Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσιν κοπιαρώτεροί εἰσιν τῶν ἀνωμάλων, βραχεῖς δὲ ἀκοπώτεροι; ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά. τοιαύτη δὲ ἡ σπασματώδης, πολλὴ δὲ ἡ συνεχὴς καὶ μία. ἐν μὲν οὖν τοῖς ἀνάντεσιν, ἐὰν ᾖ μακρά, ἀνάπαυσις γίνεται ἡ μεταβολή, καὶ οὐ μακρὰ ἡ κίνησις, οὐδὲ ἵππων αὐτῶν, διὰ τὴν μεταβολήν· ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει οὐδὲ ἀναπαύει τὰ μέρη, ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι. ὅταν δὲ ᾖ βραχεῖα, διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως ἐν τοῖς ἐπιπέδοις οὐ γίνεται κόπος· ἐν δὲ τοῖς ἀνάντεσι διὰ τὸ τὴν μεταβολὴν ἰσχυρὰν γίνεσθαι καὶ ἐναντίαν, ὁτὲ μὲν ἄνω ὁτὲ δὲ κάτω, ποιεῖ κόπον. τοιαύτη δέ, ὡς φαμέν, ἐν τοῖς ἀνάντεσιν, ἐν δὲ τοῖς πεδινοῖς τοὐναντίον.

Δὶα τί τοῖς λειποψυχοῦσιν καὶ τοῖς ἐκ τῶν γυμνασίων διαλυομένοις ἐλάττους τε οἱ ὄγκοι καὶ ὀξύτεραι δοκοῦσιν εἶναι αἱ φωναί; ἢ ὅτι αἵ τε φωναὶ ἐλάττους φαινόμεναι ὀξύτεραι φαίνονται (σημεῖον δὲ ὅτι μιμούμενοι τοὺς πόρρωθεν ὀξὺ φθέγγονται) καὶ οἱ ὄγκοι ἐλάττους;

Διὰ τί ἡ γαστὴρ μόνον λεπτύνεται τῶν γυμναζομένων; ἢ ὅτι πλείστη ἡ πιμελὴ περὶ τὴν γαστέρα;

Διὰ τί τὸ πῖον τετριμμένον γίνεται τοῖς πονοῦσιν; ἢ διότι τὸ πῖον τήκεται θερμαινόμενον, ἡ δὲ κίνησις θερμαίνει, ἡ δὲ σὰρξ οὐ τήκεται.

Διὰ τί δὲ τὰ περὶ τὴν κοιλίαν πιότατα; πότερον ὅτι ἐγγύς ἐστι τῆς τροφῆς; ἐν ὅσῳ οὖν τἆλλα παρ’ ἐκείνης λαμβάνει, αὐτὴ πολλάκις λαμβάνει. ἢ ὅτι ἥκιστα πονεῖ καμπὰς γὰρ οὐκ ἔχει.

Διὰ τί οἱ κόποι μᾶλλον παύονται, ὅταν τις τῷ ἐλαίῳ ὕδωρ συμμίξας ἀνατρίψηται; ἢ ὅτι μᾶλλον εἰσδύεται τὸ ἔλαιον μετὰ τοῦ ὕδατος; ἐὰν δὲ αὐτὸ καθ’ αὑτὸ ᾖ, οὐχ ὁμοίως παρεισδύνει διὰ τὸ ἐπιπολαστικὸν εἶναι. μᾶλλον οὖν μαλάττεται τὸ σῶμα εἰσδυομένου, ἐπεὶ τὸ ἔλαιόν ἐστι φύσει θερμόν, τὰ δὲ θερμὰ καὶ ξηραίνει καὶ σκληρύνει, πρὸς δὲ τοὺς κόπους ἀξύμφορόν ἐστιν ἡ ξηρασία καὶ ἡ σκληρότης· μετὰ δὲ τοῦ ὕδατος ἀνατριφθὲν ἧττον ξηραίνει.

