De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

οὕτω δὲ καλῶς μεμηχάένηται καὶ ἡ ταύτης 8 καὶ ἡ τῆς γλωττης κίνησις, ὥστε τῆς τροφῆς ἐν μὲν τῷ στὸματι λεαινομένης, παρʼ αὐτὴν δὲ διιούσης, τὴν μὲν ὀλιγάκις ὑπὸ τοὺς ὀδόντας πέπτειν, εἰς δὲ τὴν ἀρτηρίαν σπάυιόν τι παραρρεῖν.

οὐκ ἔχει δὲ τὰ 9 [*](665,a) λεχθέντα ζῴα τὴν ἐπιγλωττίδα διὰ τὸ ξηρὰς εἶναι τὰς σάρκας αύὺτῶν καὶ τὸ δέρμα σκληρόν, ὧστʼ οὐκ ἄν εὐκίνητον ὴν τὸ τοιούτον μόριον αὑτοῖς ἐκ τοιαύτης σαρκὸς καὶ ἐκ τοιούτου δέρματος συνεστηκς, ἀλλʼ αὐτῆς τῆς ἀρτηρίας τήν ἐσχάτων θάσσον ἐγίνετʼ ἄν ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος, ἣν ἔχουσι τὰ τριχωτα. διʼ ἣν μὲν οὗν αἰτίαν τὰ μὲν ἔχει τῶν ζῴων τὰ δʼ οὐκ ἔχει, ταῦτʼ εἰρήσθω,

68
καὶ διότι τῆς ἀρτηρίας τὴν φαυλότητα τῆς θέσεωος ίάτρευκεν ἡ φύσις, μηχανησαμένη τὴν καλουμένην ἐπιγλωττίδα.

10 κεῖται δʼ ἕμπροσθεν ἡ φάρυγξ τοῦ οἰσοφάγου ἐξ ἀνάγκης. ἡ μὲν γὰρ καρδία ἐν τοῖς ἔμπροσθεν καὶ ἐν μέσῳ κεῖται, ἐν ᾖ τὴν ἀρχήν φαμεν τῆς ζωῆς καὶ πάσης κινήσεής τε καὶ αἰσθήσεως (ἐπὶ τὸ καλούμενον γὰρ ἔμπροσθεν ἡ αἴσθησις καὶ ἡ κίνησις· αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διύὸρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν), ὸ δὲ πλεύμων κεῖται οὐ ἡ καρδία καὶ περὶ ταύτην, ὴ δʼ ἀναπνοὴ διά τε τούτον καὶ διὰ τὴν ἀρχὴν τὴν ἐν τῇ καρδία ἐνυπάρχουσαν. ἡ δʼ ἀναπνοὴ γίνεται τοῖς ζῴοις διὰ τὴς ἀρτηρίας· ὥστ ἐπεὶ τὴν καρδίαν ἐν τοῖς ἔμπροσθεν πρώτην ἀναγκαῖον κεῖσθαι, καὶ τὸν φάρυγγα καὶ τὴν ἀρτηρίαν πρὸτερον ἀναγκαῖον κεῖσθαι τού οἰσοφάγου· τὰ μὲν γὰρ πρὸς τὸν πλεύμονα τείνει καὶ τὴν καρδίαν, ὁ δʼ εἰς τὴν κοιλίαν.

11 ὅλως δʼ ἀεὶ τὸ βέλτιον καὶ τιμιώτερον, ὅπου μηδὲν μεῖζον ἕτερον ἐμποδίζει, τού μὲν ἄνω καὶ κάτω ἐν τοῖς μἀλλόν ἐστιν ἄνω, τοῦ δʼ ὲμπροσθεν καὶ ὄπισθεν ἐν τοῖς ἔμπροσθεν, τοῦ δεξιοῦ δὲ καὶ ἀριστεροῦ ἐν τοῖς δεξιοῖς.

4 Καὶ περὶ μὲν αὐχένος τε καὶ οἰσοφάγου καὶ ἀρτηρίας εἴρηται, ἕπόμενον δʼ ἐστὶ περὶ σπλάγχνων εἰπεῖν. ταῦτα δʼ ἐστὶν ἴδια τῶν ἐναίμων, καὶ τοῖς μὲν ἅπανθʼ ὑπάρχει, τοῖς δʼ οὐχ ὑπάρχει. τῶν δʼ ἀναίμων οὐδὲν ἔχει σπλάγχνον. Δημόκριτος δʼ ἔοικεν οὐ καλῶς διαλαβεῖν περὶ αύύτῶν, εἴπερ ᾧήθη διὰ μικρὸτητα τῶν ἀναίμων ζῴων ἄθηλα εἶναι ταῦτα. συνισταμένων γὰρ εὐθέως τῶν ἐναίμων καὶ πάμπαν ὄντων μικρῶν ἕνδηλα γίνεται καρδία τε καὶ ἡπαρʼ φαίνεται γὰρ ἐν μὲν τοῖς ωοῖς ἐνίοτε τριταίοις οὗσι στιγμῆς ἔχοντα μέγεθος, πάμμικρα δὲ καὶ ἐν τοῖς [*](b) ἐκβολίμοις τῶν ἐμβρύων.

2 ἔτι δʼ ὥσπερ τῶν ἐκτὸς

69
μορίων οὐ πἀσι τῶν αὐτῶν χρῆσις, ἀλλʼ ἑκάστοις ἰδίᾳ πεπόρισται πρός τε τοὺς βίους καὶ τὰς κινήσεις, οὕτω καὶ τὰ ἐντὸς ἄλλα πέφυκεν ἄλίοις. τὰ δὲ σπλάγνα των αἱμ ατικῶν ἐστὶν ἴδια, διὸ καὶ συνέστηκεν αὐτῶν ἕκαστον ἐξ αἱματικῆς ὕλης. δῆλον δʼ ἐν τοῖς νεογνοῖς τούτωνʼ αίματωδέστερα γὰρ καὶ μέγιστα κατὰ λόγον διὰ τὸ εἶναι τὸ εἶδος τῆς ὕλης καὶ τὸ πλὴθος ἐμφανέστατον κατὰ τὴν πρτην σύστασιν.

καρδία μὲν σὖν ἅπασιν ὑπάρχει τοῖς ἐναίμοις· διʼ ἣν 3 δʼ αἰτίαν, εἴρηται καὶ πρότερον. αἷμα μὲν γὰρ ἔχειν τοῖς ἐναίμοις δῆλον ὡς ἀναγκαῖον· ὑγροῦ δʼ ὄντος τού αἵματος ἀναγκαῖον ἀγγεῖον ὑπάρχειν, ἐφʼ ὅ δὴ καὶ φαίνεται μεμηχανὴσθαι τὰς φλέβας ἡ φύσις. ἀρχὴν δὲ τούτων ἀναγκαῖον εἶναι μίαν· ὅπου γὰρ ἐνδέχεται, μίαν βέλτιον ἢ πολλάς. ἡ δὲ καρδία τῶν φλεβῶν ἀρχή. φαίνονται γὰρ ἐκ ταύτης ουσαι καὶ οὐ διὰ ταύτης, καὶ ἡ φύσις αὐτῆς φλεβώδης ὡς ὁμογενοῦς οὔσης.

ἔχει δὲ καὶ ἡ θέσις αὐτὴς ἀρχικὴν 4 χώραν· περὶ μέσον γάρ, μᾶλλον δʼ ἐν τῷ ἄνω ἢ κάτω καὶ ἔμπροσθεν ὄπισθεν· ἐν τοῖς γὰρ τιμιωτέροις τὸ τιμιωτερον καθίδρυκεν ἡ φύσις, οὐ μή τι κωλύει μεῖζον. ἐμφανέστατον δὲ τὸ λεχθέν ἐστιν ἐπὶ τῶν ἀνθρύπων, βούλεται δὲ καὶ ἐν τοῖς ἄλλοις ὁμολόγως ἐν μέσῳ κεῖσθαι τού ἀναγκαίου σήὸὸματος. τούτου δὲ πέρας ὴ τὰ περιττώματα ἀποκρίνεται· τὰ δὲ κῶλα πέφυκεν ἄλίοις ἄλωος, καὶ οὐκ ἔστι τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, διὸ καὶ ἀφαιρουμένων ζῶσιν· δῆλον δʼ ὡς οὐδὲ προστιθέμενα φθείρει.

σἱ δʼ ἐν τὴ κεφαλῇ 5 λέγοντες τὴν ἀρχὴν τῶν φλεβῶν οὐκὀρθῶς ὑπέλαβον. πρῶτον μὲν γὰρ πολλὰς ἀρχὰς καὶ διεσπασμένας ποιοῦσιν, εἶτʼ ἐν τὸπῳ ψυχρῷ. δηλοῖ δὲ δύσριγος ὤν, ὁ δὲ περὶ τὴν καρδίαν τοὐναντίον.

ὧσπερ δʼ 6

70
ἐλέχθη, διὰ μὲν τῶν ἄλλων σπλάγχνων διέχουσιν αἱ φλέβες, διὰ δὲ τὴς καρδίας οὐ διατείνει φλέψ· ὅθεν καὶ ὅῆλον ὅτι μόριον καὶ ἀρχὴ τῶν φλεβῶν ἐστὶν ἡ καρδία. καὶ τοῦτʼ εὺλόγωςʼ μέσον γὰρ τὸ τὴς καρδίας ἐστὶ σῶμα πυκνὸν καὶ κοῖλον πεφυκὸς, ἔτι δὲ πλῆρες αἵματος ὡς τῶν φλεβῶν ἐντεῦθεν ἠργμένων, [*](666,a) κοῖλον μὲν πρὸς τὴν ὑποδοχὴν τοὺ αἵματος, πυκνὸν δὲ πρὸς τὸ φυλάσσειν τὴν ἀρχὴν τῆς θερμότητος. ἐν ταύτῃ γὰρ μὸνῃ τῶν σπλάγχνων καὶ τὸῦ σύματος αἷμα ἅνευ φλεβῶν ἐστί, τν δʼ ἄλλων μορίων ἕκαστον ἐν ταῖς φλεψὶν ἔχει τὸ αἷμα. καὶ τοῦτʼ εὺλόγως· ἐκ τῆς καρδίας γὰρ ἐποχετεύεται καὶ είς τὰς φλέβας, εἰς δὲ τὴν καρδίαν οὐκ ἄλλοθεν· αὕτη γάρ ἐστιν ἀρχὴ καὶ πηγὴ τοῦ αἵματος ἢ ὑκοδοχὴ πρώτη.

7 ἐκ τῶν ἀνατομῶν δὲ κατάδηλα μᾶλλον ταὺτα, καὶ ἐκ τῶν γενέσεων· εὐθέως γάρ ἐστιν ἔναιμος πρωίη γινομένη τῶν μορίων ἀπάντων. ἔτι δʼ αἱ κινήσεις τῶν ἡδέων καὶ τῶν λυπηράν καὶ ὅλως πάσης αἰσθήσεως ἐντεῦθεν ἀρχόμεναι φαίνονται καὶ πρὸς ταύτην περαίνουσαι. οὕτω δʼ ἔχει καὶ κατὰ τὸν λὸγον· ἀρχὴν γὰρ εἶναι δεῖ μίαν, ὅπου ἐνδέχεται. εὺφυέστατος δὲ τῶν τόπων ὁ μέσος· ἕν γὰρ τὸ μέσον καὶ ἐπὶ πᾶν ἐφικτὸν ὁμιοίως ἢ παραπλησίωσς.

8 ἔτι δʼ ἐπεὶ οὔτε τῶν ἀναίμων οὐθὲν αἰσθητικὸν οὕτε τὸ αἷμα, δῆλον ὡς τὸ πρῶτον ἔχον ὡς ἐν ἀγγείῳ δʼ ἔχον ἀναγκαῖον εἶναι τὴν ἀρχὴν. οὐ μόνον δὲ κατὰ τὸν λόγον οὕτως ἔχειν φαίνεται, ἀλλὰ καὶ κατὰ τὴν αὖσθησιν. ἐν γὰρ τοῖς ἐμβρύοις εὐθέως ἡ καρδία φοαίνεται κινουμένη τῶν μορίων καθαπερεὶ ζῷον, ὡς ἀρχὴ τῆς φύσεως τοῖς ἐναίμοις οὖσα. μαρτύριον δὲ τῶν εἰρημένων καὶ τὸ πἀσι τοῖς ἐναίμοις ὑπάρχειν αύύτήν· ἀναγκαῖον γὰρ αὐτοῖς ἔχειν τὴν ἀρχὴν τού αἵματος.

9 ὑπάέρχει

71
δὲ καὶ τὸ ἧπαρ πᾶσι τοῖς ἐναίμοις· ἀλλʼ οὐθεὶς ἄν ἀξιωόσειεν αὐτὸ ἀρχὴν εἶναι οὔτε τοῦ ὅλου σύὸματος οὕτε τοῦ αἵματος· κεῖται γὰρ οὐδαμῶς πρὸς ἀρχοειδῆ θέσιν, ἔχει δʼ ὧσπερ ἀντίζυγον ἐν τοῖς μάλιστʼ ἀπηκριβωμένοις τὸν σπλὴνα. ἔτι δʼ ὑποδοχὴν αἵματος οὐκ ἔχει ἐν ἑαυτῷ καθάπερ ἡ καρδία, ἀλλʼ ὥσπερ τὰ λοιπά, ἐν φλεβί. ἔτι δὲ τείνει διʼ αὐτού φλέψ, ἐξ ἐκείνης δʼ οὐδεμία· πασῶν γὰρ τῶν φλεβῶν ἐκ τῆς καρδίας αἱ ἀρχαί.