De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Τινὰ τῶν φυτῶν ἔχουσί τι ὑγρὸν ὡς ῥητίνην, ὡς κόμι, ὡς σμύρναν, ὡς θυμίαμα καὶ ὡς κόμι Ἀραβικόν. Πάλιν τινὰ δένδρα ἔχουσι δεσμοὺς καὶ φλέβας καὶ κοιλίαν καὶ φιτρούς

καὶ φλοιὸν καὶ μυελὸν ἐντός. Καὶ τινὰ ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι φλοιός.

Καὶ τινῶν μὲν ὁ καρπὸς ὑπὸ τὸν φλοιὸν ἤγουν ἐντὸς τοῦ φλοιοῦ καὶ τοῦ φιτροῦ. Καὶ τινὰ μὲν μέρη τοῦ δένδρου εἰσὶν ἀπλᾶ, ὡς ὁ χυμὸς ὁ εὑρισκόμενος ἐν αὐτοῖς καὶ οἱ δεσμοὶ καὶ αἱ φλέβες· τινὰ δέ εἰσι σύνθετα ἐκ τούτων, ὡς κλάδοι καὶ λύγοι καὶ φύλλα. Ταῦτα δὲ πάντα οὐχ εὐρίσκομεν ἐν πᾶσι τοῖς φυτοῖς.

Τινὰ γὰρ τῶν φυτῶν ἔχουσι καὶ ταῦτα καὶ ἄλλα μέρη, λύγους, φύλλα, κλάδους, ἄνθη καὶ βλαστούς καὶ φλοιὸν τὸν περικυκλοῦντα τὸν καρπόν. Καὶ καθώς εἰσι καὶ ἐν τοῖς ζῴοις μέλη ὁμοιομερῆ, οὕτω καὶ ἐν τοῖς φυτοῖς.

Καὶ ἕκαστα τῶν μερῶν τοῦ φυτοῦ σύνθετα εἰσὶν ὅμοια μέλεσι ζῴου· ὁ δὲ φλοιὸς τοῦ φυτοῦ ὅμοιός ἐστι φυσικῶς δέρματι ζῴου, οἱ δὲ δεσμοὶ πάλιν ὅμοιοι νεύροις ζῴου.

Ὁμοίως καὶ τὰ λοιπὰ τὰ ἐν αὐτῷ, Καὶ τινὰ μὲν τῶν μερῶν διαιροῦνταί πως διὰ μερῶν ἀνομοίων, τινὰ δὲ δι’ ὁμοίων, οἷον ὡς ἐπὶ τοῦ πηλοῦ· οὗτος γὰρ ἑνὶ τρόπῳ διαιρεῖται διὰ τῆς γῆς μόνον, καὶ ἀλλοτρόπως διὰ τῶν στοιχείων. Ὡσαύτως ὁ πνεύμων καὶ ἡ σὰρξ διαιροῦνται μὲν πρώτως, καὶ εἰσὶ μέρη τούτων σὰρξ καὶ πνεύμων· ἄλλως δὲ διαιροῦνται καὶ διὰ τῶν στοιχείκων.

Ὁμοίως καὶ αἱ τῶν φυτῶν ῥίζαι. Πλὴν οὐ διαιρεῖται καὶ ἡ χεὶρ εἰς ἄλλην χεῖρα, οὐδὲ ἡ ῥίζα εἰς ἄλλην ῥίζαν, οὐδὲ τὰ φύλλα εἰς ἄλλα φύλλα. Ἐν ταύταις γοῦν ταῖς ῥίζαις καὶ ἐν αὐτοῖς τοῖς φύλλοις ἐστὶν ἡ σύνθεσις. Πάλιν τινὲς μὲν τῶν καρπῶν εἰσὶν ἐκ μερῶν ὀλίγων συγκείμενοι, τινὲς δὲ ἐκ μερῶν πολλῶν, ὡς ἐπὶ τῶν ἐλαιῶν.