Διὰ τί τοῖς κοπιῶσι προστάττουσιν ἐμεῖν, εἴπερ ὁ ἔμετος κοπῶδές ἐστιν; ἢ κόπος γίνεται ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων, ταῦτα δὲ ὑπὸ τῶν ἐκτός τινος πάσχοι ἂν ἢ τῶν ἐν τῷ σώματι, καὶ τοῦτο διττῶς· ἢ γὰρ σαρκῶν ὑπερτεινουσῶν τὴν δύναμιν αὑτῶν, ἢ σώματος μιχθέντος συχνοῦ τῷ ἄλλῳ σώματι, χώραν οἰκείαν οὐκ ἔχοντος, οἷα τὰ περιττώματά ἐστιν. πάντα γὰρ τὰ ἐκτὸς ἡμῖν περιαπτόμενα βάρη κοπωδέστερα τῶν τοῦ σώματος μερῶν, κἂν τύχῃ σταθμῷ ὄντα αὐτῶν ἐλαφρότερα. σημεῖον δὲ τῶν εἰρημένων· οἱ γὰρ πλεῖον βεβρωκότες καὶ πεπωκότες, ἔλαττον

πονήσαντες ἢ νήστεις ὄντες, μᾶλλον κοπιῶσι διὰ τὸ μὴ τὴν οἰκείαν χώραν ἔχειν τὰ σιτία ὄντα ἄπεπτα. ἐπεὶ δὲ ὁ κόπος σύντηξιν ποιεῖ, ἡ δὲ σύντηξις περίττωμά ἐστιν, τοῦτό ἐστιν ὃ τὸν κόπον ἐν ἡμῖν ποιεῖ, πλανώμενον ἀτάκτως καὶ προσπῖπτον ὀστοῖς τε καὶ νεύροις καὶ τοῖς ἐντὸς τῆς σαρκὸς ἀραιοῖς οὖσι καὶ ἀνεῳγμένοις. ὁ οὖν ἔμετος ἐξάγων αὐτὸ ὂν αἴτιον τοῦ κόπου, εἰκότως ἀκόπους ποιεῖ· λείπει γὰρ οἷον ἦν ἐν ἀρχῇ τοῦ πόνου τὸ σῶμα. κοπῶδες δ’ ἐστὶν ὁ ἔμετος οὐ τῇ τῆς γινομένης ἐν αὐτῷ κινήσεως ὑπερβολῇ, ἀλλ’ ὅταν συμβῇ μὴ καλῶς ἐξεμέσαι· λειφθέντων γὰρ πολλῶν σιτίων, καὶ περιττωμάτων τούτοις ἐνόντων, τὸν τοῦ ἐμέτου κόπον γίνεσθαι συμβαίνει, καθάπερ ἐπὶ τῶν πεπληρωμένων εἴρηται. εἰ οὖν μηδ’ ἐκείνοις ὁ πόνος ἐστὶ τοῦ κόπου αἴτιος, ἀλλὰ τὸ οὕτως ἔχοντας πονῆσαι, οὐδ’ ἂν τοῖς μὴ ἐξαιροῦσι τὰ σιτία ὁ ἔμετος εἴη τοῦ κόπου αἴτιος· χρῆν γὰρ πᾶσι τοῖς ἐμοῦσι γίνεσθαι κόπον, γίνονται δὲ ἀκοπώτεροι πολλοὶ ἐμέσαντες.

Διὰ τί κοπιαρώτερόν ἐστι τῷ βραχίονι τὸ διὰ κενῆς ῥίπτειν ἢ λιθάζοντα; ἢ ὅτι σπασματωδέστερον τὸ διὰ κενῆς ἐστίν; οὐ γὰρ ἀπερείδεται πρὸς οὐδέν, ὥσπερ ὁ βάλλων πρὸς τὸ ἐν τῇ χειρὶ βέλος. ὁμοίως δὲ τούτῳ καὶ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας καὶ ὁ θέων παρασείων πρὸς τὰς χεῖρας. διὸ ὁ μὲν μεῖζον ἅλλεται ἔχων ἢ μὴ ἔχων ἁλλῆρας, ὁ δὲ θᾶττον θεῖ παρασείων ἢ μὴ παρασείων.

