Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
Diog. Laert. III 80 sqq.: διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον:
τῶν ἀγαθῶν ἔστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη
καὶ τὰ τοιαῦτα ἐν ψυχῇ· τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι· οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός. | τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί: τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.διαιρεῖται τὰ ἀγαθὰ εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ φρόνησις δικαιοσύνη
ἀνδρεία σωφροσύνη καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι ἰσχὺς κάλλος ὑγεία εὐεξία καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐκτὸς φίλοι πλοῦτος εὐδοξία πατρίδος εὐδαιμονία. τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.τῆς φιλίας τρία εἴδη ἐστίν· ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική.
φυσικὴν μὲν οὖν ταύτην λέγομεν, ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους· ταύτην δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ’ οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική· προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.διαιρεῖται ἡ φιλία εἰς τέσσάρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν συγγενική, ἡ δὲ ἑταιρική, ἡ
δὲ ξενική, ἡ δὲ ἐρωτική. ἔστι δὲ ἡ μὲν συγγενικὴ οἷον πατὴρ πρὸς υἱοὺς καὶ ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ οἱ ἄλλοι οἱ οἰκεῖοι, ἡ δὲ ἑταιρικὴ ᾗ κοινωνοῦσιν οἱ διὰ συνήθειαν φίλοι γινόμενοι, ἡ δὲ ξενικὴ ἡ διὰ γραμμάτων καὶ συστάσεως ποιοῦσα φίλους, ἡ δὲ ἐρωτικὴ ἡ δι’ ἐπιθυμίαν τῆς τῶν καλῶν φιλίας κοινωνίαν παρασκευάζουσα.τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους δι’ ἑαυτοῦ αἱρεῖται· ἀριστοκρατία δέ ἐστιν, ἐν ᾗ μήθ’ οἱ πλούσιοι μήθ’ οἱ πένητες μήθ’ οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλ’ οἱ ἄριστοι τῆς πόλεως
προστατοῦσιν. ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτῶν. τῆς δὲ βασιλείας ἡ μὲν κατὰ νόμον, ἡ δὲ κατὰ γένος ἐστίν. ἡ μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν. | ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.διαιρεῖται ἡ πολιτεία εἰς πέντε. ἔστι γὰρ αὐτῆς ἓν μὲν δημοκρατία, ἓν δὲ ἀριστοκρατία, ἓν δὲ ὀλιγαρχία, ἓν δὲ τυραννίς, ἓν δε βασιλεία. ἔστι δὲ ἡ μὲν δημοκρατία, ἐν ᾗ τὸ πλῆθος τῆς πόλεως κυριεύει, ἀριστοκρατεία δέ, ἐν ᾗ οἱ κράτιστοι ἡγοῦνται μήτε διὰ γένος μήτε διὰ πλοῦτον ἀλλὰ δι’ ἀρετήν· ἡ δὲ ὀλιγαρχία, ἐν ᾗ τὰ τιμήματα μεγάλα ποιήσαντες ἀπὸ τούτων πολιτεύονταί τινες ἢ δι’ ἑταιρίαν
βιασάμενοι τὸ πλῆθος τὴν πόλιν διοικοῦσι· τυραννὶς δέ, ἐν ᾗ παρακρουσάμενός τις τὸ πλῆθος ἢ βιασάμενος τὴν πόλιν διοικεῖ· βασιλεία δέ, ὅταν ἢ κατὰ νόμον ἢ κατὰ γένος βασιλεὺς τὰ πράγματα διοικῇ τῆς πόλεως· τῆς πολιτείας ἄρα τὸ μέν ἐστι δημοκρατία, τὸ δὲ ἀριστοκρα τία, τὸ δὲ ὀλιγαρχία, τὸ δὲ τυραννίς, τὸ δὲ βασιλεία.τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ
ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ παρακαταθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς τοὺς θεούς ἐστιν, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.διαιρεῖται ἡ δικαιοσύνη εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ
πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους. ἔστι δὲ ἡ μὲν πρὸς τὸν θεὸν δικαιοσύνη μετ’ εὐσεβείας εὐχαριστία καὶ τὰς αὐτοῦ ἐκπληροῦν ἐντολάς, ἡ δὲ πρὸς τοὺς ἀνθρώπους περὶ τὰ συμβόλαια εὐνομία καὶ περὶ τὰ ἄλλα νομιζόμενα δίκαια, ἡ δὲ πρὸς τοὺς ἀποιχομένους δικαιοσύνη ἐστὶ θάπτειν καὶ τὰ ἄλλα ἐπιφέρειν. τῆς δικαιοσύνης ἄρα ἐστὶν ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους.τῆς ἐπιστήμης ἐστὶν εἴδη τρία· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ
θεωρητικόν. ἡ μὲν οἰκοδομικὴ καὶ ναυπηγικὴ ποιητικαί εἰσιν· ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον. πολιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ καὶ αἱ τοιαῦται πρακτικαί· οὐ γὰρ ἔστιν ἰδεῖν ἔργον αὐτῶν πεποιημένον, ἀλλὰ πράττουσί τι· ὁ μὲν γὰρ αὐλεῖ καὶ κιθαρίζει, ὁ δὲ πολιτεύεται. ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογικὴ θεωρητικαί· οὔτε γὰρ πράττουσιν οὔτε ποιοῦσιν οὐδέν· ἀλλ’ ὁ μὲν γεωμέτρης θεωρεῖ, πῶς πρὸς ἀλλήλας ἔχουσιν αἱ γραμμαί, ὁ δὲ ἁρμονικὸς τοὺς φθόγγους, ὁ δὲ ἀστρολογικὸς τὰ ἄστρα καὶ τὸν κόσμον. τῶν ἄρα ἐπιστημῶν αἱ μέν εἰσι θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί.διαιρεῖται ἡ ἐπιστήμη εἰς τρία· ἔστι γὰρ αὐτῆς τὸ μὲν θεωρητικόν, τὸ δὲ ποιητικόν,
τὸ δὲ πρακτικόν. ἔστι δὲ ἡ μὲν θεωρητικὴ, 〈ἧς〉 τὸ κεφάλαιον θεωρία [δὲ] ἐστίν, οἷον ἡ γεωμετρικὴ καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ καὶ αἱ τοιαῦται· ἡ δὲ ποιητική, ἧς τὸ κεφάλαιόν ἐστιν ἔργου συντελεστικὸν, οἷον οἰκοδομικὴ καὶ ἀνδριαντοποιητικὴ καὶ ἄλλαι τοιαῦται· ἡ δὲ πρακτική, ἧς τὸ κεφάλαιόν ἐστι πρᾶξις, οἷον ἰατρικὴ καὶ στρατηγικὴ καὶ πολιτικὴ καὶ ἄλλαι τοιαῦται. τῆς ἐπιστήμης ἄρα ἡ μέν ἐστι θεωρητική, ἡ δὲ ποιητική, ἡ δὲ πρακτική.τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική. ἡ μὲν φαρμακευτικὴ διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας ἡδὲ χειρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶναι τὸ ἀρρώστημα, ἡ δὲ βοηθητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος. τῆς ἄρα ἰατρικῆς ἡ μέν ἐστι φαρμακευτική, ἡ
δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική.διαιρεῖται ἡ ἰατρικὴ εἰς πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι φαρμακευτικόν, τὸ δὲ χειρουργικόν, τὸ δὲ διαιτητικόν, τὸ δὲ νοσογνωμικόν, τὸ δὲ βοηθητικόν. καὶ ἡ μὲν φαρμακευτικὴ διὰ φαρμακείας ἰᾶται τὰς ἀρρωστίας, ἡ δὲ χειρουργικὴ διὰ 〈τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ〉 τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμικὴ διὰ τοῦ γνῶναι τὴν νόσον οὕτως ἰᾶται τὸν νοσοῦντα, ἡ δὲ βοηθητικὴ διὰ τῶν βοηθημάτων ὑγιάζει τοὺς ἀσθενοῦντας.
νόμου διαιρέσεις δύο· ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος, ὁ δὲ ἄγραφος. ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γεγραμμένος ἐστίν· ὁ δὲ κατὰ ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται· οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περιβάλλεσθαι. ταῦτα γὰρ οὐθεὶς νόμος κωλύει, ἀλλ’ ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι. τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμμένος, ὁ δὲ ἄγραφος.
διαιρεῖται ὁ νόμος εἰς δύο· ἔστι γὰρ αὐτοῦ ἓν μὲν γεγραμμένον, ἓν δὲ ἄγραφον. ἔστι δὲ ὁ μὲν γεγραμμένος, καθ’ ὃν τὰ συμβόλαια συναλλάσσομεν καὶ τὰς ἄλλας πρὸς ἀλλήλους πράξεις διακρίνομεν καὶ πάντα τὰ τοιαῦτα οἰκονομοῦμεν, ὁ δὲ ἄγραφος, καθ’ ὃν τὰ ἔθη ἐν ταῖς πόλεσιν αὔξεται καὶ διαμένει.
