De sophisticis elenchis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐλέγχων οἱ μὲν ἔχουσι τῶν ἐρωτημάτων τι πλείω σημαῖνον, οἱ δὲ τὸ συμπέρασμα πολλαχῶς λεγόμενον, οἷον ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέρασμα διττόν, ἐν δὲ τῷ συνεπίστασθαι τὸν ἐπιστάμενον ἓν τῶν ἐρωτημάτων ἀμφίβολον. Καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν, ὁτὲ δ᾿ οὐκ ἔστιν ἀλλὰ σημαίνει τὸ διττὸν τὸ μὲν ὂν τὸ δ᾿ οὐκ ὄν.
Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς, ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τὸν τυφλὸν ὁρᾶν· ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. Ὅσοις δ᾿ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν· οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος. Ἐν ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ. ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δ᾿ ὡς οὔ, ὥσπερ τὸ σιγῶντα λέγειν, ὅτι ἔστιν ὡς, ἔστι δ᾿ ὡς οὔ. Καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δ᾿ ἃ οὔ· τὰ γὰρ δέοντα λέγεται πολλαχῶς. Ἐὰν δὲ λάθῃ, ἐπὶ τέλει προστιθέντα τῇ ἐρωτήσει διορθωτέον· ἆρ᾿ ἔστι σιγῶντα λέγειν; Οὔ, ἀλλὰ τόνδε σιγῶντα. Καὶ ἐν τοῖς ἔχουσι δὲ τὸ πλεοναχῶς ἐν ταῖς προτάσεσιν ὁμοίως. Οὐκ ἄρα συνεπίστανται ὅτι ἐπίστανται; Ναί, ἀλλ᾿ οὐχ οἱ οὕτως ἐπιστάμενοι· οὐ γὰρ ταὐτόν ἐστιν ὅτι οὐκ ἔστι συνεπίστασθαι
Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον· ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον. Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν. Ἆρ᾿ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; καὶ ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδες; Ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων ἐρωτημάτων, ἀλλ᾿ ἔστι παρὰ σύνθεσιν. Οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται διαιρούμενος, εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος τῇ προσῳδίᾳ λεχθὲν σημαίνει ἕτερον. Ἀλλ᾿ ἐν μὲν τοῖς γεγραμμένοις ταὐτὸν ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον ᾖ καὶ ὡσαύτως, κἀκεῖ δ᾿ ἤδη παράσημα ποιοῦνται, τὰ δὲ φθεγγόμενα οὐ ταὐτά. Ὥστ᾿ οὐ διττὸν τὸ παρὰ διαίρεσιν. Φανερὸν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν.
Διαιρετέον οὖν τῷ ἀποκρινομένῳ· οὐ γὰρ ταὐτὸν ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον. Καὶ ὁ Εὐθυδήμου δὲ λόγος, ἆρ᾿ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν; Καὶ πάλιν, ἆρ᾿ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι; εἴη δ᾿ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός· ὥστ᾿ ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός. Ἆρ᾿ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; Τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα· σπουδαῖον ἄρα μάθημα τὸ κακόν. Ἀλλὰ μὴν καὶ κακὸν καὶ μάθημα τὸ κακόν, ὥστε κακὸν μάθημα τὸ κακόν. Ἀλλ᾿ ἐστὶ κακῶν σπουδαία ἐπιστήμη. Ἆρ᾿ ἀληθὲς εἰπεῖν νῦν ὅτι
Λύουσι δέ τινες τοῦτον καὶ ἄλλως. Εἰ γὰρ ἔδωκεν ὡς δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθαρίζειν· οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν· οὐ ταὐτὸν δ᾿ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. Ἀλλὰ φανερὸν ὅτι οὐ καλῶς λύουσιν· τῶν γὰρ παρὰ ταὐτὸν λόγων ἡ αὐτὴ λύσις, αὕτη δ᾿ οὐχ ἁρμόσει ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένους, ἀλλ᾿ ἔστι πρὸς τὸν ἐρωτῶντα, οὐ πρὸς τὸν λόγον.
Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ᾿ ἄν, οἷον οὗτος ὁ λόγος. Ἆρά γ᾿ ἐστὶ τὸ οὗ καταλύεις οἰκία; Ναί. Οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; Ναί. Ἔφησας δ᾿ εἶναι τὸ οὗ καταλύεις οἰκίαν· ἡ οἰκία ἄρα ἀπόφασις. Ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ ταὐτὸ σημαίνει ὀξύτερον τὸ δὲ βαρύτερον ῥηθέν.
