De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ἐπεὶ δὲ βραχεῖς ἔχουσι τοὺς πόδας καὶ 8 ἀχρήστους πρὸς τὸ ἀντιλαμβάνεσθαι καὶ μὴ ἀπο σπᾶσθαι ἀπὸ τῶν πετρῶν, ὅταν κλύδων ᾖ καὶ χειμών, καὶ πρὸς τὸ τὰ ἄποθεν προσάγεσθαι, διὰ ταῦτα προβοσκίδας ἔχουσι δύο μακράς, αἷς ὁρμοῦσί τε καὶ ἀποσαλεύουσιν ὥσπερ πλοῖον ὅταν χειμὼν ᾖ, καὶ [*](b)τὰ ἄποθεν θηρεύουσι καὶ προσάγονται ταύταις αἵ τε σηπίαι καὶ αἱ τευθίδες. οἱ δὲ πολύποδες οὐκ ἔχουσι τὰς προβοσκίδας διὰ τὸ τοὺς πόδας αὐτοῖς εἶναι πρὸς ταῦτα χρησίμους.

ὅσοις δὲ κοτυληδόνες πρὸς 9 τοῖς ποσὶ καὶ πλεκτάνει πρόσεισι, δύναμιν ἔχουσι καὶ σύνθεσιν τοιαύτην οἵανπερ τὰ πλεγμάτια οἷς οἱ ἰατροὶ οἱ ἀρχαῖοι τοὺς δακτύλους ἐνέβαλλον· οὕτω καὶ ἐκ τῶν ἰνῶν πεπλεγμέναι εἰσίν, αἷς ἕλκουσι τὰ

120
σαρκία καὶ τὰ ἐνδιδόντα. περιλαμβάνει μὲν γὰρ χαλαρὰ ὄντα· ὅταν δὲ συντείνῃ, πιέζει καὶ ἔχεται τοῦ ἐντὸς θιγγάνοντος παντός. ὥστʼ ἐτεὶ ἄλλο οὐκ ἔστιν ᾧ προσάξονται, ἀλλʼ ἢ τὰ μὲν τοῖς ποσὶ τὰ δὲ ταῖς προβοσκίσι, ταύτας ἔχουσι πρὸς ἀλκὴν καὶ τὴν ἄλλην βοήθειαν ἀντὶ χειρῶν.

10 τὰ μὲν οὖν ἄλλα δικότυλά ἐστε, γένος δέ τι πολυπόδων μονοκότυλον. σἴτιον δὲ τὸ μῆκος καὶ ἡ λεπτότης τῆς φύσεως αὐτῶν· μονοκότυλον γὰρ ἀναγκαῖον εἶναι τὸ στενόν. οὐκ οὖν ὡς βέλτιστον ἔχουσιν, ἀλλʼ ὡς ἀναγκαῖον διὰ τὸν ἴδιον λόγον τῆς οὐσίας.

11 πτερύγιον δʼ ἔχουσι ταύτα πάντα κύκλῳ περὶ τὸ κύτος. τοῦτο δʼ ἐπὶ μὲν τῶν ἅλλων συναπτόμενον καὶ συνεχές ἐστι, καὶ ἐπὶ τῶν μεγάλων τευθῶν· αἱ δʼ ἐλάττους καὶ καλούμεναι τευθίδες πλατύτερόν τε τοῦτο ἔχουσι καὶ οὐ στενόν, ὅσπερ αἱ σηπίαι καὶ οἱ πολύποδες, καὶ τοῦτʼ ἀπὸ μέσου ἠργμένον, καὶ οὐ κύκλῳ διὰ παντός. τοῦτο δʼ ἔχουσιν ὅπως νέωσι καὶ πρὸς τὸ διορθοῦν, ὥσπερ τοῖς μὲν πτηνοῖς τὸ ὀρροπύγιον, τοῖς δʼ ἰχθύσι τὸ οὐραῖον.