Physiognomonica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Δοκεῖ δέ μοι ἡ ψυχὴ καὶ τὸ σῶμα συμπαθεῖν ἀλλήλοις· καὶ ἡ τῆς ψυχῆς ἕξις ἀλλοιουμένη συναλλοιοῖ τὴν τοῦ

σώματος μορφήν, πάλιν τε ἡ τοῦ σώματος μορφὴ ἀλλοιουμένη συναλλοιοῖ τὴν τῆς ψυχῆς ἕξιν. Ἐπειδὴ γάρ ἐστι ψυχῆς τὸ ἀνιᾶσθαί τε καὶ εὐφραίνεσθαι, καταφανὲς ὅτι οἱ ἀνιώμενοι σκυθρωπότεροί εἰσι καὶ οἱ εύφραινόμενοι ἱλαροί.

Εἰ μὲν οὖν ἦν τῆς ψυχῆς λελυμένης ἔτι τὴν ἐπὶ τοῦ σώματος μορφὴν μένειν, ἦν μὲν ἂν καὶ οὕτως ἡ ψυχή τε καὶ τὸ σῶμρα συμπαθῆ, οὐ μέντοι συνδιατελοῦντα ἀλλήλοις. Νῦν δὲ καταφανὲς ὅτι ἑκάτερον ἑκατέρῳ ἕπεται. Μάλιστα μέντοι ἐκ τοῦδε δῆλον γένοιτο.

Μανία γὰρ δοκεῖ εἶναι περὶ ψυχήν, καὶ οἱ ἰατροὶ φαρμάκοις καθαίροντες τὸ σῶμα καὶ διαίταις τισὶ πρὸς αὐτοῖς χρησάμενοι ἀπαλλάττουσι τὴν ψυχὴν τῆς μανίας. Ταῖς δὴ τοῦ σώματος θεραπείαις καὶ ἅμα ἥ τε τοῦ σώματος μορφὴ λέλυται καὶ ἡ ψυχὴ μανίας ἀπήλλακται.

Ἐπειδὴ οὖν ἅμα ἀμφότερα λύονται, δῆλον ὅτι συνδιατελοῦσιν ἀλλήλοις. Συμφανὲς δὲ καὶ ὅτι ταῖς δυνάμεσι τῆς ψυχῆς ὅμοιαι αἱ μορφαὶ τοῖς σώμασιν ἐπιγίνονται, ὥστ’ ἐστὶν ἅπαντα ἐν τοῖς ζῴοις τοῦ αὐτοῦ τινὸς δηλωτικά. Πολλὰ δὲ καὶ ὧν διαπράττεται τὰ ζῷα, τὰ μὲν ἴδια ἑκάστου γένους πάθη τῶν ζῴων ἐστί,τὰ δὲ κοινά.

Ἐπὶ μὲν οὖν τοῖς ἰδίοις ἔργοις τῆς ψυχῆς ἴδια τὰ πάθη κατὰ τὸ σῶμα, ἐπὶ δὲ τοῖς κοινοῖς τὰ κοινά. Κοινὰ μὲν οὖν ἐστὶν ὕβρις τε καὶ ἡ περὶ τὰ ἀφροδίσια ἔκστασις. Τῶν μὲν οὖν λοφούρων κοινόν ἐστιν ὕβρις, τῶν δὲ ὄνων τε καὶ συῶν ἡ περὶ τὰ ἀφροδίσια ἕξις.

Ἴδιον δ’ ἐστὶν ἐπὶ μὲν τῶν κυνῶν τὸ λοίδορον, ἐπὶ δὲ τῶν ὄνων τὸ ἄλυπον. Ὡς μὲν οὖν τὸ κοινόν τε καὶ τὸ ἴδιον χρὴ διελέσθαι, εἴρηται. Δεῖ μέντοι πρὸς ἅπαντα πολλῆς συνηθείας, εἰ μέλλει τις αὐτὸς ἔσεσθαι ἱκανὸς περὶ τούτων ἕκαστα λέγειν.

Ἐπειδὴ γὰρ τὰ ὁρώμενα ἐπὶ τῶν σωμάτων λέγεται ἀναφέρεσθαι ἐπὶ τὰς

ὁμοιότητας τάς τε ἀπὸ τῶν ζῴων καὶ τὰς ἀπὸ τῶν πράξεων γινομένας, καὶ ἰδέαι τινὲς ἄλλαι ἀπὸ θερμοτήτων καὶ ἀπὸ ψυχροτήτων γίνονται, ἔστι τε τούτων ἔνια τῶν ἐπιφαινομένων ἐπί τε τοῖς σώμασι μικραῖς διαφοραῖς κεχρημένα καὶ τῷ αὐτῷ ὀνόματι προσαγορευόμενα, οἷον αἵ τε ἀπὸ φόβων ὠχρότητες καὶ ἀπὸ πόνων (αὗται γὰρ ὀνόματί τε τῷ αὐτῷ κέχρηνται, καὶ διαφορὰν μικρὰν ἔχουσι πρὸς ἀλλήλας), μικρᾶς δὲ οὔσης τῆς διαφοράς οὐ ῥᾴδιον γινώσκειν ἀλλὰ ἢ ἐκ τῆς συνηθείας τῆς μορφῆς τὴν ἐπιπρέπειαν εἰληφότα, ἔστι μὲν οὖν καὶ τάχιστος καὶ ἄριστος ὁ ἀπὸ τῆς ἐπιπρεπείας, καὶ ἔστι γε οὕτως τούτῳ χρώμενον πολλὰ διαγινώσκειν.

Καὶ οὐ μόνον καθόλου χρήσιμόν ἐστιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν σημείων ἐκλογήν· ἕκαστον γὰρ τῶν ἐκλεγομένων καὶ πρέπειν δεῖ τοιοῦτον οἷον τὸ ἐκλεγόμενον θέλει.

Ἔτι τε κατὰ τὴν ἐκλογὴν τῶν σημείων, καὶ τῷ συλλογισμῷ, ᾧ δεῖ χρῆσθαι ὅπου ἄν τι τύχῃ, προστιθέντας τοῖς προσοῦσι τὰ προσήκοντα, οἷον εἰ ἀναιδής τε εἴη καὶ μικρολόγος, καὶ κλέπτης ἂν εἴη καὶ ἀνελεύθερος, καὶ κλέπτης μὲν ἑπομένως τῇ ἀναιδείᾳ, τῇ δὲ μικρολογίᾳ ἀνελεύθερος. Ἐπὶ μὲν οὖν τῶν τοιούτων ἑκάστου δεῖ τοῦτον τὸν τρόπον προσαρμόζοντα τὴν μέθοδον ποιεῖσθαι.