ὁ λόγος διαιρεῖται εἰς πέντε, ὧν εἷς μέν ἐστιν, ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν ταῖς ἐκκλησίαις, ὃς καλεῖται πολιτικός· ἑτέρα δὲ διαίρεσις λόγου ὃν οἱ ῥήτορες γράφουσι καὶ εἰς ἐπίδειξίν τε προφέρουσι καὶ εἰς 〈δικαστήρίον, οἷον〉 ἐγκώμια καὶ ψόγους καὶ κατηγορίας 〈καὶ ἀπολογίας〉 . . . . τὸ δὴ τοιοῦτον εἶδός ἐστι ῥητορικόν. τρίτη δὲ διαίρεσις λόγου, ὃν οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους· οὗτος δὴ ὁ τρόπος προσαγορεύεται ἰδιωτικός. | ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ ἀποκρινόμενοι τοῖς ἐρωτῶσι διαλέγονται· οὗτος δὲ καλεῖται ὁ λόγος διαλεκτικός. πέμπτη δὲ διαίρεσις λόγου, ὃν οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν
διαλέγονται τέχνης· ὃς δὴ καλεῖται τεχνικός. τοῦ λόγου ἄρα τὸ μέν ἐστι πολιτικόν, τὸ δὲ ῥητορικόν, τὸ δὲ ἰδιωτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ τεχνικόν.διαιρεῖται ὁ λόγος εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ὁ μὲν ῥητορικός, ὁ δὲ πολιτικός, ὁ δὲ διαλεκτικός, ὁ δὲ τεχνικός, ὁ δὲ ἰδιωτικός. ἔστι δὲ ὁ μὲν ῥητορικὸς καὶ ἐπιδεικτικὸς καὶ κατηγορικὸς καὶ ἀπο λογητικός, ὁ δὲ πολιτικὸς συμβουλευτικὸς καὶ παρακλητικός, διαλεκτικὸς δὲ ὁ κατὰ βραχὺ τῷ ἐρωτᾶν ἐμφανίζων ἃ προαιρεῖται, τεχνικὸς δὲ, ὃν λέγουσιν οἱ τεχνῖται ὑπὲρ τῶν κατὰ τὴν τέχνην ἑκάστου [τῶν] αὐτῶν, ἰδιωτικὸς δὲ, ὃν οἱ ἰδιῶται λέγουσι πρὸς ἀλλήλους καθ’ ἑκάστην ἡμέραν διαλεγόμενοι.
ἡ μουσικὴ εἰς τρία διαιῥεῖται· ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή· δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία· τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον ἡ κιθαριστική. τῆς ἄρα μουσικῆς ἔστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δὲ ἀπὸ τῶν χειρῶν.
διαιρεῖται ἡ μουσικὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν αὐτοῦ τοῦ στόματος ἔργον, ἓν δὲ χειρῶν καὶ στόματος, ἓν δὲ μόνον 〈τῶν χειρῶν. τὸ μὲν οὖν〉 αὐτοῦ τοῦ στόματος ἔργον οἷον αἵ τε ᾠδαὶ καὶ οἱ τερετισμοὶ καὶ τὰ τοιαῦτα, τῶν δὲ χειρῶν καὶ τοῦ στόματος ἥ τε χοραυλητικὴ καὶ [αὐλητικὴ] τὰ ὅμοια, τῶν δὲ χειρῶν ἡ κιθαριστικὴ καὶ τὰ τοιαῦτα.
διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα. ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοῖ καὶ δίκαιοι, τοὺς ἐκ τούτων
γεγεννημένους εὐγενεῖς φασιν εἶναι· ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι. ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων· καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν. | ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος, καὶ τοῦτον εὐγενῆ φασὶν εἶναι· καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη. τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δὲ ἀπὸ τῆς αὐτοῦ καλοκἀγαθίας.διαιρεῖται ἡ εὐγένεια εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν γονέων γεγονέναι, οἷον ἀπὸ
βασιλέων καὶ ἀρχόντων [γεγονέναι] ἢ ἄλλην τινὰ δόξαν ἐχόντων· τὸ δὲ ἀπὸ σπουδαίων καὶ δικαίων, οἷον ἀπὸ Ξενοφῶντος καὶ Νείλου καὶ τῶν τοιούτων· τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς, οἷον ἐὰν ᾖ γενναῖος καὶ μεγαλοπρεπὴς καὶ δίκαιος καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τῆς εὐγενείας 〈ἄρα〉 ἓν μέν ἐστι τὸ ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ σπουδαίων καὶ δικαίων, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς.