Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ἡ φωνὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος,

καὶ ἡ μὲν καὶ ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἔστι δὲ ἡ μὲν ἔμψυχος, ἡ τῶν ζῴων, ἡ δὲ ἄψυχος, οἷον ἦχοι καὶ ψόφοι καὶ ἡ τῆς λύρας καὶ τῶν αὐλῶν φωνή· καὶ ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων φωνὴ καὶ ζῴων τινῶν, οἷον ἀηδόνων χελιδόνων στρουθίων καὶ τῶν τοιούτων, ἀγράμματος δὲ ἡ ἀδιάθετος ὡς οἱ ποππυσμοὶ καὶ ἦχοι καὶ ψόφοι καὶ τὰ τοιαῦτα.