Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τοῦ χειμῶνος αἱ φωναὶ βαρύτεραι; ἢ ὅτι παχύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις, ὥσθ’ ἡ φωνὴ βαρυτέρα. ἢ διότι διὰ τῶν στενῶν βραδύτερον χωρεῖ ὁ ἀήρ, συμφράττεται δὲ τὸ περὶ τὸν φάρυγγα ὑπό τε τοῦ ψυχροῦ καὶ τοῦ ἐπιρρέοντος φλέγματος.

Διὰ τί τὰ παιδία καὶ αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι καὶ οἱ γέροντες φθέγγονται ὀξύ; ἢ ὅτι θάττων κίνησίς ἐστιν ἡ ὀξυτέρα; ἔστι δὲ τὸ αὐτὸ πλείονος δυσκινητότερον, ὥστε οἱ ἐν ἀκμῇ πλείω συνεπισπῶνται τὸν ἀέρα· οὗτος οὖν βραδύτερον ἰὼν βαρυτέραν παρασκευάζει τὴν φωνήν. ἐν δὲ τοῖς παιδίοις καὶ εὐνούχοις διὰ τὸ ἐλάττω ἔχειν ἐναντίως. τρέμειν δὲ τοὺς πρεσβύτας οὐ δυναμένους κρατεῖν, ὥσπερ τοῖς ἀδυνάτοις καὶ παιδίοις, ὅταν μακρὸν ξύλον λάβωσιν ἀπ’ ἄκρου, τὸ ἕτερον ἄκρον σείεται διὰ τὸ μὴ κρατεῖν. (διὰ τοῦτο καὶ οἱ πρεσβῦται τρέμουσιν διὰ τὸ μηκέτι κρατεῖν). τὸ αὐτὸ δὲ ὑποληπτέον

καὶ ἐπὶ τῶν ἀγωνιώντων καὶ φοβουμένων καὶ ῥιγώντων αἴτιον τοῦ τρόμου τῆς φωνῆς. τοῦ γὰρ ἔχοντος τὴν φωνὴν τοιαύτην, τῶν τοιούτων παθῶν εἴσω περιεστηκότος τοῦ πλείστου, λοιπὸν ὀλίγον ὂν οὐ δύναται κρατεῖν τῆς φωνῆς· διὸ καὶ σείεται καὶ τρέμει. διὸ καὶ οἱ τεχνικοὶ τῶν συνειδότων ὅτι ἀγωνιῶσι μικρὸν διαλέγονται ἀπ’ ἀρχῆς, καὶ ἄχρι οὗ ἂν καταστῶσιν· μικρᾶς γὰρ οὔσης τῆς φωνῆς ῥᾷον κρατοῦσιν.

Διὰ τί τῶν θυμιαμάτων ἧττον αἰσθάνονται πλησίον ὄντες; πότερον ὅτι ἀκρατεστέρα κερασθεῖσα ἡ ἀπόρροια τῷ ἀέρι ἡδίων, ὥσπερ ἡ σμύρνη τῶν ἰατρῶν; ἢ καὶ τοὐναντίον εἴη ἄν, ὥστε ἀφαιρεῖσθαι τὸ πῦρ τὴν ὀσμὴν διὰ τὸ καίειν; ἡ γὰρ ὀσμὴ θυμιωμένων. διὸ καὶ ἐπὶ τῶν ἀνθράκων οὐκ ὄζει, πορρώτερον δὲ καθαρώτερον φαίνεται καὶ λεπτότατον τοῦτο.

Διὰ τί αἱ ὀσμαὶ ἧττον εὐώδεις τῶν θυμιαμάτων καὶ τῶν ἀνθῶν ἐκ τοῦ ἐγγύς; πότερον ὅτι συναπέρχεται τῇ ὀσμῇ καὶ γῆς μόρια, ἅ προκαταφέρεται διὰ βάρος, ὥστε καθαρὰ πορρώτερον γένεται ἡ ὀσμή; ἢ οὔτε ἐγγὺς οὔσης τῆς ἀρχῆς πλεῖστον γίνεται τὸ ῥέον, οὔτε λίαν πόρρω; τὸ μὲν γὰρ οὔπω πολύ, τὸ δὲ διασπᾶται.

