Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

αἱ τέχναι εἰς τρία διαιροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη. πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν. ἡ δὲ χαλκευτικὴ

καὶ ἡ τεκτονικὴ μετασχηματικτικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας. ἡ δὲ χρηστική οἷον ἱππική τοῖς χαλινοῖς χρῆται· ἡ πολεμικὴ τοῖς ὅπλοις· ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ. τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.

διαιροῦνται αἱ ἐπιστῆμαι [τῶν πρώτων καὶ τῶν δευ τερῶν] εἰς τρία· εἰσὶ γὰρ αὐτῶν αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι, αἱ δὲ τρίται. πρῶτον μὲν οὖν εἰσὶν αἱ παρασκευαστικαί

τε καὶ μεταλλευτικαὶ καὶ ὑλοτομικαὶ καὶ λιθοτομικαί, δεύτεραι δὲ αἵ τε ποιητικαὶ καὶ μετασχηματιστικαί, οἷον ἡ μὲν χαλκευτικὴ τὸν σίδηρον παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε χάλινοὺς καὶ ὅπλα καὶ τὰ τοιαῦτα, ἡ δὲ τεκτονικὴ τὴν ὕλην παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησεν αὐλοὺς καὶ πλοῖα καὶ οἴκους καὶ τὰ τοιαῦτα, ἡ δὲ λιθουργικὴ τοὺς λίθους παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε τείχη
καὶ οἰκίας καὶ τὰ τοιαῦτα. πάλιν αἱ τρίται· ἡ μὲν γὰρ ἱππικὴ παραλαβοῦσα τὸν χαλινὸν ἐχρήσατο καλῶς καὶ ἡ πολεμικὴ τὰ ὅπλα καὶ ἐπὶ τῶν τοιούτων, καὶ πάλιν ἡ αὐλητικὴ παραλαβοῦσα τοὺς αὐλοὺς ἐχρήσατο καλῶς καὶ ἡ κυβερνητικὴ τοὺς οἴακας παραλαβοῦσα καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.

τὸ ἀγαθὸν εἰς τέτταρα γένη διαιρεῖται· ὧν ἓν μὲν λέγομεν εἶναι τὸν τὴν ἀρετὴν ἔχοντα ἰδίᾳ ἀγαθόν· ἄλλο δὲ αὐτὴν τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην λέγομεν ἀγαθὸν εἶναι· τρίτον δέ, οἷον σιτία καὶ γυμνάσια τὰ πρόσφορα καὶ φάρμακα· τέταρτον δέ φαμεν εἶναι ἀγαθόν, οἷον

αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ τὰ τοιαῦτα. ἀγαθοῦ ἄρα τέτταρα εἴδη ἐστί· τὸ μὲν τὸ τὴν ἀρετὴν ἔχειν, ἕτερον δὲ αὐτὴ ἡ ἀρετή, τρίτον δὲ σιτία καὶ γυμνάσια τὰ ὠφέλιμα· τέταρτον δὲ αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ ποιητικὴν ἀγαθὸν λέγομεν εἶναι.

διαιρεῖται τὸ ἀγαθὸν εἰς τέσσαρα· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἀρετὴ καὶ δικαιοσύνη, ἓν δὲ τὸ ἔχων ἀρετήν, ἓν δὲ τὸ συμφέρον, ἓν δὲ τὸ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν· οἷον ἀρετὴ μὲν καὶ δικαιοσύνη, ὅτι τούτων ἑκάτερον ἀγαθὸν λέγεται εἶναι, ἓν δὲ τὸ ἔχον ἀρετὴν, οἷον ἵππος καὶ

ἄνθρωπος καὶ τὰ τοιαῦτα· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι, ἐὰν ἔχῃ τὴν ἀρετήν. τὸ δὲ συμφέρον, οἷον γυμνασία καὶ φαρμακεία καὶ τἆλλα ὅσα πρὸς ὑγείαν καὶ εὐεξίαν· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι ᾧ ἂν συμφέρῃ. τὸ δὲ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν, οἷον ὑποκριτὴς καὶ αὐλητὴς, οὐ τῷ ὠφελεῖν ἀγαθὸν εἶναι λέγεται ἀλλὰ τῷ τέρπειν [τοῦ ἀγαθοῦ εἶναι.]

τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα. τούτων κακὰ μὲν ταῦτα λέγομεν, τὰ δυνάμενα

βλάπτειν ἀεί, οἷον ἀκρασίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτοῖς ἐναντία ἀγαθά ἐστιν· τὰ δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν, οἷον τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ τὸ ἐσθίειν, 〈ἢ〉 ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυνάμενα, ταῦτα οὖν οὔτε ἀγαθὰ οὔτε κακά ἐστιν. τῶν ἄρα ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα τούτων.

διαιρεῖται ἕκαστον τῶν ὄντων εἰς τρία. ἔστι γὰρ ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον. τὸ μὲν οὖν ἀγαθόν ἐστιν,

ὅταν ὠφελήσῃ τινὰ καὶ οὐ βλάψῃ, τὸ δὲ κακόν, ὅταν βλάπτῃ ἀεί, τὸ δὲ οὐδέτερον, ὅπερ ποτὲ μὲν βλάψει ποτὲ δὲ ὠφελήσει, οἷον οἱ περίπατοι καὶ οἱ ὕπνοι καὶ οἱ ἑλλέβοροι καὶ τὰ τοιαῦτα, ἢ οὔτε βλάψει ὅλως οὔτε ὠφελήσει.

εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ

νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων [τῶν] νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν. τῆς εὐνομίας ἄρα ἓν μέν ἐστ ινόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσιν· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται.

διαιρεῖται ἡ εὐνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν

νόμοις σπουδαίοις χρῆσθαι, ἓν δὲ τοῖς ὑπάρχουσιν, ἂν ὦσι μὴ φαῦλοι, [μὴ] πείθεσθαι, ἓν δὲ τοῖς ἔθεσι τοῖς σπουδαίοις πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι γεγραμμένοι.

διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας· | ἕτερον δέ, ἐὰν τοῖς

ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος.

διαιρεῖται ἡ ἀνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις φαύλοις καὶ μετρίοις κεχρῆσθαι, ἓν δὲ τὸ μὴ πείθεσθαι τοῖς κειμένοις, ἂν ὦσι

σπουδαῖοι, ἓν δὲ τὸ φαύλοις ἔθεσι πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι τὸ σύνολον.

τὰ ἐναντία διαιρεῖται εἰς τρία. οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα

κακὰ κακοῖς ἐναντία ἐστίν. τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστί. τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα.

διαιρεῖται τὰ ἐναντία εἰς τρία. ἔστι γὰρ αὐτῶν τὸ μὲν ὡς ἀγαθὸν κακῷ, οἷον ὑγεία νόσῳ καὶ κάλλος αἴσχει καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς οὐδέτερον οὐδετέρῳ, οἷον λευκότης μελανότητι καὶ κουφότης βαρύτητι καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς φευκτὸν φευκτῷ, οἷον ἀσωτία ἀνελευθερίᾳ καὶ θερμότης

ψυχρότητι καὶ ἰσχνότης παχύτητι καὶ τὰ τοιαῦτα.

τῶν ἀγαθῶν γένη ἐστὶ τρία. τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια. μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ

ἐνδέχεται. ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε ἔχειν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉 τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι. καὶ ταῦτα οὔτε ἔχειν οὔτε μετασχεῖν ἔστιν, ἀλλ’ ὑπάρχειν δεῖ σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι. | τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.

ἡ συμβουλία διαιρεῖται εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα,

οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες. τὰ δὲ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον. τὰ δὲ ἐκ τῶν μελλόντῶν, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται. τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δὲ ἐκ τῶν παρόντων, τὰ δὲ ἐκ τῶν μελλόντων.

