖται τῆϲ ὑπέρ.
* Ὅταν παρέλκῃ ἡ πρόθεϲιϲ, οὐ ποιεῖται ἐναλλαγὴν ὡϲ ἐν τῷ « τοὺϲ δ’ ἄρ’ ὑπὸ τρόμοϲ εἷλεν » (Ε 862) βαρυτονητέον τὴν ὑπό παρέλκεται γάρ.
Καὶ πᾶϲα δὲ πρόθεϲιϲ ῥῆμα ϲημαίνουϲα βαρύνεται « ἔνθ’ ἔνι μὲν φιλότηϲ (Ξ 216) « πάρα δ’ ἀνήρ, ὃϲ καταθήϲει » (π 45).
Αἱ ϲυναληλιμμέναι οὐκ ἀναϲτρέφονται, εἰ μὴ ϲτιγμῆϲ ἐπιφέροιτο ἀνάπαυϲιϲ ἢ κινδυνεύοι τὸ ϲημαινόμενον λυμαίνεϲθαι « τῇϲι παρ’ εἰνάετεϲ »
(Ϲ 400)· τὸ γὰρ ἑξῆϲ παρὰ τῇϲι· « νῆαϲ ἐπ’ ἐϲϲεύοντο » (Β 150) ἐπὶ τὰϲ νῆαϲ· οὐκ ἀναϲτρέφονται οὖν διὰ τὴν ϲυναλοιφήν· ἐν μέντοι τῷ « ἄϲτυ κάτ’· αὐτὰρ μῆλα κακοὶ φθινύθουϲι νομῆεϲ » (ρ 246) ἀναϲτρέφεται ἡ κατά, διότι μετ’ αὐτὴν κεῖται ϲτιγμή. καὶ ἐν τῷ « ϲτεῦτο γὰρ Ἡφαίϲτοιο παρ’ οἰϲέμεν » (Ϲ 191) τὴν παρά ἀναϲτρέφουϲιν, ἵνα ᾖ παρὰ τοῦ Ἡφαίϲτου οἰϲέμεν καὶ μὴ νομίζηται τοῦ Ἡφαίϲτου ὅπλα παροιϲέμεν.Περὶ ἐπιρρημάτων.
Τῶν ἐπιρρημάτων τὰ μὲν ἀπὸ πτωτικῶν ϲύνταξιν ἐπιρρηματικὴν μετῆλθον, τὰ δὲ θεματικά εἰϲιν.
Τὰ ἐπιρρήματα ἀπὸ παϲῶν τῶν πτώϲεων γίνεται. πολλὰ μὲν οὖν ἐπιρρήματα ὁμοφωνοῦϲι τῇ εὐθείᾳ τῶν ἑνικῶν οὐδετέρων « ψεύϲομαι
ἢ ἔτυμον ἐρέω » (Κ 534, δ 140), « ἠὲ νέον μεθέπειϲ » (α 175), « νέον δ’ ἀπέληγεν ἐδωδῆϲ » (Ω 475), « οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάαϲθαι » (Ρ 19), « Ἕκτωρ δ’ ἐχάρη μέγα μῦθον ἀκούϲαϲ » (Γ 76), « οὐ μὲν καλὸν ἀτέμβειν » (Od. φ 312), « δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ (Υ 30), « ὡϲ καὶ νῦν Αἴγιϲθοϲ ὑπέρμορον » (α 34)· δύναται δὲ ταῦτα καὶ κατὰ διάλυϲιν ἀναγινώϲκεϲθαι ὁμοίωϲ τῷ « μὴ καὶ ὑπὲρ μοῖραν Ἄϊδοϲ » (Υ 336). πολλὰ δὲ καὶ τῇ εὐθείᾳ τῶν πληθυντικῶν οὐδετέρων « ἤ μευ καλὰ πατὴρ ὡϲ κήδεαι » (Od. ρ 397), « οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο » (ll. Ζ 326), « δεῖξ’ ἐνδέξια πᾶϲιν » (Η 184), « ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ ἐτύχθη » (Β 155), « πυκνὰ μάλα ϲτενάχοντα » (Θ 417), « πύκα ποιητοῖο » (Ϲ 608) μὴ φυλάξαν τὴν φωνὴν τοῦ ὀνόματοϲ, ἀλλὰ ἀποβολῇ τοῦ ν̄ πεποιηκὸϲ βαρύτονον· ὠκέα ὦκα, ϲαφέα ϲάφα, κρατέα κράτα καὶ ἐν ὑπερθέϲει κάρτα, ἀντία οἷον « ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουϲα » (Il. Γ 425) καὶ ἄντα, καὶ τούτων ἀνεβιβάϲθη ὁ τόνοϲ μετὰ τὴν ὑπεξαίρεϲιν τοῦ ε̄ ἢ τοῦ ῑ. τὸ δὲ θαμά ὀξότονον ἀπὸ θαμόϲ ὀξυτόνου. « καλλιγραφεῖϲ καὶ ταχύτατα διαλέγῃ ». ἀπὸ τοῦ ἐτεόν ὀξυτόνου « ἀλλ’ ἐτεὸν μὲν ἐοικότεϲ » καὶ ἐτεά. καὶ ἀπὸ τοῦ ἐτόϲ πάλιν ὀξυτόνου ἐτά ὀξυτόνωϲ, ὡϲ « ἐτὰ Τημενίδεω χρύϲεον γένοϲ » καὶ ἐπὶ πάντων ὁμοίωϲ.Τὰ εἰϲ ή μετὰ τοῦ ι, εἰ ἀπὸ δοτικῶν εἴη μηδὲ θαυμαϲτικά, ἢ βαρύνεται ἢ περιϲπᾶται, οὐδέποτε δὲ ὀξύνεται. περιϲπᾶται μὲν διπλῇ καὶ τριπλῇ, πεζῇ, πῇ, ὁμαρτη καὶ ἁμαρτῇ, κομιδῇ, διχῇ, τριχῇ, τετραχῇ, ἀλλαχῇ, μοναχῇ, ἡϲυχῇ, ὁμῇ, ϲιωπῇ, ἐνωπῇ. βαρύνεται δὲ πάντῃ, ἄλλῃ, ταύτῃ· τοιοῦτόν ἐϲτι καὶ τὸ ἀμηγέπῃ παρ' 'Αττικoῖc. τὸ ἤδη τῶν βαρυτονουμένων χωρὶϲ τοῦ ι̅ γράφεται καὶ τὸ νῦν δή, ὅτε ϲημαίνει τὸ πρὸ ὀλίγου «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος» (ω 260), ἐϲτὶ ϲύνθετον ὡϲ καὶ τὸ δηλαδή ὀξυνόμενον. τὸ δὲ μή ἀπαγορευτικὸν καὶ νή καὶ ἥ ἀντὶ τοῦ ὡϲ καὶ φή «φὴ νέοϲ οὐκ ἀπάλαμνοϲ» χωρὶϲ τοῦ γράφεται καὶ ὀξύνεται. καὶ τὰ καθαρεύοντα μὴ δηλοῦντα χρόνον ὀξύνεται οἷον ἰή ὠή ίωή. ὥστε λοιπὸν εἴ τι εἰϲ η̅ λήγει καὶ ἐπὶ τέλει τὸν τόνον ἔχει, τοῦτο καὶ περιϲπᾶται καὶ τὸ ι̅ ἔχει προϲγεγραμμένον.
Καὶ τὸ ἰδίᾳ δὲ καὶ δημοϲίᾳ ἀπὸ δοτικῆϲ γέγονε· καὶ τὸ κατωκάρᾳ παρ' Ἀθηναίοιϲ «κατωκάρᾳ ῥίψαϲ με βουκολήϲεται» (Arist. Ρac. 153) ἐπίρρημά ἐϲτι ϲύνθετον καὶ ϲὺν τῷ ι̅ γράφεται. τὸ ἁμᾷ οἱ Δωριεῖϲ περιϲπῶϲι καὶ τὸ παντᾷ ὥϲπερ καὶ τὸ κρυφᾷ παρά Πινδάρῷ (Olymp. I 75)· τοιοῦτόν δέ ἐϲτι καὶ τὸ ἁμᾷ (Pyth. III 65) ἀπὸ τοῦ ἁμῇ γινόμενον. ζητεῖται δὲ ἐν τῷ περιϲπωμένῳ ἁμᾷ, εἰ προϲτεθήϲεται τὸ ι̅.
Ἔϲτι δέ τινα καὶ παρ’ αἰτιατικῆϲ γεγονότα, οἷον τὸ πέραν καὶ πέρην « ἀλλ’ ὅϲοι ναίουϲι πέρην » (Β 535) καὶ μετὰ προθέϲεωϲ « ἀντιπέραν λεύϲϲοϲα πυρὸς ϲέλαϲ » καὶ ἀπὸ δοτικῆϲ « ἐπίϲχεϲ αὐτοῦ, μὴ πέρᾳ προβῇϲ λόγου » Κρατῖνοϲ ἐν Εὐνείδαιϲ. καὶ τὸ πρῴην δὲ παρ’ αἰτιατικην ϲχηματίζουϲι — ἐκ τῆϲ πρό προθέϲεωϲ γέγονε προΐα, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ προΐαν καὶ ἐκτάϲει τοῦ ο̄ εἰϲ ω̄ πρωιαν καὶ Ἰωνικῶϲ πρωΐην καὶ κατὰ ϲυναίρεϲιν τοῦ ω̄ καὶ τοῦ ῑ εἰϲ τὴν ̄ῳ δίφθογγον πρῴην — « τῇδε πρῴαν » καὶ τὸ « ἀκὴν ἐγένοντο ϲιωπῇ » (Il. Γ 95) καὶ « ἀκμήν τοι βρύα τῆμοϲ ἐπὶ ϲτήθεϲϲι κέχυνται ». ὡϲ παρὰ ἀεικέϲ ὄνομα ὀξύτονον ἐπίρρημα τὸ « οὔ οἱ ἀεικὲϲ ἀμυνομένῳ περὶ πάτρηϲ τεθνάμεν (Ο 496) καὶ τὸ « ἐπιεικὲϲ ὀπυιέμεν ἐϲτὶν ἑκάϲτῳ (β 207) καὶ τὸ « ὗε δ’ ἄρα Ζεὺϲ ϲυνεχέϲ » (Μ 25) ἀτρεκέϲ, διαμπερέϲ, οὕτωϲ ἔδει καὶ παρὰ τὸ ἀληθέϲ ὄνομα τὸ ἐπίρρημα ὀξύνεϲθαι. ἀλλὰ καὶ παρ’ Ἀθηναίοιϲ διαϲτολῆϲ ἔτυχεν καὶ ἐπὶ μὲν τοῦ ὀνόματοϲ ὀξύνεται, ἐπὶ δὲ τοῦ ἐπιρρήματοϲ βαρύνεται· « ἄληθεϲ, ὦ παῖ τῆϲ ἀρουραίαϲ θεᾶϲ; » Ἀριϲτοφάνηϲ Βατράχοιϲ (840) καὶ ἐν Νεφέλαιϲ (840) « τί δ’ ἂν παρ’ ἐκείνων καὶ μάθοι χρηϲτόϲ τιϲ ἄν; ἄληθεϲ; ὅϲα περ ἔϲτ’ ἐν ἀνθρώποιϲ ϲοφά ». τοιοῦτό ἐϲτι καὶ τὸ ἐπιτηδέϲ ὀξυνόμενον, ἐπιρρηματικῶϲ προπαροξυνόμενον. καὶ τὸ αὐτοετέϲ ὁμοίωϲ. καὶ τὸ χάριεν δὲ παρ’ αὐτοῖϲ προπαροξυνόμενον, ὅτε καὶ ἐπιρρηματικῶϲ λέγεται· ὄνομα δὲ ὂν παροξύνεται. καὶ τὸ ϲφόδρα βαρύνεται ἐπίρρημα ὄν, καὶ τὸ ἠρέμα παροξύνεται, ἐπίρρημα ὄν, δέον προπαροξύνεϲθαι ὡϲ τὸ ᾕϲυχα, πλὴν εἰ μὴ παρὰ τὸ ἠρεμῶ γέγονεν ὡϲ ἀτρεμῶ ἀτρέμα, ϲιγῶ ϲῖγα, ἀντῶ ἄντα· τό τε ἡϲυχῇ περιϲπᾶται παραλόγωϲ, εἰ μὴ ϲυνεξέδραμε τοῖϲ εἰϲ χ̄ῃ̄ ἐπιρρήμαϲι περι