Λέγεται γὰρ ὡς εὐώδη γίνεται τὰ δένδρα εἰς ἅπερ ἂν ἡ ἶρις κατασκήψῃ. πότερον οὖν ἀληθές ἐστιν ἢ ψεῦδος; καὶ εἰ ἀληθές, διὰ τίν’ αἰτίαν εἴη τὸ συμβαῖνον; ὅτι μὲν

οὖν οὔτε πάντα οὔτε ἀεί, δῆλον· πολλάκις γὰρ ἡ ἶρις μὲν γέγονε, τὰ δὲ δένδρα οὐθὲν ἐπίδηλα φαίνεται. ὅταν τε γέννηται τοῦτο, οὐκ ἐν πάσῃ γίνεται ὕλῃ, ἐπεὶ συμβαίνει γέ ποτε· διὸ καὶ λέγεται. τὸ δ’ αἴτιον κατὰ συμβεβηκὸς τῇ ἴριδι ἀποδοτέον, ἄλλως τε καὶ εἰ μή ἐστί τις φύσις ἡ ἶρις. ἀλλὰ τῆς ὄψεως πάθος ἀνακλωμένης. γίνεται δέ, ὥσπερ ἐλέχθη, οὐχ ὁπωσοῦν ἐχούσης τῆς ὕλης τὸ πάθος· οὔτε γὰρ ἐν τοῖς χλωροῖς δένδροις οὔτε ἐν τοῖς αὔοις, ἀλλ’ ἐν τῇ ἐμπεπρησμένῃ ὕλῃ φασὶν οἱ νομεῖς μετὰ τὰ ἐπὶ τῇ ἴριδι ὕδατα γίνεσθαι ἐπίδηλον τὴν εὐωδίαν, καὶ μάλιστα οὗ ἂν ἀσπάλαθος ᾖ καὶ ῥάμνος καὶ ὧν τὰ ἄνθη εὐώδη ἐστίν. αἴτιον δὲ τῆς εὐωδίας ἐστίν, ὅπερ καὶ ἐπὶ τῆς γῆς· διαθέρμου γὰρ καὶ διακεκαυμένης οὔσης, ὅ ἂν ἐκφύσῃ, τὸ πρῶτον εὐῶδες ὄζει. τὰ γὰρ πυρούμενά πως τῶν ὑγρότητα ἐχόντων ὀλίγην εὐώδη γίνεται· πέττει γὰρ τὸ θερμὸν ταύτην. διὸ καὶ τῆς ὅλης γῆς τὰ πρὸς τὸν ἥλιον εὐωδέστερα τῶν πρὸς ἄρκτον ἐστίν. τούτων δὲ τὰ πρὸς ἕω τῶν πρὸς μεσημβρίαν, ὅτι γεώδης μᾶλλον ὁ τόπος ὁ περὶ τὴν Συρίαν καὶ Ἀραβίαν ἐστίν, ἡ δὲ Λιβύη ἀμμώδης καὶ ἄνικμος. δεῖ γὰρ μήτε πολλὴν εἶναι τὴν ἰκμάδα, ἄπεπτος γάρ ἐστιν ἡ πολλή, μήτε ἄνικμον, οὐ γὰρ γίνεται ἀτμίς. ὃ συμβαίνει καὶ περὶ τὴν νεόκαυτον ὕλην καὶ τὸ γένος τοιαύτην ὥστε ἔχειν εὐωδίαν σὺν αὑτῇ. δηλοῖ δὲ τοῖς ἄνθεσιν· ἀφίησι γὰρ ἐν τούτοις τὴν ὀσμήν. δοκεῖ δὲ ἐν οἷς ἂν ἐνσκήψῃ ἡ ἶρις γίνεσθαι, ὅτι οὐδὲν ἄνευ ὕδατος οἷόν τε γίνεσθαι· βραχεῖσά τε γὰρ ἡ ὕλη καὶ τῷ ἐνόντι θερμῷ πέψασα τὴν ἐν αὐτῇ γινομένην ἀτμίδα ἀφίησιν. οὔτε πολὺ τὸ ὕδωρ δεῖ εἶναι· ἐκκλύζει γὰρ τὸ πολὺ λίαν, καὶ σβέννυσιν τὴν θερμότητα τὴν ἐνυπάρχουσαν ἀπὸ τῆς πυρώσεως,
τὰ δὲ μετὰ τὴν ἶριν ὕδατα οὐ πολλὰ γίνεται, ἀλλὰ μέτρια ὡς εἰπεῖν. καὶ ἐὰν πολλαὶ γίνωνται ἴριδες, οὐ πολὺ γίνεται, ἀλλὰ πολλάκις μέν, ὀλίγον δέ. διὸ εἰκότως τούτου γινομένου, οὐθὲν ἄλλο ὁρῶντες διάφορον πλὴν τὴν ἶριν, ταύτῃ τὴν αἰτίαν προσέθεσαν τῆς εὐωδίας.