διαιρεῖται ἡ συμβουλία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παρῳχημένων, ἓν δὲ ἐκ τῶν παρόντων, ἓν δὲ ἐκ τῶν μελλόντων. τὸ μὲν οὖν ἐκ τῶν παρῳχημένων ἐστίν, οἷον τὰ παραδείγματα

〈ἐμφανίζουσιν〉, ὅτι καὶ πρότερον ἡμῶν ἀπειθήσαντες ἀνηκέστοις κακοῖς περιέπεσαν. τὸ δὲ ἐκ τῶν παρόντων, οἷον τὰ παρόντα πράγματα ἐμφανίζουσιν, ὅτι ἐὰν τὰ τείχη ἡμῶν ἀκατασκεύαστα ὦσι καὶ ἡμεῖς ἄοπλοι ὦμεν, οἱ δὲ πολέμιοι ἅπασι τούτοις κατεσκευασμένοι, σκοπῶμεν δὴ ὅπως πολεμεῖν δυνησόμεθα. τὸ δὲ ἐκ τῶν μελλόντων, οἷον τὰ ἀποβησόμενα ἐμφανίζοντας, ὅτι ὁρᾶτε μή, ἐὰν ἐπιπλευσάντων πολεμίων ἥ τε χώρα ἀπόληται ὑμῶν καὶ τὰ σώματα τὰ πολλὰ μάτην διαφθαρῇ, καὶ ὑμεῖς μὴ οὐδὲν ἧττον ἀναγκασθῆτε ταῦτα πράττειν, ἃ νῦν ἐστιν ὑμῖν καὶ ἀκινδύνως πράττειν.

ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. ἔμψυχον

μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος.

διαιρεῖται ἡ φωνὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος,

καὶ ἡ μὲν καὶ ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἔστι δὲ ἡ μὲν ἔμψυχος, ἡ τῶν ζῴων, ἡ δὲ ἄψυχος, οἷον ἦχοι καὶ ψόφοι καὶ ἡ τῆς λύρας καὶ τῶν αὐλῶν φωνή· καὶ ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων φωνὴ καὶ ζῴων τινῶν, οἷον ἀηδόνων χελιδόνων στρουθίων καὶ τῶν τοιούτων, ἀγράμματος δὲ ἡ ἀδιάθετος ὡς οἱ ποππυσμοὶ καὶ ἦχοι καὶ ψόφοι καὶ τὰ τοιαῦτα.

τῶν ὄντων τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμέριστα. τούτῶν δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. ἀμερῆ μὲν οὖν ἐστιν, ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ

ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος. μεριστὰ δέ, ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός. | ὁμοιομερῆ 〈μέν〉, ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. ἀνομοιομερῆ δέ, ὅσα ἐξ ἀν ομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα. τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ.

ἔτι τῶν ὄντων τὰ μέν 〈ἐστι μεριστά, τὰ δὲ ἀμερῆ, καὶ τῶν μεριστῶν τὰ μέν〉 ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀν ομοιομερῆ. ἔστι δὲ τὰ μὲν μεριστὰ ἅπερ ἂν ἔχῃ διαίρεσιν,

οἷον οἰκία καὶ ἱμάτιον καὶ ἀργύριον καὶ κτῆμα καὶ τὰ τοιαῦτα, ἀμερῆ δὲ ἅπερ ἂν ἀμέριστα ᾖ, οἷον μονὰς καὶ στιγμὴ καὶ σημεῖον καὶ φθόγγος καὶ τὰ τοιαῦτα. καὶ τῶν μεριστῶν δὲ ἄρα τὰ μέν ἐστιν ὁμοιομερῆ ὧν καὶ τὰ μέρη ὅμοια, οἷον ὕδωρ πῦρ χαλκὸς καὶ τὰ τοιαῦτα, 〈τὰ δὲ ἀνομοιομερῆ ὧν τὰ μέρη ἀνόμοια, οἷον οἰκία καὶ τὰ τοιαῦτα〉.

τῶν ὄντων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενά ἐστιν, ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δὲ ἂν εἴη οἷον

ἄνθρωπος ἵππος καὶ τὰ ἄλλα ζῷα. τούτων γὰρ οὐδὲν δι’ ἑρμηνείας χωρεῖ. | τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος· καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττον θᾶττόν τινός ἐστι. τῶν
ὄντων ἄρα τὰ μέν ἐστιν αὐτὰ καθ’ αὑτά, τὰ δὲ πρός τι λέγεται.

ὧδε καὶ τὰ πρῶτα διήρει κατὰ τὸν Ἀριστοτέλην.