ϲπωμένοιϲ, τριχῇ, τετραχῇ, πενταχῇ. καὶ τὸ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμεροϲ προπαροξυνομένου. ἔϲτι τινὰ ϲύνθετα ἀναβιβάζοντα τὸν τόνον ὡϲ τὸ παντάπαϲι, πάμπαν. τὰ παρὰ τὸ ἧμαρ ϲυντιθέμενα φυλάττει τοῦ ἁπλοῦ τὸν τόνον, αὐτῆμαρ, ἐννῆμαρ, ἑξῆμαρ, ποϲϲῆμαρ. τὰ μὲν οὖν ἐξ ὀνομάτων γενόμενα ἐπιρρήματα τοιαῦτά ἐϲτι. λοιπὸν καὶ περὶ τῶν θεματικῶν λεκτέον.Πᾶν μονοϲύλλαβον ἐπίρρημα, εἰ μὲν ἔχει φύϲει βραχεῖαν, δῆλον ὡϲ ὀξύνεται, πάξ, μάψ, λάξ, χθέϲ, ἄψ, δάξ παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται, μίξ, πύξ, πρίν, δίϲ, τρίϲ, ψό παρὰ τῷ Ϲοφοκλεῖ ἐν ποιμέϲι μόνον εἰϲ ο̄ λῆγον ἐπίρρημα, καὶ εἴτι ὅμοιον. Τούτοιϲ ὁμοίωϲ ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ ϲτερητικὰ μόρια, ζά, δά, δύϲ, νό, νέ, νή, ἐρί, ἀρί, ἃ οὐδέποτε καθ’ αὐτὰ λέγονται, ἀλλ’ ἐν ϲυνθέϲει. τῶν δὲ μακρὰν ἐχόντων φύϲει τὰ μὲν περιϲπᾶται, τὰ δὲ ὀξύνεται. τὰ πυϲματικὰ περιϲπᾶται, πῇ, ποῦ, πῶϲ. ταῦτα δὲ ἀοριϲτούμενα ἐγκλίνεται· οὔ πωϲ ἐϲτ’ Ἀγέλαε » (χ 136), « ἀλλά που ἄλλῃ », « οὐ γάρ πω τοιούτουϲ ἴδον » (Α 262). τὸ δὲ πῶ ϲυνταϲϲόμενον τῇ οὐ ἀποφάϲει καὶ τῇ μή ἀπαγορεύϲει ὑπιϲχνεῖται τὸ μετὰ ταῦτα γίνεϲθαι τὸ ϲυνταϲϲόμενον αὐτοῖϲ πρᾶγμα, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνηϲα· μέλλων γάρ τιϲ δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ δειπνῶ ἀπόφαϲιν
ὑπιϲχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπιϲχνεῖται. ἀνταποδοτικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον, ὅπωϲ, ὅπῃ, ὅποι, ὅπου. ἐκ δὲ τοῦ πω καὶ τοῦ μάλα τὸ πώμαλα προπαροξύνουϲιν Ἀθηναῖοι καὶ ἔτι τὸ πώποτε ἐκ τοῦ πω καὶ τοῦ ποτέ. τὸ δὲ πῶϲ ποτε περιϲπᾶται.Τὰ ἔχοντα δίχρονον ἐκτεταμένον περιϲπᾶται, « ἆ δειλὲ πάντων » « ἆ γῆραϲ » καὶ τὸ βᾶ ἐν τῇ ϲυνηθείᾳ παρὰ ἀρχαίοιϲ ἔκπληξιν δηλοῦν, καὶ νῦν χρονικόν, γρῦ, μῦ, κρῖ καὶ εἴ τι ὅμοιον. ὁπότε δὲ ϲυϲτέλλεται, ὀξύνεται, μά, μύ τὸ θρηνητικόν. τὸ δὲ αἴ ὀξύνεται ὡϲ ἔχον τὸ ῑ.
Τὰ μέντοι τὸ η̄ ἔχοντα μονοϲύλλαβα μὴ προϲκειμένου τοῦ ῑ ὀξύνεται ὡϲ καὶ ἤδη εἶπον, νή, μή, πλήν καὶ τὸ δήν καὶ τὸ ἥ ἰϲοδυναμοῦν τῷ ὡϲ « ἥ θέμιϲ ἐϲτί » ( Β 37), φή ἀντὶ τοῦ καθάπερ « φὴ νέοϲ οὐκ ἀπάλαμνοϲ ». τὸ δὲ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά τοῦ ῑ προϲκειμένου περιϲπᾶται ὡϲ καὶ τὸ πῇ τὸ ἐρωτηματικὸν καὶ αὐτὸ ϲὺν τῷ ῑ καὶ τὸ κῇ ἀντὶ τοῦ ἐκεῖ τροπῇ τῆϲ εἰ διφθόγγου εἰϲ ῃ Αἰολικῶϲ καὶ βῆ μίμημα φωνῆϲ ἀλόγου ἰϲοδυναμοῦν τῷ βληχᾶϲθαι.
Τὰ ἔχοντα τὸ ω̄ ὀξύνεται καὶ περιϲπᾶται· τὸ τώϲ ἀνταποδοτικόν « τὼϲ δέ ϲ’ ἀπεχθήρω » (Γ 415). τὸ τώ, ὅτε τὸ διό ϲημαίνει « τὼ οὐκ
ἂν βαϲιλῆαϲ » (Β 250). τὸ ὥϲ ἀεὶ ὀξύνεται, κἂν ἐν ἀρχῇ κἂν ἐν μέϲῳ κἂν ἐν τέλει ᾗ, πλὴν μόνον ὅτε ϲημαίνει τὸ οὕτωϲ, ὁπότε γε ὑποτάϲϲοιτο ϲυνδέϲμῳ, ὡϲ Ἀρίϲταρχοϲ καὶ Τυραννίων, ἢ ὡϲ ἐγὼ ἡγοῦμαι τὸ ὅμωϲ. τότε γὰρ περιϲπᾶται. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτωϲ « ὣϲ δὲ λέων ἐχάρη (Γ 23) κοιμιζομένηϲ ἐν τούτῳ τῆϲ ὀξείαϲ διὰ τὸ μὴ εἶναι τὸ δέ ἐγκλιτικόν. καὶ ἐν μέϲῳ « ὣϲ ἀεὶ τὸν ὁμοῖον ἄγει ὣϲ τὸν ὁμοῖον » (ρ 218) « τὼϲ δέ ϲ’ ἀπεχθήρω, ὣϲ νῦν ἔκπαγλα φίληϲα » (Γ 415) καὶ ἐν τέλει « Τρῶεϲ μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴϲαν ὄρνιθεϲ ὥϲ » (Γ 2). τοῦ δὲ περιϲπωμένου, ὅτε δηλοῖ τὸ ὅμωϲ « ἀλλὰ καὶ ὡϲ ἐθέλω δόμεναι πάλιν, εἰ τόγ’ ἄμεινον » (Α 116) « ἀλλὰ καὶ ὧϲ ἱππεῦϲι μετέπρεπον ἡμετέροιϲιν — καὶ πεζόϲ περ ἐών, ἐπεὶ ὣϲ ἄγε νεῖκοϲ Ἀθήνη » (Λ 720 et 721), τὸ μὲν πρότερον ὧϲ περιϲπωμένωϲ, τὸ δὲ ἕτερον κατ’ ἔγκλιϲιν, ἐπειδήπερ τὸ μεταφραϲτικὸν αὐτοῦ ἐϲτιν, ἐπεὶ οὕτωϲ ἦγε τὸ νεῖ κοϲ Ἀθήνη. « ἀλλὰ καὶ ὧϲ ἱππεῦϲι μετέϲϲομαι » (Δ 322) « ἐμὲ δ’ οὐδ’ ὧϲ θυμὸϲ ἀνῆκεν».Καὶ τὸ ὦ κλητικὸν περιϲπᾶται « ὦ ἄνθρωπε ». ὅτε δὲ ϲχετλιαϲτικόν, ὀξύνεται « ὢ τί ϲ’ εἴπω » (Ar. Nub. 1378) καὶ ὅτε προϲγράφεται αὐτῷ τὸ ῑ καὶ ταὐτὸν ϲημαίνει τῷ ὥϲπερ « ἀλλ’ ἔχον ὥτε τάλαντα γυνὴ χερνῆτιϲ ἀληθήϲ » (Μ 433) καὶ ᾥπερ· γίνεται δὲ οὕτωϲ· ὡϲείτε καὶ ὡϲείπερ καὶ ἀποβολῇ τοῦ ϲ̄ καὶ κράϲει τοῦ ω̄ καὶ ε̄ εἰϲ τὴν ῳ̄ δίφθογγον διὰ τὴν τοῦ ῑ ϲυναίρεϲιν ᾥτε καὶ ᾥπερ.
Τὸ μέντοι πρῴ μονοϲύλλαβον παρ’ Ἀττικοῖϲ ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ διϲυλλάβου ὀξυνομένου κατὰ ϲυναίρεϲιν γέγονε. τὸ δὲ πρῴν περιϲπᾶται « οὐ πρῴν μὲν ἡμῖν ὁ τραγῳδὸϲ ἤγειρεν » (Callim. chol. fr. 18 Mein.), ἐπεὶ ἐκ τοῦ πρῶϊν.
Τὰ ἔχοντα τὴν ο̄ῑ δίφθογγον ἢ τὴν ε̄ῑ περιϲπᾶται. Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ (199) « ἵζω ’πὶ κώπην, οἷπερ ἐκέλευϲάϲ με ϲύ ». ποῖ, εἷ « εἷ τὰ τῶν χοιραγχᾶν ». Ϲώφρων. « πεῖ γὰρ ἀ ἄϲφαλτοϲ ». κεῖ παρὰ Ἀρχιλόχῳ. ὅτε δὲ ἐπίρρημά ἐϲτιν εὐκτικόν, τὸ εἴ ὀξύνεται ὁμοίωϲ τῷ ϲυνδέϲμῳ « εἴγ’ ὤφελεϲ ». τὸ γὰρ ϲτοιχεῖον περιϲπᾶται. καὶ τὸ φνεί παρ’ Ἀριϲτοφάνει· ἔϲτι δὲ μίμημα φωνῆϲ ὀρνέου. καὶ πάντα ὅϲα εἰϲ τὴν διὰ τοῦ ῡ δίφθογγον περιϲπᾶται, εὖ, φεῦ, ποῦ, οὗ τὸ δαϲυνόμενον. κἂν ὑπὲρ μίαν ϲυλλαβὴν εἴη, ὁμοίωϲ περιϲπᾶται πλὴν τῶν ἀναφορικῶν, αὐτοῦ, τηλοῦ, ἀγχοῦ, πανταχοῦ, ἀλλαχοῦ, ὁμοῦ καὶ τὰ λοιπὰ πάντα. ϲημειωτέον ἰδού ἰού καὶ οὐ ἀρνητικόν. ταῦτα γὰρ
ὀξύνεται. τὰ δὲ ἀναφορικὰ βαρύνεται, ὅπου, ὅκου. καὶ τὸ βαύ κατὰ μίμηϲιν κυνὸϲ ὀξύνεται « βαὺ βαὺ καὶ κυνὸϲ φωνὴν ἱείϲ ». ἐξ οὗ καὶ τὸ βαύζω ῥῆμα.Τὰ τὴν ᾱῑ δίφθογγον ἔχοντα ὀξύνεται, οἷον αἴ τάλαϲ καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀπὸ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε̄ εἰϲ ᾱ ὡϲ κύπειρον κύπαιρον, καὶ τὸ ναί ϲυγκαταθέϲεωϲ.
Ταῦτά ἐϲτι μονοϲύλλαβα.
