Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαιρεῖται ἡ συμβουλία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παρῳχημένων, ἓν δὲ ἐκ τῶν παρόντων, ἓν δὲ ἐκ τῶν μελλόντων. τὸ μὲν οὖν ἐκ τῶν παρῳχημένων ἐστίν, οἷον τὰ παραδείγματα
〈ἐμφανίζουσιν〉, ὅτι καὶ πρότερον ἡμῶν ἀπειθήσαντες ἀνηκέστοις κακοῖς περιέπεσαν. τὸ δὲ ἐκ τῶν παρόντων, οἷον τὰ παρόντα πράγματα ἐμφανίζουσιν, ὅτι ἐὰν τὰ τείχη ἡμῶν ἀκατασκεύαστα ὦσι καὶ ἡμεῖς ἄοπλοι ὦμεν, οἱ δὲ πολέμιοι ἅπασι τούτοις κατεσκευασμένοι, σκοπῶμεν δὴ ὅπως πολεμεῖν δυνησόμεθα. τὸ δὲ ἐκ τῶν μελλόντων, οἷον τὰ ἀποβησόμενα ἐμφανίζοντας, ὅτι ὁρᾶτε μή, ἐὰν ἐπιπλευσάντων πολεμίων ἥ τε χώρα ἀπόληται ὑμῶν καὶ τὰ σώματα τὰ πολλὰ μάτην διαφθαρῇ, καὶ ὑμεῖς μὴ οὐδὲν ἧττον ἀναγκασθῆτε ταῦτα πράττειν, ἃ νῦν ἐστιν ὑμῖν καὶ ἀκινδύνως πράττειν.