De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Τὴν δὲ ἐπιφάνειαν αὐτοῦ οὐχ ὑπερβαίνει τὸ ὕδωρ· ἡ γὰρ ὅλη ἐπιφάνεια αὐτοῦ μία ἐστὶ μετὰ τῆς τοῦ ἀέρος. Καὶ διὰ τοῦτο ἄνεισι καὶ τὸ ἔλαιον ὑπεράνω τοῦ ὕδατος. Εἰσὶ δὲ καί τινες λίθοι οἳ τοῦ ὕδατος ὑπερνήχονται, διὰ τὸ κενὸν μόνον τὸ ἐν τούτοις μεῖζον ὂν τῶν ἐν αὐτοῖς μερῶν, καὶ διὰ τὸ τὸν τόπον τοῦ ἀέρος μείζονα εἶναι τοῦ τόπου τοῦ σώματος τῆς γῆς.

Φύσις γάρ ἐστι τοῦ ὕδατος ὑπεράνω βαίνειν τῆς γῆς, τοῦ δὲ ἀέρος τὸ ὑπεράνω βαίνειν τοῦ ὕδατος, Ἡ τοῦ ἀέρος τοίνυν φύσις τοῦ ἐγκλειομένου τῷ λίθῳ ἀναβαίνει ἐπάνω τοῦ ὕδατος, καὶ τῷ ὅλῳ ἀέρι συνάπτεται· καὶ γὰρ ἕκαστον τὸ οἰκεῖον ὅμοιον ἐφέλκεται, καὶ συνακολουθεῖ ἡ φύσις τοῦ μέρους τῷ ὅλῳ ιὧ συζεύγνυται.

Εἰ τοίνυν ἔσται τις ῥαχία κούφη, τὸ μὲν ἥμισυ αὐτῆς καταδύσεται ἐν ὕδατι, τὸ δὲ λοιπὸν ὑπερνήξεται, ὅτι μείζων ἐν αὐτῷ ὁ ἀὴρ τοῦ λοιποῦ σώματος τοῦ λίθου. Διὰ τοῦτο πάντα τὰ δένδρα βαρύτερά εἰσι τῶν

τοιούτων λίθων. Οἱ ἐν τοῖς ὕδασι δὲ λίθοι γίνονται ἐκ τῆς συγκρούσεως τῶν ὑδάτων τῆς ἰσχυρᾶς.

Γίνεται γὰρ πρῶτον ἀφρός, εἶτα συμπήγνυται οὕτως οἷόν τι γάλα λιπαρόν· καὶ ὅτε τὸ ὕδωρ τῇ ψάμμῳ προστρίβεται, συναθροίζει ἡ ψάμμος τὴν λιπότητά πως τοῦ ἀφροῦ, ξηραίνει τε αὐτὴν ἡ ξηρότης τῆς θαλάσσης μετά περιττῆς τῆς ἁλυκότητος· καὶ οὕτω συνάγονται τὰ μέρη τῆς ψάμμου, καὶ τῷ ἐπιμήκει τοῦ χρόνου γίνονται λίθοι.

Ἡ δήλωσις δὲ ὅτι ἡ θάλασσα ποιεῖ καθ’ ἑαυτὴν ψάμμον, οὕτως ἐστίν, ὅτι πᾶσα γῆ οὐκ ἔστι γλυκεῖα· ὅτε οὖν στῇ ἐν αὐτῇ τι ὕδωρ, κωλύεται ὁ ἀὴρ ἀλλοιῶσαι αὐτό,

Ἔτι δὲ χρονίζοντος τῷ τόπῳ τοῦ ἐμπεριειλημμένου ὕδατος, ἐπεὶ οὐ δύναται τοῦτο παρομοιῶσαι ἑαυτῷ ὁ ἀήρ (κυριεύουσι γὰρ ἐν αὐτῷ τῷ ὕδατι τὰ μέρη τὰ γεώδη, ἅ εἰσιν ἁλυκά), ἀνάγκη ἐπὶ πλέον θερμανθέντα κατὰ βραχὺ καὶ ἄμφω ποιῆσαι πηλὸν ἔμφυτον.