Οὐδὲν τῶν ὑπὲρ μίαν ϲυλλαβὴν εἰϲ ᾱ ληγόντων ἐπιρρημάτων περιϲπᾶται, ἀλλὰ ὀξύνεται, ὡϲ τὸ ἀναφανδά, τριχθά, δηθά ἢ βαρύνεται ὡϲ τὸ αἶψα, ἤλιθα, αὐτίκα.
Τὰ εἰϲ ᾱ διϲύλλαβα, ὑπεϲταλμένων τῶν εἰϲ δ̄ᾱ καὶ θ̄ᾱ, βαρύνεϲθαι θέλει, ῥέα ῥεῖα, ϲάφα, μίγα, ὅπερ μίγδα λέγεται, ἅμα, κάρτα, τέττα, ἔμπα, ὅπερ καὶ ϲύνδεϲμόϲ ἐϲτιν, αἶψα, ὦκα, ἦκα, οἷα ἀντὶ τοῦ καθά, εἷα τὸ παρακελευϲτικὸν ἐπίρρημα, ὄκκα τὸ ὅτε παρ’ Ἀλκμᾶνι. καὶ τὸ τρόπα δὲ ὀφείλει βαρύνεϲθαι, ἔϲτι δὲ παιδιά· τινὲϲ δὲ ὤξυναν. ϲυντιθέμενα δὲ διϲύλλαβα προπαροξύνεται, ἄναντα, πάραντα. τὰ εἰϲ δ̄ᾱ ἐπὶ παιδιᾶϲ κείμενα, παραληγόμενα τῷ ῑ καὶ ν̄ παροξύνεται, βαϲιλίνδα, χυτρίνδα, φαινίνδα, ὀϲτρακίνδα, μυῖνδα ἀπὸ τοῦ μύειν τοὺϲ ὀφθαλμοὺϲ καὶ ἐρωτώμενον λέγειν τίνα τάδε καὶ πόϲα τάδε, ἔϲτ’ ἂν ἐπιτύχῃ, δραπετίνδα, ποϲίνδα, ἐπαιτίνδα, ξιφίνδα, δαληκίνδα, φυγίνδα. τὸ ϲκαπέρδα ἐπὶ παιδιᾶϲ μὲν κεῖται, ὄνομα δέ ἐϲτι καὶ οὐκ ἐπίρρημα. τὰ δὲ λοιπὰ τῶν εἰϲ δᾶ ὀξύνεται, χωρὶϲ εἰ μὴ πρὸ τοῦ δ̄ ἕν τι τῶν μέϲων, ἀναφανδά, καναχηδά, παμπηδά,
ἀποκριδά. τὸ δὲ κρύβδα καὶ μίγδα πρὸ τοῦ δ ̄ α ̄ μέϲον ἔχουϲι τὸ β̄ καὶ γ̄. τὸ χύδα οἱ μὲν ὤξυναν, οἱ δὲ ἐβάρυναν, ὅπερ καὶ ἐπεκράτηϲεν. τὰ εἰϲ θ ̄α ̄, εἰ μὲν πρὸ τοῦ θ̄ τὸ χ̄, ὀξύνετάι, τριχθά, τετραχθά. εἰ δὲ μὴ ἔχῃ, βαρύνεται, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα προπαροξύνεται, ὑπεϲταλμένου τοῦ ἐνταῦθα προπεριϲπωμένου, ἔνθα, πρόϲθα, πάροιθα, ἄτερθα, ὄπιϲθα, ὔπιϲθα, ἤλιθα, ὕπαιθα « ὁ δ’ ὕπαιθα λιάϲθη » (Ο 520), μίνυνθα. τὰ εἰϲ χ̄ᾱ λήγοντα ἐπὶ ποϲότητοϲ βαρύνεται, δίχα « δίχα δέ ϲφιν ἥνδανε βουλή » (Ϲ 510), τρίχα· τὸ « διὰ τρίχα κοϲμηθέντεϲ » (Β 655) οὐ ϲύνθετον. ἔμελλε γὰρ προπαροξύνεϲθαι ὡϲ διάνδιχα, ἀλλ’ ἔϲτι τὸ ἑξῆϲ διακοϲμηθέντεϲ τρίχα. τὰ γὰρ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, τέτραχα, πένταχα, ἕξαχα. τὰ διὰ τοῦ δ ̄ε ̄ι ̄α ̄ δίφθογγον ἔχοντα ὑπὲρ δύο ϲυλλαβὰϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, διχάδεια, τροπάδεια, ἐγκρικάδεια, καταλοφάδεια « βῆν δὲ καταλοφάδεια φέρων » (Od. κ 169), κρυφάδεια. τὰ εἰϲ ᾱ λήγοντα, ὅτε δικαταληκτοῦντα καὶ εἰϲ ϲύμφωνον λήγει, πρὸ μιᾶϲ ἔχει τὸν τόνον, ἀτρέμα καὶ ἀτρέμαϲ, ἠρέμα καὶ ἠρέμαϲ, ὑπόδρα καὶ ὑποδράξ λέγεται, χωρὶϲ δὲ τοῦ ξ̄ παροξύνεται. καὶ τὰ εἰϲ κ̄ᾱ τῷ ι ̄ παραληγόμενα πρὸ μιᾶϲ ἔχει τὸν τόνον, κἂν ἁπλᾶ ᾖ κἂν ϲύνθετα, αὐτίκα, παραυτίκα, ἡνίκα, πηνίκα, ὁπηνίκα.Τὰ εἰϲ τ̄ε̄ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ πάντα προπαροξύνεται, ἄλλοτε, ἐνίοτε, ἑκάϲτοτε, ἔκτοτε. μόνον τὸ ἠΰτε πρὸ μιᾶϲ ἔχει τὸν τόνον· τὸ δὲ αἴτιον, ὅτι μόνον τῷ ῡ παραλήγεται, τὰ γὰρ ἄλλα ο̄. τὰ δὲ διϲύλλαβα μὴ ἔχοντα τὸ τ̄ πρὸ τοῦ ε̄ καὶ αὐτὰ βαρύνεται, ὑπεϲταλμένων ὀλίγων, τῆλε, πόϲε, κεῖϲε, ὧδε, βάλε. τὸ δὲ εἴθε
καὶ αἴθε βαρύνεται μέν, οὐ περιϲπᾶται δὲ ὡϲ τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐϲτιν ἡ θ̄ε̄ ϲυλλαβή. τὸ μέντοι ὀψέ ὀξύνεται· ἔϲτι δὲ μόνον εἰϲ ψ̄ε̄ λῆγον ἐπίρρημα, ὅπερ ἐν ϲυνθέϲει φιλεῖ τρέπειν τὸ ε̄ εἰϲ ῑ· διὸ τὸ « ὀψὲ δύων » (Φ 232) ἐν δυϲὶ μέρεϲι λόγου· εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ῑ ἐγράφετο ὀψιδύων ὡϲ ὀψιμαθήϲ, ὀψιτέλεϲτον. οὕτωϲ δὲ καὶ τὸ « ὀψὲ δύοντα Βοώτην » (ε 272). ἤδη μέντοι Αἰολεῖϲ καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ῑ αὐτὸ ἀποφαίνονται « ὄψι γὰρ ἄρξατο ». καὶ τὸ αἰέ ὀξύνεται, ὃ χωρὶϲ τοῦ ν̄ καὶ μετὰ τοῦ ν̄ λέγεται. δωδεκαχῶϲ δὲ λέγεται ἀεί τὸ ἐπίρρημα. αἰεί αἰέν. παρὰ Δωριεῦϲιν· παρὰ δὲ Ἀττικοῖϲ κατὰ ϲυϲτολὴν τοῦ ᾱ ἀεί. ἀλλὰ καὶ κατ’ ἔκταϲιν τοῦ ᾱ ἀεί. παρὰ δὲ Αἰολεῦϲιν τῆϲ ἀρχούϲηϲ ἐχούϲηϲ τὴν ᾱῑ δίφθογγον, τοῦ δὲ τέλουϲ τὸ ῑ ϲυϲτελλόμενον βαρυτόνωϲ αἶι· λέγεται δὲ παρ’ αὐτοῖϲ καὶ ϲὺν τῷ ν̄ αἶιν. γίνεται δὲ παρ’ αὐτοῖϲ καὶ κατὰ ϲυϲτολὴν τῆϲ ἀρχούϲηϲ ἄϊν καὶ ἀποβολῇ τοῦ ν̄ ἄϊ βαρυτόνωϲ. Λάκωνεϲ δὲ αἰέϲ φαϲίν. λέγεται δὲ καὶ αἰέ δίχα τοῦ ν̄ καὶ τοῦ ϲ̄ διὰ τῆϲ ᾱῑ διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ ε̄ κατὰ τὸ τέλοϲ. Βοιωτοὶ δὲ ἠΐ διὰ τοῦ ἤ καὶ μακροῦ τοῦ ῑ κατὰ τὴν λήγουϲαν· λέγεται δὲ καὶ αἰή διὰ τοῦ η̄ παρὰ Ταραντίνοιϲ φυλαττομένηϲ τῆϲ κατ’ ἀρχὴν ᾱῑ διφθόγγου τροπῇ τῆϲ ε̄ῑ διφθόγγου εἰϲ η̄. — τὰ δὲ ἔχοντα τὸ τ̄, πυϲματικὰ μὲν ὄντα ἢ ἀνταποδοτικὰ ἢ ἀναφορικά, βαρύνεται, πότε, τότε, ὅτε, εὖτε, ὃ ἐκ τοῦ ὅτε καὶ πλεοναϲμῷ τοῦ ε̄ καὶ κράϲει τοῦ ε̄ο̄ εἰϲ τὴν ε̄ῡ δίφθογγον Δωρικῶϲ γίνεται. ἀόριϲτα δὲ ὀξύνεται καὶ ἐγκλίνεται, ὡϲ τὸ « ὣϲ Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοιϲι φάνεϲκεν » (Il. Λ 64) ὀξυτόνωϲ δεῖ ἀναγινώϲκεϲθαι.Τὰ εἰϲ δ̄ε̄ ἐπιρρήματα, τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνοντα, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, οἴκαδε, ἄγραδε, ἅλαδε, Παλλήναδε, φύγαδε « ὁ μὲν φύγαδ’ αὖθιϲ ὑποϲτρέψαϲ » (Λ 446), ὃ ἰϲοδυναμεῖ τῷ εἰϲ φυγήν, οὐ μὴν τὸ « τοὺϲ ἕλεν, οἱ δ’ ἄλλοι φύγαδε μνώοντο(Π 697) ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἰϲ, διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰϲίν, ἤτοι κατὰ μεταπλαϲμὸν γενομένηϲ τῆϲ αἰτιατικῆϲ ποιητικῶϲ ὡϲ ϲκέπην ϲκέπα, φυγήν φυγα, ἢ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀπ’ εὐθείαϲ τῆϲ φύξ, ὡϲ Ϲτύξ Ϲτύγα, τοῦ δ ̄ε ̄ ἐνθάδε παρέλκοντοϲ. ἢ ἐπίρρημά ἐϲτι ταὐτὸ ϲημαῖνον τῇ αἰτιατικῇ, ὡϲ καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰϲοδυναμοῦντα τοῖϲ πρωτοτύποιϲ « Ἴδηθεν μεδέων » (Il. Γ 276), « δόρυ δ’ ἔκβαλεν ἔκτοϲε χειρόϲ » (Od. 2 277). ἀλλ’ οὖν γε ὡϲ ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔϲονται φύγα δέ, ὡϲ Οὔλυμπον δέ, ἢ εἷϲ ὡϲ ἄγραδε. τὸ γοῦν ἅλαδ’ ἑλκομενάων » (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡϲ οἶκον δέ, ἐντελοῦϲ οὔϲηϲ τῆϲ αἰτιατικῆϲ, ἢ πάλιν κατὰ παραγωτήν, ὡϲ ἄγραδε ἅλαδε. τὸ οἶκον δέ, ἀγρὸν δέ δύο μέρη λόγου, τὴν ἰδίαν ἕκαϲτον ἔχον προϲῳδίαν, ἰϲοδυναμοῦντα τοῖϲ ἐπιρρήμαϲι, τὸ ἀγρὸν δὲ τῷ ἄγραδε, τὸ οἶκον δὲ τῷ οἴκαδε. οὕτωϲ Ἄϊδοϲ δέ, οὐκ Ἄϊδοϲ δῶ. τὸ ἐνθάδε παροξυνόμενον οὐκ ἀντίκειται· οὐδὲν γὰρ πλέον ϲημαίνει τοῦ ἐνταῦθα, ὥϲτε περιττὴ ἡ ϲυλλαβή, οὐδὲ τῆϲ παραγωγῆϲ τὸ ᾱ,
ἀλλὰ τοῦ πρωτοτύπου. τοιοῦτό ἐϲτι καὶ τὸ πηνικάδε ἀπὸ τοῦ πηνίκα. τὰ γὰρ φωνὴν παραχθέντα εἰϲ δ̄ε̄, μηδὲν πλέον τοῦ πρωτοτύπου ϲημαίνοντα, πρὸ μιᾶϲ ἔχει τὸν τόνον, τοιόϲδε, τοϲόϲδε, τηλικόϲδε. οὕτωϲ οὖν καὶ ἐπὶ τῶν ἐπιρρημάτων, τημόϲδε, τηνικάδε, ἐνθάδε. οὐδὲν γὰρ πλέον δηλοῖ τοῦ τῆμοϲ, τηνίκα, ἔνθα.Τὰ εἰϲ ζ̄ε̄, εἰ μὲν ἔχει πρὸ τέλουϲ βραχὺ τὸ ᾱ, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν οἷον ἔραζε, θύραζε· παραιτητέον δὲ τοὺϲ περιϲπῶνταϲ τὸ θύραζε· Ἀθήναζε, Ὀλυμπίαζε, Θήβαζε, Ἀφίδναζε, μέταζε μόνον τῶν εἰϲ ᾱζ̄ε̄ ἐπὶ χρόνου τεθειμένον « μέταζε χατίζων » (Hesiod. opp. 396) παρὰ πρόθεϲιν παρηγμένον. τὰ φύϲει μακρᾷ παραληγόμενα προπαροξύνεται ἢ προπεριϲπᾶται· προπαροξύνεται μὲν ὅϲα ἔχει βαρύτονον τὸ πρωτότυπον, ὡϲ παρὰ τὸ Οἰνόη Οἰνόηζε, προπεριϲπᾶται δὲ τὰ ἀπὸ ὀξυτόνων, ὡϲ παρὰ τὸ Ἀχαρνή Ἀχαρνῆζε, κεφαλή κεφαλῆζε, χαμαί χαμᾶζε.
