Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαίρεσις τῶν βελτιόνων καὶ τῶν χειρόνων καὶ τῶν καλλι〈όν〉ων καὶ αἰσχι〈όν〉ων καὶ λευκοτέρων καὶ μελανοτέρων: τούτων ἕκαστον λέγεται τριχῶς· ἢ γὰρ τοῦ ἐναντίου ἢ ἑαυτοῦ ἢ μέσου, οἷον ἐναντίου βέλτιον εἶναι λέγεται τὸ ἀγαθὸν τοῦ κακοῦ, ὡς τῆς πανουργίας καὶ τῆς ἀφροσύνης ἡ φρόνησις, τοῦ δὲ μέσου λέγεται βέλτιον εἶναι τὸ ἀγαθὸν οἷον τοῦ μήτε ἀγαθοῦ μήτε κακοῦ, αὐτὸ δὲ ἑαυτοῦ λέγεται βέλτιον καθὸ ἀγαθὸν ἀγαθοῦ, ἐὰν ἧττον τὸ ἕτερον. ὁμοίως δὲ καὶ τὸ καλόν· λέγεται γὰρ καὶ τοῦ αἰσχροῦ κάλλιον καὶ τοῦ μήτε αἰσχροῦ μήτε καλοῦ κάλλιον εἶναι, λέγεται δὲ καὶ τοῦ καλοῦ ἧττον δὲ καλοῦ κάλλιον εἶναι. ὁμοίως δὲ καὶ τὸ λευκότερον λέγεται· τὸ γὰρ λευκὸν καὶ τοῦ μέλανος λέγεται εἶναι λευκότερον καὶ τοῦ μήτε μέλανος ὄντος μήτε λευκοῦ, ὅπερ ἐστὶ μέσον. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν οὕτως λεγομένων τὸν αὐτὸν τρόπον ἔχειν φατέ. κατὰ τρεῖς ἄρα τρόπους λέγεται βελτίω καὶ χείρω καὶ καλλίω καὶ αἰσχίω καὶ λευκότερον καὶ μελανότερον.