Δῆλον δὲ καὶ τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατηγοριῶν. Ὁ μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τούτων ὅσα τί ἐστι σημαίνει· ὁ δ᾿ ἔδειξεν ὑπάρχον τι τῶν πρός τι ἢ ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν, οἷον ἐν τῷδε τῷ λόγῳ. Ἆρ᾿ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; Οὔ. Ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ ταὐτὸ ἐνδέχεται. Ἆρ᾿ ἐστί τι
Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει ἀπέβαλεν· ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους. Ἢ ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, ὅσον δὲ μὴ ἔχει ἢ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν. Ἐρωτήσας οὖν ὃ ἔχει, συνάγει ἐπὶ τοῦ ὅσα· τὰ γὰρ δέκα ποσά. Εἰ οὖν ἤρετο ἐξ ἀρχῆς εἰ ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε τοσαῦτα, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ᾿ ἢ τοσαῦτα ἢ τούτων τι. Καὶ ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. Οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον. Ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ᾿ ὡς οὐκ εἶχε, τὸν ἕνα. Τὸ γὰρ μόνον οὐ τόδε σημαίνει οὐδὲ τοιόνδε οὐδὲ τοσόνδε, ἀλλ᾿ ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ᾿ ἄλλου. Ὥσπερ οὖν εἰ ἤρετο ἆρ᾿ ὃ μή τις ἔχει δοίη ἄν, μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν
Ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες. Ἆρ᾿ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; Οὐ γὰρ ἔχει ἕνα μόνον. Λύουσι μὲν οὖν τινὲς λέγοντες καὶ ὡς ἔχει ἕνα μόνον καὶ ὀφθαλμὸν καὶ ἄλλ᾿ ὁτιοῦν ὁ πλείω ἔχων. Οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβεν· ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον· καὶ οὗτός γ᾿ ἔχει, φασί, μίαν μόνην παρὰ τούτου ψῆφον. Οἱ δ᾿ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ λήψει, ἔχειν ὀξύν. Ἀλλ᾿ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων· οἷον εἰ ἔστι μὲν ὃ ἔστι δ᾿ ὃ οὔ, ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται· ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη λύσις· ἐν δὲ τοῖς προειρημένοις πάντων διδομένων οὐδέ φαμεν γίνεσθαι συλλογισμόν.
Ἔτι δὲ καὶ οἵδ᾿ εἰσὶ τούτων τῶν λόγων. Ἆρ᾿ ὃ γέγραπται, ἔγραφέ τις; Γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι, ψευδὴς λόγος· ἦν δ᾿ ἀληθής, ὅτ᾿ ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής. Τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης. Καὶ ἆρ᾿ ὃ μανθάνει ὁ μανθάνων, τοῦτ᾿ ἐστὶν ὃ μανθάνει; Μανθάνει δέ τις τὸ βραδὺ ταχύ. Οὐ τοίνυν ὃ μανθάνει ἀλλ᾿ ὡς μανθάνει εἴρηκεν.Καὶ ἆρ᾿ ὃ βαδίζει τις πατεῖ; Βαδίζει δὲ τὴν ἡμέραν ὅλην. Ἢ οὐχ ὃ βαδίζει ἀλλ᾿ ὅτε βαδίζει εἴρηκεν· οὐδ᾿ ὅταν τὴν κύλικα
Ὅλως δ᾿ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον ἔσται ἡ λύσις ἢ παρ᾿ ὅ ἐστιν ὁ λόγος. Οἷον εἰ παρὰ σύνθεσιν ὁ λόγος, ἡ λύσις διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι. Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ βαρεῖα προσῳδία λύσις, εἰ δὲ παρὰ βαρεῖαν, ἡ ὀξεῖα. Εἰ δὲ παρ᾿ ὁμωνυμίαν, ἔστι τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν, οἷον εἰ ἔμψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι, δηλοῦν ὡς ἔστιν ἔμψυχον· εἰ δ᾿ ἄψυχον ἔφησεν, ὁ δ᾿ ἔμψυχον συνελογίσατο, λέγειν ὡς ἔστιν ἄψυχον. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀμφιβολίας. Εἰ δὲ παρ᾿ ὁμοιότητα λέξεως, τὸ ἀντικείμενον ἔσται λύσις. Ἆρ᾿ ὃ μὴ ἔχει, δοίη ἄν τις; ἢ οὐχ ὃ μὴ ἔχει, ἀλλ᾿ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον. Ἆρ᾿ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐπίσταται; ἀλλ᾿ οὐχ ἃ ἐπίσταται. Καὶ εἰ ὃ βαδίζει πατεῖ, ἀλλ᾿ οὐχ ὅτε. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.