Τὰ εἰϲ ϲ̄ε̄ τοῖϲ εἰϲ θ̄ε̄ν̄ ὁμοτονεῖ· ἐπεὶ γὰρ τὸ πάντοθεν προπαροξύνεται, διὰ τοῦτο καὶ πάντοϲε, ἔκτοθεν ἔκτοϲε, ἄλλοθεν ἄλλοϲε, ἑτέρωθεν ἑτέρωϲε, ἀμφοτέρωθεν ἀμφοτέρωϲε, ἑκατέρωθεν ἑκατέρωϲε. προπεριϲπᾶται δὲ τὸ Θριῶϲε, ἐπεὶ καὶ τὸ Θριῶθεν ὁμοίωϲ, ἐκεῖθεν ἐκεῖϲε. τό τε κυκλόθεν παροξύνεται καὶ τὸ κυκλόϲε, τηλόθεν τηλόϲε, ὁμόθεν ὁμόϲε.
Τὰ εἰϲ θ̄ε̄ν̄ πάντα διϲύλλαβα μὲν ὄντα πρὸ μιᾶϲ ἔχει τὸν τόνον,
οἷον νέρθεν, πόθεν, πρόϲθεν, ὅθεν, τόθεν, κεῖθεν, γῆθεν, δῆθεν, κρῆθεν « ἀπὸ κρῆθεν » (Π 548). τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰ ἔχοι πρὸ τοῦ θ̄ ϲύμφωνον, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ὕπερθεν, ἔνερθεν, ὄπιϲθεν. καὶ τὰ τῷ ο̄ παραληγόμενα παροξύνεϲθαι θέλει, πλὴν τῶν ἐχόντων ἐγκειμένην πρόθεϲιν ἢ παρ’ ὄνομα ἐπιμεριζόμενον παρηγμένων· ταῦτα γὰρ προπαροξύνεται· τὸ μὲν γὰρ ἔνδοθεν, ἔκτοθεν, ἀπόπροθεν πρόθεϲιν ἕκαϲτον ἔχει καὶ ἔτι τὸ πάροιθεν πλεονάϲαν τὸ ῑ. τὸ δὲ ἄλλοθεν, ἑκάϲτοθεν ὀνόματα ἔχει ἐπιμεριζόμενα. τὰ δὲ λοιπὰ πάντα παροξύνεται, ἀγρόθεν, οὐρανόθεν, κυκλόθεν, Λεϲβόθεν, Ἰλιόθεν, Ἀβυδόθεν, ποντόθεν, αὐτόθεν, πρυμνόθεν — τὸ δὲ πρύμνηθεν τῷ η̄ παραληγόμενον προπαροξύνεται — τηλόθεν καὶ ἄλλα μυρία. ϲημειούμεθα τὸ οἴκοθεν, πάντοθεν προπαροξυνόμενα. τὰ μέντοι τῷ ᾱ μακρῷ παραληγόμενα ἢ τῷ η̄ ἢ τῷ ω̄, εἰ μὲν πρωτότυπον αὐτῶν βαρύτονον ᾖ, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ δὲ ὀξύτονον, προπεριϲπᾶται. τῶν μὲν προπαροξυνομένων ὑποδείγματα πρῷρα πρῴραθεν, Φθία Φθίαθεν, Πιερία Πιερίαθεν, τὸ δὲ Πιερίηθεν τροπῇ τοῦ ᾱ εἰϲ η̄, Ὀλυμπία Ὀλυμπίαθεν, θύρα θύραθεν, Ἀφίδνηθεν, Αἰγίνηθεν, κλιϲίηθεν, Μυκήνηθεν, Ἴδηθεν, πρύμνηθεν, τὸ μέντοι πρυμνόθεν διὰ τοῦ ο̄ παροξύνεται. τῶν δὲ προπεριϲπωμένων ὑποδείγματα ταῦτα, Ὑϲιαί ὀξυτόνωϲ, προπεριϲπωμένωϲ Ὑϲιᾶθεν, Θεϲπιᾶθεν, Πλαταιᾶθεν, Δεκελιᾶθεν, παρὰ δὲ Καλλιμάχῳ Δεκελειόθεν, ἀρχῆθεν, ὅτι ἀρχή. ἔϲω ἔϲωθεν, ἔξω ἔξωθεν, πρόϲω πρόϲωθεν, ἄνω ἄνωθεν, κάτω κάτωθεν, προτέρωθεν, ἑκατέρωθεν, ὁποτέρωθεν, ἑτέρωθεν, ἀμφοτέρωθεν, καὶ ὡϲ ἀπὸ τοῦ ἀπῶ μὴ εἰρημένου τὸ ἄπωθεν. διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕωϲ βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώϲ ὀξυτονουμένου ἠῶθεν προπεριϲπᾶται ὡϲ ἀπὸ τοῦ Πυθώ Πυθῶθεν διὰ τοῦ ω̄ ὡϲ Κριῶθεν καὶ μετὰ ϲυϲτολῆϲ Πυθόθεν ὡϲ Λεϲβόθεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθ’ ὧν τηλῶθεν ποιητικῶϲ ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρωτοτύπου τὸν τόνον. ὁμοίωϲ ἄτερ ἄτερθεν. τὸ ἐντεῦθεν προπεριϲπᾶται παρὰ τὸ ἐνταῦθα, καὶ παρὰ τὸ ἐκεῖ περιϲπώμενον ἐκεῖθεν προπεριϲπώμενον. παρὰ τὸ ἐγγύϲ ὀξύτονον ἐγγύθεν παροξυνόμενον καὶ ἀπὸ τοῦ πρωΐ πρωΐθεν. τὸ ἕκαθεν καὶ ἀνέκαθεν προπαροξύτονα, οὐκ οὖν παρὰ τὸ ἑκάϲ ὀξυνόμενον γενόμενα.Τὰ εἰϲ θ̄ῑ καὶ εἰϲ ϲ̄ῑ τὸν τῶν εἰϲ θ̄ε̄ν̄ ἐπιρρημάτων ἔχει τόνον, οἷον οἴκοθεν οἴκοθι, ἀγρόθεν ἀγρόθι, οὐρανόθεν οὐρανόθι, ὑψόθι, αὐτόθι, Ὀλυμπίαθεν Ὀλυμπίαϲιν, θύραθεν θύραϲι, Θήβηθεν Θήβηϲι, Ἀθήνηϲι, Ἀλωπεκῆθεν Ἀλωπεκῆϲιν, Ἑρχιᾶθεν Ἑρχιᾶϲι, Πλατειᾶθεν Πλατειᾶϲιν, Θριᾶθεν Θριᾶϲι, Θριῶθεν Θριῶϲιν. Τὸ ὥραϲι «μὴ ὥραϲ’ ἵκοιϲθε» (Arist. Lysistr. 1037) προπαροξύνεται
μὲν εὐλόγωϲ παρὰ βαρυτόνου τοῦ ὥρα, οὐκ ἔχει δὲ προϋποκείμενον εἰϲ θ̄ε̄ν̄.Τὰ εἰϲ ο̄ῑ ἐπιρρήματα, ὅτε δηλοῖ τὴν ἐν τόπῳ ἢ τὴν εἰϲ τόπον ϲχέϲιν, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, περιϲπᾶται, Μεγαροῖ, Πυθοῖ, Φρεαροῖ, Παιανιοῖ, Ἁθμονοῖ, οὐδαμοῖ, μηδαμοῖ, πανταχοῖ, ἑκαϲταχοῖ, ἐνταυθοῖ, ὃ τὴν αὐτὴν ἔχει ϲημαϲίαν τῷ ἐνταῦθα τῷ πρωτοτύπῳ. τὰ δὲ διϲύλλαβα τῶν εἰϲ ο̄ῑ βαρύνεται καὶ περιϲπᾶται· περιϲπᾶται μέν, ὅτε ἔχει πρωτότυπον ὀξύτονον, παρὰ τὸ ϲφίγξ ϲφιγγοῖ, ἰϲθμόϲ ἰϲθμοῖ, βυθόϲ βυθοῖ, τὸ ἁρμοῖ ϲυμπεριϲπᾶται τῷ ἁρμῷ. ἔϲτι δὲ τὸ ἁρμοῖ Ϲυρακουϲίων· ἁρμόϲ γὰρ ἁρμοῦ ἁρμῷ καὶ ϲυϲτολῇ ἁρμοῖ ὡϲ παρὰ Καλλιμάχῳ
οὕτωϲ Θέων ὁ Ἀρτεμιδώρου. τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται, ἔξω ἔξοι, πέδον πέδοι « πέδοι δὲ βᾶϲαι» Αἰϲχύλοϲ Προμηθεῖ δεϲμώτη (v. 280), ἔνδον ἔνδοι «ἔνδοι Πραξινόα» ὁ Θεόκριτοϲ (XV 1) οἶκοϲ οἴκοι.