Αὗται γὰρ ἔχουσι φλοιὸν σάρκα καί τι ὀστρακῶδες καὶ σπέρμα καὶ καρπόν. Τινὰ δὲ ἔχουσι καὶ περικαλύμματα. Πάντα δὲ τὰ σπέρματά εἰσιν ἐκ δύο φλοιῶν.

Καὶ μέρη μὲν τῶν φυτῶν εἰσὶν ἅπερ εἴπομεν, ἡ δ’ ἀκρότης τοῦ παρόντος λόγου ἐστὶ διορίσασθαι ταῦτα τὰ μέρη τῶν φυτῶν, τὰ περικαλύμματα αὐτῶν καὶ τὰς αὐτῶν διαφοράς· ὅπερ ἐστὶ πάνυ δυσχερές,

καὶ ἐξαιρέτως τὸ διορίσασθαι τὴν οὐσίαν αὐτῶν καὶ τὸ χρῶμα καὶ τὸν καιρὸν τῆς διαμονῆς αὐτῶν καὶ τὰς συνοχὰς τὰς περιπιπτούσας αὐτοῖς, καὶ ὅτι οὐκ ἔχουσι τὰ φυτὰ ἤθη ψυχῆς, οὐδὲ διάθεσιν ἴσην διαθέσει ψυχῆς.

Ἐὰν γοῦν κατὰ ἀναλογίαν θῶμεν τὰ μέρη τῆς ψυχῆς μετὰ τῶν μερῶν τοῦ φυτοῦ, μηκυνθήσεται ὁ λόγος, καὶ τυχὸν οὐδὲ δυνηθείημεν διεξελθεῖν ἂν ταῦτα, μεγάλαις διαφοραῖς ἀπαριθμοῦντες τὰ μέρη τῶν φυτῶν. Καὶ γὰρ μέρος ἑκάστου πράγματος ἐκ τοῦ ἰδίου γένους ἐστὶ καὶ ἐκ τῆς ἰδίας οὐσίας.

Καὶ ὅταν γεννηθῇ τι εἶδος φυτοῦ, μένει ἐν τῇ οἰκείᾳ διαθέσει, ἂν μή τινι χρονικῇ ἀσθενείᾳ καὶ βαρείᾳ τῆς οἰκείας ἐκπέσῃ τοιᾶσδε διαθέσεως. Τῶν ἀνθέων τοίνυν καὶ τῶν καρπῶν καὶ τῶν φύλλων τῶν ἐν τοῖς φυτοῖς τινὰ μὲν ἐν παντὶ ἔτει εἰσί, τινὰ δὲ οὐχ οὕτως ἔχει οὐδὲ διαμένουσιν, ὡς ὁ φλοιὸς καί τι σῶμα πῖπτον ἀπὸ πράγματος τοῦ ἀπορρίπτοντος τοῦτο διά τινα αἰτίαν.

Οὐ μένουσι δὲ ταῦτα ἐν τῷ φυτῷ, ὅτι πολλάκις πίπτουσιν ἐξ αὐτοῦ μέρη τινὰ μὴ διωρισμένα, ὡς τρίχες ἐξ ἀνθρώπων καὶ ὄνυχες. Πλὴν γεννῶνται τρίχες ἢ ἐν αὐτοῖς τοῖς μέρεσιν ὅθεν ἐξέπεσον, ἢ ἐκτὸς ἐν ἄλλοις. Καὶ ἤδη φανερὸν γέγονεν ὅτι τὰ μέρη τοῦ φυτοῦ οὐκ εἰσὶ διωρισμένα, εἴτε καὶ μή, ἀλλὰ μόνον ἀδιόριστα.