Διὰ τί τὰ ἄνθη καὶ τὰ θυμιώμενα πόρρωθεν μᾶλλον ἥδιον ὄζει, ἐγγύθεν δὲ τὰ μὲν ποωδέστερον, τὰ δὲ καπνωδέστερον; ἢ ὅτι ἡ ὀσμὴ θερμότης τίς ἐστιν καὶ τὰ εὐώδη θερμά, τὸ δὲ θερμὸν κοῦφον, ὥστε διὰ μὲν τοῦτο πορρωτέρω διιόντων ἀμιγεστέρα γίνεται ἡ ὀσμὴ τῶν συμπαρεπομένων ὀσμῶν ἀπὸ τῶν φύλλων καὶ τοῦ καπνοῦ, ὄντος ὑδατώδους ἀτμοῦ, πλησίον δὲ ὄντων τὰ μεμιγμένα αὐτοῖς συνόζει ἐν οἷς ἐστίν.

Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ ὅτι ἀναπίμπλησι πλείω ἀέρα ἢ ἡσυχάζοντα; διαπέμπεται οὖν ἡ ὀσμὴ θᾶττον οὕτω πρὸς τὴν αἴσθησιν ἡμῶν.

Διὰ τί τοῦ χειμῶνος ἧττον ὀσφραινόμεθα, καὶ ἐν τοῖς πάγεσιν ἥκιστα; ἢ ὅτι ὁ ἀὴρ ἀκινητότερός ἐστιν ἐν τῷ ψύχει; οὔκουν ἀφικνεῖται ὁμοίως ἡ κίνησις ἡ ἀπὸ τοῦ σώματος τοῦ τὴν ὀσμὴν ἔχοντος διὰ τὴν δυσκινησίαν τῆς ἀπορροῆς καὶ τοῦ ἀέρος ἐν ᾧ ἐστίν.

Διὰ τί δριμύτερον ὄζει τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός, καὶ μᾶλλον καὶ πλείω χρόνον τὴν αὑτῶν ὀσμὴν ἔχει ἐπὶ τῆς τέφρας θυμιώμενα; ἢ ὅτι ἀπεπτοτέρα ἐστὶν ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων. τὸ δὲ πῦρ ταχὺ πέττον αὐτῶν τὴν δύναμιν ἀλλοιοῖ τὴν ὀσμήν· ἡ γὰρ πέψις ἀλλοίωσίς ἐστιν τοῦ πεττομένου.

Διὰ τί ἥδιον ὄζει τῶν ῥόδων ὧν ὁ ὀμφαλὸς τραχύς

ἐστιν ἢ ὧν λεῖος; ἢ ὅτι μᾶλλον ὄζει ἡδὺ ὅσα τὴν φύσιν ἀπείληφε τὴν αὑτῶν; ἀκανθῶδες φύσει δὲ τὸ ῥόδον ἐστίν. διὸ μᾶλλον ἔχον τὰ κατὰ φύσιν ὄζει ἥδιον.

Διὰ τί αἱ ὀδμαὶ ἐγγύθεν ἧττον εὐώδεις καὶ θυμιαμάτων καὶ ἀνθῶν; ἢ ὅτι πλησίον μὲν συναποφέρεται τὸ γεῶδες, ὥστε κεραννύμενον ἀσθενεστέραν ποιεῖ τὴν δύναμιν, εἰς δὲ τὸ πόρρω καταφέρεται ἡ ὀσμή. διὰ ταῦτα δὲ καὶ τριφθέντα τὰ ἄνθη ἀπολλύουσι τὴν ὀσμήν.

