Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ἡ δυσγένεια εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν εὐἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι γονέων, ἓν δὲ ἀπὸ ἀδίκων καὶ πονηρῶν, ἓν δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας. ἔστι δὲ τὸ μὲν ἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι προγόνων, οἷον ἐὰν ὦσιν οἱ πρόγονοι ἀγεννεῖς κατὰ φύσιν ἢ ἄλλως ἀνώνυμοι. τὸ δὲ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, οἷον ἐὰν ὦσι προδόται ἢ ἄλλην τινὰ ἀδικίαν καὶ μοχθηρίαν ἔχωσιν.

τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας, οἷον ἐὰν ᾖ αὐτὸς ἄδικος ἢ κακοπράγμων ἢ ἄλλην τινὰ κακὴν δόξαν κατ’ αὐτοῦ ἔχωσιν. τῆς δυσγενείας ἄρα ἐστὶν ἓν μὲν τὸ ἀπὸ ἀδόξων καὶ φαύλων προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας καὶ μοχθηρίας.