Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαιρεῖται τὸ ὀρθῶς λέγειν εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ὅσα δεῖ λέγειν, ἓν δὲ ὅπου δεῖ λέγειν, ἓν δὲ πρὸς οὓς δεῖ λέγειν, ἓν δὲ ἡνίκα δεῖ λέγειν, ἓν δὲ ἃ δεῖ λέγειν. τὸ μὲν οὖν ὅσα δεῖ λέγειν ἐστὶ τὸ μήτε πλείω μήτε ἐλάσσω τῶν ἱκανῶν, τὸ δὲ ὅπου δεῖ λέγειν ἐστὶν ἐν τόπῳ, οἷον ἐν ἀγορᾷ καὶ ἐν γυμνασίῳ καὶ ἐν διατριβῇ καὶ ἐν τοῖς δέουσιν ἄλλοις
τόποις, τὸ δὲ πρὸς οὓς δεῖ λέγειν ἑκάστῳ τὸ ἁρμόττον [καὶ πρὸς ὃν ὃ ἁρμόττει], οἷον πρὸς πρεσβυτέρους 〈ἢ νεωτέρους καὶ〉 πρὸς μοχθηροῦς ἢ ἡδεῖς καὶ πρὸς ἐχθροὺς ἢ φίλους, τὸ δὲ ἡνίκα δεῖ, οἷον τὸ μήτε πρότερον μήτε ὕστερον μήτε διὰ μέσου ἄτερ τοῦ καιροῦ λέγειν, ἀλλ’ ἐγκαίρως, τὸ δὲ ἃ δεῖ λέγειν οἷον τὰ συμφέροντα καὶ ὠφέλιμα καὶ αὐτῷ καὶ τῷ φίλῳ.