Διὰ τί ἡ ταχυδρομία καὶ ἔπ’ ἀνθρώπου καὶ ἐπὶ τῶν ἄλλων ζῴων νοσηματικοὺς ποιεῖ τὰ περὶ τὴν κεφαλήν; καίτοι ὅλως ὁ δρόμος κατασπᾶν δοκεῖ κάτω τὰ περιττώματα, ὥσπερ ὁ περίπατος· διὸ καὶ παχύνονται τὰ σκέλη

οἱ πολλὰ περιπατοῦντες, ὅτι εἰς τὰ κάτω ὑπονοστεῖ ἄνωθεν καὶ ἡ τροφὴ καὶ τὰ περιττώματα. ἢ ἡ μὲν κίνησις ταὐτὸ ποιεῖ, ἀλλ’ ἡ ταχεῖα διὰ τὴν συντονίαν καὶ τὴν ἀπνευστίαν ἐκθερμαίνει τὴν κεφαλήν, καὶ τὰς φλέβας ἐμφυσᾷ τὰς ἐν αὐτῇ, καὶ σπαστικὰς τῶν θύραθεν ποιεῖ δυνάμεων, οἷον ψύχους καὶ ἀλέας καὶ τῶν ἐκ τοῦ θώρακος, ὧν εἰσιόντων νοσεῖν ἀναγκαῖον τὸν τόπον ἐστίν.

Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις τόποις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ὁδὸν ἢ τὴν ἀνώμαλον; ἢ ὅτι ἀκοπώτερον μέν ἐστι τὸ μὴ ἀεὶ ἐν τῷ αὐτῷ σχήματι ποιεῖσθαι τὴν κίνησιν, ὃ συμβαίνει ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον; θᾶττον γὰρ πορεύονται, ὅτι ἧττον παρὰ φύσιν κινοῦνται. ἐν μὲν οὖν τῷ ὁμαλῷ μικρὰ ἡ ἄρσις καὶ θέσις καὶ πυκνή ἐστιν, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον. ἔστι δὲ τὸ αἴρειν παρὰ φύσιν· βίᾳ γάρ ἐστι πᾶσα ἄρσις. τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον μικρὸν πολὺ γίνεται παρὰ πολλάς.

Διὰ τί τὰ ἐπίπεδα κοπιαρώτερα ἐγκατακεῖσθαι τῶν κοίλων ἐστίν; ἢ διὰ τὸ αὐτὸ καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων; ἐφ’ ἕνα γὰρ τόπον συναθροιζόμενον τὸ βάρος ἐν τῇ καθέδρᾳ ἢ κατακλίσει τῇ θλίψει ποιεῖ πόνον. τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος, τοῦτο δὲ τοῦ κοίλου μᾶλλον τοιοῦτόν ἐστι· τὸ γὰρ σῶμα ἡμῶν ἐστὶ περιφερέστερον ἢ εὐθύτερον, τῶν δὲ τοιούτων κατὰ πλέον ἅπτεται τὰ κοῖλα ἢ τὰ ἐπίπεδα. διὰ ταῦτα δὲ καὶ τὰ ἐνδιδόντα τῶν μὴ ἐνδιδόντων ἀκοπώτερά ἐστι καὶ ἐγκατακλιθῆναι καὶ ἐνέζεσθαι.

Διὰ τί οἱ βραχεῖς περίπατοι κοπώδεις εἰσίν; ἢ ὅτι

ἀνώμαλοί εἰσι; πολλάκις γὰρ ἵστασθαι ποιοῦσιν. τὸ δ’ ἐκ τοῦ ἐναντίου εἰς τοὐναντίον πυκνὰ μεταβάλλειν κοπῶδές ἐστιν· συνήθειαν γὰρ οὐδετέρῳ ποιεῖ, ὅ ἐστιν ἄκοπον. ἀμφοῖν δ’ ἅμα οὐκ ἐνδέχεται συνήθειαν γίνεσθαι.