Πότερον αἱ ὀσμαὶ καπνὸς ἢ ἀὴρ ἢ ἀτμίς; διαφέρει γάρ, ᾗ τὸ μὲν ὑπὸ τοῦ πυρός, τὸ δὲ καὶ ἄνευ τούτου γίνεται. καὶ πότερον ἀπὸ τῆς αἰσθήσεως τι πρὸς ἐκεῖνα ἢ ἀπ’ ἐκείνων πρὸς τὴν αἴσθησιν ἀφικνεῖται, ἀεὶ κινοῦν τὸν πλησίον ἀέρα; καὶ εἰ ἀπ’ ἐκείνων ἀπορρεῖ, ἔδει ἔλαττον γίνεσσθαι· καίτοι τὰ εὐωδέστατα ὁρῶμεν μάλιστα διαμένοντα.

Διὰ τί δριμύτερον ὄζει μᾶλλον τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός; ἢ διότι ἀπεπτοτέρα ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων; πολὺ οὖν καὶ τοῦ γεώδους συναναθυμιᾶται καὶ γίνεται καπνός· τὸ δὲ πῦρ φθάνει ἐκκάον τὸ γεῶδες αὐτῶν, ὥστε ἡ ὀσμὴ καθαρωτέρα καὶ εἰλικρινὴς ἀφικνεῖται ἄνευ τοῦ καπνοῦ. διὸ καὶ τριβόμενα ἧττον εὐώδη τὰ ἄνθη· τὸ γὰρ γεῶδες καὶ ἡ τρῖψις κινεῖ, καὶ ἡ βραδεῖα θερμότης οὐ φθείρει.

Διὰ τί τὰ εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ λεπτά, τὰ δὲ τοιαῦτα οὐρητικά; ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι τηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀσμὴ διὰ θερμότητα γίνεται. ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν· δεῖ δὲ μὴ μόνον θερμὰ εἶναι, ἀλλὰ

καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.

Διὰ τί ποτε οἱ κεκραμένοι τῶν οἴνων θᾶττον τῶν ἀκράτων ὄζουσιν; ἢ ὅτι ὁ κεκραμένος ἀσθενέστερος τοῦ ἀκράτου ἐστίν; τὸ δὲ ἀσθενέστερον ὑπὸ πάντων ἐξίσταται τοῦ ἰσχυροτέρου. εἶτα ὁ κεκραμένος ἐστὶν εὐπετέστερος τοῦ ἀκράτου. εὐπετέστερον δέ ἐστιν ὑπάρξαι ᾡτινιοῦν, καὶ ἐκλαβεῖν τι τῶν μὴ ὑπαρχόντων. ὁ μὲν οὖν ἄκρατος ὀσμώδης ἐστίν, ὁ δὲ κεκραμένος ἄνοσμος.

Διὰ τί τὸ μὲν οὖρον, ὅσῳ ἂν χρονίζηται ἐν τῷ σώματι, δυσωδέστερον γίνεται, ἡ δὲ κόπρος ἧττον; ἢ ὅτι ἡ μὲν ξηραίνεται μᾶλλον χρονιζομένη (τὸ δὲ ξηρὸν ἀσηπτότερον), τὸ δὲ οὖρον παχύνεται, πρόσφατόν τε ὂν ὁμοιότερον τῷ ἐξ ἀρχῆς ἐστὶ πόματι.

Διὰ τί τὰ δυσώδη τοῖς ἐδηδοκόσιν οὐ δοκεῖ ὄζειν; ἢ διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν οὐρανὸν πλήρης ἡ αἴσθησις γίνεται ταχύ, καὶ τῆς τε ἔσω οὐκέθ’ ὁμοίως αἰσθάνεται (τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες, ὅταν δὲ ἅψωνται, οὐκέτι, ὥσπερ συμφυοῦς) καὶ ἡ ἔξωθεν ἡ ὁμοία ἀφανίζεται ὑπὸ τῆς ἔσω.

Διά τί τριβόμενα τὰ ἄνθη δυσωδέστερα; ἢ διότι συμμίγνυται τῇ ὀσμῇ τὸ γεῶδες τὸ ἐν τῷ ἄνθει.