Τοῦτο δὲ οὐ δύναται γενέσθαι ἐν ὕδασι γλυκεροῖς διὰ τὴν γλυκύτητα καὶ τὴν λεπτότητα αὐτῶν, ἀλλ’ ἐν τοῖς ἁλμυροῖς, ὅτι κυριεύει ἐν τούτοις ἡ ξηρότης τῆς γῆς, καὶ ἢ μεταβάλλει τὸ ὕδωρ εἰς τὸ εἶδος αὐτῆς, ἢ πλησίον αὐτῆς τοῦτο ποιεῖ, καὶ ἑκάτερον ἀλλοιοῦται.

Σκληρύνουσα δὲ ἡ σκληρότης τῆς γῆς κατὰ τὴν δύναμιν τῆς συμπήξεως αὐτῆς τὴν ὑπόστασιν τοῦ ὕδατος, διαιρεῖ τὸν πηλὸν εἰς ἴδια μέρη σμικρά· καὶ διὰ τοῦτο γίνεται ἡ γῆ ἡ τῇ θαλάσσῃ πλησιάζουσα ψαμμώδης. Οὕτως καὶ αἱ πεδιάδες, αἵτινες οὐκ ἔχουσιν ὅπερ ἂν περικαλύψῃ αὐτὰς ἀπό τοῦ ἡλίου, εἰσί τε καὶ μεμακρυσμέναι ἀπὸ ὕδατος γλυκεροῦ.

Ξηραίνει γὰρ ὁ ἥλιος τὰ μέρη τῆς ὑγρότητος τῆς γλυκείας, ἀπομένει δὲ ὅ ἐστιν ἐκ τοῦ γένους τῆς γῆς. Καὶ διότι ἐνδιατρίβει ὁ ἥλιος ἐν τούτῳ τῷ τόπῳ τῷ ἀπερικαλύπτῳ, διαχωρίζονται τὰ μέρη τοῦ πηλοῦ, καὶ γίνεται ἐντεῦθεν ψάμμος. Τούτου δὲ σημεῖόν ἐστιν, ὅτι ἐν τοιούτῳ τόπῳ βαθὺ κοιλαίνομεν καὶ εὑρίσκομεν πηλὸν ἔμφυτον, καὶ ἔστιν οὗτος ῥίζα ψάμμου.

Οὐ γίνεται δὲ ψάμμος εἰ μὴ κατὰ συμβεβηκός. Συμβαίνει δὲ τοῦτο, ὅτι ἔστι διατρίβὴ τῆς κινήσεως τοῦ ἡλίου,

ὡς ἔφημεν, καὶ μακρυσμὸς ἀπὸ ὕδατος γλυκεροῦ. Τοιουτοτρόπως νοητέον καὶ περὶ τῆς ἁλμυρότητος τῶν ὑδάτων τῆς θαλάσσης. Ἡ ῥίζα μὲν γὰρ πάντων τῶν ὑδάτων ἐστὶ γλυκερά, καὶ οὐκ ἄλλως συμβαίνει αὐτῇ ἁλμυρότης εἰ μὴ κατὰ τὸν τρόπον τὸν λεχθέντα.

Καὶ τοῦτο σημεῖόν ἐστιν αἰσθητὸν ὅτι ἡ γῆ μέν ἐστιν ὑποκάτω τοῦ ὕδατος, τὸ δὲ ὕδωρ ὑπεράνω ἐξ ἀνάγκης καὶ φυσικῶς. Κἀντεῦθεν καὶ κυριώτερον συμβέβηκε τῷ ὕδατι τὸ εἶναι στοιχείῳ παρὸ τῇ γῇ. Ἐφρόνησαν δέ τινες στοιχεῖον εἶναι τὸ πάντων τῶν ὑδάτων πλεῖστον· πλεῖστον δέ ἐστι τὸ ὕδωρ τῆς θαλάσσης, καὶ διὰ τοῦτο καὶ στοιχεῖον πάντων ἐκρίθη τῶν ὑδάτων.

