Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαιρεῖται ἡ εὐεργεσία εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν λόγῳ εὐεργετεῖν, ἓν δὲ δι’ ἐπιστήμης καὶ τεχνῶν, ἓν δὲ εἰς ἀργυρίου λόγον καὶ ἓν διὰ σωμάτων. διὰ λόγων
οὖν εὐεργετοῦσιν οἱ συνηγοροῦντες καὶ συνδικάζοντες καὶ ἐγκωμιάζοντες καὶ οἱ τοιοῦτοι, δι’ ἐπιστήμης δὲ καὶ τέχνης οἱ παιδεύοντες καὶ ἰατρεύοντες καὶ οἱ 〈τὰ〉 πρὸς τὸν βίον χρήσιμα δημιουργοῦντες, εἰς ἀργυρίου δὲ λόγον οἱ προιστάμενοι τῆς [εἰς] ἀργυρίου χρείας, διὰ τῶν σωμάτων δὲ εὐεργετοῦσιν οἱ ἀμύνοντες καὶ βοηθοῦντες 〈τυπτομένοις καὶ〉 ἐν τοῖς τοιούτοις συμπτώμασι.