Διὰ τί τῶν μὲν ζῴων οὐθὲν εὐῶδές ἐστιν ἔξω τῆς παρδάλιος (αὕτη δὲ καὶ αὐτοῖς τοῖς θηρίοις· φασὶ γὰρ αὐτῆς τὰ θηρία ἡδέως ὀσμᾶσθαι), φθειρόμενα δὲ καὶ δυσώδη ἐστίν, τῶν δὲ φυτῶν πολλὰ καὶ φθειρόμενα καὶ αὐαινόμενα ἔτι μᾶλλον εὐώδη γίνεται; πότερον ὅτι τῆς δυσωδίας αἴτιον

ἀπεψία τις περιττώματος; διὸ καὶ οἱ ἱδρῶτες ἐνίοις καὶ ἐνίοτε τοιοῦτοί εἰσιν, μάλιστα δὲ οἷς μὴ ἀεὶ τοιοῦ τοι ἐκτῶν νόσων γίνονται. καὶ αἱ φῦσαι δὲ καὶ οἱ ἐρυγμοὶ οἱ τῶν ἀπέπτων δυσώδεις εἰσί. τὸ αὐτὸ δὲ αἴτιον καὶ τοῦ ἐν ταῖς σαρξὶ καὶ τῷ ἀνάλογον· λέγω δὲ ἀνάλογον τὸ ἀντὶ σαρκὸς τοῖς ἄλλοις ἐνυπάρχον ζῴοις. ἔστι γὰρ καὶ ἐνταῦθα περίττωμα ἐνίοις ἄπεπτον· τοῦτο οὖν ζώντων τε αἴτιον τῆς δυσωδίας ἐστὶ καὶ φθειρομένων σηπόμενον. διὸ καὶ τὰ πίονα καὶ ὀστᾶ καὶ τρίχες οὐ δυσώδη ἐστίν, ὅτι τὰ μὲν πέττεται, τὰ δὲ οὐκ ἔχει ὑγρότητα. τοῖς δὲ φυτοῖς οὐκ ἔνι περίττωμα. ἢ ἔστι μέν τι καὶ τούτοις, ἀλλ’ ὅτι ξηρὰ καὶ θερμὰ τὰ φυτὰ τὴν φύσιν ἐστίν, ὥστε εὐπεπτοτέρα ἡ ἰκμὰς καὶ οὐ πηλώδης ἐστὶν αὐτῶν; δηλοῖ δὲ καὶ τῆς γῆς ἡ ἐν τοῖς θερμοῖς εὐώδης οὖσα, Συρία καὶ Ἀραβία, καὶ τὰ εὐώδη τἀκεῖθεν, ὅτι ξηρὰ καὶ θερμά ἐστιν· τὰ δὲ τοιαῦτα ἄσηπτα. τὰ δὲ ζῷα οὐ τοιαῦτά ἐστι καὶ θερμά, ὥστε αἵ τε περιττώσεις ἄπεπτοι καὶ δυσώδεις αὐτῶν εἰσίν καὶ διαφυσήσεις ὁμοίως· καὶ διαφθειρομένων σήπεται ἡ ὑγρότης, τῶν δὲ οὔ· οὐ γὰρ ἔχουσιν.

Διὰ τί τὰ δυσώδη θερμὰ ὄντα μᾶλλον δυσώδη ἐστὶν ἢ ἐψυγμένα; ἢ ὅτι ἐστὶν ἡ ὀσμὴ ἀτμὸς καὶ ἀπορροή τις; ὅ τ’ οὖν ἀτμὸς ὑπὸ θερμοῦ γίνεται, καὶ ἡ ἀπορροή· κίνησις γάρ τίς ἐστιν, τὸ δὲ θερμὸν κινητικόν· τὸ δὲ ψυχρὸν τοὐναντίον στατικὸν καὶ συσταλτικόν, καὶ φορὸν δὲ κάτω, τὸ δὲ θερμὸν καὶ αἱ ὀσμαὶ πᾶσαι ἀνωφερεῖς διὰ τὸ ἐν ἀέρι τε εἶναι καὶ τὸ αἰσθητήριον αὐτῶν ἄνω εἶναι, μὴ κάτω· πρὸς γὰρ ἐγκέφαλον περαίνουσα ἡ ὀσμὴ αἴσθησιν ποιεῖ.