Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

τῶν ἀγαθῶν γένη ἐστὶ τρία. τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια. μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ

ἐνδέχεται. ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε ἔχειν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉 τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι. καὶ ταῦτα οὔτε ἔχειν οὔτε μετασχεῖν ἔστιν, ἀλλ’ ὑπάρχειν δεῖ σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι. | τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.