Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ἡ γένεσις εἰς τέσσαρα. ἔστι δὲ αὐτῆς ἓν μὲν ἐξ οὐκ ὄντος εἰς οὐσίαν μεταβάλλειν, οἷον τὸν οὐκ ὄντα υἱὸν γενέσθαι καὶ ἀνδριάντα τὸν οὐκ ὄντα γενέσθαι καὶ πάντα τὰ τοιαῦτα, ἓν δὲ ἐκ τόπου εἰς τόπον μεταβάλλειν καὶ τεθῆναι ἐν ἄλλῳ, οἷον οἱ πλέοντες καὶ πορευόμενοι καὶ πᾶν τὸ τοιοῦτον, ἓν δὲ ἕξεως καὶ διαθέσεως μεταβολή, οἷον τὸ ἐξ ἀπαιδεύτου πεπαιδευμένον γενέσθαι καὶ ἐκ νέου πρεσβύτην καὶ ἐξ ἐχθροῦ φίλον, ἓν δὲ πραγμάτων μεταβολή, οἷον ἐκ πλουσίου πένητα καὶ ἐξ ἰδιώτου ἄρχοντα καὶ ἐξ ἄρχοντος ἰδιώτην γενέσθαι καὶ ἄλλα τοιαῦτα.