Ἡμῖν δὲ αἰσχρόν ἐστι λέγειν πράγματά τινα μεθ’ ῏ον αὐξάνεται τὸ ζῷον καὶ συμπληροῦται μετ’ αὐτῶν, μὴ εἶναι μέρη αὐτοῦ, ἀλλ’ εἶναι κατὰ τὰ φύλλα καὶ πάντα τὰ τοιαῦτα τὰ ἐν τῷ φυτῷ, κἂν καὶ οὐκ ὦσιδιωρισμένα τὰ τοιαῦτα μέρη τοῦ ζῴου, κἂν καὶ κατὰ μικρὸν ἐκπίπτωσιν, ὡς τὰ κέρατα τῆς ἐλάφου καὶ κόμαι τινῶν ζῴων καὶ τρίχες ἄλλων, ἃ δὴ κρύπτουσιν ἑαυτὰ κατὰ τὸν χειμερινὸν καιρὸν ἐν ὀπαῖς καὶ ὑπὸ γῆν πίπτουσι, κἂν καὶ τὸ τοιοῦτον πάθος παρόμοιον ἔχωσι τῇ πτώσει τῶν φυτῶν.

Ὀφείλομεν οὖν εἰπεῖν περὶ τῶν πραγμάτων ὦν πρότερον ἰστορήσαμεν, καὶ ἄρξασθαι ἀπαριθμεῖν τὰ ἴδια μέρη τῶν φυτῶν καὶ τὰ κοινά καὶ τὰς τούτων διαφοράς. Λέγομεν τοίνυν ὡς ἐπὶ τοῖς

μέρεσι τῶν φυτῶν ἐστὶ μεγάλη διαφορὰ ἐν τῷ πλήθει καὶ ἐν τῇ ὀλιγότητι, ἐν τῷ μεγέθει καὶ ἐν τῇ σμικρότητι, ἐν τῇ δυνάμει καὶ ἐν τῆ ἀσθενείᾳ.

Τοῦτο δέ ἐστιν ὅτι ὁ χυμὸς ὁ ἐν τοῖς μεγάλοις δένδροις ἐν τισὶ μέν ἐστιν ὡς γάλα, οἶον ἐπὶ τῆς συκῆς, ἐν τισὶν ὅμοιος ὑγρᾷ πίσσῃ, ὡς ὁ χυμὸς ὁ στάζων ἐκ τῆς ἀμπέλου, ἐν τισὶ δὲ ἀρχέγονος, ὡς ἐν τῷ ὁριγάνῳ καὶ ἐν φυτῷ τῷ λεγομένῳ ὀπιγαῒς καὶ ἐν ἄλλοις.

Πάλιν ἔστι φυτὸν τὸ ἔχον μέρη ξηρά, ἕτερον ὑγρά, καὶ τά τοιαῦτα. Καὶ ἔστι τὸ ἔχον μέρη διακεκριμένα, οὔτε ὅμοια οὔτε ἶσα. Καὶ τινὰ ἔχει μέρη ὅμοια μέν, οὐκ ἶσα δέ· τινὰ ἶσα μέν, οὐχ ὅμοια δέ.

Καὶ ὅτι οὐδέ ἐστι τόπος ἐν τούτοις ὡρισμένος. Αἱ διαφοραὶ δὲ τῶν φυτῶν ἐν τοῖς οἰκείοις μέρεσι γινώσκονται καλῶς· ὁμοίως δὲ καὶ τὰ σχήματα αὐτῶν ἐκ τοῦ χρώματος, ἐκ τῆς ἀραιότητος, ἐκ τῆς πυκνότητος, ἐκ τῆς τραχύτητος, καὶ ἐκ πάντων ἄλλων τῶν συμβεβηκότων αὐτοῖς ἐν ἰσότητι, ἐν αὐξήσει φυσικῇ, ἐν διακρίσει, ἐν μεγέθει, ἐν σμικρότητι. Καὶ εἰσὶ μὲν ταῦτα τοιούτου τρόπου, ἔχουσι δὲ καὶ διαφορὰς πολλάς, καθὼς καὶ προείπομεν.