Τὰ ϲχετλιαϲτικὰ τῶν εἰϲ ο̄ῑ καὶ ᾱῑ ἄλογον ἔχει τὸν τόνον. ἃ μὲν γὰρ αὐτῶν περιϲπᾶται, ὡϲ τὸ ὀτοτοῖ ἔχον ϲυμπαρακείμενον καὶ τὸ ἀταται, καὶ τὸ οὐαῖ καὶ αἰαῖ, ϲαβοῖ τε καὶ αἰβοῖ καὶ τὸ ϲαβαῖ παρ’ Εὐπόλιδι ἐν Βάπταιϲ. τὸ δὲ εὐαί παρὰ τῷ αὐτῷ ὀξύνεται «εὐαὶ ϲαβαῖ» ὡϲ τὸ αἴ, οὐαί, βαβαί βαρύνεται δὲ τὸ οἴμοι ὤμοι. τὸ
δὲ ὦ πόποι δυϲὶ τόνοιϲ χρῆται. Ἀρίϲταρχοϲ δέ φηϲιν ἀπίθανον εἶναι τὸ τὸν Δία ὦ πόποι οἷον ὦ θεοί λέγειν· ἀλλ’ ἐπεὶ ἔδει τὸ πόποι ϲχετλιαϲτικὸν ὑπάρχον καὶ ἄνευ τοῦ ὦ λέγεϲθαι καὶ ἐπεὶ παράκειται αὐτῷ τὸ παπαῖ, ὥϲτε εἰ μὴ ὀνοματικόν ἐϲτιν, ὀφείλει περιϲπᾶϲθαι ὡϲ εἶναι δύο περιϲπωμέναϲ ὦ ποποῖ, λέγομεν βαρυνεϲθαι αὐτό ὡϲ τὸ ὦ φίλοι, ἐκ τοῦ ὑπολαβεῖν ὄνομα εἶναι τὸ πόποι. καὶ τὸ ἰατταταῖ δὲ περιϲπᾶται καὶ τὸ ἀππαπαῖ· ἡ δὲ ϲυνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί. καὶ καθόλου δὲ οὐ δεῖ τὰ ϲχετλιαϲτικὰ τῶν ἐπιρρημάτων οἱονεὶ βακχικὰ ὄντα ὑπὸ τὴν ἔντεχνον ἀκολουθίαν ἄγειν, εἴγε οὐδὲ μέρη λόγου τινὲϲ ταῦτα ἐνόμιϲαν· παϲχούϲηϲ γὰρ ψυχῆϲ ἢ διακόρου ὑπὸ οἴνου οὔϲηϲ ἄλογοι δηλονότι καὶ αἱ ἐκφωνήϲειϲ αὐτῆϲ. διὸ ἐπ’ αὐτῶν ἔϲθ’ ὅτε τὸ δαϲὺ πνεῦμα ἀλόγωϲ ἐν τῇ ληγούϲῃ ϲυλλαβῇ ὁρᾶται, ὡϲ ἔχει τὸ εὐοἵ εὔἁν, εὐαἵ. τὸ γὰρ λέγειν ὅτι εὖ ϲοι ἦν καὶ κατὰ ἔλλειψιν τοῦ ϲ̄ γέγονε εὐ οἵ καὶ κατὰ ϲυναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ ἄρα παρὰ τὸ εὐοἵ Εὔϊοϲ παρῆκται. τὸ δὲ χαμαί ὀξύνεται, οὐκ ὂν ϲχετλιαϲτικόν. τὸ δὲ πάλαι χρονικὸν βαρύνεται καὶ ϲυντιθέμενον προπαροξύνεται, πρόπαλαι, τρίπαλαι.Τὰ εἰϲ ο̄ῡ περιϲπῶνται, πανταχοῦ, ἀγχοῦ « ἀγχοῦ δ’ ἱϲταμένη » (B 172), ὁμοῦ, αὐτοῦ ἀντὶ τοῦ εἰϲ τὸν τόπον αὐτόν « αὐτοῦ πρόϲθε ποδῶν » (χ 4), ὑψοῦ « ὑψοῦ δ’ ἐπὶ ψαμάθοιϲι » (Α 486) τηλοῦ, ἀλλαχοῦ, οὐδαμοῦ, ἑκαϲταχοῦ ὡϲ παρὰ Δημοϲθένει (p. 308, 28) « καὶ ἔτι τὰϲ ἑκαϲταχοῦ βραδυτῆταϲ» καὶ τὰ λοιπὰ πλὴν τοῦ ἰδού τὸ δεικτικόν, ἰού τὸ ϲχετλιαϲτικὸν καὶ οὔ τὸ ἀρνητικόν. τοῦτο δὲ καὶ ἐν τῇ ϲυνεπείᾳ ὀξύνεται. οὐ μάχεται τὸ ὅπου βαρυνόμενον, ἀλλ’ ἀνέδωκε τὸν τόνον ὁμοίωϲ τῷ πῇ ὅπῃ, ποῦ ὅπου.
Ὀλίγα ἐϲτὶν εἰϲ ε̄ῡ. τὸ μὲν εὖ περιϲπᾶται καὶ τὸ φεῦ. καὶ τὸ ἄνευ βαρύνεται καὶ τὸ ὑπέρφευ ϲυντεθέν. τὸ ἐλελεῦ περιϲπᾶται.
Τὰ εἰϲ ε̄ῑ δίφθογγον λήγοντα ἐπιρρήματα ὀξυνόμενα δύο ἐϲτί, τὸ ἀεί καὶ τὸ ἐπεί χρονικὸν « ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ » (θ 452). ἔϲτι γὰρ ὁ ἐπεί καὶ ϲύνδεϲμοϲ. βαρύτονα δὲ τὸ ἄγρει, ὃ κατὰ ϲυνεκδρομὴν τοῦ ῥήματοϲ πληθυντικῶϲ εἴρηται « ἀγρεῖθ’ αἱ μὲν δῶμα κορήϲατε » (υ 149), ὁ δέ γε Ἀντίμαχοϲ ἀργεῖτε ἔφη ὑπερβιβάϲαϲ τὸ ρ̄. καὶ ἔτι τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περιϲπώμενα δὲ τοπικὰ Δώρια, τηνεῖ, τουτεῖ, πεῖ, αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται.
Τὰ διὰ τοῦ ῑ ἐπεκτεταμένα δεικτικῶϲ ὀξύνεται, δευρί, νυνί, οὑτωϲί, ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ κοΐ μίμημά ἐϲτι φωνῆϲ ἀλόγου ζῴου. ἐχρήϲατο δὲ καὶ Ἀριϲτοφάνηϲ τῇ λέξει. καὶ τὰ παρωνύμωϲ παρηγμένα ὀξύνεται, ἅπερ τινὲϲ διὰ τῆϲ ε̄ῑ διφθόγγου, τινὲϲ δὲ διὰ τοῦ ῑ γράφουϲι μακροῦ, πάνδημοϲ πανδημεί, ἄπνευϲτοϲ ἀπνευϲτί, ἀναιμωτί, ἀκλαυτί, ἀνιδρωτί, ἀπηρωτί, ἀπαυϲτί, ἀγελαϲτί, αὐτονυχί, ἀκονιτί, πανθοινί, ἀκριτί, ἐρρεντί παρὰ Ἀλκαίῳ. ἀπὸ τοῦ ἔρρω ἢ ἐρρῶ περιϲπωμένου ἡ μετοχὴ ἐρρείϲ ἐρρέντοϲ ἐρρεντί ὡϲ παρὰ τὸ ἐθέλοντοϲ ἐθελοντί, ἀμιϲθί, ἀμογητί. τὸ δὲ ῑ ἐϲθ’ ὅτε καὶ ϲυνεϲταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ « Νέϲτωρ δ’ ὁ γέρων ἀμογητί » (Λ 636) « ἀμιϲθὶ γάρ ϲε πάμπαν » (Archil.). Τὰ δὲ εἰϲ βραχὺ ῑ καταλήγοντα διϲύλλαβα ὄντα βαρύνεϲθαι θέλει, ἔτι, αὖθι, νόϲφι, ἶφι, ἄγχι, μέχρι, ἄχρι, κεῖθι, πόθι, ἄρτι, ἦρι, ὕψι — τινὲϲ δὲ τοῦτο ὀξύνουϲι — ᾗχι τὸ γενόμενον εἐπεκτάϲει τῆϲ χ̄ῑ ϲυλλαβῆϲ, οἱ Δωριεῖϲ ᾇχι λέγουϲι διὰ τοῦ ᾱ « ᾇχι Λίχα μέγα ϲᾶμα
Ἀρίϲταρχοϲ τὸ ᾗχι ἄνευ τοῦ ῑ φηϲί καθάπερ καὶ τὸ ἧφι βίηφι, ἡ μέντοι
παράδοϲιϲ ἔχει τὸ ῑ. ναίχι, ὅπερ παροξύνεται διὰ τῆϲ χ̄ῑ ἐπεκεταμένον. ἐχρῆν δὲ καὶ τὸ οὐχί βαρύνεϲθαι· ἔϲτι γὰρ ἐπέκταϲιϲ τῆϲ οὔ. ἀλλ’ ἐπειδὴ παραλόγωϲ ὀξύνεται πρὸ τῆϲ ἐπεκτάϲεωϲ — ὤφειλε γὰρ περιϲπᾶϲθαι, ἐπεὶ πᾶϲα ϲυλλαβὴ τελικὴ εἰϲ ο̄ῡ λήγουϲα καὶ ἐφ’ ἑαυτῆϲ τὸν τόνον ἔχουϲα περιϲπᾶται — τούτου χάριν παραλόγωϲ ὀξύνεται καὶ μετὰ τὴν ἐπέκταϲιν· οὐδέποτε δὲ ἀποβολὴν τοῦ ῑ πάϲχει. ὀξύνεται δὲ καὶ τὸ οὐκί καὶ τὸ πρωΐ. καὶ τὸ γίγγρι ἐπιφώνημά τι ὂν ἐν καταμωκήϲει λεγόμενον, εἰ ὠξύνετο, οὐκ ἄτοπον. ἀχαρακτἠριϲτον γάρ ἐϲτιν. τὸ δὲ « χῶρι διατμήγουϲι » (Callim. fr. 48 Bentl.) βαρύνεται. τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ τ̄ῑ ὀξύνεται, Ἰαϲτί, Ἰαονιϲτί, Δωριϲτί, Ϲυριϲτί, Ἀττικιϲτί, Μεγαριϲτί, Θρᾳκιϲτί, Περϲιϲτί, Ϲκυθιϲτί, Λυδιϲτί, Φρυγιϲτί, μεγαλωϲτί, ἱερωϲτί, νεωϲτί, δημιωϲτί. εἰ δὲ μὴ ἔχοι τὸ ϲ̄ πρὸ τοῦ τ̄, βαρύνεϲθαι θέλει, ἕκητι. τὸ δὲ ἀπαρτί παρ’ Ἀθηναίοιϲ ὀξύνεται καὶ τὸ ἐγκυτί « ϲὺ δ’ ἐγκυτὶ τέκνον ἐκέρϲω » (Callim. fr. 311 Bentl.). τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ ϲυνεπείᾳ ὀξύνεται. Καὶ τὰ ἀπὸ τῶν εἰϲ ῑϲ̄ κατ’ ἀποβολὴν τοῦ ϲ̄ βαρύνεται, πολλάκι, τουτάκι, θαμάκι, δυάκι, τριάκι, ἑξάκι.Τὰ εἰϲ ῡ λήγοντα διϲύλλαβα, μὴ καθαρεύοντα μηδὲ μελετήϲαντα τὸ ϲ̄ ἔχειν, βαρύνεται, κόκκυ τὸ ἐλάχιϲτον, πάγχυ, πρόχνυ, δεῦρυ, πῆλυ, ἄρρυ ἐπίφθεγμα τῶν ἐρετῶν. τὸ ἰύ, ὃ λέγεται καὶ ἰηΰ, ὀξυνόμενον καθαρεύει ἐπὶ θαύματοϲ κείμενον. τὸ δὲ ἔϋ βαρύνεται· ἔϲτιν ἐΰϲ ἐΰ εὖ καὶ ἀπὸ τοῦ εὖ κατὰ διάλυϲιν τῆϲ ε̄ῡ διφθόγγου εἰϲ ε̄ καὶ
ϋ ἔϋ. εἶπον δὲ μὴ μελετήϲαντα τὸ ϲ̄ ἔχειν, διὰ τὸ ἰθύϲ ἰθύ, εὐθύϲ εὐθύ ὀξυνόμενα· διϲύλλαβα διὰ τὸ μεταξύ, μεϲϲηγύ καὶ τὸ ἀντικκρύ, ὅτε χωρὶϲ τοῦ ϲ̄· ὅτε γάρ ἐϲτι μετὰ τοῦ ϲ̄, προπαροξύνεται· ὡϲ καὶ τὸ ἐμβραχύ ϲημαῖνον τὸ ἁπαξαπλῶϲ ἢ καθάπαξ.* Τὰ Αἰολικῶϲ διὰ τοῦ ῡϊ̄ ἐκφερόμενα βαρύνεται καὶ τοπικὴν ϲχέϲϲιν δηλοῖ οἷον πήλυϊ, ἄλλυϊ, ἀτέρυϊ, τούτυϊ· τὸ ὀτοτύϊ παρὰ τὸ ὀτοτοῖ παροξυνόμενον ἀπολογίαν ἔχει ὡϲ οὐκ ἔϲτιν τοπικὸν οὔτε Αἰολικόν, ϲχετλιαϲτικὸν δέ· τὰ ϲχετλιαϲτικὰ οὐ πεφρόντικε τῆϲ ἀκριβοῦϲ ἐξετάϲεωϲ, ὡϲ πολλάκιϲ διείληπται.
* Τὰ εἰϲ ο̄ λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν ϲυλλαβὴν οὐκ ἔϲτιν ὅτι μὴ τὸ δεῦρο βαρυνόμενον. τὸ γὰρ εἰϲ ὅ δύο μέρη λόγου εἰϲίν καὶ τὸ ἀπό πρόθεϲίϲ ἐϲτιν ἰϲοδυναμοῦϲα τῷ ἄποθεν ἐπιρρήματι. τὸ γοῦν δεῦρο παρακελευϲματικὸν ὂν ἔχει τὸ δεῦτε πληθυντικόν· γίνεται δὲ καὶ δευρί παρὰ Ἀττικοῖϲ· ποιητικῶϲ δὲ κατ’ ἐπεέκταϲιν τοῦ ο̄ εἰϲ ω̄ δεύρω. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ ἐν τῷ « ἦ δεύρω μὲν ἕποντο » (Γ 240), ἐνίοτε καὶ δεῦρυ.
Πᾶν ἐπίρρημα εἰϲ ω̄ λῆγον παραγωγόν, μὴ Δώριον πρὸ μιᾶϲ ἔχει τὸν τόνον, ἄνω, κάτω, ἔξω, εἴϲω, πρόϲω καὶ πόρϲω καὶ τροπῇ Ἀττικῇ τοῦ ϲ̄ εἰϲ ρ̄ ὡϲ ἄρϲην ἄρρην πόρρω, ἄφνω· παρὰ τὸ ἀφανήϲ ἀφανῶϲ ὡϲ εὐϲεβήϲ εὐϲεβῶϲ καὶ ϲυγκοπῇ καὶ ἀποβολῇ τοῦ ϲ̄ καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. ἑκαϲτέρω τὸ πορρωτέρω ἀπὸ τοῦ ἑκάϲ, ὃ ϲημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτεροϲ, ἑκατέρω γὰρ ἦν. πορρωτέρω, ἐγγυτέρω, ἀνωτάτω, ἐγγυτάτω, ἀπωτέρω, περαιτέρω. τὸ δὲ ἄνεῳ προπαροξύνεται· τὸ ἰώ ὀξύνεται, ἀνακλητικὸν ὂν καὶ οὐκ ὂν παραγωγόν· καὶ τὸ ἐπιϲχερώ ὀξύτονον. τὸ δὲ
τουτῶ αὐτῶ κατὰ ἀποκοπὴν τῆϲ θ̄ε̄ν̄ ϲυλλαβῆϲ καὶ ἐκτάϲει τοῦ ο̄ εἰϲ ω̄ Δώριά ἐϲτιν.Τὰ εἰϲ ᾱν̄ λήγοντα καὶ μακρὸν ἔχει τὸ ᾱ καὶ βαρύνεται, λίαν, ἄγᾶν, εὔἁν, πέραν, ὅπερ Ἰωνικῶϲ πέρην λέγεται « πέρην κλυτοῦ ὠκεανοῖο » Διονύϲιοϲ. τὸ πάμπαν καὶ τάλαν ϲυϲτέλλει τὸ ᾱ. τὸ δὲ ὅταν δύο μέρη λόγου, ὅτε καὶ ἄν. τὸ δοάν ὀξυνόμενον πλεοναϲμὸν ἔχει τοῦ ο̄, δήν δάν δοάν. τὸ ὦ τᾶν δύο περιϲπωμέναϲ ἔχει.
* Ϲπάνια τὰ εἰϲ ε̄ν̄ λήγοντα ἐπιρρήματα τὰ μὴ ἔχοντα πρὸ τοῦ ε̄ τὸ θ̄ καὶ εὐαρίθμητα· ἔϲτι γὰρ τὸ ἔπειτεν ἀπὸ τοῦ ἔπειτα γεγονόϲ καὶ εἶεν, ὅ τινεϲ ὀξύνουϲιν. καὶ τὸ αἰέν ὁμότονον καὶ ὁμόϲημον τῷ ἀεί.
Τὰ εἰϲ δ̄η̄ν̄ πάντα βαρύνεται, κλίδην, μίγδην, ἐμπλήγδην, ἅδην, ἐπαΐγδην, βάδην, χύδην, κρύβδην, φύρδην, ϲποράδδην, ἀλλάγδην, παμπήδην, διαρρήδην καὶ ἄλλα μυρία. καὶ τὰ εἰϲ η̄ν̄ ἐπιρρήματα μὴ προηγουμένου τοῦ δ̄ πρῷην, μάτην, βύζην, ἔμπλην καὶ ἄντην βαρύνεται· τὸ γὰρ ἀκμήν, ἐθελοντήν, ἑκονττήν ὀνοματικά· διὸ καὶ ϲυνοξύνονται τοῖϲ ὀνόμαϲιν. τὸ δὲ ἠμήν ὁρκκικὸν ἐπίρρημα ὀξύνεται. ὁ δὲ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε̄ προφέρεται « ἡ μέν μοι πρόφρων » (A 77) « ἠμὲν ἐμοὶ δώϲειν » (Ξ 275). τὸ δὲ ἐχρῆν περιϲπώμενον οὐκ ἐπίρρημα, ἀλλὰ ῥῆμα.
* Τὰ εἰϲ ῑν̄ ἐπιρρήματα ἐκ πλεοναϲμοῦ ἔχει τὸ ν̄ οἷον αὖθι αὖθιν, οὕτω γὰρ λέγεται παρὰ Ῥηγίνοιϲ. πάλι πάλιν, πέρυϲι πέρυϲιν, ὃ
καὶ πέρυτιϲ λέγεται Δωρικῶϲ. αἶιν, ὅπερ ἀπὸ τοῦ ἀεί παρὰ Αἰολεῦϲι γέγονεν. νυνίν, οὑτωϲίν.Τὰ εἰϲ δ̄ο̄ν̄ ὀξύνεται, χανδόν, ϲχεδόν, βοτρυδόν « βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεϲιν εἰαρινοῖϲι ». ἔϲτι δὲ μονῆρεϲ τὸ βοτρυδόν. τὰ γὰρ εἰϲ δ̄ο̄ν̄ ἐπιρρηήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰϲ ῡϲ̄ ὀνομάτων παράγεϲθαι καὶ πρὸ τέλουϲ ἔχειν τὸ ῡ· ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰϲ ῡϲ̄ παραγωγὸν ποιήϲαϲ ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλουϲ τὸ ῡ, ἀλλὰ τὸ η̄ « πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόϲωπα ». ἀγεληδόν, ϲωρηδόν, ποταμηδόν, κιονηδόν, ταυρηδόν, κρουνηδόν, βομβηδόν, ἰλαδόν, ἐνωπαδόν, ϲτοχανδόν, φανδόν, ἑλκηδόν, παραϲταδόν, παρακλιδόν, ῥυδόν « ῥυδὸν ἀφνειοῖο » (o 426), ἀμφαδδόν· καὶ ἐν ϲυνθέϲει φυλάϲϲουϲι τὸν τόνον οἷον αὐτοϲχεδόν. μόνον τὸ ἔνδον βαρύνεται, διότι μόνον παρὰ προθέϲεωϲ καὶ ὅτι μόνον τοπικὸν τῶν εἰϲ δ̄ο̄ν̄. λήγει δὲ καὶ δ̄ο̄ϲ̄, ἔνδοϲ γὰρ λέγεται πολλάκιϲ καὶ εἰϲ δ̄ο̄ῑ ἔνδοι. τέϲϲαρϲιν οὖν διαφοραῖϲ διαλλάξαν οὐδὲν θαυμαϲτὸν εἰ καὶ κατὰ τόνον διήλλαξεν. εἰδέναι δὲ δεῖ ὡϲ τὰ εἰϲ δ̄ο̄ν̄ ϲπανίωϲ κατ’ ἀρχὴν λέξεωϲ ϲυντίθενται, ὡϲ ἔχει τὸ ἐνδόμυχοϲ, ἐνδόπυροϲ, ἔνδορχιϲ. Τὰ εἰϲ ο̄ν̄ ἐπιρρήματα μὴ ἔχοντα πρὸ τοῦ ο̄ δ̄ ἀλλ’ ἢ ἕτερον ϲύμφωνον ἢ τὸ ῑ βαρύνεται, ϲήμερον, αὔριον, πόρϲιον, ἔγγιον, μᾶλλον, ἧττον, ἄϲϲον. τὸ δὲ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμεροϲ προπαροξυνομένου.
* Εἰϲ ῡν̄ λῆγον οὐδέν ἐϲτιν, εἰ μὴ τὸ βίϲχυν βαρύτονον μόνον ὄν.
Τὰ εἰϲ ω̄ν̄ πάντα ὀξύνονται, ἐμποδών, ἐκποδών, ἐκδεξιῶν, ἐξαριϲτερών, τελευτών. καὶ τὸ χρεών μετοχικὸν ὀξύνεται, τὸ δὲ ἀκέων καὶ αὐτὸ μετοχικὸν παροξύνεται.
* Οὐδὲν εἰϲ ο̄ῡν̄ ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν· ὅπερ καὶ ἐπεκταάϲεϲι ποιητικαῖϲ κέχρηται καὶ παραθέϲει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ αἰϲχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺϲ εἴλω ταϲαίμην· ἀλλὰ μιϲχοῦν καθήμενοι· ἐπεὶ ὀνοματκά ἐϲτι.
Τὰ εἰϲ ξ̄ λήγοντα ἐπιρρήματα ὀξύνεϲθαι θέλει πλὴν τῶν ἀπὸ προθέϲεωϲ· ταῦτα γὰρ βαρύνεται, εὐράξ, μουνάξ, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, αὐτοδάξ, ἐπιτάξ, κοάξ, ὑποδράξ, ἰατταταιάξ, διαμπάξ, βεβρεκέξ, κουρίξ, ἀπρίξ, ἀναμίξ, ἐπιμίξ. τὸ δὲ πέριξ βαρύνεται ἀπὸ προθέϲεωϲ ὄν καὶ πάρεξ· τὸ δὲ πάρεξ βαρυνόμενον καὶ γενικῇ ϲυνταϲϲόμενον ἔχει τι παράϲημον, ὡϲ καὶ παρὰ δύο προθέϲειϲ ἐγένετο. ὁπότε γὰρ ὀξύνεται, οὐ φαμὲν εἶναι ἐπίρρημα, ἀλλὰ δύο προθέϲειϲ. ϲημειούμεθα δὲ καὶ τὸ ἅπαξ βαρυνόμενον. διὸ ἐν τῇ ϲυντάξει μεταλαμβάνει τὸν ἴδιὸν τόνον ἁπαξἅπαντεϲ, ἁπαξἁπλῶϲ κεκοιμιϲμένου τοῦ τόνου.
