Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ἡ εὐγένεια εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν γονέων γεγονέναι, οἷον ἀπὸ

βασιλέων καὶ ἀρχόντων [γεγονέναι] ἢ ἄλλην τινὰ δόξαν ἐχόντων· τὸ δὲ ἀπὸ σπουδαίων καὶ δικαίων, οἷον ἀπὸ Ξενοφῶντος καὶ Νείλου καὶ τῶν τοιούτων· τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς, οἷον ἐὰν ᾖ γενναῖος καὶ μεγαλοπρεπὴς καὶ δίκαιος καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τῆς εὐγενείας 〈ἄρα〉 ἓν μέν ἐστι τὸ ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ σπουδαίων καὶ δικαίων, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς.