De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ἡ 3 μὲν οὖν γένεσις ἐξ ἀνάγκης συμβαίνει τοιαύτη τοῦ μορίου τούτου· ξηροῦ γὰρ καὶ ὑγροῦ μίγματος θερμαινομένου τὸ ἔσχατον ἀεὶ δερματῶδες γίνεται καὶ ὑμενῶδες, ὁ δὲ τόπος οὗτος τοιαύτης πλήρης ἐστὶ τροφῆς.

ἔτι δὲ διὰ πυκνότητα τοῦ ὑμένος τὸ διηθούμενον 4 της αἱματώδους τροφῆς ἀναγκαῖον λιπαρὸν εἶναι (τοῦτο γὰρ λεπτότατον) καὶ διὰ τὴν θερμότητα τὴν περὶ τὸν τόπον συμπεττόμενον ἀντὶ σαρκώδους καὶ αἱματώδους συστάσεως στέαρ γίνεσθαι καὶ πιμελήν.

ἡ μὲν οὖν γένεσις τού ἐπιπλόου σβαίνειυμ 5 κατὰ τὸν λόγον τοῦτον, καταχρῆται δʼ ἡ φύσις αὐτῷ πρὸς τὴν εὐπεψίαν τῆς τροφῆς, ὅπως ῥᾷον πέττῃ καὶ θάττον τὰ ζῷα τὴν τροφήν· τὸ μὲν γὰρ θερμὸν πεπτικόν, τὸ δὲ πῖον θερμόν, τὸ δʼ ἐπίπλοον πῖον. καὶ διὰ τοῦτʼ ἀπὸ μέσης ἢρτηται τῆς

100
κοιλίας, ὅτι τὸ ἐπʼ ἐκεῖνο μέρος συμπέττει τὸ παρακείμενον ἧπαρ. καὶ περὶ μὲν τοῦ ἐπιπλόου εἴρηται.