Ἔστι δὲ τὸ ὕδωρ φυσικῶς ὑπερέχον τῆς γῆς καὶ λεπτότερον αὐτῆς. Καὶ διὰ τοῦτο ἀπεδείξαμεν ὅτι καὶ τὸ ὕδωρ πάντως κουφότερόν ἐστι τὸ γλυκὺ τοῦ ἁλμυροῦ. Πλὴν λάβωμεν καὶ ὡς ἐν παραδείγματι δύο σκεύη ἶσα, καὶ θῶμεν ἐν αὐτοῖς ὕδωρ γλυκὺ καὶ ὕδωρ ἀλμυρόν. Μετὰ ταῦτα προσλάβωμεν ᾠόν, θῶμεν δὲ τοῦτο ἐν τῷ ὕδατι τῷ γλυκεῖ, καὶ αὐτίκα καταδύσεται.

Μετὰ ταῦτα θῶμεν αὐτὸ καὶ ἐν τῷ ὕδατι τῷ ἁλμυρῷ, καὶ ὑπερνήξεται, καὶ ἀναβήσεται ἐπάνω τῶν μερῶν τοῦ τοιούτου ὕδατος, διότι τὰ μέρη τούτου οὐ διαζεύγνυνται ὠς τὰ μέρη τοῦ ὕδατος τοῦ γλυκεροῦ. Ἐκείνου μὲν γὰρ τὰ μέρη οὐ δύνανται ὑπομένειν διὰ τὴν λεπτότητα βάρος, τούτου δὲ διὰ τὴν παχύτητα δύνανται· καὶ διὰ τοῦτο οὐ καταδύεται τὸ ἐπιτεθὲν αὐτῷ.

Οὕτω φυσικῶς ἐν τῇ νεκρᾷ θαλάσσῃ οὔτε καταδύεται ζῷον οὔτε γεννᾶται· κυριεύει γὰρ ἡ ξηρότης ἐν αὐτῷ, καὶ ἐν παντὶ ὅπερ ἐστὶ πλησίον τοῦ σχήματος τῆς γῆς. Φαίνεται τοίνυν ἐντεῦθεν ὅτι τὸ ὕδωρ τὸ παχύ ἐστιν ὑποκάτω τοῦ μὴ παχέος. Τὸ γὰρ παχύ ἐστιν ἐκ τοῦ γένους τῆς γῆς, τὸ δὲ λεπτὸν καὶ ἀραιὸν ἐκ τοῦ γένους τοῦ ἀέρος.

Καὶ διὰ τοῦτο ὑπερέχει τὸ ὕδωρ τὸ γλυκὺ πάντων τῶν ὐδάτων· ἐκεῖνο γάρ ἐστιν ὑπάρχον τῆς γῆς πορρωτέρω. Ἤδη τοιγαροῦν ἔγνωμεν ὅτι τὸ ὕδωρ τὸ πορρωτάτω τῆς γῆς φυσικόν

ἐστι. Καὶ τὸ γλυκὺ τοῦ θαλαττίου ὑπερκεῖσθαι ἀπεδείξαμεν. Καὶ φυσικὸν τοῦτο εἶναι τῷ ῥηθέντι σημείῳ φανερὸν καὶ ἀναγκαῖον ἐγένετο.

Γεννᾶται δέ τὸ ἅλας ἐν ἱσταμένοις ὕδασιν, οἷς τὸ γλυκὺ γίνεται ἁλμυρόν. Ὑπερβαίνει δὲ ἡ ἁλμυρότης τῆς γῆς ἐκείνην τὴν ἁλμυρότητα. Ἀπομένει γὰρ ἐκείνῃ μὲν ἀὴρ ἐγκεκλεισμένος, ταύτῃ δ’ οὔ. Καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐκεῖνο τῆς γῆς τὸ σῶμα, γλυκύτητός τινος μετέχον κατὰ πάντα τρόπον, εἰ καὶ τὸ γένος τοῦτο ἐξ ὕδατός ἐστιν, ὃ ἐξέρχεται ἐξ αὐτῆς τῆς γῆς ὡς ἱδρώς.