Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαιρεῖται ἡ ἀρχὴ εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ
φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, ἓν δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὅταν ὑπὸ τῶν πολιτῶν αἱρεθῶσιν, οὗτοι κατὰ νόμον ἄρχουσιν. ἡ δὲ τοῦ κατὰ φύσιν ἀρχὴ οὐ μόνον ἐν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστίν· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν ζῴων τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἷον οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτητῶν. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, ὅταν πατέρα βασιλέα τελευτήσαντα υἱὸς διαδέξηται καὶ πάλιν τοῦτον ὁ τούτου υἱὸς καὶ ἐφεξῆς δὲ ὡσαύτως. ὅσοι δὲ βιασάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.διαιρεῖται ἡ ἀρχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ
φύσιν, ἓν δὲ κατὰ βίαν, ἓν δὲ κατὰ τάξιν καὶ θέσιν. κατὰ φύσιν μὲν οὖν ἄρχει τὸ ἄρρεν τοῦ θήλεος καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, οἷον ἐν μὲν βουσὶ ταῦρος, ἐν δὲ προβάτοις κριὸς καὶ πάντα τὰ τοιαῦτα· 〈κατὰ βίαν δέ〉, οἷον οἱ δεσπόται τῶν δούλων καὶ οἱ τύραννοι τῶν πόλεων καὶ πάντα τὰ τοιαῦτα· κατὰ τάξιν δὲ καὶ θέσιν, οἷον τὸ πρῶτον ταχθέν· ἐντεῦθεν ἀρχή ἐστι τῆς μὲν τραγῳδίας ὦ παλαιὸν Ἄργος, τῶν δὲ στοιχείων τὸ ἄλφα καὶ ἀριθμοῦ τὸ ἕν.