Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαιροῦνται αἱ ἐπιστῆμαι [τῶν πρώτων καὶ τῶν δευ τερῶν] εἰς τρία· εἰσὶ γὰρ αὐτῶν αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι, αἱ δὲ τρίται. πρῶτον μὲν οὖν εἰσὶν αἱ παρασκευαστικαί
τε καὶ μεταλλευτικαὶ καὶ ὑλοτομικαὶ καὶ λιθοτομικαί, δεύτεραι δὲ αἵ τε ποιητικαὶ καὶ μετασχηματιστικαί, οἷον ἡ μὲν χαλκευτικὴ τὸν σίδηρον παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε χάλινοὺς καὶ ὅπλα καὶ τὰ τοιαῦτα, ἡ δὲ τεκτονικὴ τὴν ὕλην παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησεν αὐλοὺς καὶ πλοῖα καὶ οἴκους καὶ τὰ τοιαῦτα, ἡ δὲ λιθουργικὴ τοὺς λίθους παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε τείχη καὶ οἰκίας καὶ τὰ τοιαῦτα. πάλιν αἱ τρίται· ἡ μὲν γὰρ ἱππικὴ παραλαβοῦσα τὸν χαλινὸν ἐχρήσατο καλῶς καὶ ἡ πολεμικὴ τὰ ὅπλα καὶ ἐπὶ τῶν τοιούτων, καὶ πάλιν ἡ αὐλητικὴ παραλαβοῦσα τοὺς αὐλοὺς ἐχρήσατο καλῶς καὶ ἡ κυβερνητικὴ τοὺς οἴακας παραλαβοῦσα καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.