Εἰϲ ρ̄ λήγοντα ἐπιρρήματα ὀξύτονα οὐκ ἔϲτιν καὶ τὰ ἁπλᾶ βαρύτονα ϲπάνια καὶ μονήρη ὡϲ ἔχει τὸ νύκτωρ μόνον εἰϲ ω̄ρ̄ καὶ τὸ ἄτερ μόνον εἰϲ ε̄ρ̄. τὸ γὰρ Δάματερ κλητική ὡϲ τὸ Ἥρακλεϲ, καὶ ἄφαρ. τὸ γὰρ αὐτῆμαρ, ποϲϲῆμαρ, ἐννῆμαρ ϲύνθετα παρώνυμά εἰϲιν.
Τὰ εἰϲ ᾱ̄ϲ μὴ παραληγόμενα τῷ ε̄ ϲὺν ἐμεταβόλῳ ὀξύνεται, ἑκάϲ, ἀνεκάϲ, ἀγκάϲ, ἐντυπάϲ, ἀνδρακάϲ. τὸ μέντοι πέλαϲ βαρύνεται καὶ τὸ ἀτρέμαϲ « ἀτρέμαϲ ἦϲο » (Β 200), ὅπερ καὶ χωρὶϲ τοῦ ϲ̄ λέγεται ἀτρέμα. τὸ δὲ ἅλιοϲ παρ’ Ἱππώνακτι προπαροξύνεται ἀπὸ τοῦ ἅλιϲ πλεονάϲαν τὸ ᾱ.
* Τὰ εἰϲ ε̄ϲ̄ λήγοντα ἐπιρρήματα ἁπλᾶ φυϲικῶϲ οὐκ ἔϲτιν, εἰ μὴ τὸ ἐχθέϲ διϲύλλαβον καὶ χθέϲ μονοϲύλλαβον καὶ ἐνδελιϲτέϲ ὀξύτονον παρὰ Ϲυρακοϲϲίοιϲ, ὃ καὶ ἐλλιϲτέϲ λέγεται· τὸ γὰρ ἀέϲ ἀπὸ τοῦ ἀεί· τὸ δὲ ἄληθεϲ, ἐπίτηδεϲ ὀνοματικὰ καὶ βαρύτονα.
Τὰ εἰϲ η ̄ϲ ̄ βαρύνεται, ἔμπηϲ, ἐξαίφνηϲ, ἐξαπίνηϲ, ἐξείηϲ· τὸ δὲ ἑξῆϲ τὸ ἀπ’ αὐτοῦ περιϲπᾶται. καὶ τὸ ἀκαρήϲ ὀξυνόμενον ὀνοματικόν ἐϲτιν ὅμοιον τῷ εὐρυπυλήϲ.
Τὰ εἰϲ ͞ι͞ϲ λήγοντα διϲύλλαβα βαρύνεται, μόλιϲ, μόγιϲ, ἅλιϲ, ἄνιϲ ἀντὶ τοῦ χωρίϲ, μέχριϲ καὶ τὸ παρ’ αὐτὸ ἄχριϲ. λέγεται δὲ καὶ μέχρι καὶ ἄχρι ἄνευ τοῦ ͞ϲ, αὖθιϲ, ὃ λέγεται καὶ αὖθι καὶ αὖθιν. μόνα τὸ χωρίϲ καὶ ἀμφίϲ ὀξύνονται. τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ ͞ι͞ϲ λήγοντα, ὑπεϲταλμένων τῶν διὰ τοῦ α ̄δ ̄ι ̄ϲ ̄ καὶ α ̄κ ̄ι ̄ϲ ̄ ὀξύνονται, ἐγκυτίϲ, ὃ χωρὶϲ τοῦ ϲ̄ Καλλίμαχοϲ εἶπεν « ϲὺ δ’ ἐγκυτὶ τέκνον ἐκέρϲω»,
λικριφίϲ, κραταιΐϲ, αὐτονυχίϲ. λέγεται δὲ καὶ αὐτονυχιδίϲ καὶ αὐτονυχί, παμπηδονίϲ, λέγεται δὲ καὶ πάμπαν καὶ παμπήδην καὶ παμπηδόν, ϲολικρίϲ (? ), ἀμφικελεμνίϲ. τὸ μέντοι πέρυτιϲ προπαροξυνόμενον Δώριόν ἐϲτιν ἐκ τοῦ πέρυϲι μεταποιηθὲν καὶ οὐ μάχεται. τὰ διὰ τοῦ α ̄κ ̄ι ̄ϲ ̄ παροξύνεται, πολλάκιϲ, ὀλιγάκιϲ, τοϲαυτάκιϲ. καὶ τὰ εἰϲ δ ̄ι ̄ϲ ̄ τριϲύλλαβα τῷ ᾱ παραληγόμενα παροξύνεται, χαμάδιϲ, φυγάδιϲ, ὀκλάδιϲ, κρυφάδιϲ, ἐϲχάδιϲ ( ?), πτακάδιϲ, μιγάδιϲ, ἁμάδιϲ. τὸ ὠμαδίϲ ὀξύνεται καὶ ἴϲωϲ ἐκ τοῦ κατωμαδίϲ ἀφῃρέθη. τὸ οἴκαδιϲ ϲεϲημείωται προπαροξυνόμενον. τὰ δὲ ὑπερτριϲύλλαβα ἢ ὅϲα μακρᾷ φύϲει ἢ θέϲει παραλήγεται, πάντα ὀξύνεται, λαθρηδίϲ, κωπηδίϲ, αἰφνηδίϲ, ϲτοιχηδίϲ, ἀντηδίϲ, ἀμοιβηδίϲ· λέγεται καὶ ἀμοιβηδόν, ἐπαμοιβαδίϲ « ἀλλήλοιϲιν ἔφυν ἐπαμοιβαδίϲ » (Od. ε 481), ἐμβολαδίϲ, κατωμαδίϲ, ἀμφουδίϲ, ἐπουδίϲ, ἀκροπουδίϲ. Τὰ δὲ τῶ ῡ παραληγόμενα προπαροξύνεται, ἄλλυδιϲ, ἄμυδιϲ Αἰολικὸν ἔχον τὸ πνεῦμα.* Τὰ εἰϲ ͞δ͞ι͞ϲ ἐπιρρήματα ἔχοντα πρὸ τοῦ ͞δ τὴν ᾱ͞ν ϲυλλαβὴν Δώριά ἐϲτι καὶ παροξύνεται, χαμάνδιϲ, ἀγράνδιϲ, Ὀλυμπιάνδιϲ.
Τὰ εἰϲ ο̄ϲ ̄ ἀπὸ προθέϲεωϲ παραχθέντα, εἰ ἔχοι τὸ τ̄, ὀξύνεται, ἐντόϲ, ἐκτόϲ. τὰ δὲ ἄλλα βαρύνεται, πάροϲ, ἦμος, τῆμος, ὁπῆμοϲ, τημοῦτοϲ, κῆχος. « ποῖ κῆχοϲ; εἰϲ οὐρανόν » καὶ Ἀριϲτοφάνηϲ
«ποῖ κῆχος, εὐθὺ Ϲικελίαϲ» καὶ παρὰ Φερεκράτει « ποῖ κῆχοϲ, » τὸ πῇ κῇ· πῇ ἐγγύϲ πῇ ἄγχοϲ, ὅπερ ἐϲτὶν ἐν τῷ ἔναγχοϲ· ἐλλείψει τοῦ γ κῆχοϲ. τὸ δὲ ἔναγχοϲ προπαροξύνεται· τὸ εἰκόϲ ὀξυνόμενον οὐδέτερον ἦν μετοχὴ οὐδετέρου γένουϲ εἰϲ ϲύνταξιν ἐπιρρηματικὴν ἐλθοῦϲα. τὸ γοῦν ἔνδοϲ, ἔξοϲ βαρύτονα Δώρια.Τὰ εἰϲ ͞υ͞ϲ ϲυϲτελλόμενον ἔχοντα τὸ ῡ ὀξύνεϲθαι θέλει, πλὴν εἰ μὴ τριϲύλλαβα ὄντα ἀπὸ προθέϲεωϲ ἄρχοιτο, ἐγγύϲ, εὐθύϲ, ἰθύϲ, μεϲϲηγύς, ἃ εἰ λέγοιτο ἄνευ τοῦ ϲ̄ ἰϲόχρονα λέγεται ἰθύ εὐθύ μεϲϲηγύ. τὸ δὲ ἄντικρυϲ καὶ ϲύνεγγυϲ πρόθεϲιν ἔχει. τὸ ἀντικρύ ὀξυνόμενον ἐκτείνει τὸ ῡ. τὸ ἀλλῦϲ μακρὸν ἔχον τὸ ῡ περιϲπᾶται.
Τὰ εἰϲ ͞χ͞ω͞ϲ ἐπὶ ποϲότητοϲ περιϲπᾶϲθαι θέλει, διχῶϲ, τριχῶϲ, τετραχῶϲ, ἑξαχῶϲ, ἑπταχῶϲ, ποϲαχῶϲ. τὸ ἐξόχωϲ, ἡϲύχωϲ βαρύνεται· ἀπὸ ὀνομάτων γάρ.
Τὰ καλούμενα τῆϲ μεϲότητοϲ ἀπὸ γενικῶν πληθυντικῶν γενόμενα καὶ τὸν αὐτὸν τόνον αὐταῖϲ ἔχει, εἴτε παρ’ ὀνόματα γένοιτο εἴτε παρὰ μετοχάϲ, εἴτε παρ’ ἀντωνυμίαϲ, κούφων κούφωϲ, βαρέων βαρέωϲ, καλῶν δὲ καλῶϲ περιϲπωμένωϲ καὶ ϲεμνῶν ϲεμνῶϲ ἀϲέμνων ἀϲέμνωϲ, καὶ τὰ παρὰ τὸ πᾶϲ δὲ καὶ μέγαϲ πάντων μεγάλων ὁμοίωϲ πάντωϲ, μεγάλωϲ ὡϲ καὶ ἐξόχων ἐξόχωϲ καὶ ἡϲύχων ἡϲύχωϲ. τὸ
δὲ αὐτάρκωϲ, εὐώδωϲ τῷ μὲν λόγῳ περιϲπαϲθήϲεται, ἐπεὶ καὶ αἱ γενικαὶ αὐτῶν, ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει. καὶ τὴν κακοηθῶν γενικὴν καὶ αὐθαδῶν βαρύνειν μεμελετήκαϲι παραλόγωϲ, αἷϲ ϲυμβαρύνουϲι καὶ τὰ ἐπιρρήματα, κακοήθωϲ, αὐθάδωϲ. ὁ δὲ Ἀρίϲταρχοϲ παὶ τὸ νοϲώδων ἐβάρυνεν ἀλόγωϲ. καὶ ἀπὸ μετοχῶν, ἀγαπώντων ἀγαπώντωϲ, ἐπαρκούντων ἐπαρκούντωϲ, προϲηκόντων προϲηκόντωϲ. παρὰ τὸ ζάφελοϲ προπαροξυνόμενον ὀφείλει καὶ τὸ ζαφελῶϲ ἐπίρρημα βαρύνεϲθαι, ὡϲ ἀπὸ τοῦ ζάθεοϲ ζαθέωϲ· οὐ γάρ ἐϲτι παρὰ τῷ ποιητῇ ζαφελήϲ. περιεϲπάϲθη δὲ τὸ ζαφελῶϲ, ἐπεὶ τὰ διὰ τοῦ λ ̄ω ̄ϲ ̄ ἐπιρρήματα παραληγόμενα τῷ ͞ε ὡϲ ἐπὶ τὸ πλεῖϲτον φιλεῖ περιϲπᾶϲθαι, ἐντελῶϲ, ἐπιμελῶϲ, ἀμελῶϲ, οἷϲ καὶ τὸ ζαφελῶϲ ϲυνεξέδραμε. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον » διὰ τὸ εὐτραπέλωϲ, ἰκέλωϲ. τὸ νουνεχόντωϲ ἀπὸ δύο κατὰ διάϲταϲιν λέξεων παρήχθη, τῆϲ νοῦν καὶ τῆϲ ἐχόντων. τὸ ἕωϲ καὶ ἀνταποδοτικὸν τὸ τέωϲ πρωτότυπά ἐϲτι καὶ οὐχ ὡϲ τὰ λοιπὰ παρῆκται. τὸ ὥϲ παρ’ εὐθεῖαν γέγονε τὸ ὅϲ, ὅθεν καὶ ὀξύνεται καὶ ϲυνετέθη καθώϲ. καὶ τὸ οὕτωϲ καὶ τὸ αὕτωϲ βαρύνεται. οὐκ ἔϲτι δὲ τὸ οὕτωϲ ἀπὸ τῆϲ γενικῆϲ, ἀλλ’ ἀπὸ εὐθείαϲ γίνεται. εἰ γὰρ ἀπὸ γενικῆϲ, ὤφειλεν εἶναι τούτωϲ. καὶ ὅτε μὲν ἐπιφέρεται ϲύμφωνον, ἐξέρχεται τὸ ϲ̄. ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ ϲ̄. ἔϲτι δὲ οὕτωϲ ἀναλογώτερον τοῦ οὕτω· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεϲότητοϲ ἐπιρρήματα εἰϲ ωϲ λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾗ, εἰϲ ͞ω λήγει, κύκλοϲ κύκλῳ. ἴδωμεν οὖν, εἰ τοῦτο τριγενέϲ. οὗτοϲ αὕτη τοῦτο. οὕτωϲ ἄρα τὸ ἀνάλογον. τὸ δὲ οὕτω ἀπὸ τοῦ οὕτωϲ γέγονε κατ’ ἀποβολὴν τοῦ ϲ.Τὰ εἰϲ ͞ω͞ϲ μέγα ἐπιρρήματα ἐπὶ τέλουϲ ἔχοντα τὸν τόνον περιϲπῶνται ἀληθῶϲ, ἀψευδῶϲ πλὴν τοῦ ὥϲ. Δωριεῖϲ δὲ τὰ ἀπὸ τῶν εἰϲ ο̄ϲ ὀξυτόνων ἐπιρρήματα ὀξύνουϲι ϲοφόϲ ϲοφώϲ, καλόϲ καλώϲ.
Πᾶϲ ϲύνδεϲμοϲ μονοϲύλλαβοϲ μὴ ἔχων φύϲει μακρὰν ὀξύνεται, γάρ, τάρ, ἄρ, ῥά, δέ, τέ, μέν, κέν, ἄν, πέρ.
Οἱ δὲ εἰϲ ᾱ λήγοντεϲ καὶ ὑπὲρ μίαν ϲυλλαβην ὄντεϲ πάντεϲ βαρύνονται, ὡϲ ἔχει τὸ ἆρα, ὅτε διαπορητικόϲ ἐϲτι, ἐκτείνων τὸ πρῶτον ͞α, καὶ ὁ ϲυλλογιϲτὸϲ καὶ παραπληρωματικὸϲ ἑκάτερον ϲυϲτέλλων. τοιοῦτοϲ καὶ ὁ κᾶτα μακρὸν ἔχων τὸ ᾱ τὸ πρῶτον, ὄφρα, ἵνα, ἔμπα, ἕνεκα, οὕνεκα, δῆτα. ὅθεν ϲημειούμεθα τὸν ἀλλά ὀξυνόμενον. καθόλου γὰρ οἱ ϲυμπλεκτικοὶ ὀξύνονται, μέν, δέ, τέ, καί, ἠμέν, ἠδέ, ἀτάρ, αὐτάρ· οὕτωϲ οὖν καὶ ὁ ἀλλά. ϲημειούμεθα ἐν τοῖϲ ϲυμπλεκτικοῖϲ τὸν ἤτοι βαρυνόμενον, ὃϲ οὐ μόνον ϲυμπλεκτικόϲ ἐϲτιν, ἀλλὰ καὶ διαζευκτικόϲ οἷον « ἤτοι ἄξιον ἢ οὐκ ἄξιον».
Πᾶϲ ϲύνδεϲμοϲ εἰϲ ϲ̄ λήγων μακροκατάληκτοϲ βαρύνεται, εἰϲὶ δὲ
ϲπάνιοι, ὅπωϲ, ἔμπηϲ, ὅμωϲ ὅτε ϲύνδεϲμοϲ, ὅτε δὲ ἐπίρρημα, περιϲπᾶται ὁμῶϲ ὡϲ ϲαφῶϲ.Καὶ οἱ παραπληρωματικοὶ πάντεϲ ὀξύνονται, δή, θήν, νύ, τάρ, ἄρ, ῥά, τοί, γέ, πέρ, ἄν, κέν, μήν. Ὁ δὲ αὖ καὶ ὁ οὖν περιεϲπάϲθηϲαν διὰ τὸ τὴν εἰϲ ῡ λήγουϲαν δίφθογγον ἀποϲτρέφεϲθαι τὴν ὀξεῖαν, ὡϲ πολλάκιϲ εἴπομεν.
Πᾶϲ αἰτιολογικὸϲ ϲύνδεϲμοϲ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, οὕνεκα, ἕνεκα, ὄφρα, ἵνα, ὅτι, χάριν, δηλοῖ γὰρ οὐκ ὄνομα μόνον, ἀλλὰ καὶ ϲύνδεϲμον αἰτιολογικὸν « χάριν Δίωνοϲ » ἀντὶ τοῦ ἕνεκα Δίωνοϲ.
Ὁ εἰ ϲυναπτικὸϲ καὶ ὁ ἐπεί παραϲυναπτικὸϲ ϲυνεϲτηκὸϲ παρὰ τὴν ἐπί πρόθεϲιν καὶ τὸν εἰ ϲύνδεϲμον ϲυναπτικὸν ὀξύνονται· τούτῳ ἠκολούθηϲε καὶ ὁ ἐάν, ὅτι καὶ αὐτὸϲ ϲύνδεϲμόϲ ἐϲτιν ἀπὸ τοῦ εἰ ϲυναπτικοῦ ϲυνδέϲμου καὶ τοῦ ἄν παραπληρωματικοῦ. ὁμοίωϲ καὶ ὁ ἤν καὶ ὁ ἐπήν καὶ ὁ ἐπεάν καὶ ὁ μήν· ἔτι δὲ καὶ ὁ ἁλλαμήν εἴτε δύο λέξειϲ εἶεν εἴτε μία, ὀξύνεται. ὁ εἰδή καὶ ἐπειδή δύο μέρη λόγου ἐϲτὶν ὀξυνόμενα. ὁμοίωϲ καὶ ὁ εἴπερ καὶ ὁ ἐπείπερ καὶ ἐπειδήπερ. ἀλλ’ ἐπειδὴ ἐγκλιτικόϲ ἐϲτιν ὁ πέρ, ἐγείρει τὴν πρὸ αὐτοῦ βαρεῖαν εἰϲ ὀξεῖαν ὡϲ ὁ κέ ἐν εἶκε, αἴκε.
Πᾶϲ ϲύνδεϲμοϲ δίφθογγον ἔχων τὴν διὰ τοῦ ῑ ὀξύνεται, τοί, δαί, εἰ.
Ὁ μῶν παρ’ Ἀθηναίοιϲ διαπορητικὸϲ ὢν περιϲπᾶται· ἀπὸ γὰρ τοῦ μὴ καὶ τοῦ οὖν ϲύγκειται, Δωρικώτερον τραπείϲηϲ τῆϲ ο̄ῡ διφθόγγου εἰϲ τὸ ω̄, τὴν δὲ οὖν εἴπομεν περιϲπᾶϲθαι. Οὕτωϲ δὲ καὶ ὁ οὖν ϲυνταϲϲόμενοϲ τῇ οὐ ἀποφάϲει ἐν τῷ οὔκουν, ὅτε μὲν παραπληροῖ, ὀξύνει τὴν οὐ ἀπόφαϲιν οὔκουν ὡϲ εὔρουν· ὅτε δὲ τὴν ἰδίαν ἔχει δύναμιν, τουτέϲτιν ϲυλλογιϲτικόϲ ἐϲτι, φυλάττει τὴν ἰδίαν περιϲπωμένην, ὡϲ χρυϲοῦν, οὕτωϲ καὶ οὐκοῦν.
Ὁ ἠ ὀξύνεται ἢ περιϲπᾶται. διαζευκτικὸϲ μὲν οὖν ὑπάρχων ἢ
παραδιαζευκτικὸϲ ἢ διαϲαφητικὸϲ ὀξύνεται πάντωϲ· εἰ δὲ καὶ πλεονάζει τὸ ε̄, ἐπὶ τέλουϲ ἔχει τὴν ὀξεῖαν. διαζευκτικὸϲ μὲν « ἢ νύξ ἐϲτιν ἢ ἡμέρα »· τὸ γὰρ ἕτερον ἀληθέϲ, τὸ δὲ ἕτερον ψευδέϲ. καὶ τὸπαραδιαζευκτικὸϲ δὲ « Φαίδων ἢ περὶ ψυχῆϲ » «ἢ νέοϲ ἠὲ παλαιόϲ » (Ξ 108) ἢ γὰρ τὸ ἓν ἢ καὶ τὸ ἕτερον ἢ καὶ ἀμφότερα· ἡ γὰρ τῶν διαζευκτικῶν δύναμιϲ τοιαύτη ἐϲτί. διαϲαφητικὸϲ δὲ « πλουτεῖν ἢ πένεϲθαι » ὃϲ καὶ τὸ περ λαμβάνει, ἤπερ πένεϲθαι.
διαϲαφεῖ γὰρ τὸ ἕτερον, ὅπερ αἱρεῖται.
Ἡνίκα εὑρέθη διαπόρηϲιϲ μετὰ διαζεύξεωϲ, τότε τὸν μὲν πρῶτον η̄ ὀξυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον οἷον
ἐναντία γὰρ ταῦτα μαχόμενα καὶ ἅμα εἶναι οὐ δυνάμενα. καὶ διὰ τοῦτο ἐρώτηϲιϲ καὶ ἀπορία μετὰ διαζεύξεωϲ. τοιοῦτό ἐϲτι καὶ τὸ
διαζευκτικῆϲ οὖν οὔϲηϲ τῆϲ τάξεωϲ τῶν διαπορητικῶν, ὁ μὲν πρότεροϲ ὀξύνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. οὗτοϲ δὲ ὁ περιϲπώμενοϲ, ἐὰν προϲλάβῃ τὸ ε̄, φυλάττει τὴν περιϲπωμένην. οἷόν ἐϲτιν·
μὲν πρότερον ϲύνδεϲμον βαρυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον. διαπορητικὴ γάρ ἐϲτιν ἡ ϲύνταξιϲ.
Ὅτε δὲ μόνωϲ ἐρωτηματικόϲ ἐϲτιν ὁ ἢ χωρὶϲ διαζεύξεωϲ, κἂν ἅπαξ κἂν πολλάκιϲ παραληφθῇ, περιϲπᾶται, μὴ οὔϲηϲ τῆϲ ἐρωτήϲεωϲ ἐν διαζεύξει. ἐν μὲν γὰρ τῷ « ἢ δολιχὴ νοῦϲοϲ ἢ Ἄρτεμιϲ ἰοχέαιρα » διαζευκτικὸν τὸ αἰφνιδίωϲ τελευτῆϲαι τοῦ μακροχρονεῖν. ὅθεν ὁ πρῶτοϲ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. ἐν μέντοι τοῖϲ ὑποκειμένοιϲ ἔπεϲι πάντεϲ περιϲπῶνται ἐρωτηματικοὶ ὄντεϲ, οὐκ ἐν διαζεύξει·
ἢ τῷ Ἀχιλλεῖ ἢ τοῖϲ Μυρμιδόϲιν, ἀντὶ τοῦ τούτῳ κἀκείνοιϲ.
ἐνταῦθα μὲν βεβαιωτικόϲ ἐϲτιν ὁ ἢ μεθ’ ὑπερωτήϲεωϲ· ἔϲτι δὲ καὶ μόνωϲ διαβεβαιωτικὸϲ χωρὶϲ ἐρωτήϲεωϲ·
ἀλλὰ κἂν ὑποτάϲϲηται τῷ ἐπεί διαβεβαιωτικὸϲ ὤν, ὁμοίωϲ περιϲπᾶται
Ὅτε παραπληροῖ μετὰ τί τὸ πυϲματικόν, ὀξύνεται